Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνακτήσασθαι [53]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνακτήσασθαι


000-00-00 Serial Number=0167700410
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01221]  οὕτω καὶ τὴν ψυχὴν κατώδυνον γενομένην ἐκείνῳ, καὶ τῇ τῆς ἀθυμίας σφόδρα κατακαυθεῖσαν φλογὶ, οὐδὲν ἦν ἀνακτήσασθαι ἱκανὸν, καὶ μάλιστα ὅτε οὐδὲ τὴν αἴσθησιν εἰκὸς εἶναι τρανήν·
000-00-00 Serial Number=0347587883
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00580]  Οὐδὲ γὰρ τῶν οἰκείων κατορθωμάτων μόνον λήψῃ τὸν μισθόν, ἀλλὰ καὶ τῆς ἑτέρων παρακλήσεως καὶ παραμυθίας, ὑπόδειγμα μέγιστον ἐγκείμενος, εἴ ποτέ τις τοιούτοις περιπέσοι κακοῖς, πρὸς τὸ διαναστῆναι πάλιν καὶ ἀνακτήσασθαι ἑαυτόν.
 [00712]  ἂν δὲ πρὶν ἢ πολλὴν γενέσθαι τὴν ζημίαν καὶ πᾶν ἐπικλυσθῆναι τὸ γεώργιον, ἀποφράξῃς τῆς κακίας τοὺς ὀχετούς, καὶ τὰ διαφθαρέντα ἀνακτήσασθαι δυνήσῃ πάλιν, καὶ ἑτέραν αὐτοῖς προσθεῖναι φορὰν οὐ μικράν.
000-00-00 Serial Number=0972659349
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00651]  [11.2] Ἤδεσαν γὰρ σαφῶς ὅτι εὐμήχανος ὢν καὶ σοφός, δυνήσεται καὶ μετὰ τὸ τὰ πράγματα ἀπαγορευθῆναι ἀνακτήσασθαι ταῦτα μᾶλλον ἢ ἔμπροσθεν καὶ μετὰ πολλῆς τῆς εὐκολίας τοῖς ἐπαγγελθεῖσιν ἐπιθεῖναι τὸ τέλος.
000-00-00 Serial Number=0290743291
Ad populum Antiochenum Ante [Go Back]  
 [02709]  Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτερῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ πεῖσαι πάντα ὑπὲρ ὑμῶν ὑπομένειν πόνον.
 [02742]  οὐ γὰρ ὥστε διαῤῥῆξαι τὴν γαστέρα, οὐδὲ ὥστε σκοτῶσαι τὸν λογισμὸν ἐσθίει καὶ πίνει, ἀλλ' ὥστε τὸ σῶμα ἠσθενηκὸς ἀνακτήσασθαι.
 [06081]  Πόσων ἂν ἐπρίω χρημάτων, πόσων ἂν ἐπρίω πόνων ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν ἀνακτήσασθαι, καὶ πεῖσαι τούς τε νῦν ὄντας ἀνθρώπους τούς τε ἐσομένους ἅπαντας ὅσα τοῖς αὐτῶν εὔχονται παισὶ, τοσαῦτα καὶ τῇ σῇ κεφαλῇ! Εἰ δὲ παρὰ ἀνθρώπων ταῦτα, ἐννόησον ὅσον παρὰ τοῦ Θεοῦ λήψῃ τὸν μισθὸν, οὐχὶ τῶν νῦν γινομένων μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα παρ' ἑτέρων κατορθουμένων.
000-00-00 Serial Number=0694096446
Adversus Judaeos Ante [Go Back]  
 [00467]  ∆ιὰ τοῦτο οὐχὶ πρὸς αὐτὰς τὰς ἡμέρας παρῄνεσα, ἵνα μὴ ἡ τοῦ καιροῦ στενοχωρία ἐμποδίσῃ πρὸς τὴν θήραν ὑμᾶς τῶν ἀδελφῶν τῶν ὑμετέρων, ἀλλ' ἔχοντες τὴν ἀπὸ τοῦ πλήθους τῶν ἡμερῶν εὐρυχωρίαν, μετὰ ἀδείας ἁπάσης δυνηθῆτε τοὺς τὰ τοιαῦτα νοσοῦντας ἐξιχνιάσαι καὶ ἀνακτήσασθαι.
