Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁμαρτανόντων [53]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁμαρτανόντων


000-00-00 Serial Number=0153146505
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00562]  Ἵν' οὖν μήτε οὗτος διαπιστῆται, μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται καταφρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους, τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν, τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς, τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων.
 [01379]  καθ' ἕκαστον δὲ τούτων μᾶλλον τῶν ἁμαρτανόντων ὁ μακάριος ἐκεῖνος ἐκόπτετο καὶ ἠθύμει.
000-00-00 Serial Number=0450941980
Ad populum Antiochenum Ante [Go Back]  
 [01112]  ὥσπερ γὰρ εὐδοκιμούντων ἡμῶν τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεται, οὕτως ἁμαρτανόντων βλασφημεῖται καὶ ὑβρίζεται.
 [02564]  Τοιοῦτον τῶν ἁμαρτανόντων τὸ ἔθος ἐστί·
 [04164]  ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν.
 [05518]  Καὶ ἵνα παρῶ τὰ ἄλλα πάντα, ἃ τὸ συνειδὸς ἑκάστου τῶν ἁμαρτανόντων ἐπίσταται, καὶ ὧν οὐκ ἔχει μάρτυρας ἀνθρώπους, ἀλλὰ τὸν Θεὸν μόνον, τῶν φανερῶν τούτων καὶ ὡμολογημένων ἂν ἀπαιτηθῶμεν λόγον, ποίαν ἐν τούτοις ἕξομεν συγγνώμην;
 [05545]  ἔστι δὲ καὶ ἕτερα, ἅπερ τὸ τῶν ἁμαρτανόντων συνειδὸς οἶδεν·
000-00-00 Serial Number=0608519912
De Lazaro Ante [Go Back]  
 [01004]  Καὶ τούτων δὲ αὐτῶν τῶν ἁμαρτανόντων μὲν, μηδὲν δὲ ἐνταῦθα πασχόντων δεινὸν, πολλῷ μᾶλλον ἐκείνους ταλανίζω τοὺς μετὰ τοῦ μὴ τιμωρεῖσθαι ἐνταῦθα καὶ τρυφῆς καὶ ἀδείας ἀπολαύοντας.
 [01046]  Ὥσπερ οὖν ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες ἐνταῦθα δεινὸν, μείζονα ὑφίστανται τὴν τιμωρίαν ἐκεῖ, οὕτως ἐπὶ τῶν κατορθούντων οἱ πολλὰ παθόντες ἐνταῦθα δεινὰ, πολλῆς ἀπολαύσονται τιμῆς ἐκεῖ.
 [01227]  ἀμήχανον τοῦτο ἐπὶ τῶν πλουτούντων καὶ τρυφώντων καὶ ἁμαρτανόντων συμβῆναι·
000-00-00 Serial Number=0170393050
De beato Philogonio Ante [Go Back]  
 [00180]  Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγυῶμαι, ὅτι τῶν ἁμαρτανόντων ἡμῶν ἕκαστος, ἂν ἀποστὰς τῶν προτέρων κακῶν ὑπόσχηται τῷ Θεῷ μετὰ ἀληθείας μηκέτι αὐτῶν ἅψασθαι, οὐδὲν ἕτερον ὁ Θεὸς ζητήσει πρὸς ἀπολογίαν μείζονα.
000-00-00 Serial Number=0818452835
De decem millium talentorum debitore Ante [Go Back]  
 [00255]  ὃ πολλοὶ τῶν ἁμαρτανόντων λέγουσι, διαβολικὴν νοσοῦντες εὐλάβειαν.
000-00-00 Serial Number=0560735881
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00952]  ∆ιὸ καὶ ὁ δημιουργὸς τοῦτο κατεφύτευσε πρὸς διόρθωσιν τῶν ἁμαρτανόντων, ἵνα διεγείρῃ τὸ νωθρὸν τῆς ψυχῆς καὶ παρειμένον, ἵνα ἀφυπνίζῃ τὸν καθεύδοντα καὶ διαλελυμένον, καθάπερ στόμωμα σιδήρῳ, οὕτω τὸ τῆς ὀργῆς εὔτονον ἐνθεὶς ἡμῶν τῇ διανοίᾳ, ἵνα αὐτῷ χρησώμεθα εἰς δέον.
