Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀποῤῥήτων [64]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀποῤῥήτων


000-00-00 Serial Number=0886059582
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00495]  εἰ δὲ καὶ ὁ τοσούτων ἀποῤῥήτων κοινωνήσας, καὶ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ἰλιγγίασε πρὸς ταύτην τὴν ἄβυσσον, καὶ διακύψας πρὸς τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ κατεπλάγη μόνον, καὶ εὐθὺς ἀνεχώρησε, τί μάτην κόπτομεν ἑαυτοὺς πολυπραγμονοῦντες τὰ ἀνεξερεύνητα καὶ ζητοῦντες τὰ ἀνεξιχνίαστα;
 [01544]  Ὁ γὰρ τὸν ἐκείνου πατέρα, τὸν ἐχθρὸν τὸν ἑαυτοῦ καὶ ἐπίβουλον καὶ μυριάκις τῆς ἀπωλείας ἐπιθυμήσαντα τῆς αὐτοῦ οὕτω δακρύσας, τί ἂν ἔπαθε τὸν ἐν ἐκείνοις παραστάντα τοῖς κινδύνοις αὐτῷ καὶ πολλάκις αὐτὸν τῆς τοῦ πατρὸς ἐπιβουλῆς ἐξελόμενον, καὶ ἀποῤῥήτων κοινωνήσαντα, [47.482] καὶ συνθήκας ὑπὲρ πολλῶν θέμενον πρὸς αὐτὸν, τοῦτον, ὅτε αὐτῷ τὰς ἀμοιβὰς ἀποδοῦναι τῶν εὐεργεσιῶν κείνων ἠδύνατο, τότε ἐξαρπασθέντα τοῦ βίου μαθών;
000-00-00 Serial Number=0228826284
Ad populum Antiochenum Ante [Go Back]  
 [01147]  Τὸ δὲ τούτου καταγελαστότερον, ὅτι τοιοῦτον ἔχοντες βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλοῦσι τὸν ἀκούσαντα, καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δηλοῦντες ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν.
 [01278]  οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ [49.60] ναι τὴν φυλακὴν, μετὰ πλείονος τῆς εὐκολίας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλοσοφίας τὴν κορυφὴν, καὶ τὸν παρόντα βίον μετὰ χρηστῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι μετὰ πολλῆς παραστησόμεθα παῤῥησίας τῷ Χριστῷ, καὶ τῶν ἀποῤῥήτων ἀπολαύσομεν ἀγαθῶν·
000-00-00 Serial Number=0407496393
Adversus catharos Ante [Go Back]  
 [00030]  Οὐ καθάπερ ὑπόπτερος γῆν καὶ θάλατταν περιδραμὼν ὁ μυρία ἔθνη τῷ Χριστῷ προσαγαγὼν, ὁ τῶν ἀποῤῥήτων μυστηρίων κοινωνήσας, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ἆρά τι τοιοῦτον ἐτόλμησε περὶ ἑαυτοῦ εἰπεῖν;
000-00-00 Serial Number=0188075423
Contra theatra Ante [Go Back]  
 [00257]  Ὦ θησαυρὲ κρύφιε δεσποτικῶν ἐντολῶν! ὦ ταμιεῖον ἀποῤῥήτων, ταμιεῖον ἱερῶν Θεοῦ λόγων! Ταῦτά σε τὰ μυστήρια καθ' ὅλης τῆς οἰκουμένης ἀνεκήρυξεν.
000-00-00 Serial Number=0084070265
De Lazaro Ante [Go Back]  
 [02682]  ἐπ' ἐκείνου δὲ τὰ ἐναντία συμβεβηκότα, καὶ διὰ τὴν ἐνταῦθα ὑπομονὴν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν αὐτὸν ἀπολαύοντα·
 [02765]  ∆ιὰ γὰρ τοὺς ὑποσυρέντας καὶ πρὸς τὴν εὐρύχωρον ὁδὸν βαδίσαντας, ταῦτα εἰπεῖν προήχθημεν, ἵνα μαθόντες, ἐκείνην μὲν καταλίπωσι, τὴν δὲ τεθλιμμένην ὁδεύσαντες, τὴν τῆς ἀρετῆς λέγω, τῶν κόλπων τοῦ πατριάρχου ὁμοίως τῷ Λαζάρῳ ἀξιωθῶσι, καὶ τῆς γεέννης τοῦ πυρὸς κοινῇ πάντες ἐλευθερωθέντες, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, ἀπολαύσωμεν·
000-00-00 Serial Number=0120389938
De fato et providentia Ante [Go Back]  
 [00093]  ὅταν οἱ τὸν Χριστὸν λέγοντες προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες μυστηρίων, καὶ τῶν ἀποῤῥήτων μετασχόντες δογμάτων, καὶ τῆς σοφίας τῆς ἐξ οὐρανῶν ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην τιμὴν ἧς ἀπολελαύκασι παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας, ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβαλόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην τυραννίδα τὴν οὐκ οὖσαν ἀναπλάττοντες διὰ τῶν λογισμῶν, καὶ πᾶσαν ἐλπίδα χρηστὴν ἐκκόπτοντες, καὶ τὰ νεῦρα τῶν ὑπὲρ ἀρετῆς ἐσπουδακότων ἐκτεμεῖν ἐπιχειροῦντες.
