Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπολαύοντα [66]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπολαύοντα


000-00-00 Serial Number=0560279369
Ad populum Antiochenum Ante [Go Back]  
 [03021]  τὸν δὲ τοσοῦτον κόσμον, μηδεμιᾶς ἀπολαύοντα προνοίας, ἐπὶ τοσαῦτα ἔτη μηδὲν τοιοῦτον παθεῖν, οἷον τὸ σῶμα τὸ ἡμέτερον.
000-00-00 Serial Number=0020314872
Adversus Judaeos Ante [Go Back]  
 [00630]  ∆ιὰ τοῦτο μεγάλα γίνεται τὰ ἕλκη, ὥσπερ οὖν τὰ μεγάλα ῥᾳδίως [48.863] ἂν γένοιτο μικρὰ τῆς προσηκούσης ἀπολαύοντα ἐπιμελείας.
000-00-00 Serial Number=0278086782
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01398]  οὐ γάρ ἐστιν ἴσον γυναῖκα ἔχοντα, καὶ τοσαύτης ἀπολαύοντα παραμυθίας, κάλλει προσπταῖσαι γυναικὸς, καὶ ἁπάσης ταύτης ἀπεστερημένον τῆς βοηθείας ἁλῶναι τῷ δεινῷ.
000-00-00 Serial Number=0778635800
Commentarius in Job Ante [Go Back]  
 [00504]  καὶ ὁ ἀεὶ ἐν ἀσφαλείᾳ καὶ ἐν ἀσφαλείᾳ τοσαύτῃ, ὅσην εἰκὸς ἔχειν τὸν τῆς θεοῦ προνοίας ἀπολαύοντα, ὅρα πῶς ἤκουσε τοῦτο, ὁ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινός, ἀλλ' ἐκ πρώτης ἡλικίας γαληνοῦ τοῦ βίου πειραθείς.
000-00-00 Serial Number=0892894506
Comparatio regis et monachi Ante [Go Back]  
 [00040]  Εἰ δὲ καὶ τῆς νυκτὸς τὸν χρόνον ἐξετάζειν βουληθείημεν, τὸν μοναχὸν μὲν ὀψόμεθα τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ ταῖς εὐχαῖς κοσμούμενον, πολὺ πρότερον ᾄδοντα τῶν ὀρνίθων, ἀγγέλοις συμβιοτεύοντα, Θεῷ συλλαλοῦντα, τῶν οὐρανίων ἀγαθῶν ἀπολαύοντα·
000-00-00 Serial Number=0389901102
De Davide et Saule Ante [Go Back]  
 [00855]  Ὁρῶν γὰρ τὸν ἔκγονον τοῦ Σαοὺλ, τοῦ τοσαῦτα [54.708] κακὰ ἐργασαμένου τὸν ∆αυῒδ, τοσαύτης ἀπολαύοντα παρ' αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, αἰσχυνόμενος καὶ ἐρυθριῶν πρὸς ἅπαντας τοὺς ἐχθροὺς ἐσπένδετο.
000-00-00 Serial Number=0317033172
De Lazaro Ante [Go Back]  
 [00236]  Οὐ γάρ ἐστιν ἴσον ἐν πενίᾳ ζῶντα μὴ βοηθεῖν τοῖς δεομένοις, καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, λιμῷ τηκομένους ἑτέρους περιορᾷν.
 [00238]  Πάλιν οὐκ ἔστιν ἴσον ἐν συμφοραῖς ὄντα καὶ ἀθυμίαις καὶ κακῶς τὴν ψυχὴν διακείμενον μὴ βοηθεῖν τοῖς πλησίον, καὶ τοσαύτης ἀπολαύοντα εὐφροσύνης καὶ διηνεκοῦς εὐπραγίας, λιμῷ τηκομένους ἑτέρους περιορᾷν, καὶ ἀποκλεῖσαι τὰ σπλάγχνα, καὶ μηδὲ ὑπὸ τῆς χαρᾶς αὐτῆς γενέσθαι φιλανθρωπότερον.
 [00463]  Μὴ γάρ μοι τὸν τραπέζης ἀπολαύοντα πολυτελοῦς ἁπλῶς εἴπῃς, καὶ τὸν ἱμάτια περιβεβλημένον σηρικὰ, καὶ ἀνδραπόδων ἀγέλας περιφέροντα, καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς·
 [00512]  Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν·
 [00867]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τινὰ σωθῆναι μὴ συνεχῶς ἀναγνώσεως ἀπολαύοντα πνευματικῆς·
 [00941]  [48.996] ἀναγνώσεως ἀπολαύοντα μετὰ ἐπιστασίας.
