Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ψυχῆς [236]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ψυχῆς


000-00-00 Serial Number=0716205716
Eclogae propheticae Ante [Go Back]  
 [00060]  φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι' ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι πᾶσα σὰρξ χόρτος, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
 [00119]  βούλεται γὰρ τῆς ψυχῆς ἴδιον εἶναι τὸ ἀγαθόν, ὃ δίδωσιν αὐτῇ ὁ [22.2] κύριος, οὐ γάρ ἐστιν ἀναίσθητος, ἵνα φέρηται ὡς σῶμα.
 [00144]  ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτί σαι, ποιῆσαι, τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων.
 [00162]  ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς.
 [00164]  [29.1] <Ὄν>των γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν, οἷον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῆς ἡμετέρας ψυχῆς, δεῖ πάντως καὶ τὸν περὶ αὐτῶν λόγον, ὅς ἐστι γνωστικός, εὔχρηστον [29.2] ὁμοῦ καὶ ἀναγκαῖον τυγχάνειν.
 [00166]  [29.3] φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις, καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθη τήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμι κοῖς ὀργάνοις.
 [00171]  τοῦ γὰρ ἐμπαθοῦς παντὸς περιτμηθέντος καὶ περιαι ρεθέντος ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ, καθαρῷ γενομένῳ καὶ ἠλευθερωμένῳ εἰς υἱοθεσίαν, τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ.
 [00224]  [50.3] * * καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.
000-00-00 Serial Number=0551193058
Excerpta ex Theodoto Ante [Go Back]  
 [00009]  Ὕπνος δὲ ἦν Ἀδὰμ ἡ λήθη τῆς ψυχῆς, ἣν συνεῖχε μὴ διαλυθῆναι *τὸ σπέρμα* τὸ πνευματικόν, ὅπερ ἐνέθηκεν τῇ ψυχῇ ὁ Σωτήρ.
 [00222]  δεικνὺς τὴν ἀπόθεσιν τοῦ σώματος τοῦ καθάπερ πετάλου χρυσοῦ καθαροῦ γενομένου καὶ κούφου διὰ τὴν κάθαρσιν τοῦ ὥσπερ σώματος τῆς ψυχῆς ἀπόθεσιν, ἐν ᾧ ἐγκεχάρακτο τὸ γάνωμα τῆς θεοσεβείας δι' οὗ ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις ἐγινώσκετο τὸ Ὄνομα περι κείμενος.
 [00349]  Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου (τὴν θείαν ψυχὴν αἰνίσσεται τὴν ἐγκεκρυμμένην τῇ σαρκὶ καὶ στερεὰν καὶ δυσπαθῆ καὶ δυνατωτέραν), καὶ σὰρξ ἐκ τῆς σαρκός μου (τὴν ὑλικὴν ψυχὴν σῶμα οὖσαν τῆς θείας ψυχῆς).
 [00456]  ∆ιὰ δὴ τοὺς ἀντικειμένους οἵ, διὰ τοῦ σώματος καὶ τῶν ἐκτός, ἐπιβατεύουσι τῆς ψυχῆς καὶ ἐνεχυράζουσιν εἰς δουλείαν, οἱ δὲ δεξιοὶ οὔκ εἰσιν ἱκανοὶ παρακο [4.73.2] λουθοῦντες σῴζειν καὶ φυλάσσειν ἡμᾶς.
000-00-00 Serial Number=0314480543
Fragmenta Ante [Go Back]  
 [00231]  αὐτεξουσιότης ἐστὶ νοῦς κατὰ φύσιν κινούμενος ἢ νοερὰ τῆς ψυχῆς κίνησις αὐτοκρατής.
 [00273]  μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες.
 [00416]  Οὐχ οἷόν τε ἐπὶ μιᾶς ψυχῆς δύο ἐναντίας κατὰ τὸ αὐτὸ γενέσθαι κινήσεις.
000-00-00 Serial Number=0907369554
Paedagogus Ante [Go Back]  
 [00040]  [1.2.6.1] Ἔστιν οὖν ὁ παιδαγωγὸς ἡμῶν λόγος διὰ παραινέσεων θεραπευτικὸς τῶν παρὰ φύσιν τῆς ψυχῆς παθῶν.
 [00042]  Λόγος δὲ ὁ πατρικὸς μόνος ἐστὶν ἀνθρωπίνων ἰατρὸς ἀρρωστημάτων παιώνιος καὶ ἐπῳδὸς ἅγιος νοσούσης ψυχῆς.
 [00119]  Ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, οὕτως ἐσμὲν νεοττοὶ κυρίου, [1.5.14.5] θαυμαστῶς πάνυ καὶ μυστικῶς τοῦ λόγου τὴν ἁπλότητα τῆς ψυχῆς εἰς ἡλικίαν ὑπογραφομένου παιδικήν.
 [00391]  δι' ὧν ἡ ἐκκλησία, καθάπερ ἄνθρωπος ἐκ πολλῶν συνεστηκυῖα μελῶν, ἄρδεταί τε καὶ αὔξεται συγκροτεῖταί τε καὶ συμπήγνυται ἐξ ἀμφοῖν, σώματος μὲν τῆς πίστεως, ψυχῆς δὲ τῆς ἐλπίδος, ὥσπερ καὶ ὁ κύριος ἐκ σαρκὸς καὶ αἵματος.
 [00392]  Τῷ γὰρ ὄντι αἷμα τῆς πίστεως ἡ ἐλπίς, ὑφ' ἧς συνέχεται, καθάπερ ὑπὸ ψυχῆς, ἡ πίστις.
 [00395]  Πρωτόγονον γὰρ τὸ αἷμα εὑρίσκεται ἐν ἀνθρώπῳ, ὃ δή τινες οὐσίαν εἰπεῖν ψυχῆς τετολμήκασιν·
 [00662]  Ἔστι δὲ οἱονεὶ χειρουργία τῶν τῆς ψυχῆς παθῶν ὁ ἔλεγχος, ἀπόστασις δὲ τὰ πάθη τῆς ἀληθείας, ἃ χρὴ διελέγχειν διαιροῦντα τῇ [1.8.65.1] τομῇ.
 [00664]  [1.8.65.2] Ἡ νουθέτησις οὖν οἱονεὶ δίαιτά ἐστι νοσούσης ψυχῆς, ὧν χρὴ μεταλαμβάνειν συμβουλευτικὴ καὶ ὧν οὐ χρὴ ἀπαγορευτική·
 [00667]  Ὡσαύτως καὶ ὁ μέγας ἡμῶν ἐκεῖνος στρατηγός, ὁ τῶν ὅλων ἡγεμὼν λόγος, τοὺς παρὰ τὸν νόμον ἀφηνιάζοντας τὸν αὑτοῦ, ὑπὲρ ἀπαλλαγῆς δουλείας καὶ πλάνης καὶ τῆς τοῦ ἀντικειμένου αἰχμαλωσίας εἰς καταστολὴν τῶν τῆς ψυχῆς παθῶν νουθετῶν, ἐπὶ τὴν ἱερὰν τῆς πολιτείας ὁμόνοιαν [1.8.66.1] εἰρηναγωγεῖ.
 [00785]  Ἐμφαίνει γὰρ ἄμφω, καὶ τὸ θεῖον προειδὼς τὸ ἐσόμενον, καὶ τὸ φιλάνθρωπον τὸ αὑτοῦ τῷ αὐτεξουσίῳ τῆς [1.9.76.4] ψυχῆς ἀφορμὰς μετανοίας χαριζόμενος.
 [00800]  Καὶ ἡ σύνεσις ὄψις ἐστὶ ψυχῆς.
 [00882]  Ἔλεγχος γὰρ καὶ ἐπίπληξις, ὥσπερ οὖν καὶ τοὔνομα αἰνίττεται, αὗται πληγαὶ ψυχῆς εἰσι, σωφρονίζουσαι τὰς ἁμαρτίας καὶ θάνατον ἀπείργουσαι, εἰς δὲ τὴν [1.9.82.3] σωφροσύνην ἄγουσαι τοὺς εἰς ἀκολασίαν ὑποφερομένους.
 [01036]  ἐξ οὗ λόγου ἡ ἀληθὴς τῆς ψυχῆς ὑγεία καὶ ἡ [1.11.96.3] ἀίδιος εὐκρασία περιγίνεται.
 [01078]  Αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι, τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ, τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ, ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, λύπην δὲ συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ.
 [01080]  Καὶ γὰρ ἡ ἀρετὴ αὐτὴ διάθεσίς ἐστι ψυχῆς σύμφωνος τῷ λόγῳ περὶ ὅλον τὸν βίον.
