Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνέχονται [55]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνέχονται


000-00-00 Serial Number=0280752957
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00558]  Ἐπειδὴ γὰρ πολλοὶ τὸν περὶ τῶν μελλόντων καὶ τῆς ἀναστάσεως οὐκ ἀνέχονται δέξασθαι λόγον, διὰ τοῦτο ἐν βραχεῖ τῆς κρίσεως τὴν εἰκόνα ἐνθάδε δείκνυσιν, ὅταν κολάζῃ μὲν τοὺς πονηροὺς, εὐεργετῇ δὲ τοὺς χρηστούς.
000-00-00 Serial Number=0992011786
Ad populum Antiochenum Ante [Go Back]  
 [02459]  οὕτω καὶ οἱ ἀνακαλοῦντες τοὺς τετελευτηκότας εἰώθασι ποιεῖν, συνεχῶς τὰ ὀνόματα αὐτῶν περιστρέφοντες, ὡς οἵ γε μισοῦντες καὶ ἀπεχθῶς πρός τινας ἔχοντες, οὐδὲ τὰ ὀνόματα ἀναμνησθῆναι τῶν λελυπηκότων ἀνέχονται.
 [02478]  Καὶ δικασταὶ μὲν οὖν τοὺς συνδούλους τοὺς ἑαυτῶν καὶ τῆς αὐτῆς αὐτοῖς κοινωνοῦντας φύσεως οὐκ ἀνέχονται δι' ἑαυτῶν ἐξετάζειν, ἀλλὰ μέσον τινὰ τῶν διακονουμένων αὐτοῖς προβαλλόμενοι, τὰς ἑαυτῶν ἐρωτήσεις ἐκεῖνον παρασκευάζουσι διαβιβάζειν πρὸς τὸν κατάδικον, καὶ δι' αὐτοῦ λέγουσι καὶ ἀκούουσιν ἅπερ ἂν ἐθέλωσιν, ἐπειδὰν τοὺς ἡμαρτηκότας ἐξετάζωσιν·
 [02931]  ἐχθρὸν οὐκ ἔχουσι, μνησικακεῖν οὐκ ἐπίστανται, φλυαρεῖν οὐκ ἴσασιν, οὐκ ἔμαθον ψεύδεσθαι, ἐπιορκεῖν οὐκ ἀνέχονται, μᾶλλον δὲ οὐδὲ ὀμνύειν·
000-00-00 Serial Number=0276143014
Adversus Judaeos Ante [Go Back]  
 [01098]  οὐδὲ οὕτως ἀνέχονται ἡσυχάζειν.
 [02801]  Εἶτα οἰκέται μὲν ἀνέχονται δεσποτῶν, καὶ υἱοὶ πατέρων, πολλάκις οὐδὲ δεόντως κολαζόντων αὐτοὺς ἐκείνων·
000-00-00 Serial Number=0107526183
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00055]  Εἰ γὰρ αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσί τινες ἄνθρωποι οὕτω πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύνουσιν·
000-00-00 Serial Number=0749546111
Commentarius in Job Ante [Go Back]  
 [03846]  οὐδ' ἂν θέλωσιν, ἀνέχονται τοὺς ὑποτεταγμένους ἀδικεῖν·
000-00-00 Serial Number=0852478027
De Anna i Ante [Go Back]  
 [00806]  Ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα συλλεγόμεθα, καὶ οὐδὲ ταύτην ἀνέχονται τὴν ἡμέραν τῶν βιωτικῶν ὑπερορᾷν φροντίδων·
 [00931]  οὐκ ἀνέχονται μετὰ πολλῶν φιλεῖν, ἀλλ' ἐξαιρέτως καὶ ἰδιαζόντως βούλονται αὐτῶν ἐνδείκνυσθαι τὸ φίλτρον.
000-00-00 Serial Number=0144207180
De Davide et Saule Ante [Go Back]  
 [00251]  Πολλοὶ γοῦν τοὺς ἑαυτῶν ἐχθροὺς οὐδὲ ἀπὸ γυμνῶν καὶ ψιλῶν τῶν ὀνομάτων καλεῖν ἀνέχονται, ἀλλ' ἀφ' ἑτέρων πολλὴν ἐχόντων κατηγορίαν, τὸν μιαρὸν, τὸν μαινόμενον, τὸν ἐξεστηκότα, τὸν παραπαίοντα, τὸν λυμεῶνα, καὶ ἕτερα πολλὰ τοιαῦτα συνείροντες, οὕτω προσαγορεύουσι τοὺς ἐχθρούς.
