Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοίνυν [316]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τοίνυν


000-00-00 Serial Number=0286279142
Eclogae propheticae Ante [Go Back]  
 [00022]  αἱ τοίνυν οὐσίαι ὑλικαί, ἀφ' ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται, ἄβυσσοι εἴρην ται·
 [00173]  δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται, ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον, εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει, ἵνα ἡμῖν ἀκρι βῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ' ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ [32.3] καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ.
 [00175]  [33.1] Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ <αὐτῷ> ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, [33.2] φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα.
 [00182]  [36.1] ∆εῖ τοίνυν ἐπ' ἴσης τῷ βουλομένῳ τὸ πειθόμενον ἔχειν τὸν μαθη τὴν καὶ τῷ πόθῳ τὴν πίστιν ἐγκαταμίξαντα γυμνάζειν καὶ μελετᾶν, ἑκάστοτε πρὸς ἑαυτὸν τὴν τῶν θεωρημάτων ἀλήθειαν ἐξετάζοντα·
 [00188]  εἰ τοίνυν εὐχόμενος ᾔδει τὸν ὑπερκείμενον θεόν, πῶς λέγει ἐγὼ θεὸς καὶ πλὴν ἐμοῦ ἄλλος οὐδείς;
000-00-00 Serial Number=0683074832
Excerpta ex Theodoto Ante [Go Back]  
 [00096]  Τὸ τοίνυν ὁρῶν καὶ ὁρώμενον ἀσχημάτιστον εἶναι οὐ δύναται οὐδὲ ἀσώματον·
 [00285]  Ἐν ἀρχῇ τοίνυν συνελογίσθημεν, φασί, καὶ ἐφανε [2.41.3] ρώθημεν.
 [00389]  Μετὰ τὴν τοῦ θανάτου τοίνυν βασιλείαν, μεγάλην μὲν καὶ εὐπρόσωπον τὴν ἐπαγγελίαν πεποιημένην, οὐδὲν δὲ ἧττον διακονίαν θανάτου γεγενημένην, πάσης ἀπειπούσης Ἀρχῆς καὶ Θεότητος, ὁ μέγας Ἀγωνιστής, Ἰησοῦς Χριστός, ἐν ἑαυτῷ δυνάμει τὴν Ἐκκλησίαν ἀναλαβών, τὸ ἐκλεκτὸν καὶ τὸ κλητόν, τὸ μὲν παρὰ τῆς τεκούσης τὸ πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού [3.58.2] σια·
 [00396]  Σῶμα τοίνυν αὐτῷ ὑφαίνεται ἐκ τῆς ἀφανοῦς ψυχικῆς οὐσίας, δυνάμει δὲ θείας ἐγκατασκευῆς εἰς αἰσθητὸν κόσμον ἀφιγμένον.
 [00445]  [4.70.1] ∆ιὰ τῶν ἀπλανῶν τοίνυν καὶ πλανωμένων ἄσ τρων, αἱ ἐπὶ τούτων ἀόρατοι δυνάμεις ἐποχούμεναι, [4.70.2] ταμιεύουσι τὰς γενέσεις καὶ ἐπισκοποῦσι·
 [00447]  [4.71.1] Τὰ τοίνυν δεκαδύο ζώδια καὶ οἱ ταῦτα ἐπιόντες ἑπτὰ ἀστέρες, τοτὲ μὲν συνοδεύοντες, τοτὲ δὲ ὑπαπ αντῶντες, ἀνατέλλοντες δύνοντες **...
000-00-00 Serial Number=0705029070
Fragmenta Ante [Go Back]  
 [00081]  πολλὰ τοίνυν δεηθέντος τοῦ λεπροῦ ὁ σωτὴρ ἐπισπλαγ χνισθείς, ἰασάμενος αὐτόν, διὰ τοῦτο εἶπεν·
 [00168]  οὐ τοίνυν βίαιος ὁ θεός, οὐδὲ ἀψύχων δίκην ἀγαλμάτων πρὸς τῆς ἔξωθεν αἰτίας περιάγεσθαι θέμις τὴν αὐτοκίνητον ψυχήν.
000-00-00 Serial Number=0439642429
Paedagogus Ante [Go Back]  
 [00077]  Ταύτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαιότατον τῆς πίστεως αὐτοῦ ἐξαψάμενοι κάλων, τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς καὶ [1.4.10.2] γυναικὸς εἶναι νενοηκότες.
 [00173]  [1.5.20.3] Νέοι τοίνυν ὁ λαὸς ὁ καινὸς πρὸς ἀντιδιαστολὴν τοῦ πρεσβυτέρου λαοῦ, τὰ νέα μαθόντες ἀγαθά.
 [00181]  Τὸ μὲν τοίνυν καὶ ἀσθενὲς καὶ ἁπαλὸν ἅπαν, ἅτε δι' ἀσθένειαν ᾗ βοηθείας δεόμενον, κεχαρισμένον τέ ἐστι καὶ ἡδὺ καὶ τερπνόν, τοῦ θεοῦ μὴ περιισταμένου τῷ τηλικῷδε τὴν βοήθειαν·
 [00239]  ἅμα τοίνυν τῷ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου γίνεται τέλειος;
 [00257]  Σωτηρία τοίνυν τὸ ἕπεσθαι Χριστῷ.
 [00287]  Εἰ τοίνυν οἱ πιστεύσαντες ἔχομεν τὴν ζωήν, τί περαιτέρω τοῦ κεκτῆσθαι ζωὴν ἀίδιον ὑπολείπεται;
 [00343]  Χάριεν τοίνυν οὕτως ἐξηγήσασθαι τὸ ὅτε ἤμην νήπιος, τουτέστιν ὅτε ἤμην Ἰουδαῖος, Ἑβραῖος γὰρ ἄνωθεν ἦν, ὡς νήπιος ἐφρόνουν, ἐπειδὴ εἱπόμην τῷ νόμῳ·
 [00352]  Ἀνακύπτει τοίνυν ἀπορία μεγίστη κατὰ τὴν τῶν γραφῶν τῶνδε συμβολήν, τί νοοῦσιν.
 [00408]  Ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται, καὶ οἱ μαστοί, οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοί, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας·
 [00445]  Εἰ τοίνυν ἡ μὲν κατεργασία τῆς τροφῆς ἐξαιματοῦται, τὸ δὲ αἷμα ἐκγαλακτοῦται, παρασκευὴ γίνεται τὸ αἷμα τοῦ γάλακτος ὡς σπέρμα ἀνθρώπου καὶ γίγαρτον ἀμπέλου.
 [00483]  [1.6.49.1] Συμφανὲς τοίνυν ἐκ τούτων ἁπάντων αἷμα εἶναι τοῦ ἀνθρωπίνου σώματος τὴν οὐσίαν.
 [00491]  Πάντῃ τοίνυν ἡμεῖς τὰ πάντα Χριστῷ προσῳκειώμεθα, καὶ εἰς συγγένειαν διὰ τὸ αἷμα αὐτοῦ, ᾧ λυτρούμεθα, καὶ εἰς συμπάθειαν διὰ τὴν ἀνατροφὴν τὴν ἐκ τοῦ λόγου, καὶ εἰς ἀφθαρσίαν διὰ τὴν ἀγωγὴν τὴν αὐτοῦ·
 [00521]  Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χριστῷ κατηκολουθηκότας ἡμᾶς νηπίους ἀλληγορουμένους, μόνον δὲ εἶναι τέλειον τὸν πατέρα τῶν ὅλων, ἐν αὐτῷ γὰρ ὁ υἱὸς καὶ ἐν τῷ υἱῷ ὁ πατήρ, ὥρα ἡμῖν ἑπομένοις τῇ τάξει καὶ τὸν [1.7.53.2] παιδαγωγὸν ἡμῶν εἰπεῖν ὅστις ἐστί.
 [00750]  Σαφέστατα τοίνυν ἕνα καὶ τὸν αὐτὸν εἶναι θεὸν συλλογιζόμεθα ὧδέ πως·
 [00770]  Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγωγός, ὁ θεῖος ἡμῶν λόγος, πάσῃ καταχρώμενος σοφίας μηχανῇ, σῴζειν ἐπιβέβληται τοὺς νηπίους, νουθετῶν, ἐπιτιμῶν, ἐπιπλήττων, ἐλέγχων, ἀπειλούμενος, ἰώμενος, ἐπαγγελλόμενος, χαριζόμενος, πολλοῖς τισιν οἱονεὶ χαλινοῖς τὰς ἀλόγους τῆς [1.9.75.2] ἀνθρωπότητος δεσμεύων ὁρμάς.