 [01095]  καὶ ἔστιν ἡ μὲν πρᾶξις ἡ τοῦ Χριστιανοῦ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν καὶ ὄρεξιν ἀληθείας διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος [1.13.102.4] ἐκτελουμένη·
 [01107]  ὁπόταν γάρ τις ἀπὸ τῶν ἐκτὸς καὶ αὐτῆς ἔτι τῆς τοῦ σώματος ἀγωγῆς ἐπὶ τὴν διάνοιαν ἀχθεὶς ὑπὸ τοῦ λόγου τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων κατὰ φύσιν ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ σπουδάζειν μὲν περὶ τὰ ἐκτός, τό τε ἴδιον τοῦ ἀνθρώπου, τὸ ὄμμα τῆς ψυχῆς, [2.1.1.3] ἐκκαθαίρειν, ἁγνίζειν δὲ καὶ τὴν σάρκα αὐτήν.
 [01313]  Ὀργῶσι γοῦν ἀναιδέστερον ἀναζέοντος οἴνου καὶ οἰδοῦσι μαστοί τε καὶ μόρια προκηρύσσοντες ἤδη πορνείας εἰκόνα καὶ τῆς ψυχῆς τὸ τραῦμα φλεγμαίνειν ἀναγκάζει τὸ σῶμα σφυγμοί τε ἀναιδεῖς περιεργίαν διώκουσιν εἰς [2.2.21.1] παρανομίας ἐκκαλούμενοι τὸν κόσμιον.
 [01336]  Ἀγαλλίαμα ψυχῆς καὶ καρδίας οἶνος ἔκτισται ἀπ' ἀρχῆς πινόμενος αὐτάρκης.
 [01365]  Ὀπαὶ γὰρ ἁμαρτωλοῦ τὰ διερρωγότα τοῦ ὕφους τοῦ σαρκικοῦ φιληδονίαις κατατετρημένα, δι' ὧν ἡ αἰσχύνη ἔνδοθεν τῆς ψυχῆς ἐπιθεωρεῖται, ἡ ἁμαρτία, δι' ἣν οὐδὲ σωθήσεται ῥᾳδίως τὸ ὕφος τὸ ἀπεσπασμένον πάντοθεν εἰς πολλὰς κατασηπόμενον ἐπιθυμίας, τὸ ἀπεσχισμένον [2.2.27.4] τῆς σωτηρίας.
 [01399]  Πλαδώσης δὲ ὀρέξεως δι' ἀκρασίαν αἱ διαπόντιοι οἰνηγίαι, παραφρονούσης καὶ πρὸ τῆς μέθης περὶ τὰς ἐπιθυμίας [2.2.30.2] τῆς ψυχῆς.
 [01593]  [2.6.49.2] Πρὸς δὲ τὴν ἀκοὴν τῶν αἰσχρῶν καὶ τὴν θέαν τῶν ὁμοίως ἐχόντων ὁ θεῖος παιδαγωγὸς κατὰ τὰ αὐτὰ τοῖς παλαίουσι τῶν παιδίων, ὡς μὴ τὰ ὦτα θραύοιτο αὐτῶν, τοὺς σώφρονας περιτίθησι λόγους καθάπερ ἀντωτίδας, ὡς μὴ δύνασθαι ἐξικνεῖσθαι εἰς θραῦσιν τῆς ψυχῆς τὸ κροῦμα τῆς πορνείας·
 [01939]  [2.9.81.1] Ἐρυγαὶ δὲ οἰνοβαρούντων καὶ τῶν ἀποσεσαγμένων ταῖς τροφαῖς οἱ ῥωχμοὶ καὶ τὸ ῥέγχειν τοῖς στρώμασιν ἐνειλημένον γαστέρων τε στενοχωρουμένων βορβορυγμοὶ τὸ διορατικὸν τῆς ψυχῆς [2.9.81.2] κατέχωσαν ὄμμα φαντασιῶν μυρίων τῆς διανοίας ἐμπιμπλαμένης.
 [01947]  Ἄλυες δὲ καὶ νυσταγμοὶ καὶ διεκτάσεις καὶ χάσμαι δυσαρεστίαι ψυχῆς εἰσιν ἀβεβαίου.
 [01948]  [2.9.82.1] Χρὴ δὲ καὶ τοῦτο ἐπὶ πᾶσιν εἰδέναι, ὡς οὐ ψυχῆς τὸ δεόμενον ὕπνου ἐστίν ἀεικίνητος γὰρ αὕτη, ἀλλὰ τὸ σῶμα ἀναπαύλαις διαβασταζόμενον παρίεται, μὴ ἐνεργούσης ἔτι σωματικῶς τῆς [2.9.82.2] ψυχῆς, ἀλλὰ καθ' αὑτὴν ἐννοουμένης·
 [01949]  ᾗ καὶ τῶν ὀνείρων οἱ ἀληθεῖς ὀρθῶς λογιζομένῳ νηφούσης εἰσὶ ψυχῆς λογισμοὶ ἀπερισπάστου τὸ τηνικάδε οὔσης περὶ τὰς τοῦ σώματος συμπαθείας καὶ αὐτῆς αὑτῇ τὰ κράτιστα συμβουλευούσης·
 [01950]  ψυχῆς δὲ ὄλεθρος τὸ ἀτρεμῆσαι [2.9.82.3] αὐτήν·
 [02211]  οἱ δὲ τὴν οὐράνιον θεραπεύοντες αὐλὴν περὶ τὸν πάντων βασιλέα τὴν ἀκήρατον τῆς ψυχῆς ἐσθῆτα, τὴν σάρκα, ἁγιάζονται, καὶ ταύτῃ [2.10βις.109.4] ἐπενδύονται ἀφθαρσίαν.
 [02399]  [3.1.1.2] Τριγενοῦς οὖν ὑπαρχούσης τῆς ψυχῆς τὸ νοερόν, ὃ δὴ λογιστικὸν καλεῖται, ὁ ἄνθρωπός ἐστιν ὁ ἔνδον, ὁ τοῦ φαινομένου τοῦδε ἄρχων ἀνθρώπου, αὐτὸν δὲ ἐκεῖνον ἄλλος ἄγει, θεός·
 [02435]  ἀλλ' οὐ τὸ κάλλος τῆς σαρκὸς τὸ φαντασιαστικόν, τὸ δὲ ἀληθινὸν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐνεδείξατο κάλλος, τῆς μὲν τὸ εὐεργετικόν, τὸ δὲ ἀθάνατον τῆς σαρκός.
 [02448]  Οὐ γὰρ τὴν εἰκόνα τοῦ θεοῦ κατοικοῦσαν ἔνδον εὑρήσει τὴν ἀξιόλογον, πόρνη δὲ ἀντ' αὐτῆς καὶ μοιχαλὶς τῆς ψυχῆς κατείληφε τὸ ἄδυτον, τό τε ἀληθινὸν θηρίον ἐλεγχθήσεται ψιμυθίῳ πίθηκος ἐντετριμμένος, καὶ ὁ παλίμβολος ὄφις ἐκεῖνος διαβιβρώσκων τὸ νοερὸν τῆς ἀνθρώπου διὰ τῆς φιλοδοξίας χηραμὸν ἔχει τὴν [3.2.5.4] ψυχήν·
 [02752]  καρπὸς δὲ ψυχῆς τὸ εὐμετάδοτον·
 [02790]  ὁμολογεῖ γὰρ ἡ γραφή, ὡς ἄρα λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, τουτέστιν, [3.7.39.3] ἐὰν πλουτῇ, μεταδόσει σωθήσεται.
 [02869]  [3.9.48.2] Τὸ μὲν οὖν ἄριστον λουτρὸν τῆς ψυχῆς ἀποσμήχει τὸν ῥύπον καί ἐστι πνευματικόν, ἐφ' οὗ διαρρήδην ἡ προφητεία λέγει·
 [02911]  δεινὴ γὰρ ἡ τρυφὴ εἰς κόρον ἐξοκείλασα σκιρτῆσαι καὶ ἀναχαιτίσαι καὶ τὸν ἡνίοχον, καὶ τὸν παιδαγωγόν, ἀποσείσασθαι, ὃς πόρρωθεν ἀνακόπτων τὰς ἡνίας ἄγει καὶ φέρει πρὸς σωτηρίαν τὸν ἵππον τὸν ἀνθρώπειον, τὸ ἄλογον μέρος τῆς ψυχῆς τὸ περὶ ἡδονὰς καὶ ὀρέξεις ἐπιψόγους καὶ λίθους καὶ χρυσίον καὶ ἐσθῆτα ποικίλην καὶ τὴν ἄλλην χλιδὴν [3.11.53.3] ἐκθηριούμενον·
 [03131]  Καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ ἐχρῆν εἶναι μυστικόν ἅγιον αὐτὸ κέκληκεν ὁ ἀπόστολος , † ἀποφαινομένης ἀξίως τῆς βασιλείας πολιτευώμεθα τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι' οὗ μάλιστα [3.11.81.4] δείκνυται τρόπος ἥμερος.