 [00719]  οὐ καθάπερ πολλοὶ, βοσκημάτων διακείμενοι χεῖρον, οὐδὲ προσειπεῖν τὸν πλησίον ἀνέχονται πρότεροι, νομίζοντες ὑβρίζεσθαι καὶ ἐλαττοῦσθαι, εἰ ψιλῆς τινι μεταδοῖεν προσρήσεως.
000-00-00 Serial Number=0404945016
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00021]  καὶ αὐτοὺς δὲ τούτους οἴκαδε παραπέμπονται, καὶ μισθοὺς παρέχουσιν ὅτι μάλιστα πλείστους, καὶ καρτερίαν ἐπιδείκνυνται πολλὴν, καὶ τῆς ἐπιπόνου θεραπείας ἀνέχονται, ἵνα τὴν ἐκείνου ὑγείαν ὠνήσωνται·
 [00059]  Καὶ τὸν μὲν ἰατρὸν οὐχ οἱ νοσοῦντες διδάσκουσι τῶν φαρμάκων τὴν χρῆσιν, ἀλλὰ τῶν ὑπ' αὐτοῦ προσφερομένων ἀνέχονται μόνον, κἂν ἐπίπονος ᾖ ὁ τῆς θεραπείας τρόπος·
 [00060]  καὶ τὸν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοίωσδε κατέχειν τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον·
 [00061]  τῷ Θεῷ δὲ μόνον, τῷ τὸ συμφέρον ἡμῖν ἀκριβῶς ἐπισταμένῳ διδόναι, οἱ τὰς φρένας κακῶς διακείμενοι παραχωρεῖν οὐκ ἀνέχονται, ἀλλ' αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια, ὅμοιον ποιοῦντες ἀῤῥώστῳ, τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα.
 [00066]  Οὔτε γὰρ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν ἢ πυρὸς ἄνθρακας, ὀρέγειν ἀνέχονται·
000-00-00 Serial Number=0402455628
De paenitentia [1] Ante [Go Back]  
 [01090]  ὅπερ οὐδὲ δοῦλοι τὸν δεσπότην φθέγξασθαι ἀνέχονται.
000-00-00 Serial Number=0508251429
De sancta pentecoste Ante [Go Back]  
 [00452]  Τίς οὖν ἂν κατ' ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν, οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀνέχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν;
000-00-00 Serial Number=0583381116
De virginitate Ante [Go Back]  
 [00139]  Ἀλλ' οὐκ ἀνέχονται ἐκεῖνοι·
 [00208]  Ἄγγελοι μὲν γὰρ εἰ καὶ μὴ γαμοῦσιν μηδὲ γαμίζονται, ἀλλ' οὐκ εἰσὶ συμπεπλεγμένοι σαρκὶ καὶ αἵματι οὐδὲ ἐπὶ τῆς γῆς ἔχουσι τὰς διατριβὰς οὐδὲ ὄχλον ἐπιθυμιῶν ἀνέχονται, οὐδὲ σίτου δέονται καὶ ποτοῦ οὐδὲ μέλος αὐτοὺς ἡδὺ μαλάξαι δύναται οὐδὲ ὄψις ἐπικάμψαι λαμπρὰ οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν·
000-00-00 Serial Number=0117940784
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01476]  Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀνέχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦμαι, ἀλλ' ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω γράμματα·
 [02377]  Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορήσωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων ταλαιπωρίας;
 [02779]  Καὶ τὸν μὲν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοιῶσδε κατέχειν τοὺς οἴακας καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίας φερομένης τῆς νηὸς, ἀλλὰ καὶ τὸν ἔσχατον κίνδυνον ἀπειλούσης·
 [02780]  τῷ Θεῷ δὲ μόνῳ τῷ τὰ συμφέροντα ἡμῖν ἀκριβῶς οἰκονομοῦντι παραχωρεῖν οὐκ ἀνέχονται, ἀῤῥώστῳ ἐοικότες τῷ τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα.
 [02785]  Ἀλλὰ καὶ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν, ἢ πυρὸς ἄνθρακας, οὐδαμῶς ὀρέγειν ἀνέχονται·
 [03277]  οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λαβόντες ἰδιοποιήσαιντο.