 [01246]  κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν ἕτερον ὑπομεῖναι, πάντα ποιήσωμεν, ὥστε αὐτοὺς ἀνακτήσασθαι.
 [02555]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πολέμων, τὸν πεσόντα ἅπαξ καὶ τὴν ψυχὴν ἀφέντα ἀδύνατον στρατιώτῃ πάλιν ἀνακτήσασθαι καὶ πρὸς ζωὴν ἐπαναγαγεῖν·
000-00-00 Serial Number=0598722041
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00047]  οὐδὲ γὰρ δὴ τοὺς ἀπολωλότας καὶ ἀπολλυμένους τοῖς δάκρυσι τούτοις ἀνακτήσασθαι δυνήσῃ ποτέ·
 [00857]  Καίτοι πολλὴ ἡ τῶν ῥημάτων βαρύτης, καὶ ἡ ἐντροπὴ, καὶ τὸν νοῦν ἕχοντα ἱκανὴ ἀνακτήσασθαι·
000-00-00 Serial Number=0978290081
De Davide et Saule Ante [Go Back]  
 [00297]  Ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας, χρόνῳ ποτὲ ἑαυτὸν δυνήσεται ἀνακτήσασθαι·
 [00838]  Κἂν γὰρ πρὸς αὐτὰ κατενεχθῶμεν τῆς κακίας τὰ βάραθρα, δυνατὸν ἑαυτοὺς ἀνακτήσασθαι πάλιν, καὶ γενέσθαι βελτίους, καὶ πᾶσαν ἀποθέσθαι κακίαν.
000-00-00 Serial Number=0246751487
De decem millium talentorum debitore Ante [Go Back]  
 [00159]  καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθῶσαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα καθάπαξ ἀνακτήσασθαι πάλιν οὐκ ἔνι.
000-00-00 Serial Number=0157370687
De fato et providentia Ante [Go Back]  
 [00242]  τί δὲ οὐχ ὑπομενοῦμεν, ὥστε τὸν ἀδελφὸν, εἰς συνάφειαν μέλους ἡμῖν συντελοῦντα, ἀνακτήσασθαι, τὸν καὶ ἐν τῷ πληρώματι τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ τελοῦντα;
000-00-00 Serial Number=0465002835
De proditione Judae Ante [Go Back]  
 [00191]  Ὅρα οὖν ὅσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι καὶ διασῶσαι.
 [00570]  Θέλεις μαθεῖν πόσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι;
000-00-00 Serial Number=0861137152
De sacerdotio Ante [Go Back]  
 [01532]  καὶ γὰρ νὺξ ἐπελθοῦσα καὶ ὁ τοῦ σφάζειν κάματος καὶ τροφῆς καιρὸς καὶ πολλὰ ἕτερα διαναπαύειν τὸν στρατιώτην πέφυκεν, ὡς καὶ ἀποδῦναι τὴν παντευχίαν καὶ ἀναπνεῦσαι μικρὸν καὶ σίτῳ καὶ ποτῷ καταψῦξαι καὶ ἑτέροις πολλοῖς τὴν προτέραν ἀνακτήσασθαι δύναμιν.
000-00-00 Serial Number=0403141916
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01305]  κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν ἕτερον ὑπομεῖναι, πάντα ποιήσωμεν, ὥστε αὐτοὺς ἀνακτήσασθαι.