 [03290]  Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, ἐκ ψυχῆς μετ' εὐνοίας δουλεύοντες.
000-00-00 Serial Number=0417948127
Protrepticus Ante [Go Back]  
 [00664]  οὐ γάρ μοι θέμις ἐμπιστεῦσαί ποτε τοῖς ἀψύχοις τὰς τῆς ψυχῆς ἐλπίδας.
 [00790]  οὐδὲ γὰρ ἥλιος ἐπιδείξει ποτ' ἂν τὸν θεὸν τὸν ἀληθῆ, ὁ δὲ λόγος ὁ ὑγιής, ὅς ἐστιν ἥλιος ψυχῆς, δι' οὗ μόνου ἔνδον ἀνατείλαντος ἐν τῷ βάθει τοῦ νοῦ αὐτοῦ καταυγάζεται τὸ [6.68.5] ὄμμα·
 [01279]  Πῶς γὰρ οὐ ποθεινὸς ὁ τὸν ἐν σκότει κατορωρυγμένον νοῦν ἐναργῆ ποιησάμενος καὶ τὰ φωσφόρα τῆς ψυχῆς ἀποξύνας [11.113.3] ὄμματα;
 [01302]  [11.115.2] Εἶθ' οἱ μὲν τοῖς γόησι πεπιστευκότες τὰ περίαπτα καὶ τὰς ἐπαοιδὰς ὡς σωτηρίους δῆθεν ἀποδέχονται, ὑμεῖς δὲ οὐ βούλεσθε τὸν οὐράνιον αὐτὸν περιάψασθαι, τὸν σωτῆρα λόγον, καὶ τῇ ἐπῳδῇ τοῦ θεοῦ πιστεύσαντες ἀπαλλαγῆναι μὲν παθῶν, ἃ δὴ ψυχῆς νόσοι, ἀποσπασθῆναι δὲ ἁμαρτίας;
 [01328]  Τοιγάρτοι μόνη αὕτη ἡ τῆς ἀληθείας προτροπὴ τοῖς πιστοτάτοις ἀπείκασται τῶν φίλων μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παραμένουσα καὶ παραπομπὸς ἀγαθὴ ὅλῳ καὶ τελείῳ τῷ τῆς ψυχῆς πνεύματι τοῖς εἰς οὐρανὸν ἀπαίρουσι γινομένη.
000-00-00 Serial Number=0205975592
Quis dives salvetur Ante [Go Back]  
 [00013]  δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ πολιτεία δια θέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.
 [00094]  καὶ θείως τὸ εἰ θέλεις τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης αὐτῷ ψυχῆς ἐδήλωσεν.
 [00110]  οὐχ ὃ προχείρως δέχονταί τινες, τὴν ὑπάρχουσαν οὐσίαν ἀπορ ρῖψαι προστάσσει καὶ ἀποστῆναι τῶν χρημάτων, ἀλλὰ τὰ δόγματα τὰ περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν πρὸς αὐτὰ συμπάθειαν τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς μερίμνας, τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν.
 [00143]  ὥστε μὴ τὰ κτή ματά τις ἀφανιζέτω μᾶλλον ἢ τὰ πάθη τῆς ψυχῆς, τὰ μὴ συγχω ροῦντα τὴν ἀμείνω χρῆσιν τῶν ὑπαρχόντων, ἵνα καλὸς καὶ ἀγαθὸς [14.6] γενόμενος καὶ τούτοις τοῖς κτήμασι χρῆσθαι δυνηθῇ καλῶς.
 [00146]  ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς, πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρ χοντα πρότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα [15.2] γίνεται;
 [00156]  [16.1] δὲ ἦν τὰ τῆς ψυχῆς ἀρρωστήματα καὶ πάθη.
 [00179]  οὔτε εἰ πολλὰ οὔτε εἰ ὀλίγα ταῦτα ἢ μικρὰ ἢ μεγάλα ἢ ἔνδοξα ἢ ἄδοξα ἢ εὐδόκιμα ἢ ἀδόκιμα, ἀλλ' ἐπὶ τῇ τῆς ψυχῆς ἀρετῇ, πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ καὶ φιλαδελφίᾳ καὶ γνώσει καὶ πραότητι καὶ [18.2] ἀτυφίᾳ καὶ ἀληθείᾳ, ὧν ἆθλον ἡ σωτηρία.
 [00188]  καὶ μηκέτι ζητῶμεν ἀλλαχοῦ τὴν αἰτίαν τοῦ τέλους πλὴν ἐν τῇ τῆς ψυχῆς καταστάσει καὶ δια θέσει πρός τε ὑπακοὴν θεοῦ καὶ καθαρότητα πρός τε παράβασιν ἐντολῶν καὶ κακίας συλλογήν.
 [00273]  [25.4] ὁ δὲ χαλεπώτατος ἔνδοθέν ἐστι διωγμός, ἐξ αὐτῆς ἑκάστῳ τῆς ψυχῆς προπεμπόμενος λυμαινομένης ὑπὸ ἐπιθυμιῶν ἀθέων καὶ ἡδονῶν ποικίλων καὶ φαύλων ἐλπίδων καὶ φθαρτικῶν ὀνειροπολημάτων, ὅταν, ἀεὶ τῶν πλειόνων ὀρεγομένη καὶ λυσσῶσα ὑπὸ ἀγρίων ἐρώτων καὶ φλεγομένη, καθάπερ κέντροις ἢ μύωψι τοῖς προσκειμένοις αὐτῇ πάθεσιν ἐξαιμάσσηται πρὸς σπουδὰς μανιώδεις καὶ ζωῆς ἀπόγνωσιν [25.5] καὶ θεοῦ καταφρόνησιν.
 [00278]  μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ' ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, [25.8] τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς.
 [00296]  ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου, ταύτης μείζω μηδεμίαν ἐντολὴν εἶναι, καὶ [27.4] μάλα εἰκότως.
 [00395]  οὐ σαρκὸς τῆς σῆς ἅπτεσθαι δοκοῦσιν, ἀλλὰ τῆς ἑαυτοῦ ψυχῆς ἕκαστος, οὐκ ἀδελφῷ λαλεῖν, ἀλλὰ τῷ βασι λεῖ τῶν αἰώνων ἐν σοὶ κατοικοῦντι.
 [00432]  ἡ δ' ἀληθινὴ μετάνοια τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχον εἶναι, ἀλλὰ ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς ἐφ' οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν·
 [00493]  καταρρηξάμενος τὴν ἐσθῆτα ὁ ἀπόστολος καὶ μετὰ μεγάλης οἰμωγῆς πληξάμενος τὴν κεφαλήν, καλόν γε ἔφη φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον·
000-00-00 Serial Number=0320103645
Stromata Ante [Go Back]  
 [00009]  οἱ μέν γε παῖδες σωμάτων, ψυχῆς δὲ ἔγγονοι οἱ λόγοι.
 [00089]  ὅτῳ δὲ ἀπήμβλυται κακῇ τροφῇ τε καὶ διδασκαλίᾳ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸ οἰκεῖον φῶς, βαδιζέτω ἐπὶ τὴν ἀλήθειαν τὴν ἐγγράφως τὰ ἄγραφα δηλοῦσαν·
 [00095]  συνεξάπτει δὲ ἡ γραφὴ τὸ ζώπυρον τῆς ψυχῆς καὶ συντείνει τὸ οἰκεῖον ὄμμα πρὸς θεωρίαν, τάχα μέν τι καὶ ἐντιθεῖσα, [1.1.10.5] οἷον ὁ ἐγκεντρίζων γεωργός, τὸ δὲ ἐνυπάρχον ἀνακινοῦσα.
 [00105]  ποθούσης γὰρ οἶμαι ψυχῆς τὴν μακαρίαν παράδοσιν ἀδιάδραστον φυλάττειν ἡ τοιάδε ὑποτύπωσις·
 [00294]  ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον, ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι [1.6.35.2] τὸ κάλλιστον.
 [00597]  ἐν δὲ τῷ περὶ ψυχῆς Πλάτων ** πάλιν προφητείαν γνωρίζων φαίνεται, προφήτην εἰσάγων τὸν τῆς Λαχέσεως λόγον ἐξαγγέλλοντα πρὸς τὰς [1.15.69.3] κληρουμένας ψυχὰς <καὶ> προθεσπίζοντα.
