Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διαστήματος [81]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διαστήματος


000-00-00 Serial Number=0502694964
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00345]  [7.6] καὶ ὁ ἐν ὕψει κείμενος ἀστὴρ τὸν ἐκ τοσούτου καθήμενον διαστήματος, ὥσπερ ἐγγὺς καὶ πλησίον παρών, οὕτω μετὰ ἀκριβείας χειραγωγεῖ καὶ πρὸς λιμένας ὁρμίζει, φωνὴν μὲν οὐκ ἀφιείς, τῇ δὲ ὄψει δεικνὺς αὐτοῖς τὰς ὁδοὺς καὶ τὴν θάλασσαν τέμνειν αὐτοῖς χαριζόμενος μετ' ἀσφαλείας, καιροὺς ὑποδεικνύς, ὥστε νῦν μὲν εἴσω τοῦ λιμένος κατέχειν τὸ πλοῖον, νῦν δὲ θαρροῦντας εἰς τὸ πέλαγος ἐξάγειν καὶ μὴ διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν ἀπροόπτως εἰς χειμέριον ἐμπίπτοντας ἡμέραν ναυάγιον ὑπομένειν.
000-00-00 Serial Number=0318434298
Ad populum Antiochenum Ante [Go Back]  
 [00078]  Τί γὰρ ἐκείνου φιλοστοργότερον γέγονεν, ὃς ἐκ τοσούτου διαστήματος ὢν καὶ τοσούτοις κυκλούμενος πράγμασιν, ὑπὲρ τῆς ὑγείας τοῦ στομάχου τοῦ μαθητοῦ τοσαύτην ἐποιεῖτο πρόνοιαν, καὶ μετὰ ἀκριβείας ἐπέστελλεν ὑπὲρ τῆς τοῦ νοσήματος διορθώσεως;
 [02817]  Ὅταν γὰρ ἐννοήσῃς πῶς τὸν ἐνιαυτὸν ἅπαντα διενείμαντο, καὶ καθάπερ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα.
 [05823]  Τοὺς δὲ μήπω κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλλομένους, καθ' ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνασπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶσαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ [49.209] πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φόβου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ.
 [05841]  Ὅπου γὰρ φόβος Θεοῦ, οὐ χρεία ἡμερῶν οὐδὲ διαστήματος χρόνου, ὥσπερ ὅπου ἀφοβία, οὐδὲν ὄφελος ἡμερῶν.
000-00-00 Serial Number=0382629871
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00043]  Μὴ γὰρ δὴ τοῦτο μόνον ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν, ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν οὐδὲ ἐκ διαστήματος, ἀλλ' ὑφ' ἓν καὶ ὁμοῦ.
000-00-00 Serial Number=0343302429
Contra theatra Ante [Go Back]  
 [00260]  Σὺ δὲ μάνθανε τὴν δοκιμασίαν τῆς γνώμης τοῦ προπάτορος, καὶ τοῦτ' ἐκ τοῦ διαστήματος τῆς ὁδοῦ.
000-00-00 Serial Number=0939006925
De Anna i Ante [Go Back]  
 [00645]  Καὶ καθάπερ ἄμπελος ἐν ἑνὶ ἱδρυμένη χωρίῳ, μέχρι πολλοῦ προάγει τὰ κλήματα, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος κρεμάμενος ὁ βότρυς τῇ ῥίζῃ συγγίνεται·
 [00995]  Καὶ γὰρ ἐκεῖνοι πλίνθους μέλλοντες οἰκοδομεῖν, διὰ τὸ τῆς ὕλης σαθρὸν ξύλοις μακροῖς ἀποσφίγγουσι τὴν οἰκοδομὴν, καὶ οὐδὲ διὰ πολλοῦ τοῦτο ποιοῦσι τοῦ διαστήματος, ἀλλὰ δι' ὀλίγου, ἵνα τῇ πυκνότητι τῶν ξύλων τούτων ἀσφαλεστέραν τὴν συνθήκην τῶν πλίνθων ἐργάσωνται.