 [03278]  Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τοῦ πλησίον οὐκ ἀνέχονται·
 [07077]  Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον τῆς πρὸς τοὺς ἐχθροὺς ὁμιλίας ἀπείργουσιν ἑαυτοὺς, ἀλλ' οὐδὲ τὴν ὄψιν ἰδεῖν ἀνέχονται τὴν ἐκείνων, οὐδὲ τῆς φωνῆς ἀκοῦσαι·
000-00-00 Serial Number=0421915591
Expositiones in Psalmos Ante [Go Back]  
 [00790]  Οὐχ ὁρᾶτε, ὅτι πολλοὶ διὰ κληρονομίαν γέροντας περιίασιν ἀγρεύοντες, καὶ πάντων τῶν τοῦ γήρως ἀνέχονται κακῶν, νέοι ὄντες καὶ σφριγῶντες, ποδαλγίας καὶ τῶν ἄλλων τῶν ἐν τῷ γήρᾳ νοσημάτων, καὶ κορύζης, διὰ τοῦ προσεδρεύειν διηνεκῶς;
000-00-00 Serial Number=0224529743
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02706]  οὐδὲ ὅλως ἀνέχονται τῆς τιμωρίας τῶν ἐχθρῶν, ἀλλὰ καὶ κατεπείγουσιν αὐτήν.
 [05273]  Πάντες ζητοῦσι τὸ μέλλον, ὑπακούειν δὲ τοῖς μὴ καθ' ἡδονὴν οὐκ ἀνέχονται.
000-00-00 Serial Number=0360571563
In Acta apostolorum Ante [Go Back]  
 [02690]  Ἀλλ' οὐκ ἀνέχονται πολλοὶ, φησὶν, ἀλλ' ἀποπηδῶσιν.
 [05294]  Ὅρα, πῶς τέως οὐ δοκεῖ φορτικὸς, ἀλλὰ τοσαῦτα δημηγορεῖ, καὶ ἀκούειν ἀνέχονται·
 [06843]  οὐδὲ γὰρ ἔτι ἀνέχονται τούτων·
 [09396]  ἀλλ' οὐκ ἔτι τούτου ἀνέχονται, ἀλλ' ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν.
 [09999]  καὶ τὰ μὲν ἄλογα φιλοσοφεῖν διδάσκουσιν, αὐτοὶ δὲ εἰς τὴν τῶν ἀλόγων θηριωδίαν ἀνέχονται καταγόμενοι.
 [09999]  Ἵνα δειχθῇ καὶ αὐτῶν ἡ κακία, καὶ ἡ προφητεία τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται·
000-00-00 Serial Number=0258293271
In Genesim sermones Ante [Go Back]  
 [00381]  Εἰ γὰρ νῦν φόβων καὶ τιμωριῶν καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπαθον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν;
000-00-00 Serial Number=0835086644
In Isaiam Ante [Go Back]  
 [00435]  Τὸ γὰρ Ἀπειθοῦσιν, τουτέστιν, οὐ πείθονται τῷ νόμῳ, οὐκ ἀνέχονται τῶν ἐντολῶν·
000-00-00 Serial Number=0732331038
In Joannem theologum Ante [Go Back]  
 [00135]  Εἰ γὰρ λοιδορούμενοι εὐλογοῦσι, διωκόμενοι ἀνέχονται, δυσφημούμενοι παρακαλοῦσι, πολλῷ μᾶλλον ἐγκωμιαζόμενοι κατὰ τὴν ἡμῶν δύναμιν οὐ μὴ ἀγανακτήσουσιν ἐπιστάμενοι τὸ ἀσθενὲς τῆς φύσεως, εἰ καὶ τὸ ὑπὲρ φύσιν νῦν εἰληφότες παρὰ τοῦ ἀγαπήσαντος Θεοῦ.
000-00-00 Serial Number=0845224321
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00616]  Εἰ γὰρ ἀρχόντων αὐτοῖς διαλεγομένων οὐκ ἀνέχονται ἔξω προσέχειν, πολλῷ μᾶλλον τοῦ Θεοῦ.
