Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐνιαυτὸν [61]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐνιαυτὸν


000-00-00 Serial Number=0289530814
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00858]  Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνείχετο δέει.
000-00-00 Serial Number=0973734856
Ad illuminandos catecheses Ante [Go Back]  
 [00059]  Τί δήποτε παραδραμόντες ἡμῶν οἱ πατέρες ἅπαντα τὸν ἐνιαυτὸν, ἐν τούτῳ τῷ καιρῷ μυσταγωγεῖσθαι τὰ τέκνα τῆς Ἐκκλησίας ἐνομοθέτησαν;
000-00-00 Serial Number=0556803882
Ad populum Antiochenum Ante [Go Back]  
 [02817]  Ὅταν γὰρ ἐννοήσῃς πῶς τὸν ἐνιαυτὸν ἅπαντα διενείμαντο, καὶ καθάπερ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα.
 [02819]  οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο, καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν·
 [05223]  οὔπω εἴκοσιν ἡμέρας ἔχεις τῶν βαλανείων ἀποκλεισθεὶς, καὶ ὡς ἐνιαυτὸν ἔχων ὁλόκληρον ἐν ἀλουσίᾳ, οὕτως ἀλύεις καὶ [49.188] δυσχεραίνεις;
 [05225]  Εἴ τίς σοι τότε προέτεινεν ἐνιαυτὸν ὁλόκληρον ἐν ἀλουσίᾳ μεῖναι, ὥστε ἀπαλλαγῆναι τῆς ἐπικειμένης ἀγωνίας, οὐκ ἂν ἑτοίμως κατεδέξω καὶ ὑπέμεινας;
 [05488]  ∆ιὰ τοῦτο νηστεία καὶ τεσσαρακοστὴ, καὶ τοσούτων ἡμερῶν συνάξεις καὶ ἀκροάσεις καὶ εὐχαὶ καὶ διδασκαλίαι, ἵνα παντὶ τρόπῳ τὰ παρὰ πάντα τὸν ἐνιαυτὸν ἡμῖν ἁμαρτήματα προστριβέντα διὰ τῆς σπουδῆς ταύτης τῶν θεϊκῶν ἐνταλμάτων ἀποσμηξάμενοι, μετὰ παῤῥησίας πνευματικῆς μετάσχωμεν εὐλαβῶς τῆς ἀναιμάκτου ἐκείνης θυσίας, ὡς, ἂν μὴ τοῦτο ᾖ, μάτην καὶ εἰκῆ καὶ ἐπ' οὐδενὶ χρησίμῳ τὸν τοσοῦτον ὑπέστημεν πόνον.
000-00-00 Serial Number=0838053346
Adversus Judaeos Ante [Go Back]  
 [00797]  Ὁ γοῦν κατηχούμενος οὐδέποτε πάσχα ἐπιτελεῖ, καίτοι νηστεύων κατ' ἐνιαυτὸν, ἐπειδὴ προσφορᾶς οὐ κοινωνεῖ, ὥσπερ οὖν καὶ ὁ μὴ νηστεύων, ἂν μετὰ καθαροῦ προσέλθῃ συνειδότος, πάσχα ἐπιτελεῖ, κἂν σήμερον, κἂν αὔριον, κἂν ὁποτεοῦν μετάσχῃ τῆς κοινωνίας.
 [00829]  Ἰδοὺ γοῦν κατὰ τὸν παρόντα ἐνιαυτὸν ἡ πρώτη τῶν ἀζύμων εἰς κυριακὴν ἡμέραν ἐμπίπτει, καὶ ἀνάγκη πᾶσαν νηστεῦσαι τὴν ἑβδομάδα, καὶ τοῦ πάθους παρελθόντος, καὶ τοῦ σταυροῦ γενομένου καὶ τῆς ἀναστάσεως, ἡμεῖς μένομεν νηστεύοντες.
 [02325]  Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι.
