Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἱερωσύνην [53]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἱερωσύνην


000-00-00 Serial Number=0974669039
Ad illuminandos catecheses Ante [Go Back]  
 [00211]  Ἀλλ' ὁ δεῖνα, φησὶν, ἄνθρωπος ἐπιεικὴς, εἰς ἱερωσύνην τελῶν, πολλῇ σωφροσύνῃ καὶ εὐλαβείᾳ συζῶν.
 [00212]  Μή μοι τὸν ἐπιεικῆ τοῦτον εἴπῃς, τὸν σώφρονα, τὸν εὐλαβῆ, τὸν εἰς ἱερωσύνην τελοῦντα·
000-00-00 Serial Number=0148300648
Ad populum Antiochenum Ante [Go Back]  
 [06091]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ τοὺς μετὰ ταῦτα πάντας ἀκούειν, ὅτι πόλεως οὕτω μεγάλης καὶ ὑπευθύνου κολάσει καὶ τιμωρίᾳ γενομένης, πεφρικότων ἁπάντων, καὶ δεδοικότων στρατηγῶν καὶ ὑπάρχων καὶ δικαστῶν, καὶ οὐδὲ φωνὴν ῥῆξαι τολμώντων ὑπὲρ τῶν ἀθλίων ἐκείνων, εἷς παρελθὼν πρεσβύτης τοῦ Θεοῦ τὴν ἱερωσύνην ἐγκεχειρισμένος ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς, καὶ ψιλῆς τῆς συντυχίας ἐνέτρεψε τὸν κρατοῦντα·
000-00-00 Serial Number=0843165100
Adversus Judaeos Ante [Go Back]  
 [02117]  Εἰ γὰρ ἄλλως οὐκ ἐνῆν αὐτὸν τελειωθῆναι, ἀλλ' ἢ διὰ τούτων, ἀνάγκη πᾶσα, τούτων μὴ γινομένων, ἱερωσύνην αὐτοῖς μὴ συνεστάναι.
 [02122]  ὁ πραότατος Μωϋσῆς, βουλόμενος αὐτοὺς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχ ὡς ἀδελφὸν καὶ προσήκοντα καὶ οἰκεῖον ἐπὶ ταύτην ἤγαγε τὴν ἀρχὴν, ἀλλὰ τῇ ψήφῳ τοῦ Θεοῦ πειθόμενος ἐνεχείρισεν αὐτῷ τὴν ἱερωσύνην ἐκείνην, ἐκέλευσεν ἀνὰ ἑκάστην φυλὴν ῥάβδον κομίσαι, ἔτι δὲ καὶ τῷ Ἀαρών.
 [02388]  Ἀπὸ γὰρ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρὼν, τῆς τοῦ Λευῒ λέγω, καὶ κατὰ διαδοχὴν οἱ ἔγκονοι ἐκείνου τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἐξ ἑτέρας ἐγένετο φυλῆς ἱερεύς.
 [02398]  Ἂν τοίνυν φανῇ τις τῶν προφητῶν, λέγων, ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ' ἐξ ἑτέρας ἀφ' ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται.
 [02440]  Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ [48.924] τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος τοῦ Ἀβραάμ.
000-00-00 Serial Number=0048793912
Contra theatra Ante [Go Back]  
 [00192]  Μάθε παρ' αὐτοῦ θυσιῶν νόμους, μάθε ποίαις Θεὸς ἐπαγάλλεται θυσίαις, καίτοι πάλαι σε πρὸς ἱερωσύνην ἐμυσταγώγησεν ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων ἐπανιόντα.
000-00-00 Serial Number=0748740971
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00243]  τῶν γὰρ μετὰ ταῦτα ἱερᾶσθαι καὶ βασιλεύειν μελλόντων τὰ φρονήματα τῶν μὲν κατέστειλε τῶν δὲ ἐπῆρεν ἀποφήνας ὅτι τῆς γῆς καὶ τῶν ἐν τῇ γῇ πραττομένων κυριώτερος ἐπίτροπος ὁ τὴν ἱερωσύνην λαχὼν τοῦ τὴν ἀλουργίδα ἔχοντός ἐστι καὶ χρὴ ἐξουσίας ταύτης τὸ μέγεθος μὴ ἐλαττοῦν ἀλλὰ τῆς ψυχῆς ἐξίστασθαι πρότερον ἢ τῆς αὐθεντίας ἣν ὁ Θεὸς ἄνωθεν ταύτῃ συνεκλήρωσε τῇ ἀρχῇ.