 [00828]  Ἀκολούθως τοίνυν ἐλεγχέτω με δίκαιος ἡ γραφὴ λέγει καὶ παιδευσάτω με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
 [00958]  Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρωπότητα οἰκονομίαν, ἀγαθὴν οὖσαν καὶ σωτήριον, ἀναγκαίως ὑπὸ τοῦ λόγου παραλαμβανομένην ἐπεδείξαμεν πρός τε μετάνοιαν καὶ πρὸς τῶν ἁμαρτιῶν τὴν κώλυσιν εὔθετον γενομένην, ἑξῆς ἂν εἴη σκοπεῖν τὸ ἤπιον τοῦ λόγου·
 [01079]  Εἰ τοίνυν ἡ πρὸς τὸν λόγον ἀπείθεια ἁμαρτίας ἐστὶ γεννητική, πῶς οὐχὶ ἐξ ἀνάγκης ἡ τοῦ λόγου ὑπακοή, ἣν δὴ πίστιν φαμέν, [1.13.101.2] τοῦ καλουμένου καθήκοντος ἔσται περιποιητική;
 [01104]  [2.1.1.1] Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ' ὅλον τὸν βίον τὸν Χριστιανὸν καλούμενον, κεφαλαιωδῶς ὑπογραπτέον.
 [01106]  [2.1.1.2] Στοχαζομένοις τοίνυν τῆς συμμετρίας τοῦ συντάγματος, ὁποῖόν τινα τῷ ἑαυτοῦ σώματι ἕκαστον ἡμῶν προσφέρεσθαι, μᾶλλον δὲ ὅπως αὐτὸ κατευθύνειν χρή, λεκτέον·
 [01175]  Ἀφεκτέον τοίνυν τούτων, οὐ δεδιότας οὐ γάρ ἐστί τις ἐν αὐτοῖς δύναμις διὰ δὲ τὴν συνείδησιν τὴν ἡμετέραν ἁγίαν οὖσαν καὶ τῶν δαιμονίων διὰ τὴν βδελυρίαν, οἷς ἐπικατωνόμασται, μυσαττομένους, καὶ προσέτι διὰ τὴν τῶν ὀλισθηρῶς τὰ πολλὰ ὑπολαμβανόντων ὑδαρότητα, οἷς ἡ συνείδησις ἀσθενοῦσα μολύνεται.
 [01308]  Ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς·
 [01310]  Ἄγαμαι τοίνυν τοὺς αὐστηρὸν ἐπανῃρημένους βίον καὶ τῆς σωφροσύνης τὸ φάρμακον ἐπιποθοῦντας τὸ ὕδωρ, φεύγοντας δὲ ὅτι μάλιστα πορρωτάτω τὸν οἶνον οἷον πυρὸς ἀπειλήν.
 [01332]  Ἁρμόδιον τοίνυν τὸν οἶνον τοὺς μὲν ἐν θεραπείας μέρει προσφέρεσθαι διὰ τὴν ὑγείαν μόνην, τοὺς δὲ ἐπ' ἀνέσει [2.2.23.2] καὶ διαχύσει.
 [01392]  Ἀρέσκει τοίνυν τῷ λόγῳ τῷ ὀρθῷ χειμῶνος μὲν διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ῥιγοῦν, οἷς εὐχερὲς τὸ ῥιγοῦν, τοῦ δὲ ἄλλου καιροῦ διὰ τὴν τῶν ἐντοσθιδίων θεραπείαν.
 [01397]  [2.2.30.1] Οὐ πολυπραγμονητέον τοίνυν τὸν οἶνον τὸν Χῖον, ἂν ἀπῇ, οὐδὲ τὸν Ἀριούσιον, ὅταν μὴ παρῇ.
 [01453]  Συντομώτατα τοίνυν ἐμπεριλαβοῦσα ἡ γραφὴ ἅπαντα ἐν ἑνὶ λόγῳ εἴρηκεν·
 [01456]  Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεως ἀπάτη μόνον·
 [01458]  Ἐρρέτων τοίνυν Θηρίκλειοί τινες κύλικες καὶ Ἀντιγονίδες κάνθαροί τε καὶ λαβρώνιοι καὶ λεπασταὶ καὶ τῶν ἐκπωμάτων εἴδη τὰ μυρία ψυκτῆρές τε ἐπὶ τούτοις καὶ οἰνοχόαι·
 [01562]  Εἰ τοίνυν τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας, πολλοῦ γε καὶ δεῖ ἡμῖν αὐτοῖς ἐπιτρέπειν γελωτοποιεῖν.
 [01790]  [2.8.68.2] Πολλοῦ τοίνυν δεῖ τοῖς ἄνθεσιν ἐπιψύχειν αὐτόν, ὁπότε ἀλεαίνεσθαι ἐθέλει τὸ νευρῶδες·
 [01817]  Πολλοῦ τοίνυν δεῖ τοῖς ἄνθεσιν ἐπιψύχειν αὐτόν, ὁπότε ἀλεαίνεσθαι ἐθέλει τὸ νευρῶδες.
 [01843]  [2.8.72.2] Εἴργονται τοίνυν στεφάνων οἱ τῷ λόγῳ παιδαγωγούμενοι, οὐκ ἐπεὶ καταδεῖν δοκοῦσιν τὸν λόγον ἐν ἐγκεφάλῳ τοῦτον ἱδρυμένον, οὐδ' ὅτι κωμαστικῆς ἀγερωχίας σύμβολον ὁ στέφανος εἴη ἀλλὰ [2.8.72.3] γὰρ ὅτι τοῖς εἰδώλοις κατωνόμασται.
 [02012]  Ἀπέχεσθαι τοίνυν σφοδρῶν τε ὀρέξεων καὶ ἐπαλλήλων συνουσιῶν καὶ τῆς πρὸς τὰς ἐγκύους ὁμιλίας καὶ ἀλληλοβασίας καὶ παιδοφθορίας καὶ μοιχείας καὶ λαγνείας ἡ τοῦ αἰνίγματος τοῦδε ἀπαγόρευσις παρῄνεσεν.
 [02042]  [2.10.93.1] ∆ιψῶσα τοίνυν ἡ ὑστέρα παιδοποιίας προσίεται τὴν σποράν, καὶ τὸ ἐπίψογον τῆς συνουσίας ἀρνεῖται, μετὰ τὴν σπορὰν ἀποκλείουσα τέλεον ἤδη τὴν ἀσέλγειαν μεμυκότι τῷ στόματι.
 [02113]  [2.10.99.6] Μηδαμῶς τοίνυν ἐπικαλυπτώμεθα τὸ σκότος, τὸ γὰρ φῶς ἔνοικον ἡμῖν·
 [02167]  [2.10βις.104.1] Εἰ τοίνυν ἐσθῆτος καὶ τροφῆς καὶ τῶν περιττῶν ἁπαξαπλῶς ὡς οὐκ ἀναγκαίαν ἀφαιρεῖται τὴν μέριμναν, τί χρὴ νοεῖν ἐρεῖν αὐτὸν περὶ φιλοκοσμίας βαφῆς τε ἐρίων καὶ ποικιλίας χρωμάτων καὶ λίθων περιεργίας καὶ χρυσίου ἐξεργασίας πλοκάμων τε ἔτι ἐπιτεχνητῶν καὶ βοστρύχων ἑλικτῶν, πρὸς δὲ καὶ ὀφθαλμῶν ὑπογραφῆς παρατίλσεών τε καὶ παραφυκισμῶν καὶ ψιμυθισμοῦ καὶ βαφῆς τριχῶν καὶ τῶν περὶ τὰς ἀπάτας ταύτας κακοτεχνιῶν;
 [02182]  Φημὶ τοίνυν οὐκ ἄλλου τινὸς ἕνεκα δεηθῆναι ὑφασμάτων τὸν ἄνθρωπον ἢ σκέπης σώματος, πρὸς ἀπαλέξησιν κρυμῶν τε ὑπερβολῆς καὶ καυμάτων ἐπιτάσεως, μή τι ἡμᾶς παραλυποίη τοῦ περιέχοντος ἡ ἀμετρία.