000-00-00 Serial Number=0526018322
De gloria in tribulationibus Ante [Go Back]  
 [00047]  ὅρα τί ποιεῖ ὁ τῶν ἀποῤῥήτων κοινωνὸς, καὶ πρόσεχε τῇ Παύλου σοφίᾳ.
000-00-00 Serial Number=0702870965
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00121]  Τίς δὲ ἕτερος ἀλλ' ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος;
000-00-00 Serial Number=0178599656
De proditione Judae Ante [Go Back]  
 [00085]  ἀλλ' ἐκεῖνοι τὰ δευτερεῖα εἶχον, ἐκεῖνοι οὐ τοσαύτης ἀπέλαυον τῆς τιμῆς, οὐδὲ τοσαύτης μετεῖχον τῆς παῤῥησίας, οὐκ ἐκοινώνησαν ἀποῤῥήτων τοσοῦτον, ὡς οἱ δώδεκα.
000-00-00 Serial Number=0170053720
De prophetiarum obscuritate Ante [Go Back]  
 [00113]  Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα οὕτω διατετύπωται, καίτοι ἡ Καινὴ περὶ μειζόνων διαλέγεται πραγμάτων, περὶ βασιλείας οὐρανῶν, καὶ σωμάτων ἀναστάσεως, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, ἃ καὶ ἀνθρώπινον ὑπερβαίνει νοῦν;
000-00-00 Serial Number=0627271116
De studio praesentium Ante [Go Back]  
 [00109]  τίνος γὰρ ἐδεῖτο Παῦλος ὁ τὴν οἰκουμένην περιτρέχων, ὁ τὸ σῶμα εἰκῆ περικείμενος, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ δαίμονας ἀπελαύνων, ὁ νόσους διὰ τῶν ἱματίων διορθούμενος, οὗ τὴν φωνὴν καὶ τὴν σκιὰν ἔτρεμεν διάβολος, ὃς ὡς ἄγγελος παρὰ τοῖς πιστοῖς ἐτιμᾶτο, ὂν ᾐδέσθησαν καὶ θηρία, ὃν ἐδυσωπήθη τὸ πέλαγος, καὶ νυχθήμερον ἀπολαβὼν οὐκ ἀπέπνιξεν, ὁ τοῦ παραδείσου πολίτης, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ τῶν ἀποῤῥήτων τῷ Θεῷ κοινωνήσας, ὁ πλέον τῶν ἀποστόλων ἁπάντων κοπιάσας, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τῆς Ἐκκλησίας, ὁ κήρυξ τῶν ἐθνῶν, ὁ γῆν καὶ θάλατταν περιδραμὼν, καὶ πανταχοῦ τρόπαια στήσας τῆς ἰδίας ἀνδρείας, ὁ λιμῷ καὶ δίψει διηνεκῶς παλαίων, ὁ γυμνότητι καὶ κρυμῷ πυκτεύων, καὶ λέγων Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν·
000-00-00 Serial Number=0898380160
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [08410]  Κτίσεως γὰρ κτίσει συνούσης καὶ προσλαμβανούσης τὸ ὁμόδουλον, οὐδὲν οὔτε τῶν ἀποῤῥήτων παρέπεται, οὔτε τῶν παραδόξων ἔχει τὴν ἔκπληξιν.
 [09300]  Περὶ σιωπῆς καὶ ἀποῤῥήτων.