000-00-00 Serial Number=0135899305
De fugienda simulata specie Ante [Go Back]  
 [00089]  Εἰκότως δὲ καὶ ὁ πρεσβύτερος ὀφείλει ἀποδοῦναι τὴν ἱερωσύνην εὐάρεστον, καὶ ὁ διάκονος τὴν διακονίαν ἀμώμητον, μὴ κλοποφορῶν τὰ τῆς διακονίας, ἵνα μὴ κατακριθῇ ὡς ὁ Ἰούδας πωλῶν.
000-00-00 Serial Number=0200925767
De incomprehensibili dei natura Ante [Go Back]  
 [00360]  ∆ιὰ ταῦτα ἠγανάκτησεν ὁ ἄγγελος, καὶ οὐδὲ διὰ τὴν ἱερωσύνην συνέγνω·
000-00-00 Serial Number=0263841987
De jejunio de Davide Ante [Go Back]  
 [00082]  οὐ γὰρ αὐτὸς παρέχει σοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ἀλλ' ὁ μέγας ἀρχιερεὺς Χριστὸς, ὁ πιστεύσας αὐτῷ τὴν ἱερωσύνην.
000-00-00 Serial Number=0488606513
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00051]  τοὺς κληθέντας εἰς ἱερωσύνην ἀσφαλιζόμενος καὶ λέγων·
000-00-00 Serial Number=0011273384
De sacerdotio Ante [Go Back]  
 [00001]  Τοῦ μακαρίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου πρὸς τὸν ἐγκαλοῦντα ἐπὶ τῷ διαφυγεῖν τὴν ἱερωσύνην
 [00315]  Καὶ τὸν μέλλοντα παραδώσειν τὸν εἰς ἱερωσύνην ἐπιτήδειον οὐ δεῖ τῇ τῶν πολλῶν ἀρκεῖσθαι φήμῃ μόνον, ἀλλὰ μετ' ἐκείνης καὶ αὐτὸν μάλιστα πάντων καὶ πρὸ πάντων ἐξητακέναι τὰ ἐκείνου.
 [00545]  Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ' ἡ ἡμετέρα ῥαθυμία Ἀλλ' οὐδὲ τὴν ἱερωσύνην αἰτιάσαιμι ἂν τούτων τῶν κακῶν μή ποτε οὕτω μανείην ἐγώ , οὔτε γὰρ τὸν σίδηρον τῶν φόνων, οὔτε τὸν οἶνον τῆς μέθης, οὔτε τὴν ῥώμην τῆς ὕβρεως, οὔτε τὴν ἀνδρείαν τῆς ἀλόγου τόλμης, ἀλλὰ τοὺς οὐκ εἰς δέον χρωμένους ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις δωρεαῖς ἅπαντες οἱ νοῦν ἔχοντες αἰτίους εἶναί φασι καὶ κολάζουσιν.
 [00648]  Καὶ καθάπερ οἱ φιλάργυροι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινές, ὅταν ἴδωσιν εἰς μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγές, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ' ἐκείνου γενέσθαι ἐπιθυμοῦντες καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.
 [00866]  Οὐδὲ γὰρ ὁ Ἠλί ἵνα τὴν βασιλείαν ἀφέντες, ἐπὶ τὴν ἱερωσύνην περὶ ἧς ἡμῖν ὁ λόγος ἔλθωμεν νῦν ἐσπούδασε κτήσασθαι τὴν ἀρχήν.