 [01017]  Ὅταν ἴδῃς ἄνθρωπον πονηρίᾳ συζῶντα, καὶ πολλῆς ἀπολαύοντα τῆς εὐημερίας, καὶ οὐδὲν πάσχοντα δεινὸν, διὰ τοῦτο μᾶλλον θρήνησον, ὅτι νοσήματι κατεχόμενος καὶ σηπεδόνι χαλεπωτάτῃ, τὴν ἀῤῥωστίαν ἐπιτείνει, διὰ τῆς τρυφῆς καὶ τῆς ἀνέσεως χείρων γινόμενος.
 [01052]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐνταῦθα ῥᾳθυμίας καὶ ἀδείας ἀπολαύοντα, καὶ τρυφῶντα συνεχῶς ἐν πᾶσι, καὶ τὸν εἰκῆ καὶ ἁπλῶς ζῶντα βίον, τιμῆς ἀπολαῦσαι ἐκεῖ.
 [01206]  Καίτοι τίς ἰδὼν υἱὸν ἐπὶ θρόνου βασιλικοῦ καθήμενον καὶ τοσαύτης ἀπολαύοντα δόξης, οὐκ ἂν ἐπελήσθη τῶν παρελθουσῶν συμφορῶν;
 [01999]  Ἐὰν τοίνυν ἴδῃς τινὰ σηπεδόνα ἔχοντα, καὶ σκώληκας καὶ ἰχῶρας ἀπὸ τοῦ σώματος κατερχομένους, καὶ ἀμελοῦντα τοῦ ἕλκους καὶ τῆς σηπεδόνος, ἕτερον δὲ τὰ αὐτὰ πάσχοντα ἰατρικῶν ἀπολαύοντα χειρῶν, καιόμενον, καὶ τεμνόμενον, καὶ πικρὰ πίνοντα φάρμακα, τίνα θρηνήσεις;
 [02010]  Ἐὰν δὲ ἕτερον ἴδῃς ὑδέρῳ κατεχόμενον, ἰατρικῶν ἀπολαύοντα χειρῶν, λιμῷ ἑαυτὸν ἐκδιδόντα, ἐν ἀπορίᾳ πολλῇ ὄντα, φαρμάκοις προσκαρτεροῦντα πικροῖς, ἔχουσι μὲν ὀδύνην, τίκτουσι δὲ διὰ τῆς ὀδύνης ὑγείαν, οὐχὶ τοῦτον ὑπὲρ ἐκεῖνον μακαρίζεις;
 [02124]  ἐὰν θορυβῇ σε τὸ ναυάγιον τῶν λογισμῶν, δράμε ἐπὶ τὸν λιμένα, λαβὲ ἀπὸ τῆς διηγήσεως παραμυθίαν, ἐννόησον τὸν [48.1034] Λάζαρον καταφρονούμενον, ἐννόησον τὸν πλούσιον εὐημεροῦντα καὶ ἀπολαύοντα τρυφῆς, καὶ μηδέν σε θορυβείτω τῶν ἐν τῷ βίῳ γινομένων.
 [02208]  Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, καὶ ὁρᾷ ὁ πλούσιος ἀποτηγανιζόμενος τὸν Λάζαρον ἐν κόλποις τοῦ Ἀβραὰμ εὐθηνούμενον, ἀπολαύοντα, τρυφῶντα·
 [02680]  Ἐμοὶ δὲ δοκεῖ, ὅτι θεασάμενος τὴν ἀθρόαν οὕτω τῶν πραγμάτων μεταβολὴν, καὶ τὸν μὲν ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, καὶ ταῖς γλώσσαις τῶν κυνῶν προκείμενον, τοσαύτης ἀπολαύοντα τῆς παῤῥησίας, καὶ τοῖς κόλποις τοῦ πατριάρχου ἐνδιαιτώμενον, ἑαυτὸν δὲ τοσαύτῃ αἰσχύνῃ περιβεβλημένον, καὶ μετὰ ταύτης καὶ ὑπὸ τοῦ πυρὸς ἀποτηγανιζόμενον, πλείονα τῆς ὀδύνης τὴν αἴσθησιν ἐλάμβανεν.