 [01651]  Θέλων γὰρ τὸν δίκαιον ἀνακτήσασθαι καὶ θαῤῥεῖν παρασκευάσαι, ἐπιφαίνεται αὐτῷ, καί φησιν·
 [05695]  Ὁ μὲν γὰρ μετὰ τὸ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας, χρόνῳ ποτὲ δυνήσεται ἀνακτήσασθαι·
 [06563]  Καίτοι ἱκανὰ μὲν καὶ ταῦτα αὐτοὺς ἀνακτήσασθαι τὰ ῥήματα·
000-00-00 Serial Number=0523404479
Epistulae Ante [Go Back]  
 [00233]  Ἀλλ' ἑνὶ μόνῳ καρπωσόμεθα τῆς μακρᾶς σιγῆς παραμυθίαν, εἰ βουληθείης εἰς τὸ ἐπιὸν τὸ παροφθὲν ἐν τῷ παρελθόντι χρόνῳ ἀνακτήσασθαι, καὶ πέμψαι νιφάδας γραμμάτων ἡμῖν, ἀπὸ τῆς μέλι ῥεούσης γλώττης τὰ περὶ τῆς ὑγιείας σοῦ τε καὶ τῆς ἀσφαλείας δηλούντων.
 [01184]  Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου κακά·
 [02142]  Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου κακά·
000-00-00 Serial Number=0111286223
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00693]  τὰς δὲ δύο μάλιστα φάρμακον σωτήριον, πάντα ἀθυμοῦντα, πάντα σκανδαλιζόμενον ἱκανὰς ἀνακτήσασθαι καὶ πρὸς καθαρὰν εὐθυμίαν ἀγαγεῖν.
000-00-00 Serial Number=0939132690
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02825]  αὐτοὺς ἀνακτήσασθαι, ὡς τὰ ῥήματα τῆς τοῦ Θεοῦ σοφίας σύμβολα.
000-00-00 Serial Number=0368618190
In Acta apostolorum Ante [Go Back]  
 [02197]  Πῶς οἴει τοῦτο τοὺς ἀποστόλους ἀνακτήσασθαι μᾶλλον τοῦ σημείου;
000-00-00 Serial Number=0278586984
In Isaiam Ante [Go Back]  
 [00412]  Ἐνδιατρίβει τοῖς ἐγκωμίοις τοῖς προτέροις, ὁμοῦ μὲν αὔξων τὴν κατηγορίαν τὴν ἐκ τῆς μεταβολῆς, ὁμοῦ δὲ χρηστὰς ὑποτείνων τὰς ἐλπίδας καὶ δεικνὺς ὅτι ῥᾴδιον αὐτοὺς ἀνακτήσασθαι πάλιν.
000-00-00 Serial Number=0140904725
In Joannem Ante [Go Back]  
 [02345]  Καὶ τὸ τὸν νόμον δὲ τοῦτον διαφθαρέντα ἀνακτήσασθαι διὰ τοῦ γραπτοῦ, χάριτος ἦν.
000-00-00 Serial Number=0214779139
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01476]  Μὴ δέ μοι τοῦτο εἴπῃς, ὅτι οὗτος μόνος θηριάλωτος γίνεται, ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ἐλαττοῦται τῆς ἀγέλης ὁ ἀριθμὸς, καὶ νῦν μάλιστα, ὅτε δύναται ὅπερ ἀπέβαλεν ἀνακτήσασθαι.
 [02495]  τῷ χρόνῳ δὲ ἡδὺ γίνεται, καὶ οὐδὲ βουλομένοις λοιπὸν ἔνι ἀνακτήσασθαι τὸ πάθος.
 [05995]  Κἂν γὰρ μυρία πεπλημμεληκότες ὦμεν, δυνατὸν ἀνακτήσασθαι, ἕως ἂν ἐνταῦθα ὦμεν.