 [00728]  οὔτε δὲ οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔθ' αἱ τιμαὶ οὔθ' αἱ κολάσεις δίκαιαι, μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν [1.17.84.1] τῆς ὁρμῆς καὶ ἀφορμῆς, ἀλλ' ἀκουσίου τῆς κακίας οὔσης.
 [00729]  ὅθεν ὁ μὲν κωλύσας αἴτιος, ὁ δὲ μὴ κωλύσας τὴν αἵρεσιν τῆς ψυχῆς κρίνει [1.17.84.2] δικαίως, ἵν' ὅτι μάλιστα ὁ θεὸς μένῃ ἡμῖν κακίας ἀναίτιος.
 [01292]  δεύτερον δέ ἐστιν εἶδος βασιλείας μετὰ τὴν ἀκραιφνῶς λογικὴν καὶ θείαν διοίκησιν τὸ μόνῳ τῷ θυμοειδεῖ τῆς ψυχῆς εἰς βασιλείαν συγχρώμενον, καθ' ὃ εἶδος Ἡρακλῆς μὲν [1.24.158.4] Ἄργους, Ἀλέξανδρος δὲ Μακεδόνων ἐβασίλευσε.
 [01295]  τοῦ γὰρ θυμοῦ τὸ [1.24.158.5] μὲν φιλόνικον μόνον ἐστίν, αὐτοῦ τοῦ κρατεῖν ἕνεκα τὴν δυναστείαν πεποιημένον, τὸ δὲ φιλόκαλον, εἰς καλὸν καταχρωμένης τῆς ψυχῆς [1.24.159.1] τῷ θυμῷ.
 [01298]  ἐν μέν γε ὅπλοις καὶ τοῖς μαχίμοις ζῴοις δι' ἐμψύχων τε καὶ ἀψύχων ψυχὴ τὸ τάττον ἐστὶ καὶ νοῦς, ἐν δὲ τοῖς τῆς ψυχῆς πάθεσιν, ὧν ἐπικρατοῦμεν τῇ ἀρετῇ, λογισμός ἐστι τὸ τακτικόν, ἐπισφραγιζόμενος ἐγκράτειαν καὶ σωφροσύνην μεθ' ὁσιότητος καὶ γνῶσιν ἀγαθὴν μετ' ἀληθείας, τὸ τέλος [1.24.159.4] εἰς εὐσέβειαν ἀναφέρων θεοῦ.
 [01355]  ὁ νομοθετικὸς δέ ἐστιν ὁ τὸ προσῆκον ἑκάστῳ μέρει τῆς ψυχῆς καὶ τοῖς τούτων ἔργοις ἀπονέμων, Μωυσῆς δὲ συνελόντι [1.26.168.1] εἰπεῖν νόμος ἔμψυχος ἦν τῷ χρηστῷ λόγῳ κυβερνώμενος.
 [01360]  κόλασις δὲ <δικαία> οὖσα διόρθωσίς ἐστι ψυχῆς.
 [01380]  τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά, εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτὲ [1.27.171.4] δικαιοσύνην κτᾶσθαι;
 [01417]  διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
 [01685]  ἔργον δὲ τὸ μὲν [2.6.26.5] βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος.
 [01692]  ὁρίζονται γοῦν οἱ ἀπὸ Βασιλείδου τὴν πίστιν ψυχῆς συγκατάθεσιν πρός τι τῶν μὴ κινούντων αἴσθησιν διὰ τὸ μὴ παρεῖναι.
 [01759]  ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὄντι κακὰ ἀπο φεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείας·
 [01923]  ὁ λογισμὸς καὶ τὸ ἡγεμονικὸν ἄπταιστον μένον καὶ καθηγούμενον τῆς ψυχῆς κυβερνήτης αὐτῆς εἴρηται·
 [01972]  ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθεῖσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν [2.13.56.2] πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ.
 [02001]  παρὰ φύσιν οὖν κίνησις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη (ἡ δ' ἀπόστασις καὶ ἔκστασις καὶ ἀπείθεια ἐφ' ἡμῖν, ὥσπερ καὶ ἡ ὑπακοὴ ἐφ' ἡμῖν·
 [02009]  τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου, ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν·
 [02104]  [2.16.72.1] Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες·
 [02106]  τὸ δὲ ἔλεος λύπην ἐπὶ ἀναξίως κακοπαθοῦντι, τροπὰς δὲ εἶναι ψυχῆς καὶ πάθη τὰ [2.16.72.2] τοιαῦτα.
 [02180]  ἔοικεν δὲ ὁ νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν, δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τὰς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ [2.18.83.2] τὸν λόγον τὸν γνωστικὸν κατασκευάζει·
 [02274]  [2.18.95.1] ∆αψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς [2.18.95.2] ψυχῆς·
 [02289]  ἀλαζονεία γὰρ ψυχῆς ἐστι κακία, ἀφ' ἧς καὶ τῶν ἄλλων κακιῶν μετανοεῖν κελεύει ἁρμοζομένοις τὸν βίον ἐξ ἀναρμοστίας πρὸς τὴν ἀμείνω [2.19.98.1] μεταβολὴν διὰ τῶν τριῶν τούτων, στόματος, καρδίας, χειρῶν.
 [02393]  ὁ μὲν οὖν ἁπλοῦς λόγος τῆς καθ' ἡμᾶς φιλοσοφίας τὰ πάθη πάντα ἐναπερείσματα τῆς ψυχῆς φησιν εἶναι τῆς μαλθακῆς καὶ εἰκούσης καὶ οἷον [2.20.110.2] ἐναποσφραγίσματα τῶν πνευματικῶν δυνάμεων, πρὸς ἃς ἡ πάλη ἡμῖν.
 [02399]  ἡ λογικὴ δὲ δύναμις, ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.
 [02403]  [2.20.112.1] Οἱ δ' ἀμφὶ τὸν Βασιλείδην προσαρτήματα τὰ πάθη καλεῖν εἰώθασι, πνεύματά <τέ> τινα ταῦτα κατ' οὐσίαν ὑπάρχειν προσηρτημένα τῇ λογικῇ ψυχῇ κατά τινα τάραχον καὶ σύγχυσιν ἀρχικὴν ἄλλας τε αὖ πνευμάτων νόθους καὶ ἑτερογενεῖς φύσεις προσεπιφύεσθαι ταύταις οἷον λύκου, πιθήκου, λέοντος, τράγου, ὧν τὰ ἰδιώματα περὶ τὴν ψυχὴν φανταζόμενα τὰς ἐπιθυμίας τῆς ψυχῆς τοῖς ζῴοις ἐμφερῶς [2.20.112.2] ἐξομοιοῦν λέγουσιν·
 [02405]  [2.20.113.2] Ἀλλὰ πρὸς μὲν τὸ δόγμα τοῦτο διαλεξόμεθα ὕστερον, ὁπηνίκα περὶ ψυχῆς διαλαμβάνομεν·
 [02407]  αὐτὸς γοῦν ὁ τοῦ Βασιλείδου υἱὸς Ἰσίδωρος ἐν τῷ Περὶ προσφυοῦς ψυχῆς συναισθόμενος τοῦ δόγματος οἷον [2.20.113.4] ἑαυτοῦ κατηγορῶν γράφει κατὰ λέξιν·
 [02423]  ὥσπερ γὰρ αἱ ἀναθυμιάσεις αἵ τε γῆθεν αἵ τε ἀπὸ τελμάτων εἰς ὁμίχλας συνίστανται καὶ νεφελώδεις συστροφάς, οὕτως αἱ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀναδόσεις καχεξίαν προστρίβονται ψυχῇ, κατασκεδαννύουσαι τὰ εἴδωλα τῆς ἡδονῆς ἐπίπροσθε τῆς ψυχῆς.
 [02424]  [2.20.116.1] ἐπισκοτοῦσι γοῦν τῷ φωτὶ τῷ νοερῷ ἐπισπωμένης τῆς ψυχῆς τὰς ἐκ τῆς ἐπιθυμίας ἀναδόσεις καὶ παχυνούσης τὰς συστροφὰς τῶν παθῶν [2.20.116.2] ἐνδελεχείᾳ ἡδονῶν.
 [02466]  καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἢ ἡσθῆναι αἱρεῖται, ὅ τε Θηβαῖος Κράτης τῶν δὲ (φησὶ) κράτει ψυχῆς ἤθει ἀγαλλομένη·
 [02507]  γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.
 [02530]  ἐπὶ πᾶσί τε ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὐτὴν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς.
 [02537]  ναὶ μὴν Λύκων ὁ Περιπατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς † Λεύκιμος τὴν [2.21.129.10] ἐπὶ τοῖς καλοῖς.