 [09307]  Οἱ πολλοὶ τῶν ἀνθρώπων ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλοῦσι τὸν ἀκούοντα, καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ·
 [09999]  Ἡμεῖς περὶ οὐρανῶν διαλεγόμεθα καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων ἐστίν;
000-00-00 Serial Number=0344269335
Epistulae Ante [Go Back]  
 [00923]  ∆ιὰ ταῦτα μακαρίζων ὑμᾶς οὐ παύομαι ὑπέρ τε τῶν παρόντων, ὑπέρ τε τῶν μελλόντων ὑμᾶς ὑποδέξασθαι ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀποῤῥήτων ἐκείνων, καὶ πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων.
 [01881]  ∆ιὰ ταῦτα μακαρίζων ὑμᾶς οὐ παύομαι ὑπέρ τε τῶν παρόντων, ὑπέρ τε τῶν μελλόντων ὑμᾶς ὑποδέξασθαι ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀποῤῥήτων ἐκείνων, καὶ πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων.
 [02454]  Καὶ οἶδα μὲν ὅτι σοι σπουδὴ, δέσποτά μου θαυμασιώτατε, καὶ ἐπιθυμία διὰ τῆς ἡμετέρας βραχύτητος τῶν ἀποῤῥήτων τούτων καταξιωθῆναι ἀγαθῶν, καὶ ἡμῖν δὲ, ὡς αὐτὸς οἶσθα, τοῦτο περισπούδαστον.
 [03196]  Ὁ Θεός σοι τῆς τοιαύτης σπουδῆς, τῆς ἀγάπης, τοῦ ζήλου, τῆς ἀγρυπνίας δῷ τὸν μισθὸν, κἀν τῷ παρόντι βίῳ, κὰν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειε, καὶ φρουρήσειε, καὶ ἀσφαλίσαιτο, καὶ καταξιώσειε τῶν [52.726] ἀποῤῥήτων ἐκείνων ἀγαθῶν.
000-00-00 Serial Number=0666452885
Expositiones in Psalmos Ante [Go Back]  
 [06750]  Εἰ γὰρ τὸν Κορνήλιον διὰ βίον ἄριστον ἐκάλεσεν ἐπὶ τὴν τῶν ἀποῤῥήτων γνῶσιν, καὶ τὸν εὐνοῦχον διὰ τὸ ἀναγινώσκειν σπουδαίως ἐποίησε καὶ γνῶναι·
 [07572]  ἀναστάσεως ἐλπίδες ἠνοίγησαν, ἀθάνατοι προσδοκίαι, ἀγαθῶν ἀποῤῥήτων ἀπόλαυσις, τὰ ἄλλα ὅσα διὰ τῆς αὑτοῦ παρουσίας κατώρθωσε.
000-00-00 Serial Number=0407849014
Homilia in martyres Ante [Go Back]  
 [00042]  τῆς γὰρ βασιλείας τοῦ Θεοῦ ἐκβάλλονται, καὶ τῶν ἀποῤῥήτων ἐκπίπτουσιν ἀγαθῶν, καὶ εἰς τὸ αἰώνιον πῦρ ἐκπέμπονται.
000-00-00 Serial Number=0997320294
In Acta apostolorum Ante [Go Back]  
 [00046]  Εἰ δὲ ἐκεῖνοι οὐκ ἐδύναντο, οἱ συγγενόμενοι χρόνον τοσοῦτον αὐτῷ, καὶ τοσούτων κοινωνήσαντες ἀποῤῥήτων, καὶ τοσαῦτα θεασάμενοι θαύματα, πῶς ἄνθρωποι ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ θυσιῶν, καὶ αἰλούρων, καὶ κροκοδείλων (τοιαῦτα γὰρ ἦν τῶν Ἑλλήνων τὰ σεβάσματα), καὶ τῶν ἄλλων τῶν κακῶν τότε πρῶτον ἀποσπασθέντες, ἀθρόον τοὺς ὑψηλοὺς τῶν δογμάτων ἐδέξαντο λόγους;
 [00362]  πῶς περὶ βασιλείας οὐρανῶν μανθάνων, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, δυνήσῃ σαφῶς πάντα μαθεῖν, πολλάκις καὶ παραπλὴξ ὑπὸ τῆς ἀῤῥωστίας γενόμενος;
000-00-00 Serial Number=0975427449
In Joannem Ante [Go Back]  
 [00015]  καὶ πρὸς τούτοις ἅπασιν ἁγιωτάτη καὶ φρικωδεστάτη, καὶ τοσούτων γέμουσα ἀποῤῥήτων, καὶ τοσαῦτα κομίζουσα ἀγαθὰ, ἃ τοὺς μετὰ ἀκριβείας καὶ προθυμίας λαβόντας καὶ διαφυλάττοντας, οὐκ ἔνι λοιπὸν ἀνθρώπους εἶναι, οὐδὲ ἐπὶ τῆς γῆς μένειν, ἀλλ' ἀνωτέρω πάντων ἑστάναι τῶν βιωτικῶν, καὶ πρὸς τὴν ἀγγελικὴν μεθαρμοσαμένους λῆξιν, καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν οἰκεῖν.