000-00-00 Serial Number=0906226933
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00377]  Καὶ ὁ μὲν ἵππος ὁ βασιλικὸς καὶ οἱ δορυφόροι πάντες ὄπισθεν ἐκ πολλοῦ τοῦ διαστήματος εἵποντο, πορνοβόσκοι δὲ ἄνδρες καὶ γυναῖκες προαγωγοὶ καὶ πᾶς ὁ τῶν ἡταιρηκότων χορὸς τὸν βασιλέα κυκλώσαντες εἶχον ἐν μέσῳ διὰ τῆς ἀγορᾶς βαδίζοντες καὶ τοιαῦτα φθεγγόμενοι καὶ οὕτως ἀνακακχάζοντες ὡς τοὺς ἐκ τῆς ἐργασίας ἐκείνης εἰκὸς ἦν.
000-00-00 Serial Number=0179066420
De Lazaro Ante [Go Back]  
 [02222]  καὶ ὅτε εἰς τὰ τήγανα εἶ, ἀπὸ διαστήματος βλέπεις;
 [02227]  ἐγγὺς ὄντα οὐκ εἶδες, καὶ νῦν ἀπὸ διαστήματος βλέπεις, καὶ τοσούτου χάους ὄντος;
 [02677]  Καὶ ἵνα ἑκάτερος αὐτῶν διὰ τῶν πραγμάτων μάθῃ, ὁ μὲν τῆς στενῆς ὁδοῦ τὸ κέρδος, ὁ δὲ τῆς εὐρυχώρου τὴν ζημίαν καὶ τὸν ὄλεθρον, ἀπὸ πολλοῦ τοῦ διαστήματος ἀλλήλους ὁρῶσιν.
000-00-00 Serial Number=0524549425
De consubstantiali Ante [Go Back]  
 [00023]  καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος.
000-00-00 Serial Number=0933596015
De profectu evangelii Ante [Go Back]  
 [00083]  μᾶλλον δὲ τίς κατ' ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη ψυχὴν, ὅτι δεδεμένος ἐν Ῥώμῃ καὶ καθειργμένος, ἀπὸ τοσούτου διαστήματος Φιλιππησίοις ἐπέστελλεν;
 [00114]  Καθήμενος τοίνυν ἐν τῷ δεσμωτηρίῳ τοῖς Φιλιππησίοις ἐπέστελλεν ἐκ τοσούτου τοῦ διαστήματος.
000-00-00 Serial Number=0557469428
De sacerdotio Ante [Go Back]  
 [01493]  Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ' ἡλίῳ κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον οἷον καὶ τὴν ἀνθρωπείαν ὑπερβαῖνον φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾶν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην ὡς καὶ τὸ τῶν ἀνδρῶν γένος τῶν τε γενομένων τῶν τε ἐσομένων ποτὲ πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι, καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὅρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει·
000-00-00 Serial Number=0570309639
De sancta Droside martyre Ante [Go Back]  
 [00150]  ἐπειδὴ δὲ ἔμελλε τελευτᾷν, οὕτω μικρολογεῖται, ὡς τοσαύτην ποιήσασθαι σπουδὴν ὑπὲρ τῆς τῶν ὀστῶν μετακομιδῆς, καὶ ἐκ τοσούτου διαστήματος κελεύει τὰ λείψανα ἀνάγεσθαι;
000-00-00 Serial Number=0565907657
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00183]  μᾶλλον δὲ τίς κατ' ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη ψυχὴν, ὅτι δεδεμένος καὶ καθειργμένος ἀπὸ τοσούτου διαστήματος Φιλιππησίοις ἐπέστελλεν;
 [07479]  Μᾶλλον δὲ τίς κατ' ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη τοῦ Παύλου ψυχὴν, ὅτι δεδεμένος καὶ καθειργμένος ἀπὸ τοσούτου διαστήματος, Φιλιππησίοις ἐπέστελλεν;
000-00-00 Serial Number=0414257646
Epistulae Ante [Go Back]  
 [00068]  ∆ιὰ δὴ τοῦτο καὶ ἐκ μακροῦ καθήμενοι διαστήματος, ἀεί σε ἐπὶ τῆς διανοίας περιφέρομεν, καὶ ὅπουπερ ἂν ἐρημίας ἀπενεχθῶμεν, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα·
 [00071]  ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι, πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τῆς ἀπὸ τῶν εὐχῶν σου συμμαχίας ἐκ τοσούτου ἀπολαύοντες διαστήματος.