 [02316]  [2.12.121.1] Λείπεται τοίνυν ἡμῖν κἀκεῖνο ἐπιλῦσαι τὸ ἐπιφερόμενον·
 [02362]  Τοιαῦται τοίνυν Ἑλέναι αἱ νῦν εἰσι γυναῖκες, οὐ καλαὶ γνησίως, πεπλασμέναι δὲ πλουσίως.
 [02372]  [2.12.127.1] Ἀποθέμεναι τοίνυν τοὺς λήρους αὐτῷ πονηρῷ σοφιστῇ τοῦ ἑταιρικοῦ τούτου μὴ μετεχόντων καλλωπισμοῦ μηδὲ [2.12.127.2] εἰδωλολατρούντων διὰ παραπετάσματος εὐπρεποῦς.
 [02378]  [2.12.128.1] Προσήκει τοίνυν λιτότητα ἀσπάζεσθαι τὰς Χριστῷ λατρευούσας.
 [02466]  Αἱ τοίνυν καὶ τοῖς ἐθνικοῖς προσκορεῖς ποιηταῖς διὰ τὸν τρόπον πῶς οὐκ ἂν ἀπόβλητοι τῇ ἀληθείᾳ γένοιντο;
 [02640]  [3.3.23.3] Τί τοίνυν οὐκ ἂν ἐπιτηδεύσειαν αἱ γυναῖκες αἱ εἰς μαχλοσύνην σπεύδουσαι, τοιαῦτα τολμῶσιν ἐνοπτριζόμεναι τοῖς ἀνδράσιν;
 [02725]  [3.5.33.2] Χρὴ τοίνυν τοὺς ἄνδρας γενναῖον ἀληθείας ὑπόδειγμα ταῖς γυναιξὶ γινομένους αἰσχύνεσθαι τὰς μετ' αὐτῶν ἀποδύσεις καὶ φυλάττεσθαι τὰς ὄψεις τὰς ὀλισθηράς·
 [02730]  Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλόκαλον εἰς φιλαυτίαν καὶ ἀπειροκαλίαν, μή πῃ ἄρα καὶ πρὸς ἡμᾶς φήσῃ τις·
 [02733]  οὕτως τοίνυν τοῖς ἀνδραπόδοις ἐοίκασιν.
 [02770]  Ποῦ τοίνυν τὰ τοσαῦτα παρασκευάζονται ὄψα ἢ ἵνα μίαν πληρώσωσι γαστέρα;
 [02834]  [3.8.44.3] Γέγονεν τοίνυν ἡ Σοδομιτῶν δικαία τιμωρία τῆς εὐλογίστου τοῖς ἀνθρώποις σωτηρίας εἰκών·
 [02844]  Βαλανείου τοίνυν ἐντεῦθεν γὰρ ἀπετράπην λέγων τέσσαρές εἰσιν αἰτίαι, καθ' ἃς ἐπ' αὐτὸ παραγινόμεθα·
 [03057]  [3.11.74.1] Μὴ τοίνυν μηδὲ ἐν κινήσεσιν μηδὲ ἐν σχέσεσιν εὑρεθείη ποθ' ἡ ἀσχημοσύνη τῆς ἀνανδρίας.
 [03065]  [3.11.75.1] Μὴ τοίνυν μηδὲ οἱ ἄνδρες ἐπὶ τῶν κουρείων καὶ καπηλείων διατρίβοντες ἀδολεσχούντων στωμυλευόμενοι, καὶ τὰς παριούσας θηρώμενοι γυναῖκας παυσάσθων ποτέ·
 [03134]  Σαφὲς τοίνυν ἡμῖν γεγένηται ὡς οὐκ ἔστιν ἀγάπη τὸ φίλημα·
 [03163]  Ἀναγεννηθέντες τοίνυν προσηλωθῶμεν ἐν τῇ ἀληθείᾳ καὶ ἀνανήψωμέν τε καὶ ἁγιασθῶμεν, ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
 [03179]  Ἕπου τοίνυν, ὦ παιδίον, τὴν ἀγαθὴν ὁδόν, ἣν ἄν σοι ἐξηγήσωμαι, τὰ ὦτά μοι ὑποσχὼν τὰ ἀκουστικά, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἔθνεσιν, ἡμῖν δὲ ὁρατούς·
000-00-00 Serial Number=0521874130
Protrepticus Ante [Go Back]  
 [00095]  Πυθώμεθα τοίνυν αὐτοῦ·
 [00108]  ∆ιὰ ταύτην τοίνυν τοῦ λόγου τὴν φωνὴν ἡ στεῖρα εὐτεκνεῖ καὶ ἡ ἔρημος καρποφορεῖ·
 [00125]  [2.11.1] Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε μηδὲ βαρά θρων στόματα τερατείας ἔμπλεα ἢ λέβητα Θεσπρώτιον ἢ τρίποδα Κιρραῖον ἢ ∆ωδωναῖον χαλκεῖον·
 [00388]  Ἀνάγκη τοίνυν θεραπείας καὶ [2.36.4] τροφὰς παρεισάγειν αὐτοῖς, ὧν εἰσιν ἐνδεεῖς.
 [00632]  [4.55.1] Οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ·
 [00713]  [4.62.1] Ὄλβιοι μόνοι τοίνυν, ὡς ἔπος εἰπεῖν, ὁμοθυμαδὸν ἐκεῖνοι πάντες κατὰ τὴν Σίβυλλαν οἳ ναοὺς πάντας ἀπαρνήσονται ἰδόντες καὶ βωμούς, εἰκαῖα λίθων ἱδρύματα κωφῶν, καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, αἵματι ἐμψύχῳ μεμιασμένα καὶ θυσίαισι τετραπόδων, διπόδων, πτηνῶν θηρῶν τε φόνοισιν.
 [00753]  Ὁμολογούντων τοίνυν οἱ φιλόσοφοι τοὺς διδασκάλους τοὺς σφῶν Πέρσας ἢ Σαυρομάτας ἢ Μάγους, παρ' ὧν τὴν ἀθεότητα τῶν σεβασμίων αὐτοῖς μεμαθήκασιν ἀρχῶν, ἄρχοντα τὸν πάντων ποιητὴν καὶ τῶν ἀρχῶν αὐτῶν δημιουργὸν ἀγνοοῦντες, τὸν ἄναρχον θεόν, τὰ δὲ πτωχὰ ταῦτα καὶ ἀσθενῆ, ᾗ φησιν ὁ ἀπόστολος, τὰ εἰς τὴν ἀνθρώπων ὑπηρεσίαν πεποιημένα στοιχεῖα προστρε πόμενοι.
 [00871]  [8.77.1] Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς·
 [00949]  Μὴ τοίνυν μηκέτι, φησίν, υἱέ μου, ὀλιγώρει παιδείας κυρίου, μηδ' ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος.
 [01114]  [10.97.1] Ἄγαμαι τοίνυν τὸν Χῖον σοφιστήν, Θεόκριτος ὄνομα αὐτῷ·
 [01384]  Φιλότιμοι τοίνυν πρὸς τὰ καλὰ καὶ θεοφιλεῖς ἄνθρωποι γενώμεθα, καὶ τῶν ἀγαθῶν τὰ μέγιστα, θεὸν καὶ ζωήν, κτησώμεθα.
000-00-00 Serial Number=0354463696
Quis dives salvetur Ante [Go Back]  
 [00018]  [3.1] Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως ········
 [00027]  [4.1] ∆οίη τοίνυν ἡμῖν ὁ σωτὴρ ἐντεῦθεν ἀρξαμένοις τοῦ λόγου τἀληθῆ καὶ τὰ πρέποντα καὶ τὰ σωτήρια συμβαλέσθαι τοῖς ἀδελφοῖς πρός τε τὴν ἐλπίδα πρῶτον αὐτὴν καὶ δεύτερον πρὸς τὴν τῆς ἐλπί [4.2] δος προσαγωγήν.
 [00107]  [11.1] Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας, τῆς ἐλπίδος, τῆς ζωῆς, [11.2] τῶν προπεπονημένων;
 [00141]  οὐ χρὴ τοίνυν τὸ ἐξ ἑαυτοῦ μὴ ἔχον μήτε τὸ ἀγαθὸν μήτε τὸ κακόν, ἀναί τιον ὄν, αἰτιᾶσθαι, ἀλλὰ τὸ δυνάμενον καὶ καλῶς τούτοις χρῆσθαι καὶ κακῶς, ἀφ' ὧν ἂν ἕληται, κατ' αὐτὸ τοῦτο αἴτιον ὄν.