 [02682]  ἐπ' ἐκείνου δὲ τὰ ἐναντία συμβεβηκότα, καὶ διὰ τὴν ἐνταῦθα ὑπομονὴν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν αὐτὸν ἀπολαύοντα·
000-00-00 Serial Number=0468681395
De diabolo tentatore Ante [Go Back]  
 [00228]  τὸν ἐν πενίᾳ μὲν ὄντα λιμῷ πολλάκις ἐσωφρόνισε, τὸν πλουτοῦντα δὲ καὶ εὐπορίας ἀπολαύοντα κινδύνοις, νοσήμασι, θανάτοις ἀώροις·
000-00-00 Serial Number=0652103424
De fato et providentia Ante [Go Back]  
 [00011]  καὶ εἰ ἀπαιδία κακὸν, τὸν πολυπαιδίας ἀπολαύοντα εὐθυμεῖν ἐχρῆν.
 [00046]  Ἂν δὲ ἴδῃς ἕτερον ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ, καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον, καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δάκρυσον καὶ διὰ τοῦτο τὸν τοιοῦτον, καὶ ταλάνιζε.
 [00320]  Σὺ δὲ εἴ τινα τούτων τῶν εὐπορούντων καὶ σοβούντων ἐπὶ τῆς ἀγορᾶς εἶδες, ἐπὶ μὲν τῆς ἀλλοτρίας πολλῆς ἀπολαύοντα τιμῆς, παρασίτους καὶ κόλακας ἔχοντα, εἰς δὲ τὰ οἰκεῖα ἐπανελθόντα, καὶ οὐδὲν συγχωρούμενον ἐκείνων λαβεῖν, ἀλλὰ γυμνὸν, ἄτιμον, τῶν προσαιτούντων ἀπορώτερον καὶ φαυλότερον φαινόμενον, ἆρα τοῦτον ζηλωτὸν εἶναι ἐνόμιζες, ἀλλ' οὐ διὰ τοῦτο μᾶλλον ἠλέεις καὶ ἐταλάνιζες;
000-00-00 Serial Number=0874237239
De mutatione nominum Ante [Go Back]  
 [01031]  Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα αὐχμοῦ καὶ ῥύπου γέμει πολλοῦ·
000-00-00 Serial Number=0828136086
De precatione [1] Ante [Go Back]  
 [00014]  Καὶ ὥσπερ ἀνάγκη πᾶσα τῆς ἡλιακῆς ἀκτῖνος τὸν ἀπολαύοντα διαφεύγειν τὸ σκότος, οὕτως ἀνάγκη πᾶσα τὸν θείας ὁμιλίας ἀπολαύοντα μηκέτι εἶναι θνητόν.
000-00-00 Serial Number=0293038666
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01938]  Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα, αὐχμοῦ, καὶ ῥύπου γέμει πολλοῦ·
 [04124]  τὸ δὲ δόξης μετασχεῖν, νεανικῆς δεῖται ψυχῆς καὶ σφόδρα μεγάλης, ὥστε δόξης ἀπολαύοντα μὴ ἐκτραχηλισθῆ [63.696] ναι.
 [04134]  ∆ιὰ τοῦτο οὖν, εἰπέ μοι, βασκαίνεις τῷ πλησίον, ὅτι τιμῆς ἀπολαύοντα βλέπεις καὶ δόξης πολλῆς;
 [06241]  ὅταν δὲ ἴδῃς ἕτερον ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δάκρυσον διὰ τοῦτο τὸν τοιοῦτον καὶ ταλάνιζε.
 [07114]  Τίς γὰρ τῶν συνδειπνούντων αὐτῷ ὁρῶν τὸν ἔκγονον τοῦ Σαοὺλ τοῦ τοσαῦτα κακὰ ἐργασαμένου τὸν ∆αυῒδ, τοσαύτης ἀπολαύοντα παρ' αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, οὐχὶ πρὸς πάντας ἐσπένδετο τοὺς ἐχθροὺς αἰσχυνόμενος καὶ ἐρυθριῶν;
000-00-00 Serial Number=0356033564
Epistula ad Cyriacum Ante [Go Back]  
 [00641]  Μὴ γὰρ δὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετ' ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου γενέσθαι καὶ τοσαύτης ἀπολαύοντα εὐημερίας πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν, δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης, πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν.