 [02541]  Πυθαγόραν δὲ ὁ Ποντικὸς Ἡρακλείδης ἱστορεῖ τὴν ἐπιστήμην τῆς τελειότητος [2.21.130.4] τῶν ἀριθμῶν τῆς ψυχῆς εὐδαιμονίαν εἶναι παραδεδωκέναι.
 [02549]  ὁ δὲ Ἐπίκουρος πᾶσαν χαρὰν τῆς ψυχῆς οἴεται ἐπὶ [2.21.131.1] πρωτοπαθούσῃ τῇ σαρκὶ γενέσθαι.
 [02550]  ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ μείζονα εἶναι τὴν παρ' ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων ἀγαθὸν φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα;
 [02554]  αὐτὸς δὲ ὁ Πλάτων τὴν εὐδαιμονίαν τὸ εὖ τὸν δαίμονα ἔχειν, δαίμονα δὲ λέγεσθαι τὸ τῆς ψυχῆς ἡμῶν ἡγεμονικόν, τὴν δὲ εὐδαιμονίαν τὸ τελειότατον [2.22.131.5] ἀγαθὸν καὶ πληρέστατον λέγει.
 [02773]  κἄστιν τὸ δόγμα τοῦτο οὐ τοῖς ἀπὸ Μαρκίωνος ἔτι, τοῖς δὲ ἐνσωματοῦσθαι καὶ μετενδεῖσθαι καὶ μεταγγίζεσθαι τὰς ψυχὰς ἀξιοῦσιν οἰκεῖον, πρὸς οὓς ἄλλος ἂν εἴη καιρὸς λέγειν, ὁπηνίκα ἂν περὶ ψυχῆς διαλαμβάνωμεν.
 [02799]  καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν [3.3.16.4] τῷ νῦν παρόντι·
 [02995]  ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
 [03053]  ὡς δὲ ἡ ταπεινοφροσύνη πραότης ἐστίν, οὐχὶ δὲ κακουχία σώματος, οὕτω καὶ ἡ ἐγκράτεια ψυχῆς ἀρετὴ ἡ οὐκ ἐν φανερῷ, ἀλλ' ἐν ἀποκρύφῳ.
 [03132]  καὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος κρίνεται οὐχὶ διασαφεῖ ἄντικρυς;
 [03205]  τούτων δὲ ἡ γένεσις φθορὰ τῆς ψυχῆς, εἴ γε νεκροὶ τοῖς παραπτώμασι γινόμεθα·
 [03211]  καὶ θάνατος ψυχῆς ἡ ἁμαρτία λέγεται.
 [03216]  φυσικῇ δὲ ἀνάγκῃ θείας οἰκονομίας γενέσει θάνατος ἕπεται, καὶ συνόδῳ ψυχῆς καὶ [3.9.64.3] σώματος ἡ τούτων διάλυσις ἀκολουθεῖ.
 [03242]  ὁ τοίνυν ταῖς κατὰ φύσιν ἐνεργείαις τῆς ψυχῆς ἐν δέοντι χρώμενος ἐπιθυμεῖ μὲν τῶν καταλλήλων, μισεῖ δὲ τὰ βλάπτοντα, καθὼς αἱ ἐντολαὶ προστάττουσιν·
 [03274]  ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν καλὴν [3.11.75.2] ἔχοντες ἐν τοῖς ἔθνεσιν·
 [03298]  τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν δηλῶν ὡς ὅτι μὴ νεώς, τάφος δ' ἐστὶν ἔτι τῆς ψυχῆς·
 [03486]  ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν τὴν γένεσιν εἶναι κακήν, οὐ τὴν [3.16.100.7] τοῦ σώματος μόνην, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς δι' ἣν καὶ τὸ σῶμα.
 [03488]  εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνηθείας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, εἰ δῶ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου [3.16.101.2] ὑπὲρ ἁμαρτίας ψυχῆς μου.
 [03517]  οὐκ ἂν δὲ εἰ ἐχθρὰ ἡ σὰρξ ἦν τῆς ψυχῆς, ἐπετείχιζεν αὐτῇ τὴν ἐχθρὰν δι' ὑγείας ἐπισκευάζων.
 [03611]  ἔοικεν δ' οἶμαι, κενταύρῳ, Θετταλικῷ πλάσματι, ἐκ λογικοῦ καὶ ἀλόγου συγκείμενος, ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν σῶμα γῆν τε ἐργάζεται [4.3.9.5] καὶ σπεύδει εἰς γῆν, τέταται δὲ ἡ ψυχὴ πρὸς τὸν θεόν, ἥ γε διὰ φιλοσοφίας τῆς ἀληθοῦς παιδευομένη πρὸς τοὺς ἄνω σπεύδειν συγγενεῖς, ἀποστραφεῖσα τῶν τοῦ σώματος ἐπιθυμιῶν πρός τε ταύταις πόνου τε καὶ φόβου·
 [03624]  δεῖ δή, ὡς ἔοικε, τήν γε τοῦ σώματος φύσιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν πολυπραγμονήσαντας τὸ ἑκατέρου τέλος [4.3.11.3] καταλαβέσθαι καὶ μὴ τὸν θάνατον ἡγεῖσθαι κακόν·
 [03631]  [4.3.12.1] Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικῆς οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς [4.3.12.2] ἁμαρτίας.
 [03636]  ὁ τοίνυν ἀπὸ [4.3.12.5] τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ' ὅλον τὸν βίον μελετώ μενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς [4.3.12.6] τὸ σῶμα τῆς ψυχῆς δεσμῶν·
 [03667]  δι' ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα·
 [03717]  τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωϊκοὶ ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, [4.6.28.2] Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ [4.6.28.3] μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας.
 [03771]  ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς [4.6.34.5] ψυχῆς αὐτοῦ;
 [03785]  ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, μακάριοι φησὶν οἱ πραεῖς, ὅτι αὐτοὶ [4.6.36.2] κληρονομήσουσι τὴν γῆν.
 [03800]  τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτ' οὖν ἐνταῦθα [4.6.38.1] εἴτε καὶ ἀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ.
 [03809]  κἂν τῷ ὄντι τὸ ἀληθὲς σκοπῶμεν, ἡ γνῶσις, <ᾗ> τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κάθαρσίς ἐστι, καὶ [4.6.39.3] ἐνέργειά ἐστιν ἀγαθή.
 [03950]  καὶ εὐχάριστοι γίνεσθε, οἱ ἐν σώματι ἔτι ὄντες, καθάπερ οἱ παλαιοὶ δίκαιοι ἀπάθειαν ψυχῆς καὶ ἀταραξίαν καρπούμενοι·
 [04017]  καὶ πᾶν ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ δουλεύοντες καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας.
 [04276]  ἡμεῖς δὲ οὔκ ἐσμεν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως [4.16.102.1] εἰς περιποίησιν ψυχῆς.
 [04405]  [4.18.116.1] Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ' ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ' ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ' ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ [4.18.116.2] ἁμαρτητικῶς δι' οὗ τεθαύμακεν κρίνεται·
 [04560]  διὰ ταῦτ' οὖν καὶ αἱ τελεταὶ γίνονται νυκτὸς μάλιστα, σημαίνουσαι τὴν ἐν [4.22.140.3] νυκτὶ τῆς ψυχῆς συστολὴν ἀπὸ τοῦ σώματος.
 [04565]  ἑκάτερος γὰρ δηλοῖ τὴν ἀπόστασιν τῆς ψυχῆς, ὃ μὲν μᾶλλον, ὃ δὲ ἧττον, ὅπερ ἐστὶ καὶ [4.22.141.2] παρὰ Ἡρακλείτου λαβεῖν·
 [04584]  εἰ γοῦν τὴν ἐπιστήμην ἐτυμολογεῖν χρὴ καὶ ἀπὸ τῆς στάσεως τὴν ἐπιβολὴν αὐτῆς ληπτέον, ὅτι ἵστησιν ἡμῶν ἐν τοῖς πράγμασι [4.22.143.3] τὴν ψυχήν, ἄλλοτε ἄλλως πρότερον φερομένην, ὡσαύτως καὶ τὴν [4.22.143.4] πίστιν ἐτυμολογητέον τὴν περὶ τὸ ὂν στάσιν τῆς ψυχῆς ἡμῶν.
 [04623]  ὅτῳ τοίνυν <τὰ> τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ' [4.23.149.8] αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν.