 [00037]  Οὐδὲν γὰρ ἀνθρώπινον ἡμῖν ἐρεῖ, ἀλλ' ἀπὸ τῶν ἀβύσσων τῶν πνευματικῶν, ἅπερ ἂν εἴπῃ, ἀπὸ τῶν ἀποῤῥήτων ἐκείνων, ἃ μηδὲ ἄγγελοι πρὶν ἢ γενέσθαι ᾔδεισαν·
 [02877]  Οὐ γὰρ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν ἐν μέσῳ τῷ πλήθει, παρόντων ἁπάντων τῶν ὑπ' αὐτοῦ βαπτιζομένων (βαπτίζοντι γὰρ ἐπέστησαν οἱ Ἰουδαῖοι), τὴν θαυμαστὴν ἐκείνην ἀνεκήρυξεν ὁμολογίαν περὶ τοῦ Χριστοῦ, τὴν τῶν ὑψηλῶν καὶ μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν δογμάτων, καὶ ὡς οὐκ εἴη ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ.
 [04211]  ∆ιὸ μετὰ πολλῆς ταύτην ἐπιδειξώμεθα τῆς δαψιλείας, ὥστε ἀπολαῦσαι τῶν ἀποῤῥήτων ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0239042997
In Petrum et Paulum Ante [Go Back]  
 [00037]  ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς ∆εσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0541885316
In Psalmum 118 Ante [Go Back]  
 [00134]  ἀλλ' ἐφύλαττε τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ προφητικῆς χά ριτος ἠξιώθη, καὶ τῶν ἀποῤῥήτων μυστηρίων εἰσηγητὴς γέγονεν.
000-00-00 Serial Number=0289791465
In catenas sancti Petri Ante [Go Back]  
 [00195]  Ὄντως οὗτός ἐστιν ἡ τῶν ἀποστόλων κρηπὶς, ὁ τῶν οὐρανίων μυσταγωγὸς, ὁ τῶν ἀποῤῥήτων ὑφυγητὴς, ὁ τῶν σαλευομένων στηριγμὸς, ὁ τῶν καταπιπτόντων ἀνορθωτὴς, ὁ τῶν ἐστηριγμένων συντηρητὴς, ὁ τῆς μετανοίας θερμότατος ὁδηγὸς, Πέτρος τὸ μέγα θαῦμα τοῦ κόσμου παντὸς, τὸ τῆς ἐκκλησίας καύχημα, τὸ τῶν μαθητῶν σεμνολόγημα, τὸ τῶν ὀρθοδόξων ὡράϊσμα, τὸ τῶν θεολόγων ἐγκαλλώπισμα, τὸ στόμα Χριστοῦ, ὁ νοῦς ὁ οὐράνιος, τὸ τῆς Τριάδος καθαρώτατον σκήνωμα, ὁ τῶν προσκεκρουκότων διαλλακτὴς, ὁ τῶν σεμνῶς βιούντων χειραγωγὸς, ὁ τῶν καλῶς τρεχόντων ὑπασπιστὴς, ὁ παντὸς οὐρανίου καὶ ἐπιγείου ἐπαίνου καὶ πάσης εὐφημίας ἐπάξιος.
000-00-00 Serial Number=0264273703
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00041]  Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.
 [00044]  Τίνος ἕνεκεν οὐκ ἀπὸ τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτοῖς διαλέγεται τῶν ἐν Εὐαγγελίῳ κειμένων, οὐδὲ γεέννης αὐτοὺς ἀναμιμνήσκει, καὶ σκότους ἐξωτέρου, καὶ σκώληκος ἰοβόλου, καὶ δεσμῶν ἀθανάτων, καὶ πυρὸς τοῦ ἡτοιμασμένου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν ἄλλων τῶν ἀποῤῥήτων κολάσεων;
000-00-00 Serial Number=0123724937
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00562]  Οὐδὲ γὰρ ἤκουσαν τῶν ἀποῤῥήτων μυστηρίων, ἀλλὰ πόῤῥω που καὶ μακρὰν ἑστήκασι.