 [00941]  ὅπου δὲ ἡ κόλασις αἰώνιος τοῖς οὐκ εἰδόσι μεταχειρίζειν ἱερωσύνην, ἁπλῶς καὶ ὡς ἔτυχε τοσοῦτον ἀναδεξόμεθα κίνδυνον, τὴν ἑτέρων προβαλλόμενοι βίαν;
 [01442]  Αἱ γὰρ θυγατέρες τῶν ἱερέων αἷς οὐδεὶς πρὸς τὴν ἱερωσύνην λόγος ὅμως διὰ τὸ πατρικὸν ἀξίωμα τῶν αὐτῶν ἁμαρτημάτων πολὺ πικροτέραν ὑπέχουσι τὴν τιμωρίαν·
000-00-00 Serial Number=0539891422
De sacerdotio lib 7 Ante [Go Back]  
 [00046]  Πάλιν δὲ ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασε τὸ ὕδωρ, καὶ ἐκάθισεν ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, ταύτην πάλιν εὐθέως μετέσχε τὴν ἱερωσύνην, καὶ προσήνεγκε θυσίαν εἰλικρινῶς τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
 [00085]  Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοὶ, ὁποῖα εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾷν, καὶ ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι.
 [00086]  Οὐ λέγω σοι, ἄνθρωπε, τὴν ἱερωσύνην μόνον μὴ προπετῶς κομίσασθαι, ἀλλ' οὐδέ τι ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας, εἴ γε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ.
000-00-00 Serial Number=0601681352
De virginitate Ante [Go Back]  
 [00495]  Πολλοὶ τὴν ἱερωσύνην ἥρπασαν χρήμασιν ἀλλ' οὐκ ἔσχον τὸν ἐλέγχοντα οὐδὲ ἤκουσαν ἃ Σίμων ἤκουσε παρὰ τοῦ Πέτρου τότε.
000-00-00 Serial Number=0660879433
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03485]  μὴ ἁρπάσῃς μου τὴν ἱερωσύνην.
 [06440]  Μὴ οὖν, ἐὰν ἱερέα ἴδῃς ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε·
 [09481]  Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλ' ἐλεῶν καὶ δακρύων.
 [09537]  Καὶ γὰρ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε·
000-00-00 Serial Number=0187081575
In Acta apostolorum Ante [Go Back]  
 [00903]  τουτέστι, τὴν ἀρχὴν, τὴν ἱερωσύνην.
000-00-00 Serial Number=0184585989
In Isaiam Ante [Go Back]  
 [01855]  Οὐ γὰρ δὴ μόνον ἱερωσύνην οὐ προσέλαβεν, ἀλλὰ καὶ γενόμενος ἀκάθαρτος, τῶν βασιλείων ἐξεβάλλετο καὶ τὸν ἅπαντα χρόνον ἐν οἴκῳ τινὶ κεκρυμμένος κατῴκει, τὴν αἰσχύνην οὐ φέρων.
 [01856]  Καὶ ὁ λαὸς δὲ συναπήλαυσεν ἅπας τῆς τοιαύτης ὀργῆς, ὅτι τοὺς τοῦ Θεοῦ νόμους περιεῖδον καὶ τὴν ἱερωσύνην ὑβριζομένην οὐκ ἐξεδίκησαν.
000-00-00 Serial Number=0401240230
In Psalmos 101-107 Ante [Go Back]  
 [01663]  Οἱ μὲν γὰρ διὰ κακίας ἀποβληθέντες, ἀγγελικῆς ἐπιφανείας καὶ προφητικῶν χαρισμάτων ἐστερημένοι, ἥ τε τούτων χώρα καὶ πόλις οἰστικὴ πρό τερον οὖσα καρπῶν ἀγαθῶν, ἐκ τῆς εἰς Χριστὸν παροι νίας ἄκαρπος ἔτι διατελεῖ, οὐ μητρόπολις οὖσα, οὐχ ἱερὸν, οὐχ ἅγια ἁγίων ἔχουσα, οὐχ ἱερωσύνην, οὐ βασιλείαν·
000-00-00 Serial Number=0311275065
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05585]  Καὶ γὰρ δοκίμους τοῦτο ποιεῖ, καθάπερ αὐτὸς ἔφησε, τὸ χρημάτων ὑπερορᾷν, καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάζει, καὶ ἀγάπην θερμαίνει, καὶ μεγαλοψύχους ἐργάζεται, καὶ ἱερέας καθίστησι καὶ ἱερωσύνην πολὺν φέρουσαν τὸν μισθόν.
000-00-00 Serial Number=0338677883
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00627]  Τὸ μὲν γὰρ εὐαγγελίζεσθαι ἑνός που καὶ δευτέρου, τὸ δὲ βαπτίζειν παντὸς ἂν εἴη τοῦ τὴν ἱερωσύνην ἔχοντος.
