Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τροφῆς [59]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τροφῆς


000-00-00 Serial Number=0629555106
Eclogae propheticae Ante [Go Back]  
 [00080]  Ἡ νηστεία ἀποχὴ τροφῆς ἐστι κατὰ τὸ σημαινόμενον, τροφὴ δὲ οὐδὲν δικαιοτέρους ἡμᾶς ἢ ἀδικωτέρους ἀπεργάζεται, κατὰ δὲ τὸ μυστικὸν δηλοῖ ὅτι ὥσπερ τοῖς καθ' ἕνα ἐκ τροφῆς ἡ ζωή, ἡ δ' ἀτροφία θανάτου σύμβολον, οὕτως καὶ ἡμᾶς τῶν κοσμικῶν νηστεύειν χρή, ἵνα τῷ κόσμῳ ἀποθάνωμεν καὶ μετὰ τοῦτο τροφῆς θείας μετα [14.2] λαβόντες θεῷ ζήσωμεν.
000-00-00 Serial Number=0600451529
Paedagogus Ante [Go Back]  
 [00445]  Εἰ τοίνυν ἡ μὲν κατεργασία τῆς τροφῆς ἐξαιματοῦται, τὸ δὲ αἷμα ἐκγαλακτοῦται, παρασκευὴ γίνεται τὸ αἷμα τοῦ γάλακτος ὡς σπέρμα ἀνθρώπου καὶ γίγαρτον ἀμπέλου.
 [00486]  αἵματος γὰρ φύσις τοῦ γάλακτος ἡ ῥύσις, καὶ πηγὴ τροφῆς τὸ γάλα, ᾧ δὴ καὶ γυνὴ δήλη τεκοῦσα ἀληθῶς καὶ μήτηρ, δι' οὗ καὶ φίλτρον εὐνοίας προσλαμβάνει.
 [00504]  Μίγνυται δὲ καὶ μέλιτι προσφυῶς καὶ τοῦτο ἐπὶ καθάρσει πάλιν μετὰ γλυκείας τῆς τροφῆς·
 [01040]  Χορτασθέντες γοῦν, φησίν, ἀνέστησαν παίζειν, τὸ [1.11.97.1] ἄλογον τῆς τροφῆς πλήρωμα χόρτασμα, οὐ βρῶμα εἰπών.
 [01112]  τὸ δὲ ἐκ δυεῖν, τὸ ζῆν τοῦτο, ὑγείας τε καὶ ἰσχύος σύγκειται, οἷς μάλιστα κατάλληλον τῆς τροφῆς τὸ εὔκολον, εἴς τε τὰς ἀναδόσεις καὶ τοῦ σώματος τὴν κουφότητα χρησιμεῦον, ἐξ ὧν αὔξησίς τε καὶ ὑγεία καὶ ἰσχὺς δικαία, οὐχὶ δὲ ἄδικος ἢ σφαλερὰ καὶ ἀθλία ὡς ἡ τῶν ἀθλητῶν ἐξ ἀναγκοφαγίας, περιγίνεται.
 [01120]  Ἀλλὰ καὶ τὴν εὔκολον βρῶσιν τὸν ἄρτον ἐκθηλύνουσιν ἀποσήθοντες τοῦ πυροῦ τὸ τρόφιμον, ὡς τὸ ἀναγκαῖον τῆς τροφῆς ὄνειδος γίνεσθαι ἡδονῆς.
 [01156]  Αἱ δὲ εὐφροσύναι αὗται ἔναυσμά τι ἀγάπης ἔχουσιν ἐκ τῆς πανδήμου τροφῆς συνεθιζόμενον εἰς ἀίδιον τροφήν.
 [01178]  Ἀδιάφορος ἄρα ἡ φυσικὴ χρῆσις τῆς τροφῆς·
 [01180]  Ἀλλὰ οὐκ εὔλογον τραπέζης δαιμονίων μεταλαμβάνειν τοὺς θείας μετέχειν καὶ πνευματικῆς κατηξιωμένους τροφῆς.