 [00942]  Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ περὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἐπάθλων καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων.
 [02849]  Ἡμεῖς περὶ οὐρανοῦ διαλεγόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων·
 [03726]  Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ ∆εσπότῃ τῶν ἀγγέλων, πῶς οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν;
 [04088]  Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγαθῶν.
 [06898]  ἔχει δὲ καὶ ἕτερα λέγειν, τὰ τῶν ἀποκαλύψεων, τὰ τῶν ἀποῤῥήτων μυστηρίων.
 [06938]  Εἰ γὰρ ὁ Παῦλος ἠγνόει ὁ ἁρπαγεὶς, καὶ τοιούτων καὶ τοσούτων τυχὼν ἀποῤῥήτων, πολλῷ μᾶλλον ἡμεῖς.
000-00-00 Serial Number=0884177387
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02876]  Ὅταν πόῤῥω γένῃ τοῦ διαβόλου, οὐδὲ ἐπιχειρήσει λοιπὸν, ἀλλ' ἔσῃ ἐν ἀσφαλείᾳ, τῶν ἀγαθῶν ἀπολαύων τῶν ἀποῤῥήτων μετ' ἀδείας·
000-00-00 Serial Number=0523901582
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03620]  τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον.
 [03637]  ἐκεῖνος δὲ ἂν ἀποδέξηται τὰ γινόμενα, καὶ ἐνταῦθα ποιήσει λαμπροὺς, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μεταδώσει τῶν ἀποῤῥήτων ἀγαθῶν·
 [04237]  Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς εἴρηται, τουτέστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν.
 [04737]  ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων μυστηρίων ὁ θησαυρὸς, πάντα ἐκφέρεσθαι ἔξω;
 [09999]  οὐχ ὅτι οὕτως αὐτὸν εἰσόμεθα, καθὼς αὐτὸς ἡμᾶς, ἀλλ' ὅτι ὥσπερ αὐτὸς ἡμῖν ἐπέδραμε νῦν, οὕτω καὶ ἡμεῖς ἀνθεξόμεθα αὐ-τοῦ τότε, καὶ πολλὰ τῶν νῦν ἀποῤῥήτων εἰσόμεθα, καὶ τῆς μακαριωτάτης ἐκείνης ἀπολαύσομεν ὁμιλίας καὶ σοφίας.
000-00-00 Serial Number=0028984368
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02288]  οὐ γάρ ἐστιν, ἀλλὰ πραγμάτων ἀποῤῥήτων πεπλήρωται.
000-00-00 Serial Number=0678469896
In epistulam ad Ephesios Ante [Go Back]  
 [00573]  Μεγάλων ὄντως μυστηρίων καὶ ἀποῤῥήτων ἡμᾶς ἐποίησε κοινωνούς.
000-00-00 Serial Number=0923311651
In epistulam ad Philemonem Ante [Go Back]  
 [00666]  ἀλλὰ παράσχοι ὁ φιλάνθρωπος Θεὸς πάντας ἡμᾶς ἐντεῦθεν ἤδη σωφρονισθέντας, τῶν ἀποῤῥήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0546391368
In epistulam ad Philippenses Ante [Go Back]  
 [04326]  Γένοιτο δὲ πάντας ἡμᾶς ἀξίως πολιτευσαμένους Χριστοῦ, καὶ τῷ θανάτῳ αὐτοῦ συμμορφωθέντας, τῶν ἀποῤῥήτων τυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0791837275
In epistulam ad Romanos Ante [Go Back]  
 [00630]  Ἐπεὶ οὖν οὕτως ἦσαν πεφυσιωμένοι, ὁ δὲ Παῦλος ἔμελλε κηρύττειν τὸν Ἰησοῦν τὸν νομιζόμενον τοῦ τέκτονος υἱὸν, τὸν ἐν Ἰουδαίᾳ τραφέντα καὶ ἐν οἰκίᾳ γυναικὸς εὐτελοῦς, οὐ δορυφόρους ἐσχηκότα, οὐ χρήματα περιβαλ[λ]όμενον, ἀλλὰ καὶ ὡς κατάδικον ἀποθανόντα μετὰ λῃστῶν, καὶ ἕτερα πολλὰ ἄδοξα ὑπομείναντα, καὶ εἰκὸς ἦν αὐτοὺς ἐγκαλύπτεσθαι, οὐδὲν τῶν ἀποῤῥήτων καὶ μεγάλων εἰδότας οὐδέπω·