 [02775]  Οὕτω καὶ ὁ τριακονταοκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ καθ' ἕκαστον ἐνιαυτὸν ἔτρεχεν ἐπὶ τὴν κολυμβήθραν, καὶ καθ' ἕκαστον ἐξεκρούετο, καὶ θεραπείας οὐκ ἐτύγχανεν·
 [02776]  ἀλλ' ἑτέρους μὲν ἑώρα καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαττομένους διὰ τὸ πολλοὺς ἔχειν τοὺς θεραπεύοντας, αὑτόν τε διὰ τὴν ἐρημίαν τῶν προστησομένων ἐν διηνεκεῖ μένοντα παρέσει.
000-00-00 Serial Number=0090435326
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00757]  ∆ιὸ σιγήσομαι λοιπὸν, τοσοῦτόν σου δεηθεὶς, ἐνιαυτὸν ἀνάμεινον μόνον, ἢ καὶ ἐλάττονα χρόνον.
000-00-00 Serial Number=0482398272
Contra ludos et theatra Ante [Go Back]  
 [00133]  Καὶ γὰρ ἐνιαυτὸν ἔχω λοιπὸν τῆς πόλεως ἐπιβὰς τῆς ὑμετέρας, καὶ οὐ διέλιπον πολλάκις καὶ συνεχῶς ταῦτα ὑμῖν παραινῶν.
000-00-00 Serial Number=0546682775
De Anna i Ante [Go Back]  
 [00150]  Καὶ οὕτως ἐποίει, φησὶν, ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἀπὸ ἱκανοῦ, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου.
000-00-00 Serial Number=0570809245
De Christi divinitate Ante [Go Back]  
 [00091]  Ἴστε γὰρ ὡς μικρόψυχοι οἱ ἄῤῥωστοί εἰσιν, εἰ καὶ ἐνιαυτὸν μόνον ἐπὶ κλίνης κατακλιθεῖεν·
 [00100]  Καὶ γὰρ ὁρᾷν μοι δοκῷ τὸν ἄνθρωπον ἕρποντα καθ' ἕκαστον ἐνιαυτὸν, καὶ πρὸς αὐτὸ τὸ στόμα τῆς κολυμβήθρας γιγνόμενον, καὶ ἐν αὐτῷ τῷ τέλει τῆς χρηστῆς ἐκκρεμάμενον ἐλπίδος καθ' ἕκαστον ἐνιαυτόν·
 [00110]  Ἀλλ' ὅμως καὶ νοσήματι καὶ πενίᾳ καὶ ἐρημίᾳ ἐπὶ τοσοῦτον χρόνον παλαίων, καὶ ἑτέρους ὁρῶν ἀπαλλαττομένους, καὶ αὐτὸν ἐπιχειρήσαντα μὲν ἀεὶ, ἰσχύοντα δὲ οὐδέποτε, καὶ οὐδὲ μετὰ ταῦτα πάλιν ἐλπίζων ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ, οὐδὲ οὕτως ἀφίστατο, ἀλλὰ κατ' ἐνιαυτὸν ἔτρεχεν.
000-00-00 Serial Number=0034989893
De baptismo Christi Ante [Go Back]  
 [00053]  ὅπερ ἐσχάτης αἰσχύνης ἂν εἴη καὶ πολλοῦ τοῦ καταγέλωτος, καθ' ἕκαστον ἐνιαυτὸν τὴν ἑορτὴν ταύτην ἄγοντας, τὴν ὑπόθεσιν αὐτῆς ἀγνοεῖν.
 [00066]  ∆ιά τοι τοῦτο καὶ ἐν μεσονυκτίῳ κατὰ τὴν ἑορτὴν ταύτην ἅπαντες ὑδρευσάμενοι οἴκαδε τὰ νάματα ἀποτίθενται, καὶ εἰς ἐνιαυτὸν ὁλόκληρον φυλάττουσιν, ἅτε δὴ σήμερον ἁγιασθέντων τῶν ὑδάτων·
 [00067]  καὶ τὸ σημεῖον γίνεται ἐναργὲς οὐ διαφθειρομένης τῆς τῶν ὑδάτων ἐκείνων φύσεως τῷ μήκει τοῦ χρόνου, ἀλλ' εἰς ἐνιαυτὸν ὁλόκληρον καὶ δύο καὶ τρία πολλάκις ἔτη τοῦ σήμερον ἀντληθέντος ὕδατος ἀκεραίου καὶ νεαροῦ μένοντος, καὶ μετὰ τοσοῦτον χρόνον τοῖς ἄρτι τῶν πηγῶν ἐξαρπασθεῖσιν ὕδασιν ἁμιλλωμένου.