 [01186]  Ἀγαστὸν μὲν οὖν πρὸς τὸ ἀληθὲς ἀναθρήσαντας τῆς ἄνω τροφῆς ἐξέχεσθαι τῆς θείας καὶ τῆς τοῦ ὄντως ὄντος ἀπληρώτου ἐμπίμπλασθαι θέας, τῆς βεβαίου καὶ μονίμου καὶ καθαρᾶς γευομένους ἡδονῆς·
 [01213]  [2.1.11.4] Ἔστι γὰρ ὁρᾶν τοὺς τοιούτους ὑσὶν ἢ κυσὶν διὰ τὴν λαβρότητα μᾶλλον ἢ ἀνθρώποις ὡμοιωμένους, τοὺς χορτάζεσθαι σπεύδοντας, ὡς καὶ τὰς γνάθους ἅμα ἄμφω ἐξογκοῦσθαι τῶν περὶ τὸ πρόσωπον ἀγγείων προσεπαιρομένων, πρὸς δὲ καὶ ἱδρῶτα περιχεῖσθαι τῇ ἀπληστίᾳ συνεχομένων καὶ ἀσθμαινόντων ὑπὸ ἀκρασίας, ὠθουμένης κατ' ἔπειξιν ἀκοινώνητον εἰς κοιλίαν τῆς τροφῆς, ὥσπερ εἰς ἐφόδιον, οὐκ εἰς ἀνάδοσιν, ἀποτιθεμένων τὰ ἐδέσματα.
 [01230]  Καὶ εἴτε ἐσθίετε, φησίν, εἴτε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε, στοχαζόμενοι τῆς ἀληθοῦς εὐτελείας, ἥν μοι δοκεῖ καὶ ὁ κύριος αἰνίξασθαι τοὺς ἄρτους εὐλογήσας καὶ τοὺς ἰχθύας τοὺς ὀπτούς, οἷς κατευώχησε τοὺς μαθητάς, τῆς ἀπεριέργου τροφῆς καλὸν εἰσηγούμενος ὑπόδειγμα.
 [01243]  λείπει δὲ αὐτοῖς οὐδὲ ἓν ὁτιοῦν μὴ μεριμνῶσι τροφῆς.
 [01287]  Εὐαυξῆ δὲ καὶ τῶν παίδων τὰ σώματα γίνεσθαί φασιν εἰς μῆκος ἐπιδιδόντων ἀπὸ τῆς ἐλλειπούσης τροφῆς·
 [01288]  οὐ γὰρ κωλύεται τὸ ἀνατρέχον εἰς αὔξην πνεῦμα τῆς πολλῆς τροφῆς ἀντιφραττούσης τὸ εὔπνουν τοῦ δρόμου.
 [01461]  κλιντῆρες δὲ ἀργυροῖ καὶ λεκάναι καὶ ὀξύβαφα καὶ πινακίσκοι καὶ τρύβλια, πρὸς ἐπὶ τούτοις σκεύη ἀργυρᾶ τε καὶ χρυσᾶ, τὰ μὲν εἰς διακονίαν τροφῆς, τὰ δὲ καὶ εἰς ἄλλας τινάς, ἃς αἰσχύνομαι καὶ λέγειν, χρείας, κέδρου τε εὐκεάτοιο καὶ θύου καὶ ἐβένου καὶ ἐλέφαντος τρίποδες ἠσκημένοι κλῖναί τε ἀργυρόποδες καὶ ἐλεφαντοκόλλητοι χρυσόστικτοί τε καὶ χελώνης πεποικιλμέναι κύτει κλισιάδες στρωμναί τε ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἀπειροκάλου τρυφῆς τεκμήρια, φθόνου καὶ βλακείας ἐπήβολα πλεονεκτήματα, παραπεμπτέα ἅπαντα, οὐδ' ἡντινοῦν ἀξιόλογον [2.3.35.4] ἔχοντα σπουδήν.
 [01541]  [2.4.44.1] Ὡς δὲ ἁρμόδιον πρὶν ἡμᾶς μεταλαβεῖν τροφῆς τῶν συμπάντων εὐλογεῖν τὸν ποιητήν, οὕτως καὶ παρὰ πότον καθήκει ψάλλειν αὐτῷ τῶν αὐτοῦ μεταλαμβάνοντας κτισμάτων·
 [01899]  Αἱ δὲ ἐπικυλίσεις ταῖς ὁμαλαῖς εὐναῖς, οἷον ὕπνου γυμνάσιον ὑπάρχουσαι φυσικόν, συνεργοῦσι πρὸς τὴν κατάταξιν τῆς τροφῆς·
 [01953]  Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος δὲ ἡ εὐτεκνία, καθάπερ καὶ τῷ γεωργῷ τῆς τῶν σπερμάτων καταβολῆς αἰτία μὲν ἡ τῆς τροφῆς προμήθεια, τέλος δὲ αὐτῷ τῆς γεωργίας ἡ τῶν [2.10.83.2] καρπῶν συγκομιδή.