000-00-00 Serial Number=0671447456
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03974]  τίνος ἕνεκεν, ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκεν ἱερωσύνην, τὴν τοῦ Μελχισεδέχ;
 [03992]  εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι, μᾶλλον δὲ ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι.
 [04004]  οὔτε γὰρ ἱερέα ἔστι διαθήκης χωρὶς εἶναι καὶ νόμων καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι.
 [04038]  Ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν ὁ Ἀαρών·
 [04112]  ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην.
 [04429]  Ἐνταῦθα δὲ ἡμᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν, καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχομεν, καὶ ὅτι τύποι ἦσαν τῶν ἡμετέρων ἐκεῖνα, καὶ τὴν λειτουργίαν ἐπάρας τούτοις, καὶ τὴν ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν.
000-00-00 Serial Number=0365704656
In epistulam ad Philippenses Ante [Go Back]  
 [01317]  Καὶ γὰρ καὶ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε, καὶ οἱ βασιλεῖς ἐλαίῳ ἐχρίοντο.
000-00-00 Serial Number=0392735302
In epistulam ad Titum Ante [Go Back]  
 [00168]  Ὅσῳ γὰρ μέγα τὸ ἀξίωμα, τοσούτῳ μείζους καὶ οἱ κίνδυνοι τῷ τὴν ἱερωσύνην ἔχοντι·
000-00-00 Serial Number=0419736624
In illud Memor fui dei Ante [Go Back]  
 [00206]  Βλέπε μοι αὐτὸν ἐκεῖ δύο ἀδελφοὺς εἰς ἱερωσύνην καλέσαντα, καὶ ὧδε δύο ἀδελφοὺς εἰς ἀποστολὴν ἐκλεξάμενον·
000-00-00 Serial Number=0701952875
In illud Vidi dominum Ante [Go Back]  
 [00948]  Μὴ οὖν, ἂν ἴδῃς ἱερέα ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε·
 [00952]  [4.5] Καὶ σὺ τοίνυν μὴ τὴν ἱερωσύνην διάβαλλε, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον.
 [00982]  Μὴ ἁρπάσῃς μου τὴν ἱερωσύνην.
 [00990]  Βουλόμενος οὖν αὐτὸς ἀναμνῆσαι τῆς ἱστορίας ἐκείνης, ὅτι καί ποτε ἐπηρέσαν τὴν ἱερωσύνην, ἀλλ' οὐχ ἡττήθη, ἀλλ' ἐπῆλθε πλῆθος καὶ ὁ Θεὸς αὐτοὺς ἠμύνατο.
 [01012]  Καὶ καθάπερ οἱ κατάδικοι, ἐπειδὰν σπαρτίον λάβωσιν, ἐξάγουσιν αὐτοὺς τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντας, οὕτω καὶ οὗτος ἀντὶ σπαρτίου ἐπὶ τοῦ μετώπου εἶχεν τὴν λέπραν ἀπαγόμενος, ἐπειδὴ τὴν ἱερωσύνην ὕβρισεν.
 [01035]  Καὶ ἐξῄει λοιπὸν ὁ βασιλεὺς πᾶσιν ὑπόδειγμα γενόμενος καὶ ἐκαθάρθη τὸ ἱερὸν καὶ ἐξεβάλλετο, οὐδενὸς ὠθοῦντος, καὶ θέλων τὴν ἱερωσύνην προσλαβεῖν καὶ ὃ εἶχεν ἀπώλεσεν.
 [01201]  Εἰσῆλθεν ἱερωσύνην λαβεῖν, ὁ δὲ καὶ τὴν βασιλείαν ἀπώλεσεν·
000-00-00 Serial Number=0703143477
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00312]  τὸν βίον μετῆλθε, μὴ ἀναπνέων τὴν ἱερωσύνην·
000-00-00 Serial Number=0343553603
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00028]  ἡ γὰρ τοῦ Λευὶ φυλὴ αὕτη ἦν ἡ τὴν ἱερωσύνην κεκληρωμένη, καὶ ἀπὸ τοῦ ὀνόματος τῆς φυλῆς τὴν προσηγορίαν ἔλαχε τὸ βιβλίον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»