Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καιρίαν [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καιρίαν


000-00-00 Serial Number=0778842688
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00028]  ἀλλ' οὐ καιρίαν ἔδωκε τὴν πληγήν.
000-00-00 Serial Number=0817994058
Ad populum Antiochenum Ante [Go Back]  
 [01011]  ∆ιὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν.
 [06016]  καιρίαν αὐτοῖς ἔδωκας τὴν πληγὴν, καὶ τὴν ἐσχάτην αὐτοὺς ἀπῄτησας δίκην, δείξας ὡς οὐ μόνον αὐτοῖς οὐδὲν πλέον γέγονεν ἀπὸ τῆς ἐπιβουλῆς, ἀλλὰ καὶ τὰ ἐναντία αὐτοῖς ἅπαντα ἀπέβη, ἤπερ ἐβούλοντο.
000-00-00 Serial Number=0774941802
Adversus Judaeos Ante [Go Back]  
 [02552]  ἀλλ' ὅπερ οἱ στρατιῶται ποιοῦσιν, ἐπειδὰν συμβολῆς γενομένης τρέψωνται τοὺς ἐναντίους, ἀπὸ τῆς διώξεως ἐπανιόντες, οὐκ εὐθέως ἐπὶ τὰς σκηνὰς τρέχουσιν, ἀλλὰ πρότερον ἐπὶ τὸν τόπον τῆς συμβολῆς ἐλθόντες, τοὺς ἐξ αὐτῶν καταπεσόντας ἐξαιροῦνται, καὶ τοὺς μὲν ἀποθανόντας τῇ γῇ κρύπτουσιν, εἰ δέ τινας ἴδοιεν μεταξὺ τῶν νεκρῶν πνέοντας ἔτι, καὶ μὴ καιρίαν ἔχοντας πληγὴν, εἰς τὰς σκηνὰς ἀνελόμενοι μετὰ πολλῆς ἀπάγουσι τῆς θεραπείας, καὶ τὸ βέλος ἐξελκύσαντες, καὶ ἰατροὺς καλέσαντες, καὶ τὸ αἷμα περιπλύναντες, καὶ φάρμακα ἐπιθέντες, καὶ τὰ ἄλλα πάντα ἐπιμελησάμενοι, πρὸς ὑγίειαν ἐπανάγουσιν·
 [02556]  ἐπὶ δὲ τοῦ πολέμου τούτου καὶ τῆς μάχης, κἂν καιρίαν τις ᾖ εἰληφὼς πληγὴν, δυνατὸν, ἂν θέλωμεν, τῆς τοῦ Θεοῦ χάριτος συνεφαπτομένης ἡμῖν, πρὸς ζωὴν αὐτὸν χειραγωγῆσαι πάλιν.
 [02764]  Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι [48.936] δεξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
000-00-00 Serial Number=0868393004
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01123]  Ἐπειδὴ γὰρ οὐκ ἴσχυσαν καιρίαν δοῦναι πληγὴν, οὐδ' αὐτῆς καθικέσθαι τῆς ψυχῆς, τὸν γοῦν ἔξωθεν αὐτοῖς περικείμενον τρῶσαι κόσμον ἐπιχειροῦσι, καὶ τὴν εὔκλειαν ἅπασαν ἀνελεῖν.
000-00-00 Serial Number=0132656097
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00367]  Αὐτὸς γὰρ ὑμῖν καιρίαν ἔδωκε τὴν πληγὴν καὶ τὴν παρρησίαν ὑμῶν πᾶσαν ἐξέκοψεν.
000-00-00 Serial Number=0393516719
De Lazaro Ante [Go Back]  
 [01791]  Ἀλλ' εἶδε στελέχη τῇ τοῦ πονηροῦ πνεύματος προσβολῇ ἀνασπασθέντα, καὶ ἐπὶ γῆς ἐκταθέντα, καὶ τὸν ἐλεεινὸν τῆς τελευτῆς ὑπομείναντα τρόπον, καὶ οὐδὲν βλάσφημον ἐφθέγξατο, ἀλλὰ καὶ εὐχαρίστησε, καιρίαν δοὺς τῷ διαβόλῳ τὴν πληγήν.
000-00-00 Serial Number=0387485147
De confessione pretiosae crucis Ante [Go Back]  
 [00029]  Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος ἐν ᾧ τὴν καιρίαν ἐδέξατο.
000-00-00 Serial Number=0263428986
De paenitentia [1] Ante [Go Back]  
 [00290]  Καὶ γὰρ ἀληθῶς πολλὰ [49.285] σκεύη αὐτοῦ ἥρπασεν ἡ μετάνοια, καὶ αὐτὴν τὴν ἀκρόπολιν αὐτοῦ καθεῖλε, καὶ καιρίαν ἔχει τὴν πληγὴν τῆς μετανοίας.