 [01955]  ὃ μὲν γὰρ ἐπικαίρου τροφῆς ὀριγνώμενος, ὃ δὲ τῆς τοῦ παντὸς διαμονῆς προμηθούμενος γεωργεῖ, καὶ ὃ μὲν δι' ἑαυτόν, ὃ δὲ διὰ τὸν θεὸν φυτουργεῖ·
 [02136]  Οὐκοῦν οὐδὲ ἐσθῆτος [2.10βις.102.3] ἀντιποιητέον πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης.
 [02138]  ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ [2.10βις.102.4] ἐνδύματος.
 [02142]  Καὶ ταῦτα μὲν περὶ τροφῆς·
 [02149]  Ἐνταῦθα τὸ τί μόριον τὴν ποικιλίαν τῆς τροφῆς ἐκβέβληκε, σημαίνεται γὰρ ἐκ τῆς γραφῆς τοῦτο·
 [02164]  Περὶ δὲ ψιλῆς τῆς τροφῆς, τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς, ὡς ἀναγκαίων οὐσῶν, οἶδε, φησίν, ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε.
 [02166]  Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ θεοῦ, καὶ τὰ τῆς τροφῆς προστεθήσεται ὑμῖν.
 [02167]  [2.10βις.104.1] Εἰ τοίνυν ἐσθῆτος καὶ τροφῆς καὶ τῶν περιττῶν ἁπαξαπλῶς ὡς οὐκ ἀναγκαίαν ἀφαιρεῖται τὴν μέριμναν, τί χρὴ νοεῖν ἐρεῖν αὐτὸν περὶ φιλοκοσμίας βαφῆς τε ἐρίων καὶ ποικιλίας χρωμάτων καὶ λίθων περιεργίας καὶ χρυσίου ἐξεργασίας πλοκάμων τε ἔτι ἐπιτεχνητῶν καὶ βοστρύχων ἑλικτῶν, πρὸς δὲ καὶ ὀφθαλμῶν ὑπογραφῆς παρατίλσεών τε καὶ παραφυκισμῶν καὶ ψιμυθισμοῦ καὶ βαφῆς τριχῶν καὶ τῶν περὶ τὰς ἀπάτας ταύτας κακοτεχνιῶν;
 [02658]  Εἰ δὲ καὶ ποτὸν ἐπιλίποι τοῖς βαρβάροις, ἀμέλγονται τοῦ γάλακτος, κενουμένης δὲ ἤδη τῆς τροφῆς, ἀλλ' οὐδὲ τοῦ αἵματος φείδονται, ᾗ φασι λυττήσαντας τοὺς λύκους.
 [02903]  [3.10.51.3] Καθάπερ γὰρ ἐπὶ τῆς τροφῆς διεξεληλύθαμεν, παραπλησίως ἐν πᾶσι καὶ πανταχοῦ οὐ πρὸς ἡδυπάθειαν τετράφθαι καὶ ἀκόλαστον χρὴ δίαιταν οὐδ' αὖ πρὸς τὴν ἐναντίαν τὴν ἄκρατον, ἀλλὰ τὴν μεταξὺ τούτων τὴν ἐμμελῆ τε καὶ σώφρονα καὶ καθαρὰν ἑκατέρας κακίας, τρυφῆς [3.10.52.1] τε καὶ φειδωλίας.
 [02995]  Ἐπειδὰν δὲ ἑλκύσῃ, ἀλεαινομένην ἠρέμα δι' αὐτῶν ἀτμίζει τῶν σαρκῶν τὴν ἐκ τῆς τροφῆς περιουσίαν, ποσῇ μὲν τῇ ὑγρότητι, ὑπερβολῇ [3.11.65.2] δὲ θερμότητος.