 [00089]  οὐ γὰρ ἔλαθεν ἡμᾶς τοῦτο, καίτοι γε ἐκ τοσούτου καθημένους διαστήματος·
 [00171]  Οὐ γὰρ μικρὰ δείγματα τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ταῦτα ἐκ τοσούτου καθήμενος διαστήματος, ἐπεδείξω, κύριέ μου τιμιώτατε καὶ εὐγενέστατε, ἀλλὰ καὶ πολλὰ καὶ μεγάλα.
 [00352]  Σφόδρα ἡμᾶς ἀνεπτέρωσας, καὶ πολλῆς ἐνέπλησας τῆς ἡδονῆς, δηλώσας ὅτι σοι πολλὴ φροντὶς τῆς Φοινίκης ἐστὶ, καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, διὰ γραμμάτων ἀλείφεις τοὺς αὐτόθι, ζῆλον πληρῶν ἀποστολικόν.
 [00544]  Καὶ τοῦτο τῆς γνησίας σου καὶ θερμῆς ἀγάπης, τὸ ἐκ τοσούτου καθήμενον διαστήματος περιτρέμειν ἡμῶν τῆς σωτηρίας.
 [00551]  Εἰ γὰρ καὶ ἐκ τοσούτου καθήμεθα διαστήματος, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει μετὰ πολλῆς ὑμῖν συνδεδέμεθα τῆς ἀκριβείας.
 [00631]  ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν συμμαχίαν.
 [00712]  ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καὶ μακαρίζομεν καὶ θαυμάζομεν, ὅτι, τῶν πλειόνων ἑαυτοὺς κατακρημνισάντων, οἷς εἰς τὰς Ἐκκλησίας παρηνόμησαν, αὐτὸς τὴν ἐναντίαν τοῖς ἄλλοις ἦλθες ὁδὸν, τούς τε ταῦτα τολμήσαντας ἀποστρεφόμενος, καὶ ἐπὶ τῆς σοὶ πρεπούσης μένων ἐλευθερίας.
 [00730]  ∆ιὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, τὴν ἀνδρείαν ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ πολλῷ λαμπρότερον προσθεῖναι τὸ τέλος.
 [00784]  ∆υνατὸν γὰρ καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ἀπολαύειν ἡμᾶς τούτων, καὶ τόπος οὐδείς ἐστιν, οὐδὲ χρόνος, ὁ τὴν τοιαύτην δυνάμενος διακόψαι βοήθειαν.
 [00919]  Ἔργον τοίνυν ποιησάμενος τὸ πολλὴν τούτοις προσάγειν τὴν ἐπιμέλειαν, καὶ περὶ τούτων, ἡνίκα ἂν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, δήλου, εἴγε κἂν μικρὸν ἄμεινόν σοι διατεθείειν, ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν εὐφροσύνην.
 [00924]  Σφόδρα δὲ ἡμᾶς ἐλύπησας ἐκ τοσούτου καθημένους [52.663] διαστήματος, οὐδὲ ἐπιστεῖλαι καταδεξαμένη.
 [00962]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [00994]  ∆ιὰ δὴ τοῦτο, καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐ παυόμεθα διηνεκῶς μακαρίζοντες ὑμᾶς.
 [01027]  Ἐννοοῦντες τοίνυν ἡλίκα ἡμῖν χαριεῖσθε, καὶ ἐπιστεῖλαι, καὶ ταῦτα ἡμῖν ἐπιστεῖλαι παρακλήθητε, ἵνα ἡμᾶς, καὶ ἐκ τοσούτου καθημένους διαστήματος, πολλῆς ἐμπλήσητε τῆς εὐφροσύνης.