000-00-00 Serial Number=0470267773
De non iterando conjugio Ante [Go Back]  
 [00188]  Τί οὖν, ἂν ᾖ κόρη, φησί, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα, δευτέρῳ γαμεῖται πάλιν;
000-00-00 Serial Number=0368474662
De paenitentia [1] Ante [Go Back]  
 [00043]  καὶ γὰρ ἐνιαυτὸν ὅλον ὤδινε πολλάκις, καὶ οὐκ ἔτεκε τοὺς κυομένους ὁ Παῦλος·
000-00-00 Serial Number=0999232411
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00098]  Καὶ γὰρ οὐχ ὡς ἔτυχε πρὸς Ἕλληνας διαλεγόμενοι καλλωπιζόμεθα τῷ πλήθει τῆς ἑορτῆς, καταισχύνοντες αὐτοὺς καὶ λέγοντες, ὅτι πόλιν ὁλόκληρον καὶ δῆμον [50.583] τοσοῦτον κόρη μία τελευτήσασα πρὸς ἑαυτὴν ἐπισπᾶται καθ' ἕκαστον ἐνιαυτὸν, καὶ μετὰ τοσαῦτα ἔτη, καὶ χρόνος οὐδεὶς τὴν ἀκολουθίαν τῆς τιμῆς διέκοψε ταύτης·
000-00-00 Serial Number=0318323910
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00054]  Μετὰ γὰρ τὴν πρώτην δίωξιν ἐπανελθὼν οὐχὶ τριάκοντα ἡμέρας μόνον, ἀλλὰ καὶ μῆνας, καὶ ἐνιαυτὸν, καὶ ἕνα, καὶ δύο, καὶ πλείους ἐνταῦθα διέτριψεν.
000-00-00 Serial Number=0164455175
De virginitate Ante [Go Back]  
 [01517]  Τί γάρ, εἰπέ μοι, παρὰ πάντα τὸν βίον ἡ παρθένος ὑπομένει τοιοῦτον οἷον καθ' ἕκαστον ὡς εἰπεῖν ἐνιαυτὸν ἡ γεγαμημένη, ὠδῖσι καὶ οἰμωγαῖς διακοπτομένη;
 [01533]  Καὶ ὅταν μὲν εἰς πόαν ἀπενεχθῆναι συμβῇ συμβαίνει δὲ τοῦτο καθ' ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις , ἀνάγκη πάλιν οἴκοι μένειν ὥσπερ δεδεμένην καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας.
000-00-00 Serial Number=0903344095
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01976]  Μετὰ ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων οἴει ἀρκεῖν σοι πρὸς καθαρισμὸν τῶν ἁμαρτημάτων τοῦ παντὸς χρόνου, καὶ πάλιν ἑβδομάδος παρελθούσης ἐκδίδως σαυτὸν τοῖς προτέροις;
 [03422]  Θῶμεν δὲ καὶ ἐνιαυτὸν καὶ τρεῖς καὶ τέσσαρας·
 [05017]  Εἰπὲ δή μοι, εἴ τίς σοι ἔλεγεν, ὅτι μετὰ ἐνιαυτὸν πεσεῖται αὕτη ἡ πόλις, ἡ δεῖνα δὲ οὔ·
 [06597]  ἐνιαυτὸν καὶ ἔτη δύο καὶ τρία;
 [09573]  Τί δὲ, εἰ μόνον ἐνιαυτὸν τὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντα ἀπώλεσε;
000-00-00 Serial Number=0792329192
In Acta apostolorum Ante [Go Back]  
 [08400]  Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανὸν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
 [09308]  Ἐποίησαν ἐνιαυτὸν ἐν Ἀντιοχείᾳ.