 [00147]  ὁ τοίνυν ἀποβαλὼν τὴν κοσμικὴν περιουσίαν ἔτι δύναται πλουτεῖν τῶν παθῶν καὶ τῆς ὕλης μὴ παρούσης·
 [00187]  εἰ τοίνυν ἐστὶ τὸ ζησόμενον μάλιστα καὶ πρῶτον ἡ ψυχὴ καὶ περὶ ταύτην ἀρετὴ μὲν φυομένη σῴζει, κακία δὲ θανατοῖ, δῆλον ἤδη σαφῶς ὅτι αὕτη καὶ πτωχεύουσα ὧν ἄν τις ὑπὸ πλούτου διαφθείρηται σῴζεται, καὶ πλουτοῦσα τού [18.7] των ὧν ἐπιτρίβει πλοῦτος θανατοῦται·
 [00298]  ὑπὸ τού του τοίνυν προαγαπηθέντας καὶ τοῦ γενέσθαι τυχόντας οὐχ ὅσιον ἄλλο τι πρεσβύτερον ἄγειν καὶ τιμιώτερον, ἐκτίνοντας μόνην τὴν χάριν ταύτην μικρὰν ἐπὶ μεγίστοις, ἄλλο δὲ μηδοτιοῦν ἔχοντας ἀνενδεεῖ καὶ τελείῳ θεῷ πρὸς ἀμοιβὴν ἐπινοῆσαι, αὐτῷ δὲ τῷ ἀγα πᾶν τὸν πατέρα εἰς οἰκείαν ἰσχὺν καὶ δύναμιν ἀφθαρσίαν κομιζο μένους.
 [00308]  καὶ σὺ τοίνυν πορευθεὶς οὕτω ποίει, ὡς τῆς ἀγάπης βλαστανούσης εὐποιίαν.
 [00381]  μὴ κρῖνε τοίνυν, ἵνα μὴ κριθῇς·
000-00-00 Serial Number=0806340992
Stromata Ante [Go Back]  
 [00030]  [1.1.4.1] Εἰ τοίνυν ἄμφω κηρύττουσι τὸν λόγον, ὃ μὲν τῇ γραφῇ, ὃ δὲ τῇ φωνῇ, πῶς οὐκ ἄμφω ἀποδεκτέοι, ἐνεργὸν τὴν πίστιν διὰ τῆς ἀγάπης πεποιημένοι;
 [00038]  θαυμασιώτατα τοίνυν ὁ ἀπόστολος ἐν παντὶ φησὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες·
 [00041]  [1.1.5.1] Ἀνάγκη τοίνυν ἄμφω τούτω δοκιμάζειν σφᾶς αὐτούς, τὸν μὲν εἰ ἄξιος λέγειν τε καὶ ὑπομνήματα καταλιμπάνειν, τὸν δὲ εἰ ἀκροᾶσθαί τε καὶ ἐντυγχάνειν δίκαιος·
 [00211]  εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς [1.4.27.2] τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
 [00220]  προπαρασκευάζει τοίνυν ἡ φιλοσοφία προοδοποιοῦσα τὸν ὑπὸ Χριστοῦ [1.5.28.4] τεκειούμενον.
 [00232]  δηλοῖ τοίνυν προφητικῶς τοὺς εἰρηνικῶς ἐποπτεύσαντας πολυτρόπως εἰς κλῆσιν πεπαιδαγωγῆσθαι.
 [00241]  τίνα τοίνυν αἰνίσσεται τὴν ἐκπορνεύσασαν;
 [00255]  κυρία [1.5.30.2] τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας.
 [00260]  ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.
 [00278]  [1.5.32.4] Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως (ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν ἐγώ εἰμι ἡ ἀλήθεια), τήν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς.
 [00311]  [1.7.37.1] Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ' ὃν τρόπον οἱ ὑετοὶ καταρρήγνυνται εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ εἰς τὴν κοπρίαν καὶ ἐπὶ τὰ δώματα.
 [00332]  πολλῶν τοίνυν ἀνεῳγμένων πυλῶν <ἡ> ἐν δικαιοσύνῃ αὕτη ἦν ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι [1.7.38.8] γνωστικῇ.
 [00337]  αἱ τοίνυν τέχναι <αὗται> ἐὰν μὴ μετὰ φιλοσοφίας [1.8.39.2] γένωνται, βλαβερώτεραι παντί που εἶεν ἄν.
 [00343]  εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ [1.8.40.2] διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας.
 [00430]  οὐ χρὴ τοίνυν τῆς ἐσθῆτος πρὸ τῆς [1.10.48.5] τοῦ σώματος σωτηρίας κήδεσθαι.
 [00441]  μηδεὶς τοίνυν καυχάσθω ἐν ἀνθρωπίνῃ προανέχων διανοίᾳ.
 [00496]  [1.13.57.1] Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν·
 [00546]  [1.14.62.1] Φιλοσοφίας τοίνυν μετὰ τοὺς προειρημένους ἄνδρας τρεῖς γεγόνασι διαδοχαὶ ἐπώνυμοι τῶν τόπων περὶ οὓς διέτριψαν, Ἰταλικὴ μὲν ἡ ἀπὸ Πυθαγόρου, Ἰωνικὴ δὲ ἡ ἀπὸ Θαλοῦ, Ἐλεατικὴ δὲ ἡ ἀπὸ [1.14.62.2] Ξενοφάνους.
 [00567]  Παρμενίδης τοίνυν Ξενοφάνους ἀκουστὴς γίνεται, τούτου [1.14.64.4] δὲ Ζήνων, εἶτα Λεύκιππος, εἶτα ∆ημόκριτος.
 [00619]  [1.15.71.3] Φιλοσοφία τοίνυν πολυωφελές τι χρῆμα πάλαι μὲν ἤκμασε παρὰ βαρβάροις κατὰ τὰ ἔθνη διαλάμψασα, ὕστερον δὲ καὶ εἰς Ἕλληνας [1.15.71.4] κατῆλθεν.
 [00722]  [1.17.83.1] καὶ τὰς ναῦς τοίνυν τῶν Ἑλλήνων μὴ τὸν Ἕκτορα ἐμπρῆσαι λεγόν των, ἀλλὰ τὸν Ἀχιλλέα, διότι κωλῦσαι τὸν Ἕκτορα δυνάμενος οὐ κεκώλυκεν·
 [00781]  πάντων τοίνυν ἀνθρώπων κεκλημένων οἱ ὑπακοῦσαι βουληθέντες κλητοὶ ὠνομάσθησαν.
 [00887]  ἐκ μέρους τοίνυν, ἃ κεκλόφασιν, ἀληθῆ μέν, στοχαστικῶς δὲ καὶ ταῖς τῶν λόγων ἀνάγκαις ἴσασι.
 [00892]  Ἀπίων τοίνυν ὁ γραμματικός, ὁ Πλειστονίκης ἐπικληθείς, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ' αὐτὸν πράξεων, [1.21.101.4] μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον.
 [01039]  ὁ τοίνυν Ναβουχοδονόσορ τυφλώσας τὸν Σεδεκίαν εἰς Βαβυλῶνα ἀπάγει καὶ τὸν λαὸν πάντα μετοικίζει (καὶ γίνεται ἡ αἰχμαλωσία ἐπὶ ἔτη [1.21.122.4] ἑβδομήκοντα) πλὴν ὀλίγων, οἳ εἰς Αἴγυπτον κατέφυγον.