 [01080]  Οὐδὲν γὰρ ἡμᾶς ἔλαθε τῶν σῶν, καίτοι ἐκ τοσούτου καθημένους διαστήματος.
 [01502]  Καὶ τοῦτο τῆς γνησίας σου καὶ θερμῆς ἀγάπης, τὸ ἐκ τοσούτου καθήμενον διαστήματος περιτρέμειν ἡμῶν τῆς σωτηρίας.
 [01509]  Εἰ γὰρ καὶ ἐκ τοσούτου καθήμεθα διαστήματος, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει μετὰ πολλῆς ὑμῖν συνδεδέμεθα τῆς ἀκριβείας.
 [01589]  ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν συμμαχίαν.
 [01670]  ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καὶ μακαρίζομεν καὶ θαυμάζομεν, ὅτι, τῶν πλειόνων ἑαυτοὺς κατακρημνισάντων, οἷς εἰς τὰς Ἐκκλησίας παρηνόμησαν, αὐτὸς τὴν ἐναντίαν τοῖς ἄλλοις ἦλθες ὁδὸν, τούς τε ταῦτα τολμήσαντας ἀποστρεφόμενος, καὶ ἐπὶ τῆς σοὶ πρεπούσης μένων ἐλευθερίας.
 [01688]  ∆ιὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, τὴν ἀνδρείαν ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ πολλῷ λαμπρότερον προσθεῖναι τὸ τέλος.
 [01742]  ∆υνατὸν γὰρ καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ἀπολαύειν ἡμᾶς τούτων, καὶ τόπος οὐδείς ἐστιν, οὐδὲ χρόνος, ὁ τὴν τοιαύτην δυνάμενος διακόψαι βοήθειαν.
 [01877]  Ἔργον τοίνυν ποιησάμενος τὸ πολλὴν τούτοις προσάγειν τὴν ἐπιμέλειαν, καὶ περὶ τούτων, ἡνίκα ἂν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, δήλου, εἴγε κἂν μικρὸν ἄμεινόν σοι διατεθείειν, ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν εὐφροσύνην.
 [01882]  Σφόδρα δὲ ἡμᾶς ἐλύπησας ἐκ τοσούτου καθημένους [52.663] διαστήματος, οὐδὲ ἐπιστεῖλαι καταδεξαμένη.
 [01920]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [01952]  ∆ιὰ δὴ τοῦτο, καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐ παυόμεθα διηνεκῶς μακαρίζοντες ὑμᾶς.
 [01985]  Ἐννοοῦντες τοίνυν ἡλίκα ἡμῖν χαριεῖσθε, καὶ ἐπιστεῖλαι, καὶ ταῦτα ἡμῖν ἐπιστεῖλαι παρακλήθητε, ἵνα ἡμᾶς, καὶ ἐκ τοσούτου καθημένους διαστήματος, πολλῆς ἐμπλήσητε τῆς εὐφροσύνης.
 [02038]  Οὐδὲν γὰρ ἡμᾶς ἔλαθε τῶν σῶν, καίτοι ἐκ τοσούτου καθημένους διαστήματος.
 [02426]  Οὐ τοίνυν ὡς προσδεομένοις τῆς ἐντεῦθεν παρακλήσεως ἐπιστέλλομεν, ἀλλὰ δηλοῦντες, ὅτι χαίρομεν, σκιρτῶμεν, εὐφραινόμεθα ὑπὸ τῆς ἡδονῆς, τοσαύτης καὶ ἐκ τοσούτου διαστήματος ἀγάπης παρὰ τῆς ἐμμελείας ὑμῶν ἀπολαύοντες.
 [02488]  ∆ίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, ὥστε καὶ ἐκ τοσούτου ἡμᾶς καθημένους [52.693] διαστήματος δύνασθαι ἐντρυφᾷν καὶ ταύτης τῆς γλυκείας σου καὶ θερμῆς καὶ γνησίας ἀγάπης.