 [09642]  οὐ λέγω πρὸς τοὺς ἐνιαυτὸν ἔχοντας, ἀλλὰ πρὸς τοὺς ἐκ πρώτης ἡλικίας συναγομένους.
 [09999]  Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
 [09999]  Ὅρα, μετὰ τὸν ἐνιαυτὸν καὶ τοὺς ἓξ μῆνας ἐπιτίθενται, ὅτε οὐκ ἔτι ἴσχυον νόμοις χρῆσθαι ἰδίοις.
000-00-00 Serial Number=0995918334
In Joannem Ante [Go Back]  
 [01814]  Ἐπεὶ ὥς γε νῦν οἱ πολλοὶ τῶν ἐνταῦθα παραγινομένων ἀκούουσιν, ὁμοῦ πάντα ἀναγκαζόμενοι μαθεῖν τά τε ῥήματα, τά τε παρ' ἡμῶν εἰς αὐτὰ λεγόμενα, οὐδ' ἂν εἰ ἐνιαυτὸν ὅλον τοῦτο ποιοῦντες διατελοίημεν, μέγα τι καρπώσονται κέρδος.
 [03447]  καὶ γὰρ θάλασσαν ὁ μὲν πλεῖ τοῦ σκορπίσαι τὰ ἑαυτοῦ, ὁ δὲ ἐνιαυτὸν ὁλόκληρον μοχθεῖ, τὰ σπέρματα καταβάλλων καὶ θεραπεύων.
000-00-00 Serial Number=0211017609
In Kalendas Ante [Go Back]  
 [00047]  Ἂν ταῦτα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ᾖς, ἅπαντα δεξιὸν ἕξεις τὸν ἐνιαυτὸν, εὐχὰς, ἐλεημοσύνας καθ' ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν·
 [00074]  Ὅταν ἴδῃς ἐνιαυτὸν πληρωθέντα, εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι σε εἰσήγαγεν εἰς τὴν περίοδον ταύτην τῶν ἐνιαυτῶν·
000-00-00 Serial Number=0775619686
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00238]  Οὐ γὰρ ἔδει ζεῦξαι βοῦς, οὔτε ἄροτρον ἑλκύσαι, οὐδὲ ἀνατεμεῖν αὔλακας, οὐδὲ ἐνιαυτὸν ἀναμεῖναι, ἀλλ' ἐσχεδιασμένην εἶχον τὴν τράπεζαν, πρόσφατον καὶ νεαρὰν καὶ ἐφήμερον·
000-00-00 Serial Number=0389613748
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00251]  ἀλλ' ὥσπερ ῥίζα ἐν λιπαρῷ φυτευθεῖσα χωρίῳ, καθ' ἕκαστον ἐνιαυτὸν ὡρίμους φέρει τοὺς καρποὺς, οὕτω καὶ ἀργύριον ἐν ταῖς τῶν πενήτων χερσὶ φυτευθὲν, οὐ καθ' ἕκαστον ἐνιαυτὸν μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πνευματικοὺς ἡμῖν φέρει τοὺς καρποὺς, παῤῥησίαν πρὸς τὸν Θεὸν, ἁμαρτημάτων συγχώρησιν, ἀγγέλων ἐγγύτητα, συνειδὸς ἀγαθὸν, εὐφροσύνην πνευματικῆς ἀγαλλιάσεως, ἐλπίδα ἀκαταίσχυντον, τὰ θαυμαζόμενα ἀγαθὰ, ἅπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐν θερμῇ καὶ ζεούσῃ ψυχῇ ἐκζητοῦσι τὸ ἔλεος τῆς ἐπιφανείας αὐτοῦ·
000-00-00 Serial Number=0811730683
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04286]  ἐνιαυτὸν, καὶ ἔτη δύο καὶ τρία;
000-00-00 Serial Number=0190582514
In epistulam ad Ephesios Ante [Go Back]  
 [03949]  Ἂν γὰρ τῇ ἡμέρᾳ τῇ πρώτῃ μὴ κρατήσῃς καὶ τῇ ἑξῆς, πολλάκις καὶ εἰς ἐνιαυτὸν αὐτὴν ἐξέτεινας, καὶ αὐτὴ ἑαυτὴν ηὔξησε λοιπὸν ἡ ἔχθρα, καὶ οὐ δεῖταί τινος.