000-00-00 Serial Number=0481440961
Expositiones in Psalmos Ante [Go Back]  
 [00645]  Τί οὖν ὄφελος τῆς ἔξωθεν εἰρήνης τούτῳ, ὅταν αὐτὸς λυσσῶν καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων πόλεμον, καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν ὁμογενῶν εὐδοκιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα;
 [06469]  πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, τοσαύτης μετέχοντα δόξης, νίκας ἀνῃρημένον μυρίας, καὶ πολλοὺς νικήσαντα πολέμους, καὶ λαμπρὸν ὄντα καὶ ἐπίδοξον πανταχοῦ, πάντων μὲν καταγελᾷν τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα·
000-00-00 Serial Number=0099542499
In Acta apostolorum Ante [Go Back]  
 [07137]  Ὁρᾷς καὶ ἐκεῖ καὶ ἐνταῦθα τοὺς ἄλλους προμηθουμένους, καὶ κατασκευάζοντας ὥστε αὐτὸν ἀπελθεῖν, καὶ οὐδαμοῦ τέως ἀπολαύοντα αὐτὸν θείας ῥοπῆς;
 [09999]  Ὁρᾷς γὰρ μετὰ τοῦτο Βαρνάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς Ἐπιστολαῖς.
000-00-00 Serial Number=0449766695
In Heliam et viduam Ante [Go Back]  
 [00106]  Θαυμαστὸν γὰρ οὐδὲν ἐδόκει, εὐθηνίας ἀπολαύοντα, τοῖς ἀλλοτρίοις ἐντρυφᾷν κακοῖς.
000-00-00 Serial Number=0223007679
In Isaiam Ante [Go Back]  
 [02581]  Ἀλλ' ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν ἀπολαύοντα χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς ἀκάνθας μὲν ἀντὶ ἀμπέλων φέρειν, τοσοῦτον δὲ παρέχειν τοῖς εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ ἄοπλον εἰσιέναι.
000-00-00 Serial Number=0119044006
In Joannem Ante [Go Back]  
 [00118]  Τὸν ταύτης ἀπολαύοντα τῆς ἀκροάσεως, οὐ δεῖ τῆς δαιμονικῆς μετέχειν τραπέζης.
000-00-00 Serial Number=0721157193
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03648]  Νεανικῆς μὲν οὖν καὶ σφόδρα μεγάλης, ὥστε αὐτῆς ἀπολαύοντα μὴ ἐκτραχηλισθῆναι.
 [03787]  Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν πανταχοῦ κεχυμένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει.
 [06692]  ὅταν ἴδῃς ἀπολαύοντα τῶν κρότων, πρὸς τὸν μέλλοντα αἰῶνα διάβηθι τῷ λογισμῷ, καὶ τὴν ἐκεῖ δόξαν·
000-00-00 Serial Number=0231651127
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01371]  τίς σου προστήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἴδῃς τὸν μὲν χειροτέχνην καὶ ὀρθῶς βεβιωκότα, πάσης ἀπολαύοντα δόξης·
 [02485]  Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁμαρτάνειν, καὶ ἐν θλίψει καθεστῶτα πολλῇ.
 [06939]  Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον διορύττειν γάμον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇ τῆς ἐρωμένης ἀπολαύοντα·
 [09597]  [61.259] Τινὲς δὲ τὰ ἀσθενέστερα καὶ ἄτιμα καὶ ἀναγκαῖα καὶ τιμῆς ἀπολαύοντα πλείονος περὶ ὀφθαλμῶν καὶ πο-δῶν εἰρῆσθαι τῷ Παύλῳ νομίζουσι, καὶ ἀσθενέστερα καὶ ἀναγκαῖα τοὺς ὀφθαλμοὺς λέγειν, ὅτι ἐλαττούμενοι τῇ δυνάμει, πλεονεκτοῦσι τῇ χρείᾳ, τὰ δὲ ἀτιμότερα τοὺς πόδας·
 [09999]  Ἐνταῦθα εἰ μὴ πρᾶγμα ἐποίουν αἰσχρὸν, καὶ ἐγέλασα νῦν πλατὺν γέλωτα, τῶν ταῦτα λεγόντων καταγελῶν, ὅτι καθάπερ παιδία μικρὰ τραπέζης ἀπολαύοντα βασιλικῆς, μετ' ἐκείνης τῆς τροφῆς καὶ τὸ προστυχὸν ἅπαν ἐπεμβάλλουσι τῷ στόματι·
000-00-00 Serial Number=0187168837
In epistulam ad Ephesios Ante [Go Back]  
 [02888]  Ἀλλ' ὁρῶ τιμῆς ἀπολαύοντα, φησὶ, καὶ εἰς ζηλοτυπίαν ἄγομαι.