 [01050]  [1.21.125.1] Πεπλήρωται τοίνυν ἐκ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Ἱερεμίου τοῦ προφήτου εἰς Βαβυλῶνα γενομένης τὰ ὑπὸ ∆ανιὴλ τοῦ προφήτου [1.21.125.2] εἰρημένα οὕτως ἔχοντα·
 [01065]  [1.21.127.1] Τοῦ ἑνδεκάτου τοίνυν ἔτους πληρουμένου κατὰ τὴν ἀρχὴν τοῦ ἑπομένου βασιλεύοντος Ἰωακεὶμ ἡ αἰχμαλωσία εἰς Βαβυλῶνα γίνεται ὑπὸ βασιλέως Ναβουχοδονόσορ τῷ ἑβδόμῳ ἔτει βασιλεύοντος αὐτοῦ Ἀσσυρίων, Αἰγυπτίων δὲ Οὐαφρηοῦς βασιλεύοντος τῷ δευτέρῳ ἔτει, Φιλίππου δὲ Ἀθήνησιν ἄρχοντος τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ [1.21.127.2] τεσσαρακοστῆς ὀλυμπιάδος, καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα καταλήξασα εἰς τὸ δεύτερον ἔτος τῆς ∆αρείου τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γεγενημένου βασιλέως, ἐφ' οὗ, ὡς προεῖπον, Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα [1.21.127.3] Ἄγγελος προφητεύουσι, καὶ ἦν ἀρχιερεὺς Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ.
 [01075]  γίνονται τοίνυν ἐπὶ τὸ αὐτὸ καὶ οἱ τῶν Μακεδόνων βασιλέων χρόνοι ἔτη [1.21.129.3] τριακόσια δώδεκα ἡμέραι ὀκτωκαίδεκα.
 [01076]  ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου προφητεύσαντες κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος προφητεύσαντες πρεσβύτεροι εἶναι Πυθαγόρου τοῦ κατὰ τὴν δευτέραν καὶ ἑξηκοστὴν ὀλυμπιάδα φερομένου καὶ τοῦ πρεσβυτάτου τῶν παρ' Ἕλλησι σοφῶν Θαλοῦ περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα γενομένου.
 [01080]  ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὃ δὲ κατὰ τὰ Ἰλιακὰ ἦν) πολλοῖς ἔτεσι πρεσβύτερον τῶν παρ' Ἕλλησι σοφῶν.
 [01183]  ἀπὸ Ἰουλίου τοίνυν Καίσαρος ἕως Κομόδου τελευτῆς γίνονται ἔτη σλʹ μῆνες ʹ.
 [01300]  βασιλεὺς τοίνυν ἐστὶν ὁ ἄρχων κατὰ νόμους ὁ τὴν τοῦ ἄρχειν ἑκόντων ἐπιστήμην ἔχων, οἷός ἐστιν ὁ κύριος τοὺς εἰς αὐτὸν καὶ δι' αὐτοῦ πιστεύοντας προσιέμενος.
 [01320]  [1.24.163.2] τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου [1.24.163.3] βωμός ἐστι, πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον [1.24.163.4] αὐτοῖς τῆς ὁδοῦ.
 [01373]  τίς τοίνυν ἡ ἀπιστία τῶν Ἑλλήνων;
 [01377]  [1.27.171.1] Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ·
 [01435]  [1.29.181.1] θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ [1.29.181.1] ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν.
 [01524]  ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίρρητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦ·
 [01526]  μακάριοι τοίνυν οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
 [01573]  πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ [2.4.16.3] πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται.
 [01582]  εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ [2.4.17.4] ἄνευ προλήψεως.
 [01610]  [2.5.20.1] Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα.
 [01682]  διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ' οὖν, ὅτι ἐφ' ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ [2.6.26.4] ἑκάστου ἀπαιτεῖ.
 [01727]  φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης θεμελιωθείη εἴτε καὶ ὑπὸ φόβου, ᾗ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ [2.6.30.3] φόβου παρόντος διαλυομένην.
 [01730]  θεία τοίνυν ἡ τοσαύτη μεταβολὴ ἐξ ἀπιστίας πιστόν τι<να> γενόμενον καὶ τῇ ἐλπίδι καὶ τῷ φόβῳ πιστεῦσαι.
 [01737]  αὕτη τοίνυν κρηπὶς ἀληθείας.
 [01745]  οὐ τοίνυν ἄλογος ὁ φόβος, λογικὸς μὲν οὖν·
 [01754]  ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται [2.7.33.4] ἀθέους αὐτοὺς λογίζεσθαι.
 [01803]  τί τοίνυν τὸν νόμον βούλονται;
 [01807]  εἰ τοίνυν κακῶν ἀποχὴν ἀφοβίαν εἴρηκεν ἣν ὁ τοῦ κυρίου φόβος ἐργάζεται, ἀγαθὸν ὁ φόβος, καὶ ὁ ἐκ τοῦ νόμου φόβος οὐ μόνον δίκαιος, ἀλλὰ καὶ ἀγαθὸς κακίαν ἀναιρῶν·
 [01830]  ἀναστρέφει τοίνυν ἡ φιλοξενία περὶ τὸ ὠφέλιμον τοῖς ξένοις, ξένοι δὲ οἱ ἐπίξενοι, ἐπίξενοι δὲ οἱ φίλοι, [2.9.41.6] φίλοι δὲ οἱ ἀδελφοί·
 [01873]  [2.10.46.1] Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν κατασκευῆς·
 [01911]  ὁ τοίνυν γνωστικὸς ἀφέξεται μὲν τῶν κατὰ λόγον καὶ τῶν κατὰ διάνοιαν καὶ τῶν κατὰ αἴσθησιν καὶ ἐνέργειαν ἁμαρτημάτων, ἀκηκοὼς ὅπως ὁ ἰδὼν πρὸς ἐπιθυμίαν ἐμοίχευσεν, λαβών τε ἐν νῷ ὡς μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, κἀκεῖνο ἐπιστάμενος ὅτι οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα διὰ τοῦ στόματος ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον·
 [01949]  ἡ τοίνυν γνῶσις τῶν προαγορευθέντων τριττὴν ἐνδείκνυται τὴν ἔκβασιν, ἢ γεγονυῖαν πάλαι [2.12.54.3] ἢ ἐνεστηκυῖαν ἤδη ἢ ἔσεσθαι μέλλουσαν.
 [01958]  ἡ τοίνυν συνέχουσα τὴν ἐκκλησίαν, ὥς φησιν ὁ Ποιμήν, ἀρετὴ ἡ πίστις ἐστί, δι' ἧς σῴζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ·
 [01970]  ἄφεσις τοίνυν ἁμαρτιῶν μετανοίας διαφέρει, ἄμφω δὲ δείκνυσι τὰ ἐφ' ἡμῖν.
 [01987]  δόκησις τοίνυν μετανοίας, οὐ μετάνοια, τὸ πολλάκις αἰτεῖσθαι συγγνώμην ἐφ' οἷς πλημμελοῦμεν πολλάκις·
 [02011]  τὰ προαιρετικὰ [2.14.61.3] τοίνυν κρίνεται.
 [02111]  ἐπεὶ τοίνυν βούλημά ἐστι τοῦ θεοῦ σῴζεσθαι τὸν ταῖς ἐντολαῖς πειθήνιον τόν τε ἐκ τῶν ἁμαρτημάτων μετανοοῦντα, χαίρομεν δὲ ἡμεῖς ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, τὸ χαρτὸν ἡμῶν ἐξιδιοποιήσατο ὁ διὰ τῶν προφητῶν λαλήσας κύριος, καθάπερ ἐν τῷ εὐαγγελίῳ φιλανθρώπως λέγων·
 [02115]  ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὢν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, * διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν [2.16.73.4] ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει.
 [02141]  προηγεῖται τοίνυν πάντων τὸ βούλεσθαι·
 [02189]  οἱ τοίνυν ἐμπαθοῦς φόβου περιποιητικὸν τὸν νόμον ὑπολαβόντες οὔτε ἀγαθοὶ συνιέναι οὔτε ἐνενόησαν τῷ ὄντι τὸν νόμον.
 [02321]  [2.19.101.2] Σαφῶς τοίνυν εἴρηται·
 [02361]  [2.20.105.1] Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον·
 [02400]  [2.20.111.3] Αἱ τοίνυν δυνάμεις, περὶ ὧν εἰρήκαμεν, κάλλη καὶ δόξας καὶ μοιχείας καὶ ἡδονὰς καὶ τοιαύτας τινὰς φαντασίας δελεαστικὰς προτείνουσι ταῖς εὐεπιφόροις ψυχαῖς, καθάπερ οἱ ἀπελαύνοντες τὰ θρέμματα θαλλοὺς προσείοντες, εἶτα, κατασοφισάμεναι τοὺς μὴ διακρίνειν δυνηθέντας τὴν ἀληθῆ ἀπὸ ψεύδους ἡδονὴν καὶ τὸ ἐπίκηρόν τε καὶ [2.20.111.4] ἐφύβριστον ἀπὸ τοῦ ἁγίου κάλλους, ἄγουσιν δουλωσάμεναι.