 [07007]  Οὐκ εἶπεν, ἐνιαυτὸν μόνον ἢ δύο, καθάπερ ἡμεῖς·
000-00-00 Serial Number=0805919111
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01197]  καὶ οὔτε εἰ σήμερον, οὔτε εἰ αὔριον, οὔτε εἰ μετὰ ἐνιαυτὸν ὅλον, οὔτε εἰ μετὰ πλείονα ἔτη ἐπιστήσεται, δῆλον ἡμῖν ἀφῆκεν εἶναι, ἵνα τῷ τῆς προσδοκίας ἀδήλῳ διαπαντὸς ἐν ἀρετῇ κατέχωμεν ἑαυτούς·
 [03088]  Θῶμεν δὲ ἐνιαυτὸν εἶναι, καὶ δύο ἐνιαυτοὺς, καὶ τρεῖς, καὶ τέσσαρας·
 [05138]  οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχε ται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·
 [05164]  Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, φησὶν, ὥσπερ ὁ ἀρχιερεὺς, εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ.
 [05182]  [63.129] ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ.
 [05344]  Εἰπέ μοι, παρακαλῶ, μετ' ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων, τὰς τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου;
 [09258]  Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἔλεγεν ὅτι μετὰ ἐνιαυτὸν αὕτη πεσεῖται ἡ πόλις, ἡ δεῖνα δὲ οὐ πάντως, ἆρα ἂν ᾠκοδόμησας ἐν τῇ μελλούσῃ καταπίπτειν;
000-00-00 Serial Number=0641733050
In epistulam ad Philippenses Ante [Go Back]  
 [01351]  εἰ μόνον ἐνιαυτὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντας ἀπώλεσε;
000-00-00 Serial Number=0276320040
In illud In faciem ei restiti Ante [Go Back]  
 [00006]  Μίαν ὑμῶν ἀπελείφθην ἡμέραν, καὶ ὡς ἐνιαυτὸν ὁλόκληρον ὑμῶν χωρισθεὶς, οὕτως ἀσχάλλων καὶ ἀλύων διετέλουν.
000-00-00 Serial Number=0383972645
In principium indictionis [2] Ante [Go Back]  
 [00005]  οὐ σεβόμεθα ἐνιαυτὸν, τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην·
000-00-00 Serial Number=0714274108
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00063]  καὶ περιῆγεν αὐτὸν ἐνιαυτὸν ὁλόκληρον πανταχοῦ τῆς Κιλικίας καταισχύνων, μᾶλλον δὲ, ὡς οὐκ ᾤετο, λαμπρότερον ἀποφαίνων·
000-00-00 Serial Number=0701091886
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00128]  Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν.
000-00-00 Serial Number=0994972050
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00150]  Τοῦτο ποιεῖτε εἰς ἐμὴν ἀνάμνησιν, εἰκότως καθ' ἕκαστον ἐνιαυτὸν ἐπὶ τῆς αὐτῆς ἀναμνήσεως μετ' ἰσημερίαν γινόμενοι εἰς σωτηρίαν πάντων ἡμῶν καὶ ἀποτροπὴν τῶν ἐπιγινομένων κακῶν καὶ τῶν οὐρανίων χαρίτων μετάληψιν τὸν σωτῆρα μιμούμενοι τὸ [41] πάσχα ἀνύομεν ἐπὶ φανοτάτῃ φαιδρότητι τοῦ παντός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»