 [04691]  ἱλασμὸς δὲ ἡ δι' ὑπακοῆς πάσης ἁγνεία σὺν καὶ τῇ ἀποθέσει τῶν κοσμικῶν εἰς τὴν ἐκ τῆς [4.25.159.2] ἀπολαύσεως τῆς ψυχῆς εὐχάριστον τοῦ σκήνους ἀπόδοσιν.
 [04697]  ναὶ μὴν τὴν κατά τε σῶμα κατά τε ψυχὴν ἁγνείαν, ἣν μέτεισιν ὁ γνωστικός, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως·
 [04721]  ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ [4.26.163.3] σωτῆρος καταρτισμῷ τελειούμενον.
 [04723]  σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ [4.26.163.5] συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὁσιότης δὲ θεραπεία τοῦ θεοῦ.
 [04734]  ἐχρῆν δὴ οὖν τὴν σύνθεσιν τοῦ ἀνθρώπου ἐν αἰσθητοῖς γενομένην ἐκ διαφόρων συνεστάναι, ἀλλ' οὐκ ἐξ ἐναντίων, σώματός [4.26.165.1] τε καὶ ψυχῆς.
 [04804]  πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα [5.1.2.2] ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει.
 [04816]  εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, τὴν νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλ' οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει [5.1.3.3] τὴν πίστιν.
 [04908]  [5.1.11.4] ἀλλὰ τὸ μὲν διορατικὸν τῆς ψυχῆς ἀποτείνειν πρὸς τὴν εὕρεσιν χρὴ καὶ τὰ ἐμποδὼν διακαθαίρειν φιλονικίαν τε αὖ καὶ φθόνον καὶ τὴν ἔριν αὐτὴν τὴν κάκιστα ἐξ ἀνθρώπων ὀλουμένην ἀπορρῖψαι τέλεον.
 [04948]  ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς [5.3.16.5] οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή.
 [04997]  ὅσον γὰρ τυφλὸν ἔτι καὶ κωφόν, οὐ ξύνεσιν ἔχον οὐδὲ φιλοθεάμονος ψυχῆς ὄψιν ἀθαμβῆ τε καὶ ὀξυδερκῆ, ἣν ὁ σωτὴρ ἐντίθησι μόνος, ὥσπερ ἐν τελεταῖς ἀμύητον ἢ ἐν χορείαις ἄμουσον, οὔπω καθαρὸν <ὂν> οὐδὲ ἄξιον ἁγνῆς ἀληθείας, ἐκμελὲς δὲ καὶ [5.4.19.3] ἄτακτον καὶ ὑλικόν, ἔτι ἔξω θείου χοροῦ ἵστασθαι δεῖ·
 [05071]  θυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' [5.5.28.1] ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως.
 [05146]  οὐ γὰρ ἄν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν τῶν ἁγίων ἄγαλμα, οὐδ' ἔστι τὴν ἀρχὴν ἐπισύνθετόν τι καὶ αἰσθητὸν ζῷον ἐν οὐρανῷ ὧδέ πως ἔχον, σύμβολον δ' ἐστὶ λογικῆς μὲν τὸ πρόσωπον ψυχῆς, πτέρυγες δὲ λειτουργίαι τε καὶ ἐνέργειαι αἱ μετάρσιοι δεξιῶν τε ἅμα καὶ λαιῶν δυνάμεων, ἡ φωνὴ δὲ δόξα εὐχάριστος ἐν ἀκαταπαύστῳ θεωρίᾳ.
 [05152]  στῆθος δ' οἰκητήριον [5.6.37.3] καρδίας τε καὶ ψυχῆς.
 [05254]  [5.8.48.8] αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ' ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν [5.8.48.9] τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει.
 [05291]  οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν,) καταπίπτειν φησίν.
 [05358]  ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ [5.10.62.1] τῶν τοῦ σώματος ἀγαθῶν.
 [05409]  εἰ τοίνυν τὸ μὲν γάλα τῶν νηπίων, τὸ βρῶμα δὲ τῶν τελείων τροφὴ πρὸς τοῦ ἀποστόλου εἴρηται, γάλα μὲν ἡ κατήχησις οἱονεὶ πρώτη ψυχῆς τροφὴ νοηθήσεται, βρῶμα δὲ ἡ ἐποπτικὴ θεωρία·
 [05437]  τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων, ἀλλὰ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ [5.11.69.6] τελείους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.
 [05473]  πρώτη μὲν γὰρ ἡ δι' ὄψεως τῶν καλῶν ἡμέρα, δευτέρα δὲ ἡ ψυχῆς <τῶν> ἀρίστων ἐπιθυμία, τῇ τρίτῃ δὲ ὁ νοῦς τὰ πνευματικὰ διορᾷ, διοιχθέντων τῶν τῆς διανοίας ὀμμάτων πρὸς τοῦ τῇ τρίτῃ ἡμέρᾳ διαναστάντος διδασκάλου.
 [05593]  [5.13.86.1] Ἤδη δὲ ἡ πίστις εἰ καὶ ἑκούσιος τῆς ψυχῆς συγκατάθεσις, ἀλλὰ [5.13.86.2] ἐργάτις ἀγαθῶν καὶ δικαιοπραγίας θεμέλιος.
 [05599]  πᾶσα γὰρ μοχθηρία ψυχῆς μετὰ ἀκρασίας ἐστίν, καὶ ὁ διὰ πάθος πράττων δι' ἀκρασίαν πράττει καὶ [5.13.86.4] μοχθηρίαν.
 [05618]  ὅπως δὲ ἡ διανομὴ αὕτη καὶ ὅ τί ποτέ ἐστι τὸ ἅγιον πνεῦμα, ἐν τοῖς Περὶ προφητείας [5.13.88.5] κἀν τοῖς Περὶ ψυχῆς ἐπιδειχθήσεται ἡμῖν.
 [05679]  ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπείσοδον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ [5.14.94.5] κατ' εἰκόνα καὶ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι.
 [05715]  τὴν γὰρ ἀρετὴν τὸ κάλλος τῆς ψυχῆς ἔφη εἶναι, κατὰ δὲ τὸ [5.14.97.6] ἐναντίον τὴν κακίαν αἶσχος ψυχῆς.
 [05789]  πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ [5.14.105.3] Ἡρακλείτῳ.
 [06057]  τοῦτο δέ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν [5.14.133.6] δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι.
 [06085]  μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ [5.14.136.2] ἀνθρώπου τούτου.
 [06121]  μεταλαμβάνει δὲ τῆς εὐποιίας ἕκαστος ἡμῶν πρὸς ὃ βούλεται, ἐπεὶ τὴν διαφορὰν τῆς ἐκλογῆς ἀξία γενομένη ψυχῆς αἵρεσίς τε καὶ συνάσκησις πεποίηκεν.
 [06138]  ἡ δὲ ἐξαιρέτως ὀνομαζομένη γνῶσις ἀπὸ τῆς γνώμης καὶ τοῦ λόγου χαρακτηρίζεται, καθ' ἣν μόναι αἱ λογικαὶ δυνάμεις γνώσεις γενήσονται, αἱ τοῖς νοητοῖς κατὰ ψιλὴν τὴν τῆς [6.1.3.3] ψυχῆς ἐνέργειαν εἰλικρινῶς ἐπιβάλλουσαι·
 [06470]  θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν, ἐνδεικνυμένῳ τὴν ἑαυτοῦ μεγαλειότητα παρὰ τὰ εἰωθότα φυσικὴν ἔχειν τὴν ἀκολουθίαν, εἰς ἐπιστροφὴν τῆς μηδέπω πιστευούσης ψυχῆς [6.3.34.2] καὶ παραδοχὴν τῆς διδομένης ἐντολῆς.
 [06476]  [6.4.35.1] Εὕροιμεν δ' ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ καὶ παρὰ τῶν ἄλλων βαρβάρων ἀπηνθίσθαι τῶν εἰς ἑκάστην αἵρεσιν συντεινόντων τινά, μάλιστα δὲ Αἰγυπτίων τά τε ἄλλα καὶ τὸ περὶ τὴν μετενσωμάτωσιν τῆς ψυχῆς [6.4.35.2] δόγμα.
 [06580]  [6.6.47.3] εἰ γὰρ τὸ καλῶς βιοῦν καὶ νομίμως ἐστὶ βιοῦν καὶ τὸ εὐλόγως βιοῦν κατὰ νόμον ἐστὶ βιοῦν, ὀρθῶς δὲ βεβιωκότες οἱ πρὸ νόμου εἰς πίστιν ἐλογίσθησαν καὶ δίκαιοι εἶναι ἐκρίθησαν, δῆλόν που καὶ τοὺς ἐκτὸς νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικῆς εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαι.