 [02503]  χρὴ τοίνυν συνασκεῖν αὑτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι, φυγαδεύοντας κατὰ τοὺς ὄντως φιλοσόφους τὰ πασχητιῶντα τῶν βρωμάτων καὶ τὴν παρὰ τὴν κοίτην ἔκλυτον ἄνεσιν καὶ τὴν τρυφὴν καὶ τὰ εἰς τρυφὴν πάθη, ** ἄλλοις εἶναι ἆθλον βαρύ, ἡμῖν δὲ οὐκέτι·
 [02506]  οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας [2.20.126.4] περιγένηται καρπός.
 [02524]  συμπληροῦσθαι τοίνυν τὴν εὐδαιμονίαν ἐκ τῆς τριγενείας τῶν ἀγαθῶν.
 [02599]  ἡμεῖς τοίνυν κατὰ τὸν γενναῖον ἀπόστολον ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
 [02610]  τὴν ἐξομοίωσιν τοίνυν τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι σκοπὸν τῆς πίστεως ὑποτίθεται, τέλος δὲ τὴν ἐπὶ τῇ πίστει τῆς ἐπαγγελίας ἀποκατάστασιν.
 [02696]  [3.1.1.4] οἱ τοίνυν κατὰ ἀνάγκην οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται.
 [02700]  ἀντέχου τοίνυν, φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος [3.1.2.2] ἐν τοῖς Ἠθικοῖς, μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος [3.1.2.3] τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου.
 [02714]  μὴ τοίνυν ὑποδυόμενοι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τῶν ἐν ἔθνεσιν ἀκρατεστάτων ἀκολαστό τερον βιοῦντες βλασφημίαν τῷ ὀνόματι προστριβέσθωσαν·
 [02716]  ἐγκράτεια τοίνυν σώματος ὑπεροψία κατὰ τὴν πρὸς θεὸν ὁμολογίαν.
 [02726]  λέγει τοίνυν οὗτος ἐν τῷ Περὶ δικαιοσύνης τὴν δικαιοσύνην τοῦ θεοῦ κοινωνίαν τινὰ εἶναι μετ' ἰσότητος.
 [02739]  κοινῇ τοίνυν ὁ θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθ' ὁμοίως τὰ ζῷα [3.2.8.2] κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ' ἰσότητος.
 [02945]  ἢ τοίνυν καὶ τὴν Χριστοῦ παραίνεσιν ἀρνήσονται ἀντιτασσόμενοι τῷ ἀντιτεταγμένῳ, ἢ φίλοι [3.4.36.3] γινόμενοι τούτῳ οὐκ ἀντιδικήσουσιν.
 [03028]  [3.6.46.3] οἱ τοίνυν πολλοὶ τὴν ἐγκράτειαν οὐκ εἰδότες σώματι πολιτεύονται, ἀλλ' οὐ πνεύματι.
 [03099]  ὁ μὴ ἐσθίων τοίνυν τὸν ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ [3.6.52.4] κρινέτω·
 [03242]  ὁ τοίνυν ταῖς κατὰ φύσιν ἐνεργείαις τῆς ψυχῆς ἐν δέοντι χρώμενος ἐπιθυμεῖ μὲν τῶν καταλλήλων, μισεῖ δὲ τὰ βλάπτοντα, καθὼς αἱ ἐντολαὶ προστάττουσιν·
 [03369]  τὸ μυστήριον τοίνυν τοῦτο εἰς τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν ἄγει ὁ [3.12.84.3] ἀπόστολος.
 [03470]  [3.15.99.1] εὐνοῦχος τοίνυν οὐχ ὁ κατηναγκασμένος τὰ μόρια οὐδὲ μὴν ὁ ἄγαμος εἴρηται, ἀλλ' ὁ ἄγονος ἀληθείας.
 [03521]  [3.18.105.1] Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότητος τὴν ἐγκράτειαν, ἐξὸν ἑλέσθαι τὴν εὐνουχίαν κατὰ τὸν ὑγιῆ κανόνα μετ' εὐσεβείας, εὐχαριστοῦντα μὲν ἐπὶ τῇ δοθείσῃ χάριτι, οὐ μισοῦντα δὲ τὴν κτίσιν οὐδὲ ἐξουθενοῦντα τοὺς γεγαμηκότας·
 [03571]  [4.1.3.1] Τελειωθείσης τοίνυν τῆς προθέσεως ἡμῖν ἁπάσης ἐν οἷς, ἐὰν θελήσῃ τὸ πνεῦμα, ὑπομνήμασι πρὸς τὴν κατεπείγουσαν ἐξυπηρετοῦμεν χρείαν (πολλὴ γὰρ ἡ τῶν προλέγεσθαι ὀφειλομένων τῆς ἀληθείας ἀνάγκη), τότε δὴ τὴν τῷ ὄντι γνωστικὴν φυσιολογίαν μέτιμεν, τὰ μικρὰ πρὸ τῶν μεγάλων μυηθέντες μυστηρίων, ὡς μηδὲν ἐμποδὼν τῇ θείᾳ ὄντως ἱεροφαντίᾳ γίνεσθαι προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων.
 [03590]  [4.2.7.4] χρὴ τοίνυν πολλάκις ὡς ἐν τοῖς πλοκάνοις διασείοντας καὶ ἀναρριπτοῦντας τὴν πολυμιγίαν τῶν σπερμάτων τὸν πυρὸν ἐκλέγειν.
 [03631]  [4.3.12.1] Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικῆς οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς [4.3.12.2] ἁμαρτίας.
 [03636]  ὁ τοίνυν ἀπὸ [4.3.12.5] τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ' ὅλον τὸν βίον μελετώ μενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς [4.3.12.6] τὸ σῶμα τῆς ψυχῆς δεσμῶν·
 [03643]  εὐθαρσήσας τοίνυν πρὸς φίλον τὸν κύριον, ὑπὲρ οὗ καὶ τὸ σῶμα ἑκὼν ἐπιδέδωκεν, πρὸς δὲ καὶ τὴν ψυχήν, ὡς οἱ δικασταὶ προσεδόκησαν, ἔρχεται, φίλε κασίγνητε ποιητικῶς τε ἀκούσας πρὸς τοῦ σωτῆρος [4.4.14.3] ἡμῶν διὰ τὴν τοῦ βίου ὁμοιότητα.
 [03649]  εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ [4.4.15.4] τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον, προχέουσα.
 [03715]  [4.6.27.3]τοίνυν ἐπιγινώσκων κατὰ τὸν τῆς μετανοίας λόγον ἁμαρτωλὸν τὴν ψυχὴν ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται, ἀπολέσας δὲ εὑρήσει κατὰ τὴν ὑπακοὴν τὴν ἀναζήσασαν μὲν τῇ πίστει, ἀποθανοῦσαν δὲ τῇ ἁμαρτίᾳ.
 [03730]  τρίτα τοίνυν ἐστὶν ἀπὸ τῆς ἀληθείας, μιᾶς ῥίζης ἀμφοῖν ὑποκειμένης, αἱρέσεως δὲ οὐκ ἴσης, μᾶλλον δὲ τῆς κατὰ τὴν αἵρεσιν [4.6.30.3] διαφορᾶς οὐκ ἴσης.
 [03759]  μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτή μονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς [4.6.33.5] μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους·
 [03769]  φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ.
 [03779]  πλούσιον τοίνυν οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται ὁ παιδεύων τὴν ψυχὴν Χριστός.
 [03780]  [4.6.35.2] Ζακχαῖον τοίνυν, οἳ δὲ Ματθίαν φασίν, ἀρχιτελώνην, ἀκηκοότα τοῦ κυρίου καταξιώσαντος πρὸς αὐτὸν γενέσθαι, ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι ἐλεημοσύνην φάναι, κύριε, καὶ εἴ τινός τι ἐσυκοφάντησα, τετραπλοῦν ἀποδίδωμι.