000-00-00 Serial Number=0211999536
De paenitentia [1] Ante [Go Back]  
 [01475]  Ὅτι δὲ τοῖς πολλοῖς τῶν ἁμαρτανόντων ἔθος ἐπὶ τὸν ∆εσπότην ἀφίειν τὰ ἐγκλήματα, ἄκουσον.
 [01741]  Λάβε μοι λοιπὸν καὶ ἐπ' αὐτῶν τῶν ἁμαρτανόντων τὴν ἐκ μετανοίας εὐεργεσίαν·
 [01898]  Ἐπειδὴ οἶδεν ἐν ταῖς ἀκμαῖς τῶν ἁμαρτημάτων τυφλώττουσαν τὴν ψυχὴν τῶν ἁμαρτανόντων, διότι ἐκκεκώφωται τὰ ὦτα τῶν βεβαπτισμένων ἐν τῷ βάθει τῆς ἁμαρτίας.
000-00-00 Serial Number=0811370194
De sacerdotio Ante [Go Back]  
 [00255]  Μάλιστα μὲν γὰρ ἁπάντων χριστιανοῖς οὐκ ἐφεῖται πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν ἁμαρτανόντων πταίσματα.
 [00268]  Οὐ γὰρ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ καὶ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διερρωγὸς βουλόμενος χεῖρον τὸ σχίσμα ποιήσῃς καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων μείζονα ἐργάσῃ τὴν πτῶσιν.
000-00-00 Serial Number=0791273355
De siccitate Ante [Go Back]  
 [00048]  πῶς οὖν ὀλίγων ἁμαρτανόντων κοινῇ πᾶσι κεκέρασται τῆς ὀργῆς τοῦ Θεοῦ τὸ ἀψίνθιον;
000-00-00 Serial Number=0205018461
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02019]  Ὁ γὰρ φόβος τῆς τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησι.
 [02096]  Ἵν' οὖν μήτε οὗτος διαπιστῆται, μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται καταφρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους·
 [02615]  Ὢ τῆς ἀνοίας! ὢ τῆς παραπληξίας! ἄλλων ἁμαρτανόντων, ταῖς τοῦ Θεοῦ δωρεαῖς ἐγκαλεῖς;
 [03570]  Ἕως μὲν γὰρ ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται·
 [04424]  Ὥσπερ γὰρ ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες δεινὸν ἐνταῦθα, μείζονα ὑφίστανται τὴν τιμωρίαν ἐκεῖ·
 [05655]  Τοιοῦτον τὸ τῶν ἁμαρτανόντων ἔθος ἐστί·
 [05926]  Εἰ γὰρ μηδὲν μέλει τῷ Θεῷ μήτε ἁμαρτανόντων ἡμῶν μήτε κατορθούντων, ἴσως ἔχει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν·
 [06589]  οὕτω καὶ ἐπὶ τῶν παίδων ποίει τῶν σῶν, ἁμαρτανόντων αὐτῶν·
 [09505]  Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν.
000-00-00 Serial Number=0840919375
Expositiones in Psalmos Ante [Go Back]  
 [02733]  Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο;
 [04496]  Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο;
000-00-00 Serial Number=0489307940
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04948]  καὶ πατέρων, ἁμαρτανόντων ἕτερος ἐκολάζετο;
000-00-00 Serial Number=0313368320
In Isaiam Ante [Go Back]  
 [02610]  [Τίνος οὖν ἕνεκεν εἰσηνέχθη, ἀναγκαῖον εἰπεῖν.] Μέλλειν εἴωθεν ὁ Θεὸς καὶ βραδύνειν πρὸς τὰς τῶν ἁμαρτανόντων τιμωρίας, ὥσπερ οὖν ταχύς ἐστι καὶ ὀξὺς εἰς τὰς τῶν κατορθούντων εὐεργεσίας.