 [02597]  Ὅταν γάρ σου τὸν ζῆλον ἀκούσωμεν τὸν πολὺν, τὴν ἀγάπην τὴν περὶ ἡμᾶς, τὴν γνησίαν καὶ θερμὴν οὐδὲν γὰρ ἡμᾶς λανθάνει καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ὡς θησαυρὸν μέγιστον ἔχοντες, καὶ πλοῦτον ἄφατον, τὴν διάθεσίν σου τῆς ἐμμελείας, καὶ ἐν ἀσφαλεστάτῃ πόλει διατρίβειν ἡγούμεθα, ὑπὸ τῆς τοσαύτης εὐφροσύνης πτερούμενοι, καὶ μεγίστην παράκλησιν ἐντεῦθεν καρπούμενοι.
 [02661]  Καὶ γὰρ οὐχ ἡ τυχοῦσα γέγονέ μοι παραψυχὴ, τὸ λογίζεσθαι ὅτι ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐχ ἑωρακότες ἡμᾶς ποτε, οὐκ ὀφθέντες παρ' ἡμῶν, οὐ λόγων ἡμῖν κοινωνήσαντες, ἀθρόον ὑπὸ τῆς παρανομίας τῶν τολμηθέντων κινηθέντες, τοσαύτην ἐπεδείξασθε περὶ ἡμᾶς ἀγάπην, ὅσην πατέρες περὶ παῖδας, μᾶλλον δὲ καὶ πατέρας ἀπεκρύψατε τῇ τοσαύτῃ κηδεμονίᾳ.
 [02701]  Ἤχησε καὶ μέχρις ἡμῶν ἡ μεγαλόφωνος τῆς θερμῆς σου καὶ γνησίας ἀγάπης σάλπιγξ, μέγα τι καὶ [52.703] διωλύγιον ἐκ τοσούτου πνεύσασα τοῦ διαστήματος, καὶ πρὸς αὐτὰ ἀφικομένη τῆς γῆς τὰ πέρατα.
 [02726]  ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀνακηρύττομεν ὑμᾶς, χάριτας ὁμολογοῦμεν, καὶ στεφανοῦμεν, καὶ μακαρίζομεν.
 [02883]  Οὕτω γὰρ καὶ ἡμεῖς χάριν πολλὴν ὁμολογήσομεν τῇ ἀγχινοίᾳ τῇ σῇ, ὅτι καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀπὸ τῆς ἐπιστολῆς δυνάμεθα συνάπτειν σου τῇ ἀγάπῃ γνησίως τοὺς ἐπιθυμοῦντας αὐτῆς ἀπολαύειν·
 [02935]  ∆ιὰ ταῦτα ὑμᾶς καὶ ἡμεῖς, καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην ἀνακηρύττουσι καὶ στεφανοῦσιν, ὅτι ἐκ τοσούτου καθημένους διαστήματος, οὐ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου τὸ πλῆθος ῥᾳθυμοτέρους ἐποίησεν, ἀλλ' ὡς πλησίον ὄντες τῶν γενομένων, καὶ αὐταῖς ὄψεσιν ὁρῶντες τὰς γενομένας παρανομίας, οὕτως ἐῤῥωμενεστάτῃ προθυμίᾳ τὰ παρ' ἑαυτῶν εἰσφέρειν ἐσπουδάκατε.
 [02979]  ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐν οὕτω χαλεπωτάτῃ ἐρημίᾳ διατρίβοντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν παράκλησιν.
 [02996]  ∆ιὸ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπῳκισθέντες τὰ τέρματα, καὶ πρὸς αὐτὴν τὴν ἐσχάτην ἐρημίαν ἀπενεχθέντες, διὰ τὸ πανταχοῦ σε περιφέρειν, ὅπουπερ ἂν ἀπίωμεν, καὶ ἔχειν ἐγκεκολαμμένον τῷ συνειδότι, καὶ γράφομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν·
 [03007]  Ὅθεν καὶ ἐπιστέλλομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν.