 [03813]  ὅταν τοίνυν ἐνδιατρίψῃ τῇ θεωρίᾳ, τῷ θείῳ καθαρῶς ὁμιλῶν, ὁ γνωστικῶς μετέχων τῆς ἁγίας ποιότητος, προσεχέστερον ἐν ἕξει γίνεται ταὐτότητος ἀπαθοῦς, ὡς μηκέτι ἐπιστήμην ἔχειν καὶ γνῶσιν κεκτῆσθαι, ἐπιστήμην δὲ εἶναι καὶ γνῶσιν.
 [03814]  [4.6.40.2] Μακάριοι τοίνυν οἱ εἰρηνοποιοί.
 [03825]  [4.7.42.2] ψεύδεται τοίνυν τὸν κύριον, μᾶλλον δὲ τὴν ἑαυτοῦ διέψευσται ἐλπίδα ὃς οὐ πιστεύει τῷ θεῷ.
 [03830]  ὁ τοίνυν ἀρνούμενος τὸν σωτῆρα ἀρνεῖται τὴν [4.7.42.4] ζωήν, ὅτιζωὴ ἦν τὸ φῶς.
 [03881]  μὴ ξενίζεσθε τοίνυν, ὁ Πέτρος λέγει, τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
 [03964]  οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχει<ν> ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται.
 [03969]  τὸ μὲν τοίνυν τὴν αὐτὴν εἶναι φύσιν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, καθὸ θῆλύ ἐστιν, οὐ φαμέν·
 [03973]  ᾗ μὲν τοίνυν ταὐτόν ἐστι, καθὸ ψυχή, ταύτῃ ἐπὶ τὴν αὐτὴν ἀφίξεται ἀρετήν·
 [04001]  [4.8.63.5] κεφαλὴ τοίνυν τὸ ἡγεμονικόν.
 [04085]  μόνος τοίνυν ὁ κύριος διὰ τὴν τῶν ἐπιβουλευόντων αὐτῷ ἄνοιαν καὶ τὴν τῶν ἀπίστων ἀποκάθαρσιν ἔπιεν τὸ ποτήριον·
 [04110]  διώκουσι τοίνυν ἡμᾶς οὐκ ἀδίκους εἶναι καταλαβόντες, ἀλλ' αὐτῷ μόνῳ τῷ Χριστιανοὺς εἶναι τὸν βίον ἀδικεῖν ὑπολαμβάνοντες αὐτούς τε οὕτω πολιτευομένους καὶ τοὺς ἄλλους τὸν ὅμοιον αἱρεῖσθαι βίον προτρεπομένους.
 [04139]  ἐρωτῶ τοίνυν αὐτὸν ἐπὶ τοῦ κρατηθέντος ὁμολογητοῦ, πότερον μαρτυρήσει καὶ κολασθήσεται κατὰ τὴν πρόνοιαν ἢ οὔ.
 [04157]  [4.12.87.1] οὐ τὸ ἐνεργεῖν τοίνυν αὐτὸν τὰς θλίψεις οἴεσθαι χρή, μὴ γὰρ εἴη τοῦτο ἐννοεῖν, ἀλλὰ μὴ κωλύειν τοὺς ἐνεργοῦντας πεπεῖσθαι προσῆκεν [4.12.87.2] καταχρῆσθαί τε εἰς καλὸν τοῖς τῶν ἐναντίων τολμήμασιν (καθελῶ γοῦν φησι, τὸν τοῖχον καὶ ἔσται εἰς καταπάτημα), παιδευτικῆς τέχνης τῆς τοιαύτης οὔσης προνοίας ἐπὶ μὲν τῶν ἄλλων διὰ τὰς οἰκείας ἑκάστου ἁμαρτίας, ἐπὶ δὲ τοῦ κυρίου καὶ τῶν ἀποστόλων διὰ [4.12.87.3] τὰς ἡμῶν.
 [04162]  εἰ τοίνυν ἀπολογούμενός τις αὐτῶν λέγοι κολάζεσθαι μὲν τὸν μάρτυρα διὰ τὰς πρὸ τῆσδε τῆς ἐνσωματώσεως ἁμαρτίας, τὸν καρπὸν δὲ τῆς κατὰ τόνδε τὸν βίον πολιτείας αὖθις ἀπολήψεσθαι, οὕτω γὰρ διατετάχθαι τὴν διοίκησιν, πευσόμεθα αὐτοῦ, [4.12.88.2] εἰ ἐκ προνοίας γίνεται ἡ ἀνταπόδοσις·
 [04197]  [4.13.93.1] Μὴ τοίνυν ψυχικοὺς ἐν ὀνείδους μέρει λεγόντων ἡμᾶς οἱ προειρημένοι, ἀλλὰ καὶ οἱ Φρύγες·
 [04206]  κατὰ φυσικὴν τοίνυν ὄρεξιν χρηστέον τοῖς <μὴ> κεκωλυμένοις καλῶς, πᾶσαν ὑπερέκπτωσιν καὶ συμπάθειαν παραιτουμένους.
 [04364]  ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλ' ἐν ἔργοις ἀγαθοῖς·
 [04390]  [7] ἀγάπη τοίνυν καὶ ὁ θεὸς εἴρηται, ἀγαθὸς ὤν.
 [04443]  παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλέγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἅς [4.19.123.1] φησι ∆ίδυμος ἐν Συμποσιακοῖς.
 [04535]  αὕτη τοίνυν ἡ πρώτη ἀγαθοποιία τοῦ τελείου, ὅταν μὴ διά τι χρειῶδες τῶν εἰς αὐτὸν συντεινόντων γίνηται, κρί ναντος δ' ὅτι καλὸν τὸ ἀγαθὸν ποιεῖν, ἐκτενῶς ἡ ἐνέργεια φερομένη ἐν πάσῃ πράξει ἀγαθύνηται, οὐκ ἐφ' ὧν μέν, ἐφ' ὧν δ' οὔ, ἀλλ' ἐν ἕξει εὐποιίας καταστᾶσα μήτε διὰ δόξαν ἔτι ἤ, ὥς φασιν οἱ φιλόσοφοι, τὴν εὔκλειαν μήτε διὰ μισθὸν εἴτε παρὰ ἀνθρώπων εἴτε καὶ ἐκ θεοῦ·
 [04623]  ὅτῳ τοίνυν <τὰ> τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ' [4.23.149.8] αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν.
 [04684]  μόνοι τοίνυν οἱ καθαρῶς βιοῦντες ἱερεῖς ὄντως τοῦ θεοῦ.
 [04735]  ἀεὶ τοίνυν αἱ ἀγαθαὶ πράξεις ὡς ἀμείνους τῷ κρείττονι τῷ πνευματικῷ προσάπτονται, αἱ δὲ φιλήδονοι καὶ ἁμαρτητικαὶ [4.26.165.2] τῷ ἥττονι τῷ ἁμαρτητικῷ περιτίθενται.
 [04775]  [4.26.171.1] Τί τοίνυν οἱ Πυθαγόρειοι βουλόμενοι μετὰ φωνῆς εὔχεσθαι κελεύουσιν;
 [04817]  παρέλκουσι τοίνυν αἱ ἐντολαὶ αἵ τε κατὰ τὴν παλαιὰν αἵ τε κατὰ τὴν νέαν διαθήκην, φύσει σῳζομένου, ὡς Οὐαλεντῖνος βούλεται, τινὸς καὶ φύσει πιστοῦ καὶ ἐκλεκτοῦ ὄντος, ὡς Βασιλείδης νομίζει.
 [04837]  εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται·
 [04843]  προνοίας τοίνυν οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τήν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα πειρᾶσθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἔκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, [5.1.6.3] καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων·
 [04866]  ποῦ τοίνυν γραμματεύς;
 [04902]  [5.1.11.1] Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν.
 [04941]  εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ' ἢ μόνῳ τῷ νῷ, ὁ δὲ λόγος τοῦ θεοῦ ἐγώ φησιν εἰμὶ ἡ ἀλήθεια νῷ ἄρα θεωρητὸς ὁ λόγος.
 [04950]  ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγαπητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ·
 [05036]  ἀπόκειται τοίνυν τὴν οἴησιν τῶν ἐν Ἰουδαίοις σοφῶν [5.4.25.4] ἐπιρραπίζειν τὸν ἀπόστολον·
 [05183]  φαίνεται τοίνυν συντιθέμενον τὸ πᾶν σύμβολον δηλωτικὸν εἶναι τοῦδε·
 [05321]  συνεκδοχὰς τοίνυν πλείονας ἐξὸν εἶναι λαμβάνειν.