000-00-00 Serial Number=0698172987
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01288]  Ἴσως γὰρ μετὰ τὸ ἐλθεῖν εἰς αὐτὰς τοῦ ᾅδου τὰς πύλας, καὶ τῆς κακίας αὐτῆς τὰ πρόθυρα, ἀνανῆψαι δυνήσεται καὶ ἀνακτήσασθαι καὶ ῥωσθῆναι, καὶ ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς.
000-00-00 Serial Number=0070440173
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09266]  ∆ιὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγμα εἰς μέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωμένον, ὃ καὶ θαυμαστὸν ἦν καὶ παράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώματος λέγω.
 [09923]  Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραμυθίαν, καὶ ἱκανὴν αὐτοὺς ἀνακτήσασθαι καὶ ἀναπαῦσαι τὴν ὀδυνωμένην ψυχήν.
000-00-00 Serial Number=0673792422
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00169]  Μηδεὶς πάλιν τοῦτο ἐννοῶν ῥᾳθυμείτω, μαθὼν ὅτι ἐξὸν ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι·
000-00-00 Serial Number=0140774250
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00140]  Ἐπειδὴ γὰρ τῆς χάριτος ἐκινδύ [61.617] νευον ἐκπεσεῖν, ἐπεύχεται αὐτοῖς ταύτην ἀνακτήσασθαι πάλιν.
 [00259]  ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἀνακτήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν.
 [01201]  Εἰ γὰρ βουληθείητε, φησὶν, ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυτοὺς, οὐκ εἰκῆ.
 [01204]  Ἀλλ' ὅμως, φησὶν, ἐὰν βούλησθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι.
 [01864]  θαῤῥῶ τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι' ὑμᾶς τοὺς δυναμένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι.
000-00-00 Serial Number=0596213043
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02074]  ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστίν.
 [02235]  Μὴ οὖν, ἐπειδὴ μὴ ἐπάθομεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι.
 [04544]  Ἔξεστι καὶ πρὸς ἐσχάτην δυσείδειαν καταπεσόντας ἀνακτήσασθαι τὸ κάλλος ἐκεῖνο, περὶ οὗ φησιν ὁ ∆αυΐδ·
 [06183]  τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος, τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτω.
000-00-00 Serial Number=0598243833
In epistulam ad Romanos Ante [Go Back]  
 [05651]  ∆ιὰ πάντων τοίνυν ἀλείψας αὐτοὺς, ἐπάγει καὶ τὰ σήμερον εἰρημένα, λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι.
 [07495]  Οὐκ ἐμαυτῷ, φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι σπεύδων καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας.
 [07755]  καὶ γὰρ ἔστιν ὅπου χρημάτων οὐκ ἔλαττον λόγος ἀνακτήσασθαι δύναται τὸν πεπονηκότα.
000-00-00 Serial Number=0674609959
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00387]  κἂν ἀποῤῥυῇ τι τῷ χρόνῳ, ῥᾳδίως αὐτὰ ἀνακτήσασθαι δυνησόμεθα τῇ συνεχεῖ διδασκαλίᾳ.
 [00414]  Ὅταν γὰρ ἀκούσῃς τοῦ Ἰὼβ μετὰ τὴν τῶν χρημάτων ἀποβολὴν, μετὰ τὴν τῶν βουκολίων ἀπώλειαν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον χορὸν ἀποβαλόντα παίδων ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, μετὰ τοσαύτην ψυχῆς ἀρετὴν, κἂν ἁπάντων ἀσθενέστερος ᾖς, δυνήσῃ ῥᾳδίως ἑαυτὸν ἀνακτήσασθαι καὶ ἀνενεγκεῖν.
000-00-00 Serial Number=0635636091
Quales ducendae sint uxores Ante [Go Back]  
 [00092]  Τὰ μὲν γὰρ τῇ φύσει πηρωθέντα ἀδύνατον ἀνακτήσασθαι πάλιν, τὴν δὲ προαίρεσιν διεστραμμένην δυνατὸν μεταῤῥυθμίσαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»