 [03834]  Καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν, καὶ τῶν ἀποῤῥήτων σοι κοινωνήσαντα ἀγαθῶν, καὶ οὕτω παρὰ τοῦ ∆εσπότου σου τιμηθέντα, ἵνα λίθους καλλω [60.492] πίσῃς καὶ ἔδαφος καὶ σώματα ἀλόγων ζώων οὐδὲ αἰσθανομένων τοῦ κόσμου τούτου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς;
000-00-00 Serial Number=0148944378
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00158]  Εἰ γὰρ τὸν θησαυρὸν τοῦτον καὶ τῆς οἰκουμένης διδάσκαλον, καθ' ἑκάστην ἡμέραν κινδύνοις περιπίπτοντα ὁρῶν ὁ ∆εσπότης ἠνείχετο, οὐ περιορῶν τὸν οἰκεῖον ἀθλητὴν, ἀλλὰ τὰ σκάμματα αὐτῷ μακρότερα κατασκευάζων, ἵνα τοὺς στεφάνους αὐτῷ λαμπροτέρους ἀπεργάσηται, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μυρίων γέμοντες ἁμαρτημάτων, καὶ διὰ ταῦτα πολλάκις τοῖς πειρασμοῖς περιπίπτοντες, ἵνα τὴν ὑπὲρ τούτων δίκην ἐνταῦθα δόντες, μικρᾶς γοῦν φιλανθρωπίας ἀξιωθῶμεν, ἐπὶ τῆς φοβερᾶς ἐκείνης ἡμέρας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαύσαντες;
000-00-00 Serial Number=0484788597
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00783]  Τοῦτο καὶ τοῖς φθάσασι πολλὴν φέρει τὴν ἡδονὴν, ὅταν μετὰ τῶν οἰκείων μελῶν τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσωσιν ἀγαθῶν.
000-00-00 Serial Number=0193259358
In principium Actorum Ante [Go Back]  
 [01509]  ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0107336819
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00026]  Ὁποῖον οὖν εἶναι εἰκὸς τὸν συντραφέντα ἐκείνοις, καὶ πανταχοῦ συγγενόμε νον, καὶ ῥητῶν καὶ ἀποῤῥήτων αὐτοῖς κοινωνήσαντα, καὶ τοσαύτης εἶναι δόξαντα αὐτοῖς ἀρχῆς ἄξιον;
000-00-00 Serial Number=0684135199
In sanctum Romanum Ante [Go Back]  
 [00041]  Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ μυστηρίων κοινωνήσας ἀποῤῥήτων, καὶ τοσαύτης πρὸς τὸν Θεὸν ἀπολαύσας παῤῥησίας, οὐ σφόδρα αἴσθησιν ἐκείνων ἐλάμβανε τῶν ἀγαθῶν, εἰ μὴ καὶ τοὺς ἀδελφοὺς εἶδε σὺν αὐτῷ διασωζομένους.
000-00-00 Serial Number=0684147775
In sanctum pascha [1] Ante [Go Back]  
 [00144]  ἀκρόα σιν θείων λογίων, εὐχὰς Πατέρων, εὐλογίας ἱερέων, τῶν θείων καὶ ἀποῤῥήτων μυστηρίων τὴν κοινωνίαν, εἰρήνην καὶ ὁμόνοιαν, καὶ πνευματικὰ δῶρα καὶ ἄξια τῆς τοῦ δωρουμένου φιλοτιμίας.
000-00-00 Serial Number=0430386901
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00060]  ἀπὸ δὲ τῆς παῤῥησίας καὶ προθυμίας πλείων γένοιτ' ἂν πρὸς τὸ συνεχῶς τῶν ἀποῤῥήτων καὶ φρικτῶν κοινωνεῖν μυστηρίων.
000-00-00 Serial Number=0140338957
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00187]  ἐπειδὴ γὰρ εἶπε τὴν εἰς οὐρανὸν ἁρπαγὴν, τὴν εἰς παράδεισον εἴσοδον, τὴν τῶν ἀποῤῥήτων ῥημάτων ἐκείνων κοινωνίαν, ἐπήγαγε·
000-00-00 Serial Number=0601974487
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01148]  Αὐτὸς δὲ περιμένειν αὐτοὺς ἔφη πρὸς τῇ ἐλαίᾳ, εἴ τι ἔχοιεν τῶν τοῦ βασιλέως ἀποῤῥήτων ἐξειπεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»