 [00780]  διάβολος γάρ ἐστιν ὁ πολεμῶν, οὐ καιρὸν ἐπιτηρεῖν ἐπιθέσεως εἰδὼς, οὐ σύνταξιν πρὸς τὴν συμβολὴν ἐκδεχόμενος, ἀλλ' ἕστηκεν ἀεὶ ζητῶν τὴν παρθένον γυμνὴν εὑρεῖν, ἵνα καιρίαν ἐπαγάγῃ τὴν πληγήν·
000-00-00 Serial Number=0499550104
De resurrectione mortuorum Ante [Go Back]  
 [00259]  Ἐνταῦθα τοῖς τοῦ σώματος διαβάλλουσι τὴν φύσιν, καὶ τῆς σαρκὸς τῆς ἡμετέρας κατηγοροῦσι καιρίαν ἔδωκε πληγήν.
000-00-00 Serial Number=0886828840
De sacerdotio Ante [Go Back]  
 [00119]  ἆρα νῦν γοῦν μετὰ τὸ πλῆξαι ἐπιγινώσκεις ὡς καιρίαν ἡμῖν ἔδωκας τὴν πληγήν;
 [00626]  Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ περὶ τὸν βίον νήψει, πάντοθεν περισκοπεῖν μή πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον πλήξῃ καιρίαν πληγήν·
000-00-00 Serial Number=0375566363
De virginitate Ante [Go Back]  
 [00589]  Εἰ δὲ τὸν σκόπον ἅπαντα ἀναπτύξειε καὶ ταύτην καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν.
000-00-00 Serial Number=0145132601
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03978]  Εἰ δὲ καὶ ἀμύνασθαι βούλει, σίγησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν·
 [04546]  ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν.
 [09351]  ὁρῶν τὸ ξίφος, ἐν ᾧ τὴν καιρίαν ἐδέξατο.
000-00-00 Serial Number=0566597462
Epistula ad Cyriacum Ante [Go Back]  
 [00734]  Οὕτω γὰρ καὶ αὐτὸς μείζονα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ ἡμῖν πολλὴν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης.
000-00-00 Serial Number=0799212158
Epistulae Ante [Go Back]  
 [00796]  ∆ιὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους, καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν, ἤλειψας δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν μήτε ἐν ἀλλοτρίᾳ εἶναι, μήτε ἐν ξένῃ γῇ, μήτε ἐν ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ.
 [00829]  Εἰ γὰρ μὴ καιρίαν αὐτὴν ἐδέξατο, οὐκ ἂν τοσοῦτον ἔπνευσε διὰ τῶν πειθομένων αὐτῷ.
 [01140]  Ὥσπερ γὰρ ὁ τὸν ὁμόδουλον ἀπαιτῶν τὰ ἑκατὸν δηνάρια, οὐκ ἐκεῖνον τοσοῦτον ἔβλαψεν, ὅσον ἑαυτῷ καιρίαν ἔδωκε τὴν πληγὴν, διὰ τῆς πρὸς τὸν σύνδουλον ἀκριβολογίας μυρίων ταλάντων συγχώρησιν ἀνατρέψας·
 [01754]  ∆ιὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους, καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν, ἤλειψας δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν μήτε ἐν ἀλλοτρίᾳ εἶναι, μήτε ἐν ξένῃ γῇ, μήτε ἐν ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ.
 [01787]  Εἰ γὰρ μὴ καιρίαν αὐτὴν ἐδέξατο, οὐκ ἂν τοσοῦτον ἔπνευσε διὰ τῶν πειθομένων αὐτῷ.
 [02098]  Ὥσπερ γὰρ ὁ τὸν ὁμόδουλον ἀπαιτῶν τὰ ἑκατὸν δηνάρια, οὐκ ἐκεῖνον τοσοῦτον ἔβλαψεν, ὅσον ἑαυτῷ καιρίαν ἔδωκε τὴν πληγὴν, διὰ τῆς πρὸς τὸν σύνδουλον ἀκριβολογίας μυρίων ταλάντων συγχώρησιν ἀνατρέψας·
000-00-00 Serial Number=0547840238
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01104]  Οὕτω γὰρ καὶ αὐτὴ τὰ μέγιστα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ πολλὴν ἡμῖν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης.
 [01226]  Καὶ τὸ δὴ μέγιστον, τὰ μὲν πάσχουσα, τὰ δὲ πείσεσθαι προσδοκῶσα οὐκ ἐπαύσω τῷ συγχωροῦντι Θεῷ ταῦτα γίνεσθαι τὴν ὑπὲρ αὐτῶν ἀναφέρουσα δοξολογίαν καὶ καιρίαν τῷ διαβόλῳ διδοῦσα πληγήν.
 [01227]  Ὅτι γὰρ καὶ καιρίαν ἐδέξατο, ἔδειξε δι' ὧν μειζόνως προσιὼν ὡπλίζετο·
 [01444]  καὶ ὅτε μὲν τὰ ἄλλα ἔπασχεν ἅπαντα, οὐδὲ ᾐσθάνετο, καίτοι ἐπαλλήλους δεχόμενος τὰς πληγὰς καὶ τελευταίαν τὴν καιρίαν.