000-00-00 Serial Number=0547117174
In epistulam ad Philippenses Ante [Go Back]  
 [00603]  Ὅταν δὲ μηδὲν τούτων ᾖ, ἀλλ' ἔξεστιν ἀπολαύοντα τῶν ὄντων, ὡς Χριστιανῷ προσῆκε, μὴ φθονεῖν τοῖς ἑτέρων, ποία βία;
000-00-00 Serial Number=0725267768
In epistulam ad Romanos Ante [Go Back]  
 [02524]  οὐκ ἂν δὲ αὐτὸν ἐμακάρισεν, εἰ μὴ καὶ δόξης εἶδεν ἀπολαύοντα πολλῆς.
 [04941]  ἡμεῖς δὲ ἐκεῖνον τὸν συμμετρίας ἀπολαύοντα.
 [08436]  Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μετὰ πολλῆς δίδωσι τῆς περιουσίας·
000-00-00 Serial Number=0604329169
In epistulam ad Titum Ante [Go Back]  
 [00905]  Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν, ὅταν τὸν ἀπεγνωσμένον καὶ οὐδεμιᾶς βοηθείας ἀπολαύοντα οὐδὲ κρατῆσαι τῶν ἀκαίρων ἐπιθυμιῶν δυνάμενον, ἀλλ' ἐν ταύταις ἐγκαλινδούμενον, ἐναγάγῃ πρὸς ὑγείαν καὶ διορθώσηται.
000-00-00 Serial Number=0164105415
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00602]  Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν.
000-00-00 Serial Number=0581395328
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00108]  Ἡ τοίνυν ποιοῦσα τὴν ἡμέραν χρήσιμον τῷ ἀν θρώπῳ, αὕτη μάλιστά ἐστιν ἡ διὰ τῆς οἰκείας διακο νίας τὸν ἀπολαύοντα τῆς χορείας αὐτῆς πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγοῦσα.
000-00-00 Serial Number=0977169633
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00054]  Καὶ γὰρ ἀμήχανον ἄνθρωπον συνεχῶς ἀπολαύοντα παραινέσεως καὶ διδασκαλίας, μὴ γενέσθαι βελτίω καὶ σπουδαιότερον.
000-00-00 Serial Number=0034414589
In illud Vidi dominum Ante [Go Back]  
 [00076]  Καὶ γὰρ ἐκεῖνα τῆς ἀφάτου δόξης ἀπολαύοντα τοῦ κτίστου καὶ τὸ ἀμήχανον ἐνοπτριζόμενα κάλλος·
 [00084]  Πῶς οὖν ἐκεῖνα τῆς τοσαύτης εὐφροσύνης ἀπολαύοντα, φόβῳ ταύτην ἀναμιγνύουσιν;
 [00099]  ποίας παρρησίας ἀπολαύοντα;
000-00-00 Serial Number=0566476107
In principium Actorum Ante [Go Back]  
 [00044]  Τίς γὰρ καὶ τῶν σφόδρα ἀναλγήτων οὐκ ἂν ἀλγήσειε τὰ τοῦ διαβόλου πλείονος ἀπολαύοντα σπουδῆς ὁρῶν;
 [00789]  ∆ιὸ καὶ ὁ προφήτης ὁ μέγας ∆αυῒδ ἐκεῖνος, εἰδὼς τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἀναγνώσεως τῶν Γραφῶν, τὸν διηνεκῶς προσέχοντα ταῖς Γραφαῖς καὶ τῆς ὁμιλίας ταύτης ἀπολαύοντα παρεικάζει φυτῷ ἀεὶ τεθηλότι, παρὰ τοὺς ῥύακας ἑστηκότι τῶν ὑδάτων, οὑτωσὶ λέγων·
000-00-00 Serial Number=0546402395
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00054]  Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ δι' ὑμᾶς, ἵνα ὅταν ἴδητέ τινα τρυφῶντα καὶ ἀνέσεως ἀπολαύοντα ἐν τῷ βίῳ τούτῳ, μέλλοντα δὲ ἐκεῖ κολάζεσθαι, μὴ μα καρίζητε αὐτὸν διὰ τὴν παροῦσαν τρυφὴν, ἀλλὰ ταλα νίζητε διὰ τὴν μέλλουσαν κόλασιν.
000-00-00 Serial Number=0815791011
Quales ducendae sint uxores Ante [Go Back]  
 [00416]  Ἆρα ταῦτα εἶπε πρὸς αὐτοὺς τὰ ῥήματα, ὅτι δεσπότην ἔχοι περιφανῆ καὶ λαμπρὸν, παρὰ πάντων τιμώμενον, πολλῆς παρὰ τῶν ἐγχωρίων προεδρίας ἀπολαύοντα;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»