000-00-00 Serial Number=0030165076
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02672]  οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λάβοιεν·
 [02674]  Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τὸ ἑαυτῶν οὐκ ἀνέχονται·
 [04150]  Καὶ καθάπερ οἱ πυρέττοντες, οὐκ ἐπειδὴ ἥδιον τὸ πρὸς βραχὺ τρυφᾷν τοῦ διόλου καίεσθαι, διὰ τοῦτο ψυχροποσίας ἐρῶσιν, ἀλλ' ἐπειδὴ κατασχεῖν οὐκ ἀνέχονται τῆς ἐπιθυμίας τῆς ἀτόπου·
 [04454]  Ἐμοὶ δὲ δοκεῖ μάλιστα ὁ περὶ τῆς ζύμης λόγος καὶ πρὸς τοὺς ἱερέας ἀποτείνεσθαι, οἳ ἀνέχονται πολλὴν ἔνδοθεν εἶναι ζύμην παλαιὰν, οὐκ ἐκκαθαίροντες ἐκ τῶν ὁρίων, τουτέστιν, ἐκ τῆς Ἐκκλησίας τοὺς πλεονέκτας, τοὺς ἅρπαγας, καὶ πᾶν ὅπερ ἂν ἐκβάλλῃ τῆς βασιλείας τῶν οὐρανῶν.
 [09999]  Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορή-σωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων τα-λαιπωρίας;
000-00-00 Serial Number=0091980994
In epistulam ad Colossenses Ante [Go Back]  
 [02276]  Τὰ γὰρ θηρία ὑπὸ δένδρων ἂν ᾖ, ἀνέχονται τῆς φύσεως, καὶ πλέον οὐδὲν ἐπιζητοῦσιν·
000-00-00 Serial Number=0494118690
In epistulam ad Romanos Ante [Go Back]  
 [07215]  Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ μηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ [60.581] παΧάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν·
 [07257]  Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ μηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ παρασίτοις καὶ κόλαξι, καὶ τῷ δεῖνι καὶ τῷ δεῖνι μᾶλλον καταδέχονται τὰ αὑτῶν διανέμειν, ἢ τῷ τοσαῦτα αὐτοὺς εὐεργετήσαντι Χριστῷ·
000-00-00 Serial Number=0212449253
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00122]  κἂν πριάμενός τις παρ' αὐτῶν πρὸ τῆς ἑσπέρας, ἐν ἑσπέρᾳ τὴν τιμὴν ἔλθῃ κομίζων, οὐκ ἀνέχονται λαβεῖν, οὐδὲ ὑποδέξασθαι τὸ ἀργύριον.
000-00-00 Serial Number=0220726609
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00123]  Πάντες ἄνθρωποι τοῖς αὐτοῖς, οἷς καὶ ἡμεῖς, ἀνέχονται πονηρεύμασιν·
000-00-00 Serial Number=0893587410
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00064]  Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀνέχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦμαι, ἀλλ' ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω γράμματα·
000-00-00 Serial Number=0219426394
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00006]  Ἐπεὶ καὶ οἱ ἐπὶ τῶν βιωτικῶν τούτων πραγμάτων καθήμενοι δικασταὶ οὐκ ἀνέχονται, κἂν σφοδρῶς ῥέοντα ἴδωσι τὸν πρότερον ῥήτορα καὶ πάντα ἐπικλύζοντα τῇ γλώττῃ, μὴ καὶ θατέρου μετὰ μακροθυμίας ἀκούσαντες τοῦ πρὸς αὐτὸν ἱσταμένου τὴν ψῆφον ἐνεγκεῖν, ἀλλά, κἂν μυριάκις ὁ πρότερος δοκῇ δίκαια λέγειν, ἀνέπαφον τὴν ἀκοὴν καὶ τῷ δευτέρῳ τηροῦσιν, ἐπειδήπερ καὶ αὕτη δικασ τῶν ἐστιν ἀρετή, τὰ παρ' ἑκατέρων μαθόντας μετ' ἀκριβείας ἁπάσης, τότε τὰ παρ' ἑαυτῶν ἐπάγειν, ἐπεὶ οὖν καὶ νῦν ἀντὶ ῥήτορός τινος ἡ κοινὴ τῶν πολλῶν πρόληψις καὶ ἐν μακρῷ χρόνῳ ῥιζωθεῖσα παρὰ ταῖς τῶν πολλῶν διανοίαις ταῦτα κατὰ τὴν οἰκουμένην ἅπασαν ῥητορεύει λέγουσα·
 [00152]  Ἀλλ' ἐπειδή, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασι οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι, τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου οὐδὲ τὰς σκιὰς ἀφεῖναι ἀνέχονται, ἀλλ' οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα, φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»