 [06627]  ὃ δ' ἂν παχυμερὲς ἐκ τῆς ἁμαρτίας πεπαχυμμένον τύχῃ, τοῦτο ἀπορρίπτεται σὺν τῷ σαρκικῷ πνεύματι τῷ κατὰ τῆς ψυχῆς [6.6.52.3] ἐπιθυμοῦντι.
 [06644]  [6.7.55.1] Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, * * τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα [6.7.55.2] πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς.
 [06682]  ὁ δὲ ἐν τῷ σώματι καθαρισμὸς τῆς ψυχῆς πρώτης πρῶτος οὗτός ἐστιν, ἡ ἀποχὴ τῶν κακῶν, ἥν τινες τελείωσιν ἡγοῦνται, καὶ ἔστιν ἁπλῶς τοῦ [6.7.60.3] κοινοῦ πιστοῦ, Ἰουδαίου τε καὶ Ἕλληνος, ἡ τελείωσις αὕτη·
 [06747]  καὶ μή τι ἡ γνῶσις ἰδίωμα ψυχῆς τυγχάνει λογικῆς εἰς τοῦτο ἀσκουμένης, ἵνα διὰ τῆς γνώσεως εἰς ἀθανασίαν ἐπιγραφῇ.
 [06748]  ἄμφω γὰρ δυνάμεις τῆς ψυχῆς, γνῶσίς τε [6.8.69.1] καὶ ὁρμή.
 [06752]  ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι κἀκ τοῦ μανθάνειν ἡ γνῶσις, ἕπεται δὲ τῇ ἐπιστήμῃ <ἡ> ὁρμὴ μεθ' ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ' ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς·
 [06753]  [6.8.69.3] τῷ ὄντι γὰρ ἡ μὲν ὁρμὴ καθάπερ γνῶσίς ἐστιν ἐπὶ τῶν ὄντων κινουμένη, γνῶσις δὲ αὐτὸ τοῦτο, θέα τίς ἐστι τῆς ψυχῆς τῶν ὄντων [6.8.70.1] ἤτοι τινὸς ἢ τινῶν, τελειωθεῖσα δὲ τῶν συμπάντων.
 [06883]  [6.11.90.1] ἀμέλει καὶ παρὰ πότον <τὸ> ψάλλειν ἀλλήλοις προπίνομεν, κατεπᾴδοντες ἡμῶν τὸ ἐπιθυμητικὸν καὶ τὸν θεὸν δοξάζοντες ἐπὶ τῇ ἀφθόνῳ τῶν ἀνθρωπείων ἀπολαύσεων δωρεᾷ τῶν τε εἰς τὴν τοῦ σώματος τῶν τε εἰς τὴν τῆς ψυχῆς αὔξησιν τροφῶν ἀιδίως [6.11.90.2] ἐπιχορηγηθεισῶν.
 [06938]  αὕτη οὖν φύσις ψυχῆς ἐξ ἑαυτῆς ὁρμᾶν·
 [06978]  καρδιογνώστην γὰρ τὸν θεὸν παρειλήφαμεν, οὐκ ἐκ κινήματος ψυχῆς τεκμαιρόμενον καθάπερ ἡμεῖς οἱ ἄνθρωποι, ἀλλ' οὐδὲ ἐκ τοῦ ἀποβαίνοντος (γελοῖον γὰρ οὕτως νοεῖν), οὐδέ, ὡς ὁ ἀρχιτέκτων γενόμενον τὸ ἔργον ἐπῄνεσε, καὶ ὁ θεὸς οὕτως ποιήσας [6.12.101.6] τὸ φῶς, ἔπειτα ἰδών, καλὸν εἶπεν·
 [06991]  τότε ὁ περιδέξιος ἡμῖν καὶ γνωστικὸς ἐν δικαιοσύνῃ ἀποκαλύπτεται, δεδοξασμένος ἤδη κἀνθένδε καθάπερ ὁ Μωυσῆς τὸ πρόσωπον τῆς ψυχῆς, ὅπερ ἐν τοῖς πρόσθεν ἰδίωμα χαρακτηριστικὸν τῆς δικαίας εἰρήκαμεν ψυχῆς.
 [06992]  [6.12.103.6] καθάπερ γὰρ τοῖς ἐρίοις ἡ στῦψις τῆς βαφῆς ἐμμείνασα τὴν ἰδιότητα καὶ παραλλαγὴν πρὸς τὰ λοιπὰ παρέχει ἔρια οὕτως κἀπὶ τῆς ψυχῆς ὁ μὲν πόνος παρῆλθεν, μένει δὲ τὸ καλόν, καὶ τὸ μὲν ἡδὺ [6.12.103.7] καταλείπεται, ἀναμάσσεται δὲ τὸ αἰσχρόν.
 [06993]  αὗται γὰρ ἑκατέρας ψυχῆς χαρακτηριστικαὶ ποιότητες, ἀφ' ὧν γνωρίζεται ἡ μὲν δεδοξασμένη, ἡ [6.12.104.1] δὲ κατεγνωσμένη.
 [07042]  [6.14.112.3] ἄδικον δὲ ἄντικρυς κέρδος ἡδονὴ καὶ λύπη πόθος τε καὶ φόβος καὶ συνελόντι εἰπεῖν τὰ πάθη τῆς ψυχῆς, ὧν τὸ παραυτίκα τερπνὸν ἀνιαρὸν εἰς τοὐπιόν.
 [07047]  [6.14.113.1] Καί μοι δοκεῖ κομπώδους μὲν εἶναι ψυχῆς καύχημα, πλὴν εὐσυνειδήτου, ἐπιφθέγγεσθαι τοῖς κατὰ περίστασιν συμβαίνουσι·
 [07203]  ἔστι δὲ καὶ δεκάς τις περὶ τὸν ἄνθρωπον αὐτόν, τά τε αἰσθητήρια πέντε καὶ τὸ φωνητικὸν καὶ τὸ σπερματικὸν καὶ τοῦτο δὴ ὄγδοον τὸ κατὰ τὴν πλάσιν πνευματικόν, ἔνατον δὲ τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ δέκατον τὸ διὰ τῆς πίστεως [6.16.134.3] προσγινόμενον ἁγίου πνεύματος χαρακτηριστικὸν ἰδίωμα.
 [07361]  καίτοι καὶ τῷ Σαμψὼν ἐν ταῖς θριξὶν ἡ δύναμις ἐδόθη, ἵνα καὶ τὰς ἀποβλήτους τῶν ἐν τῷ βίῳ τέχνας, τὰς κειμένας καὶ μενούσας μετὰ τὴν ἔξοδον τῆς ψυχῆς χαμαί, μὴ ἄνευ τῆς θείας δυνάμεως [6.17.153.4] ἐννοήσῃ δίδοσθαι.
 [07366]  ταύτῃ φησὶν ἡ γραφὴ πνεῦμα αἰσθήσεως δεδόσθαι τοῖς τεχνίταις ἐκ τοῦ θεοῦ, τὸ δὲ οὐδὲν ἀλλ' ἢ φρόνησίς ἐστι, δύναμις ψυχῆς θεωρητικὴ τῶν ὄντων καὶ τοῦ ἀκολούθου ὁμοίου τε καὶ ἀνομοίου διακριτική τε αὖ καὶ συνθετικὴ καὶ προστακτικὴ καὶ ἀπαγορευτικὴ τῶν τε μελλόντων καταστοχαστική.
 [07386]  ἀλλὰ καὶ αἱ τῶν ἐναρέτων ἀνθρώπων ἐπίνοιαι κατὰ ἐπίπνοιαν θείαν γίγνονται, διατιθεμένης πως τῆς ψυχῆς καὶ διαδιδομένου τοῦ θείου θελήματος εἰς τὰς ἀνθρωπίνας ψυχάς, τῶν ἐν μέρει θείων λειτουργῶν συλλαμβανομένων εἰς τὰς τοιαύτας διακονίας·
 [07489]  [7.1.3.1] Θεραπεία τοίνυν τοῦ θεοῦ ἡ συνεχὴς ἐπιμέλεια τῆς ψυχῆς τῷ γνωστικῷ καὶ ἡ περὶ τὸ θεῖον αὐτοῦ κατὰ τὴν ἀδιάλειπτον ἀγάπην [7.1.3.2] ἀσχολία.
 [07491]  ἰατρικὴ μὲν σώματος, φιλοσοφία δὲ ψυχῆς βελτιωτική.
 [07579]  ὅσοι δ' οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις [7.3.15.3] πρὸς τῆς ἀπαιδεύτου ἀδικίας, οὐ νομίζουσιν εἶναι θεόν.
 [07600]  σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων <καλῶν> ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει <πάντα> πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν [7.3.18.3] περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ.