 [03107]  Μὴ τοίνυν ἀνάξιόν τι σαυτοῦ λογίσῃ, δέσποτά μου θαυμασιώτατε, κατακλώμενος τῷ πένθει, ἀλλὰ δεῖξον σαυτὸν καὶ ἐν τῷ παρόντι καιρῷ, καὶ δηλῶσαι ἡμῖν παρακλήθητι, ὅτι γέγονέ σοί τι πλέον καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, ἵνα καὶ ἡμεῖς, ἐκ τοσούτου καθήμενοι διαστήματος, καλλωπιζώμεθα, ἀπὸ ψιλῆς ἐπιστολῆς πολὺ τῆς ἀθυμίας ταύτης ὑποτέμνεσθαι δυνηθέντες.
 [03413]  Οὕτως ἡμῶν ἐρῶντες οὐδὲ γὰρ ἐκ τοσούτου καθημένους ὑμῶν διαστήματος ἔλαθεν ἡμᾶς ὁ ἔρως, διὰ τὸ σφοδρὸς εἶναι καὶ πεπυρωμένος, κατεδέξασθε σιγᾷν, καὶ οὐδὲ ἅπαξ ἡμῖν ἐπεστείλατε, ἀλλ' αἴνιγμα τὸ πρᾶγμα ἡμῖν πεποιήκατε;
000-00-00 Serial Number=0551275551
Fragmenta in Job Ante [Go Back]  
 [00857]  Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν, ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν, οὐδὲ ἐκ διαστήματος, ἀλλ' ὑφ' ἓν καὶ ὁμοῦ·
000-00-00 Serial Number=0531518221
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00041]  τὴν δὲ ἐντεῦθεν ἐκπηδῶσαν λαμπηδόνα μὴ φέροντες, ἀποτυφλοῦνται καὶ δραπετεύουσι καὶ ἐκ πολλοῦ φεύγουσι τοῦ διαστήματος·
000-00-00 Serial Number=0104401052
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00223]  πόθεν δὲ ᾔδεσαν ὅτι βιώσει καὶ ἀποδώσει τὰς ἀμοιβὰς αὐτοῖς ἐκ τοσούτου διαστήματος οὖσι;
000-00-00 Serial Number=0782420039
In Genesim sermones Ante [Go Back]  
 [00778]  καὶ οὔτε πρὸς τὸν καιρὸν ἐπιστρεφόμεθα, ὅτι ἀωρὶ λοιπὸν τῶν νυκτῶν καθευδόντων ἁπάντων ἐκεῖνος ὀδύρεται μόνος, οὔτε πρὸς τὸ κοῦφον τῆς αἰτήσεως, ὅτι ἄρτου πλέον οὐδὲν ἡμᾶς ἀπαιτεῖ, ἢ ἀργύριον ὀλίγον, οὔτε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς, ὅτι λιμῷ παλαίει διηνεκεῖ, οὔτε πρὸς τὴν ἐπιείκειαν τοῦ ἱκέτου, ὅτι τοσαύτῃ κατεχόμενος ἀνάγκῃ, οὐ πρὸς τὰς θύρας ἐλθεῖν, οὐκ ἐγγὺς γενέσθαι τολμᾷ, ἀλλὰ κάτωθεν ἐκ πολλοῦ τοῦ διαστήματος ποιεῖται τὴν ἱκετηρίαν.
000-00-00 Serial Number=0745860636
In Kalendas Ante [Go Back]  
 [00009]  Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοὺς ἐκ πολλοῦ διαστήματος ὄντας συναγαγεῖν εἴωθε καὶ συνδεῖν.
 [00011]  Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος.
000-00-00 Serial Number=0300546169
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00278]  οὕτω δὴ καὶ τὸ σῶμα ἐκεῖνο ὅσῳπερ ἂν εἰς ὕψος ἀνῄει, τοσούτῳ μᾶλλον ἐκρύπτετο, οὐκ ἀρκούσης τῆς ἀσθενείας τῶν ὀφθαλμῶν παρακολουθῆσαι τῷ μήκει τοῦ διαστήματος.
000-00-00 Serial Number=0988967597
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06626]  Οὐδὲ γὰρ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥωθεν ἔπεμπον ἐκ πολλοῦ τοῦ διαστήματος, καὶ ταῦτα λιμοῦ προσδοκωμένου.