000-00-00 Serial Number=0221008956
In adorationem venerandae crucis Ante [Go Back]  
 [00223]  χαίροις, ζωοπάροχε σταυρὲ, πτωχῶν ὑψοποιὲ, πεπτωκότων ἔγερσις, ἁμαρτανόντων μακροθυμία, μετανοούντων ὑποδέκτα·
000-00-00 Serial Number=0296121716
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01403]  Ὅθεν μανθάνομεν, ὅτι οὐ δεῖ μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πρὸς τὴν διάνοιαν καὶ τὴν ἕξιν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν ὁρίζειν·
 [04276]  Οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ποίησον·
000-00-00 Serial Number=0864179432
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03116]  οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ὁ διεφθαρμένος ποιεῖ λογισμός.
 [04330]  Τινὲς δὲ τὸ πνεῦμα τὸ χάρισμά φασιν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν.
 [04657]  Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ πλεονεκτῶν ἀδελφῶν ἐμνημόνευσε, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁμαρτανόντων οὐκ ἀνέχεται διατηρῆσαι τάξιν·
000-00-00 Serial Number=0217318296
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03520]  Ὥσπερ γὰρ ἀτιμωρήτων μενόντων τῶν ἁμαρτανόντων, πολλοὶ οἱ πλημμελοῦντες·
 [03846]  καὶ αὐτοὶ μὲν οὐδὲ εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα ἡμῖν, τῶν δὲ οἰκετῶν τῶν ἡμετέρων ἁμαρτανόντων μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν, καὶ τὰ μικρότατα.
000-00-00 Serial Number=0673465669
In epistulam ad Colossenses Ante [Go Back]  
 [03987]  Οὐχ ὥστε ἑτέρους ἁμαρτάνειν, ἀλλ' ὥστε ἁμαρτανόντων αὐτῶν ἡμᾶς κατακλᾶσθαι, τούτων μνημονεύωμεν τῶν δακρύων, τούτων τῶν δεσμῶν.
000-00-00 Serial Number=0695831656
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05863]  Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λα βεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλ λοντος τοὺς ὑπεναντίους.
 [05873]  Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας.
 [05875]  Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία.
 [05894]  Ἑκουσίως γὰρ, φησὶν, ἁμαρτανόντων ἡμῶν.
 [05896]  Ἑκουσίως, φησὶν, ἁμαρτανόντων [63.144] ἡμῶν.
000-00-00 Serial Number=0643809378
In epistulam ad Philippenses Ante [Go Back]  
 [01282]  Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, [62.210] οὐκ ἀφίησι περαιτέρω προελθεῖν.
 [04899]  οὕτως ἐλυπεῖτο Παῦλος ὑπὲρ τῶν ἁμαρτανόντων, οὕτως ἐδάκρυεν·
000-00-00 Serial Number=0192149162
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  Εἰ μὲν γὰρ μηδὲν αὐτῷ μήτε ἁμαρτανόντων ἡμῶν μέλει, μήτε κατορθούντων, ἴσως ἕξει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν·
000-00-00 Serial Number=0057810962
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00090]  Οὕτως οἶμαι πικρότερον εἶναι τὸ δάκρυον καὶ τὸ πένθος θρηνωδέστερον τῆς παρθενικῆς ἀπωλείας, τοῦ τῶν καθ' ἡμέραν δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένων καὶ ἁμαρτανόντων·
000-00-00 Serial Number=0866282105
In illud Vidi dominum Ante [Go Back]  
 [01156]  ἐπειδάν τινα λάβῃ τῶν ἁμαρτανόντων, ἐφ' ὑψηλοῦ τοῦ κηρύγματος αὐτὸν προτίθησιν, οὐκ ἐν μέσαις ἀγοραῖς, ἀλλ' ἐν μέσῃ τῇ γῇ·
000-00-00 Serial Number=0411999047
In secundum domini adventum Ante [Go Back]  
 [00211]  Εἰ μὲν γὰρ μηδὲν μέλει τῷ Θεῷ μηδὲ ἁμαρτανόντων ἡμῶν, μήτε κατορθούντων, ἴσως ἔχει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν·
000-00-00 Serial Number=0298957109
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00059]  Ὁ γὰρ φόβος τῆς εἰρημένης τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα, διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»