 [07749]  αἱ μὲν γὰρ κατὰ τὸν νόμον θυσίαι τὴν περὶ ἡμᾶς εὐσέβειαν ἀλληγοροῦσι, καθάπερ ἡ τρυγὼν καὶ ἡ περιστερὰ ὑπὲρ ἁμαρτιῶν προσφερόμεναι τὴν ἀποκάθαρσιν τοῦ ἀλόγου μέρους τῆς ψυχῆς προσδεκτὴν μηνύουσι [7.6.32.8] τῷ θεῷ.
 [07750]  εἰ δέ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεῶν βρώσει τὴν ψυχήν, λόγῳ τινὶ εὐλόγῳ χρῆται, οὐχ ᾧ Πυθαγόρας καὶ οἱ [7.6.32.9] ἀπ' αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς.
 [07771]  φαμὲν δ' ἡμεῖς ἁγιάζειν τὸ πῦρ οὐ τὰ κρέα, ἀλλὰ τὰς ἁμαρτωλοὺς ψυχάς, πῦρ οὐ τὸ παμφάγον καὶ βάναυσον, ἀλλὰ τὸ φρόνιμον λέγοντες, τὸ διικνούμενον διὰ ψυχῆς τῆς διερχομένης τὸ πῦρ.
 [07788]  ἀλλὰ καὶ τὸ εὐπαθὲς τοῦ ἀέρος καὶ ἡ ὀξυτάτη συναίσθησις τῶν ἀγγέλων ἥ τε τοῦ συνειδότος ἐπαφωμένη τῆς ψυχῆς δύναμις δυνάμει τινὶ ἀρρήτῳ καὶ [7.7.37.3] ἄνευ τῆς αἰσθητῆς ἀκοῆς ἅμα νοήματι πάντα γινώσκει·
 [07795]  ἢ οὐχὶ πάντῃ εἰς τὸ βάθος τῆς ψυχῆς ἁπάσης τὸ φῶς τῆς δυνάμεως ἐκλάμπει, τὰ ταμιεῖα ἐρευνῶντος, ᾗ φησιν ἡ γραφή, τοῦ λύχνου τῆς δυνάμεως;
 [07842]  εἰ δὲ ἡ φωνὴ καὶ ἡ λέξις τῆς νοήσεως χάριν δέδοται ἡμῖν, πῶς οὐχὶ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐπακούει [7.7.43.4] ὁ θεός, ὅπου γε ἤδη ψυχὴ ψυχῆς καὶ νοῦς νοὸς ἐπαΐει;
 [07910]  κἂν ἐν αὐτῷ τῷ ταμιείῳ τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος [7.7.49.8] πάρεστιν.
 [07967]  ὅθεν καὶ ῥᾳδίως εἰς τὸ συγγενὲς τῆς ψυχῆς θεῖόν τε καὶ ἅγιον μετοικίζει καὶ διά τινος οἰκείου φωτὸς διαβιβάζει τὰς προκοπὰς τὰς μυστικὰς τὸν ἄνθρωπον, ἄχρις ἂν εἰς τὸν κορυφαῖον ἀποκαταστήσῃ τῆς ἀναπαύσεως τόπον, τὸν καθαρὸν τῇ καρδίᾳ πρόσωπον πρὸς πρόσωπον ἐπιστημονικῶς καὶ καταληπτικῶς τὸν θεὸν ἐποπτεύειν διδάξασα.
 [07968]  [7.10.57.2] ἐνταῦθα γάρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις, πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι, ὅπου [7.10.57.3] ἐστὶν προσεχῶς ὑποτεταγμένη.
 [08027]  [7.11.64.7] τοῦτο τὸ κάλλος τῆς ψυχῆς νεὼς γίνεται τοῦ ἁγίου πνεύματος ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηται [7.11.65.1] τὸν βίον.
 [08031]  οὗτος ὁ τῷ ὄντι ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἢ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβὰς ὅλον τὸν ἐμπαθῆ βίον.
 [08090]  αὐτίκα ὡς ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν·
 [08104]  ὁ γὰρ μὴ θελήσας τὸ τῆς ψυχῆς ἐκκόψαι πάθος ἑαυτὸν ἀπέκτεινεν.
 [08105]  ἀλλ' ὡς ἔοικεν ἀτροφία μὲν ἡ ἄγνοια τῆς ψυχῆς, τροφὴ [7.12.72.5] δὲ ἡ γνῶσις.
 [08156]  ὁ γνωστικὸς οὗτος συνελόντι εἰπεῖν τὴν ἀποστολικὴν ἀπουσίαν ἀνταναπληροῖ βιοὺς ὀρθῶς, γιγνώσκων ἀκριβῶς, ὠφελῶν τοὺς ἐπιτηδείους, τὰ ὄρη μεθιστὰς τῶν πλησίον καὶ [7.12.77.5] τὰς τῆς ψυχῆς αὐτῶν ἀνωμαλίας ἀποβάλλων.
 [08185]  [7.12.79.6] τάς τε γὰρ προσπαθείας τὰς σαρκικὰς πολὺ τῆς ἡδονῆς τὸ φίλτρον ἐχούσας μεμίσηκεν καὶ καταμεγαλοφρονεῖ πάντων τῶν εἰς δημιουργίαν καὶ τροφὴν τῆς σαρκὸς οἰκείων, ἀλλὰ καὶ τῆς σωματικῆς ψυχῆς κατεξανίσταται, στόμιον ἐμβαλὼν ἀφηνιάζοντι τῷ [7.12.79.7] ἀλόγῳ πνεύματι, ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος.
 [08223]  [7.13.83.1] Ἐπ' οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων <οὐδὲν> οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους, ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον [7.13.83.2] γενήσεσθαι.
 [08369]  τριττὴ δὲ θεραπεία οἰήσεως, καθάπερ καὶ παντὸς πάθους, μάθησίς τε τοῦ αἰτίου καὶ τοῦ πῶς ἂν ἐξαιρεθείη τοῦτο, καὶ τρίτον ἡ ἄσκησις τῆς ψυχῆς καὶ ὁ ἐθισμὸς [7.16.99.1] πρὸς <τὸ> τοῖς κριθεῖσιν ὀρθῶς ἔχειν ἀκολουθεῖν δύνασθαι.
 [08384]  [7.16.100.7] Καὶ δὴ τριῶν οὐσῶν διαθέσεων τῆς ψυχῆς, ἀγνοίας, οἰήσεως, ἐπιστήμης, οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ [7.16.101.1] ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις.
 [08406]  εἰ δέ τις ἰάσιμος τυγχάνει, φέρειν δυνάμενος, ὡς πῦρ ἢ σίδηρον, τῆς ἀληθείας τὴν παρρησίαν ἀποτέμνουσαν <καὶ> καίουσαν τὰς ψευδεῖς δόξας αὐτῶν, ὑπεχέτω τὰ ὦτα [7.16.103.3] τῆς ψυχῆς.
 [08444]  ἀλλ' οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰσόδου, ψευδῆ δέ τινα καί, ὥς φησιν ἡ συνήθεια, ἀντικλεῖδα, δι' ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες, ὥσπερ ἡμεῖς διὰ τῆς τοῦ κυρίου παραδόσεως εἴσιμεν, παράθυρον δὲ ἀνατεμόντες καὶ διορύξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκκλησίας, ὑπερβαίνοντες τὴν [7.17.106.3] ἀλήθειαν, μυσταγωγοὶ τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται.
 [08463]  τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν τὰ λόγια τοῦ θεοῦ νύκτωρ καὶ μεθ' ἡμέραν μελετώντων καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ, ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν [7.18.109.3] καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ.
 [08546]  ἐνίοτε δὲ γιγνώσκεσθαι μέν τι τούτων τῶν δυνάμεων ἢ παθῶν ἤ τινα τούτων, ὡς τῆς ψυχῆς τὰς ἐπιθυμίας καὶ τὰ πάθη, ἀγνοεῖσθαι δὲ καὶ [8.4.9.3] ζητεῖσθαι τὴν οὐσίαν·
 [08559]  Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ τοῦ τρίτου τῆς ψυχῆς εἴδους, τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά, ζῷα δ' ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ·
 [08560]  τὸ γὰρ δὴ τῆς ἑτέρας ψυχῆς τῆς [8.4.10.4] αἰσθητικῆς μετέχον τοῦτο μόνον ἀξιοῖ καλεῖσθαι ζῷον.
 [08604]  τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς, δευτέρα δ' ἦν διαφορὰ προβλημάτων ἐφ' οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.
 [08768]  [8.9.30.4] Τὸ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ψυχὴν ἀντὶ ψυχῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»