 [06921]  Κάλλος μὲν γὰρ ἡλίου καὶ οὐρανοῦ ἐξ ἀπείρου βλέπομεν τοῦ διαστήματος·
000-00-00 Serial Number=0803769231
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01043]  καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήματος, οὐδὲ πρὸ πολλοῦ χωρισθεὶς αὐτῶν·
000-00-00 Serial Number=0906666577
In epistulam ad Ephesios Ante [Go Back]  
 [03091]  Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω κατενέγκῃ, τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει·
 [03810]  πῶς γὰρ, ἔνθα κόραι ἁπαλαὶ ἐκ πολλοῦ τοῦ διαστήματος ἡμᾶς παρελαύνουσιν;
 [05296]  Καὶ ἐπὶ τῆς ἀκοῆς ὁμοίως αὐτὸ ἴδοι τις ἄν, Οὐ γὰρ ἄν τις οὔτε βοῆσαι δυνήσεται τοσοῦτον, ὥστε ἐμπλῆσαι τὸν ἀέρα, ὅσον δυνήσεται ὁ ὀφθαλμὸς κατασχεῖν, οὔτε ἀκοῦσαι ἐκ διαστήματος τοσούτου.
000-00-00 Serial Number=0393567801
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00049]  Ἀπὸ τοσούτου γοῦν διαστήματος καὶ μετὰ τοσοῦτον χρόνον τὸν Χριστὸν εἶδον σταυρούμενον.
000-00-00 Serial Number=0233584344
In illud Vidi dominum Ante [Go Back]  
 [00281]  Ἡ μὲν γὰρ τοῦ σώματος ὄψις, ἂν μὲν διὰ κενοῦ φέρηται τοῦ ἀέρος, μέχρι πολλοῦ τοῦ διαστήματος πρόεισιν·
000-00-00 Serial Number=0748874068
In principium Actorum Ante [Go Back]  
 [01268]  Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως ἀνθέλκουσιν, ἀλλ' ἐνδιδόντες μέχρι πολλοῦ διαστήματος ἀκολουθοῦσιν ἀναμένοντες ἐμπαγῆναι τὸ ἄγκιστρον καλῶς, ἵνα οὕτω μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν.
000-00-00 Serial Number=0284486830
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00055]  Τοσαύτη γὰρ ἡ περιφάνεια γέγονεν, ὡς τοῦ σώματος αὐτοῦ ταφέντος ἐν Θρᾴκῃ, τὴν μνήμην αὐτοῦ καθ' ἑκάστην ἡμέραν παρ' ἡμῖν ἀν θεῖν, καὶ τὸν μὲν τάφον εἶναι ἐν ἐκείνῳ τῷ βαρβα ρικῷ χωρίῳ, τὸν δὲ πόθον παρ' ἡμῖν, τοῖς ἐκ τοσού του ἀπειργομένοις διαστήματος, μετὰ χρόνον τοσοῦ τον καθ' ἑκάστην αὔξεσθαι τὴν ἡμέραν·
 [00068]  Ὅταν γὰρ ἐφ' ὑψηλῶν τῶν καλάμων τοὺς αὐτῶν ἐκτείνωσι κλά δους, τὰ κλήματα διὰ τῶν δονάκων ἐκείνων ἕρποντα μέχρι πολλοῦ πρόεισι διαστήματος, μακράν τινα ὀροφὴν τῇ τῶν φύλλων ποιοῦντα πυκνότητι.
 [00073]  Τὸ μὲν γὰρ σῶμα τοῦ μάρτυρος κεῖται ἐν Θρᾴκῃ, ὑμεῖς δὲ οὐκ ἐν Θρᾴκῃ διατρίβοντες, ἀλλὰ πολὺ τῆς χώρας ἐκείνης ἀφεστηκότες ἀντιλαμβά νεσθε τῆς εὐωδίας ἐκ τοσούτου διαστήματος, καὶ διὰ τοῦτο συνεληλύθατε, καὶ οὐ διεκώλυσε τῆς ὁδοῦ τὸ μῆκος, οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»