 [01445]  Οὐδὲ γὰρ τοῦτο μικρόν, ἀλλὰ καὶ τῆς χαλεπωτάτης τοῦ πολεμοῦντος αὐτῷ κακουργίας, τὸ μὴ νεά ζοντι μηδὲ νῦν εἰς τοὺς ἀγῶνας καθιέντι πρῶτον, ἀλλ' ἤδη τῇ πυκνότητι τῶν ἐπαλλήλων βελῶν κατειργασμένῳ, τότε τὴν καιρίαν δοῦναι τὴν ἐπὶ τοῖς παισὶ πληγήν, καὶ ταύτην οὕτω χαλεπῶς ὡς καὶ ἐξ ἑκατέρας τῆς φύσεως καὶ πάντας ἀθρόον, καὶ ἐν ἀώρῳ ἡλικίᾳ καὶ βιαίᾳ τελευτῇ διαφθεῖραι καὶ τοῦ θανάτου τὸν τρόπον ἐσχεδιασμένον αὐτοῖς ἐργάσασθαι τάφον.
000-00-00 Serial Number=0150039494
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00069]  Προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν.
000-00-00 Serial Number=0236691236
In Acta apostolorum Ante [Go Back]  
 [03819]  Στόμα γὰρ οὐκ εἰδὸς ὀμνύειν, ταχέως καὶ τὸν Θεὸν ἐν εὐχαῖς ἐπισπάσεται, καὶ τὸν διάβολον πλήξει καιρίαν πληγήν·
000-00-00 Serial Number=0984487474
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00092]  ὁμοῦ δὲ καὶ Μαρκίωνι καὶ Μάνεντι, καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἐκείνοις νοσοῦσι καιρίαν δίδωσι τὴν πληγήν.
000-00-00 Serial Number=0655344367
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06308]  Τοῦτο πάλιν καιρίαν διδόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε μόνους αὐτοὺς παρῃτεῖτο.
000-00-00 Serial Number=0087536871
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01106]  λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν.
000-00-00 Serial Number=0894169807
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08917]  Ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάμβανον πληγὴν, διαλυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται, ὥστε αὐτὸ διορθῶσαι.
000-00-00 Serial Number=0852139652
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00975]  ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν.
000-00-00 Serial Number=0782124162
In epistulam ad Colossenses Ante [Go Back]  
 [01926]  Ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ διάβολος, ὑπὸ σώματος νεκροῦ τὴν καιρίαν λαβών.
 [01927]  Καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ' αὐτοῦ λαμβάνει πληγήν·
 [01937]  Λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβε, καὶ οὐ κατέβη, διὰ τοῦτο καὶ ταφῇ παρεδόθη·
000-00-00 Serial Number=0767988503
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00458]  Ἀλλ' ἔδωκεν αὐτῷ καιρίαν πληγὴν, εἰπὼν Κληρονόμον.
000-00-00 Serial Number=0920441866
In epistulam ad Romanos Ante [Go Back]  
 [02894]  Ταύτῃ μάλιστα τὸν θυμὸν ἀφεῖναι δίκαιον, ἐπειδὴ καιρίαν ἐδέξατο τὴν πληγὴν, ἐπειδὴ ἔτρωσεν αὐτὸν ὁ διάβολος.
 [06472]  ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν.
 [07530]  Ὅπερ γὰρ ἔφθην εἰπὼν, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν.
 [08484]  Ἀλλὰ βούλει καιρίαν δοῦναι πληγήν;
 [09086]  Εἶτα, ἐπειδὴ καιρίαν ἔδωκε τὴν πληγὴν, παραμυθεῖται πάλιν αὐτὸν, οὕτω λέγων·
000-00-00 Serial Number=0820442617
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00145]  Οὐκ ἀρκοῦνται τῇ αὐτοῦ σωτηρίᾳ, ἀλλὰ δι' ἐκείνου βούλονται καὶ τοὺς προσήκοντας αὐτῷ πάντας σαγηνεῦσαι εἰς τὸν τῆς εὐσεβείας λόγον, καιρίαν διδόντες τῷ διαβόλῳ τὴν πληγήν.
000-00-00 Serial Number=0985857844
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00021]  ∆ιὸ δὴ μετὰ ἀκριβείας ἁπάσης περιθεῖναι ὑμῖν ὅπλα ἐσπούδακα τὰ πνευματικὰ, ὥστε μηδαμοῦ φανῆναι μέλος γυμνὸν, μηδὲ καιρίαν δέξασθαι πληγήν.
000-00-00 Serial Number=0080859721
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00236]  Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν.
000-00-00 Serial Number=0459611416
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00484]  ἐπεὶ καὶ ὁ Φαρισαῖος καθ' ἑαυτοῦ τὸ ξίφος ὤθησε, καὶ καιρίαν πληγὴν λαβὼν ἀπῆλθεν.
000-00-00 Serial Number=0019584358
In principium Actorum Ante [Go Back]  
 [00207]  ὅταν τὸ ξίφος, ὃ καθ' ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»