 [02998]  Εἰκότως οὖν τοῖς περιττεύουσι κατὰ τὰς ἀποτρίψεις τὰ οὖρα καὶ τὰ σκύβαλα πλεονάζει, πλεονάζει δὲ καὶ τὰ ἄλλα περιττώματα αὐτοῖς, πρὸς δὲ καὶ οἱ ἱδρῶτες, οὐκ ἀναδιδομένης τῷ σώματι [3.11.66.1] τῆς τροφῆς, ἀλλὰ εἰς τὰ περιττὰ ἐκχεομένης.
000-00-00 Serial Number=0048785210
Stromata Ante [Go Back]  
 [00144]  τὸ γάλα τοῦ προβάτου ὃ μέν τις ἀμελξάτω, εἰ χρῄζει τροφῆς, τὸν μαλλὸν κειράτω, [1.1.17.2] εἰ σκέπης δεῖται.
 [00431]  εὐτελῆ γὰρ οὐ μόνον δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον ἀπέριττόν τε καὶ ἀπερίεργον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ, εἴ γε τὴν τρυφὴν ὡς δολεράν τε καὶ ἄσωτον παραιτοίμεθα, καθάπερ τὸ μύρον καὶ τὴν πορφύραν οἱ παλαιοὶ Λακεδαιμόνιοι, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρίσματα ὑπολαβόντες ὀρθῶς καὶ ὀνομάσαντες, ἐπεὶ μήτε ἐκείνη καλὴ σκευασία τροφῆς ἡ πλείω τῶν τρεφόντων ἔχουσα τὰ ἡδύσματα μήτε λόγου χρῆσις ἀστεία ἡ τέρπειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούοντας δυναμένη.
 [01463]  γεωργοῦ μὲν οὖν ἴδιον τὸ ἐν ἀκάνθαις φυόμενον ῥόδον ἀβλαβῶς λαβεῖν καὶ τεχνίτου [2.1.3.4] τὸν ἐν ὀστρείου σαρκὶ κατορωρυγμένον μαργαρίτην ἐξευρεῖν, φασὶ δὲ καὶ τὰς ὄρνιθας ἡδίστην ἔχειν τὴν σαρκὸς ποιότητα, ὅτε οὐκ ἀφθόνου τροφῆς παρατεθείσης αὐταῖς αἱ δὲ σκαλεύουσαι τοῖς ποσὶν [2.1.3.5] ἐκλέγονται μετὰ πόνου τὰς τροφάς.
 [01909]  [2.11.50.1] Ἡνίκα γοῦν τῆς οὐρανίου καὶ θείας τροφῆς τὸ μνημόσυνον ἐν στάμνῳ χρυσῷ καθιεροῦσθαι προσετάττετο, τὸ γόμορ φησὶ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.
 [02271]  δεῖ γὰρ [2.18.94.4] καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι.
 [02277]  κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δι' ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ὡς μηδὲν παραβλαστάνον κωλύῃ [2.18.95.3] τὴν αὔξησιν.
 [02392]  ἵνα γὰρ ἀδιαφόρως τοῖς ἀδιαφόροις χρησώμεθα, πολλῆς ἡμῖν δεῖ διαφορᾶς, ἅτε προκεκακωμένοις ἀσθενείᾳ πολλῇ καὶ προδιαστροφῇ κακῆς ἀγωγῆς [2.20.110.1] τε καὶ τροφῆς μετὰ ἀμαθίας προαπολελαυκόσιν.
 [02454]  οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ' ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν.
 [02507]  γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.
 [02882]  λέγεται γὰρ καὶ τὸ ποιεῖν τι κακὸν ἐργάζεσθαι, ὥσπερ οὖν καὶ τὸ ἀγαθόν τι ποιεῖν ὁμωνύμως ἐργάζεσθαι, ὁμοίως δὲ καὶ ἡ κοινωνία ἀγαθὸν μὲν ἐν μεταδόσει ἀργυρίου καὶ τροφῆς καὶ στολῆς, οἳ δὲ καὶ τὴν ὁποίαν δήποτ' οὖν [3.4.27.3] ἀφροδισίων συμπλοκὴν κοινωνίαν ἀσεβῶς κεκλήκασιν.
 [02932]  λέληθε δὲ αὐτοὺς ὅτι καὶ τὰ ἀνωτέρω μέρη τῆς τροφῆς ὀριγνᾶται καὶ λαγνεύει τισίν, ἐναντιοῦνται δὲ καὶ τῷ Χριστῷ πρὸς τοὺς Φαρισαίους εἰρηκότι τὸν αὐτὸν θεὸν καὶ τὸν ἐκτὸς ἡμῶν καὶ τὸν ἔσω ἄνθρωπον πεποιηκέναι.
 [03155]  καθόλου δὲ ἡμῖν προΐτω ὁ λόγος περί τε γάμου περί τε τροφῆς καὶ τῶν ἄλλων μηδὲν κατ' ἐπιθυμίαν ποιεῖν, θέλειν δὲ μόνα ἐκεῖνα τὰ ἀναγκαῖα.
 [03435]  [3.13.93.2] ὅταν οὖν μήτε τις θυμῷ μήτ' ἐπιθυμίᾳ χαρισάμενος, ἃ δὴ καὶ ἐξ ἔθους καὶ τροφῆς κακῆς αὐξήσαντα ἐπισκιάζει καὶ ἐγκαλύπτει τὸν λογισμόν, ἀλλ' ἀποδυσάμενος τὴν ἐκ τούτων ἀχλὺν ἐκ μετανοίας καταισχυνθεὶς πνεῦμα καὶ ψυχὴν ἑνώσῃ κατὰ τὴν τοῦ λόγου ὑπακοήν, τότε, ὡς καὶ ὁ Παῦλός φησιν, οὐκ ἔνι ἐν ὑμῖν οὐκ ἄρρεν, οὐ θῆλυ.
 [03774]  ἡ γὰρ ψυχὴ πλείων ἐστὶ [4.6.34.6] τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
 [05178]  [5.7.41.1] Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλουσιν ἐπὶ βασιλείαν προϊέναι καὶ τῶν ἱερέων τοῖς κριθεῖσιν εἶναι δοκιμωτάτοις ἀπό τε τῆς τροφῆς καὶ τῆς παιδείας καὶ τοῦ γένους.
 [05187]  ὥσπερ ἀμέλει γῆς τε αὐτῆς καὶ γεωργίας καὶ τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ [5.7.42.4] μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα.
 [05214]  [5.8.45.6] οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς δι' ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλον ται, ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι αὖ καίονται, οὕτως καὶ <αὐ>τοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.
 [05362]  αὐτίκα τοῖς Ἑβραίοις καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον φησίν, ὡς ἂν ἐγγηράσαντες τῇ διαθήκῃ τῇ παλαιᾷ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ [5.10.62.3] γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς·
 [05440]  [5.11.70.1] Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, μακάριοι τῷ ὄντι κατὰ τὴν γραφὴν οἱ πεινῶντες καὶ διψῶντες [5.11.70.2] τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου.
 [06693]  [6.8.62.2] διὸ καὶ τοῖς Ἑβραίοις γράφων τοῖς ἐπανακάμπτουσιν εἰς νόμον ἐκ πίστεως ἢ πάλιν φησὶ χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς.
 [06915]  τάχα που καὶ ὁ κύριος τὸ πλῆθος ἐκεῖνο τῶν ἐπὶ τῆς πόας κατακλιθέντων καταντικρὺ τῆς Τιβεριάδος τοῖς ἰχθύσι τοῖς δυσὶ καὶ τοῖς εʹ τοῖς κριθίνοις διέθρεψεν ἄρτοις, αἰνισσόμενος τὴν προπαιδείαν Ἑλλήνων τε καὶ Ἰουδαίων πρὸ τοῦ θείου [6.11.94.3] πυροῦ τῆς κατὰ τὸν νόμον γεωργουμένης τροφῆς·
 [07706]  ἀλλ' εἰ καὶ ἀνθρωποειδὲς τὸ θεῖον, τῶν ἴσων δεήσεται τῷ ἀνθρώπῳ, τροφῆς τε καὶ σκέπης οἰκίας τε καὶ τῶν ἀκολούθων πάντων.
 [07716]  [7.6.30.1] Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ [7.6.30.2] γενητά, ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν.
 [07733]  καίτοι εἰ ἀνενδεῶς τρέφεται αὐτοῖς τὸ θεῖον, τίς ἔτι χρεία τροφῆς τῷ [7.6.31.7] ἀνενδεεῖ;
 [07751]  δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, <ἣ> εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»