 [05395]  [5.10.65.1] Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων φραστέον δή σοι φησὶ δι' αἰνιγμάτων, ἵν' ἤν τι <ἡ> δέλτος [5.10.65.2] ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ.
 [05409]  εἰ τοίνυν τὸ μὲν γάλα τῶν νηπίων, τὸ βρῶμα δὲ τῶν τελείων τροφὴ πρὸς τοῦ ἀποστόλου εἴρηται, γάλα μὲν ἡ κατήχησις οἱονεὶ πρώτη ψυχῆς τροφὴ νοηθήσεται, βρῶμα δὲ ἡ ἐποπτικὴ θεωρία·
 [05440]  [5.11.70.1] Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, μακάριοι τῷ ὄντι κατὰ τὴν γραφὴν οἱ πεινῶντες καὶ διψῶντες [5.11.70.2] τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου.
 [05453]  εἰ τοίνυν, ἀφελόντες πάντα ὅσα πρόσεστι τοῖς σώμασιν καὶ τοῖς λεγομένοις ἀσωμάτοις, ἐπιρρίψαιμεν ἑαυτοὺς εἰς τὸ μέγεθος τοῦ Χριστοῦ κἀκεῖθεν εἰς τὸ ἀχανὲς ἁγιότητι προΐοιμεν, τῇ νοήσει τοῦ παντοκράτορος ἁμῇ γέ πῃ προσάγοιμεν <ἄν>, οὐχ ὅ ἐστιν, [5.11.71.4] ὃ δὲ μή ἐστι γνωρίσαντες·
 [05489]  παγκάλως τοίνυν καὶ ὁ Εὐριπίδης συνᾴδει τούτοις γράφων·
 [05528]  ἀκολούθως τοίνυν πάλιν ἐπιφθέγγεται ὢ βάθος πλούτου καὶ σοφίας [5.12.80.3] καὶ γνώσεως θεοῦ ὁ γενναῖος ἀπόστολος.
 [05544]  σοφώτατα τοίνυν γέγραπται τῷ Σόλωνι ταῦτα περὶ θεοῦ·
 [05557]  ἀδιαίρετον γὰρ τὸ ἕν, διὰ τοῦτο δὲ καὶ ἄπειρον, οὐ κατὰ τὸ ἀδιεξίτητον νοούμενον, ἀλλὰ κατὰ τὸ [5.12.82.1] ἀδιάστατον καὶ μὴ ἔχον πέρας, καὶ τοίνυν ἀσχημάτιστον καὶ ἀνωνόμαστον.
 [05568]  [5.13.83.1] Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐάν τε βούλωνται ἐάν τε μή.
 [05571]  ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ ἡμῖν [5.13.83.3] φαίνεται μοίρᾳ παραγινομένη ἡ ἀρετὴ οἷς παραγίνεται.
 [05575]  [5.13.83.5] θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν [5.13.84.1] ἐπίστασιν τῆς ἐκλογῆς ἄκρᾳ κοινωνίᾳ.
 [05596]  τὸ τοίνυν ἀδικεῖν ἀγαθὸν οὐκ ἔστιν (οὐδεὶς γὰρ εἰ μὴ διά τι ἕτερον ἀδικεῖ), τῶν δὲ ἀναγκαίων οὐδὲν ἑκούσιον·
 [05597]  τὸ τοίνυν ἀδικεῖν ἑκούσιον, ὥστε οὐδὲ ἀναγκαῖον.
 [05607]  δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιν·
 [06056]  [5.14.133.4] εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν [5.14.133.5] τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν.
 [06103]  [5.14.137.2]τοίνυν μὴ πειθόμενος τῇ ἀληθείᾳ, διδασκαλίᾳ δὲ ἀνθρωπίνῃ τετυφωμένος, δυσδαίμων, ἄθλιός τε καὶ κατὰ τὸν Εὐριπίδην, ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ' ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας, ὧν ἀτηρὰ γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν, οὐδὲν γνώμης μετέχουσα.
 [06112]  [5.14.140.1] ∆εδειγμένου τοίνυν σαφῶς, ὡς οἶμαι, ὅπως κλέπτας εἰρῆσθαι πρὸς τοῦ κυρίου τοὺς Ἕλληνας ἐξακουστέον, ἑκὼν παραλείπω τὰ [5.14.140.2] τῶν φιλοσόφων δόγματα.
 [06150]  [6.2.5.3] Ὀρφέως τοίνυν ποιήσαντος·
 [06458]  κατὰ πάντα τοίνυν τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἂν παρεμβεβληκόσι, τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο, ὥστε τὴν κατάβασιν μὴ τοπικὴν γεγονέναι·
 [06522]  [6.5.39.5] μή, τοίνυν φησί, σέβεσθε οὐκ εἶπεν θεὸν ὃν οἱ Ἕλληνες, ἀλλὰ μὴ κατὰ τοὺς Ἕλληνας, τὸν τρόπον τὸν τῆς σεβάσεως ἐναλλάττων [6.5.40.1] τοῦ θεοῦ, οὐχὶ δὲ ἄλλον καταγγέλλων.
 [06562]  οὐχ ὁ τόπος δή που φωνὴν λαβὼν εἶπεν τὰ προειρημένα, ἀλλ' οἱ ἐν Ἅιδου καταταγέντες καὶ εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδωκότες καθάπερ ἔκ τινος νεὼς εἰς θάλασσαν ἑκόντες ἀπορρίψαντες, οὗτοι τοίνυν εἰσὶν οἱ ἐπακούσαντες τῆς θείας δυνάμεώς τε καὶ [6.6.45.3] φωνῆς·
 [06578]  δίκαιος τοίνυν δικαίου καθὸ δίκαιός ἐστιν οὐ διαφέρει, ἐάν τε νομικὸς ᾖ ἐάν τε Ἕλλην·
 [06623]  εἰ τοίνυν τοὺς ἐν σαρκὶ διὰ τοῦτο εὐηγγελίσατο, ἵνα μὴ καταδικασθῶσιν ἀδίκως, πῶς οὐ καὶ τοὺς προεξεληλυθότας τῆς παρουσίας αὐτοῦ διὰ τὴν αὐτὴν εὐηγγελίσατο αἰτίαν;
 [06668]  λείπεται τοίνυν ὑπεξαναβάντας ἡμᾶς καὶ τὸν τούτων διδάσκαλον ποθεῖν.
 [06687]  [6.7.61.1] Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ [6.7.61.2] ἀποκαλυφθεῖσα.
 [06709]  οὐ χρόνῳ τοίνυν τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ, ἀλλ' ἐξ αἰῶνος, οὐδὲ μὴν ἤρξατό ποτε ἡ εὐεργεσία αὐτοῦ, ἀλλ' οὐδὲ περιορίζεται τόποις ἢ ἀνθρώποις τισίν, [6.8.64.2] οὐδὲ γὰρ μερικὴ ἡ εὐποιία αὐτοῦ.
 [06726]  ἔστω τοίνυν πιστὸς ὁ τοιοῦτος, ἔστω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις, ἤτω ἁγνός.
 [06739]  [6.8.66.5] οὐ τοίνυν ψευδὴς ἡ φιλοσοφία, κἂν ὁ κλέπτης καὶ ὁ ψεύστης κατὰ μετασχηματισμὸν ἐνεργείας τὰ ἀληθῆ λέγῃ, οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν προφητεύειν νῦν δὴ λεγομένων παρατηρητέον, ἀλλὰ τὰ λεγόμενα σκοπητέον, εἰ τῆς ἀληθείας ἔχεται.
 [06759]  γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ [6.8.70.4] τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται.
 [06779]  εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ' ἄρα ζηλώσει [6.9.73.6] ἐξομοιωθῆναι τοῖς καλοῖς <τὸ> εἶναι δι' ἀγάπης ἔχων τοῦ κάλλους.
 [06813]  [6.10.80.1] Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ [6.10.80.2] ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μουσικῆς τὴν ἐν τοῖς ἡρμοσμένοις ἀναλογίαν διώκων, ἐν δὲ τῇ ἀριθμητικῇ τὰς αὐξήσεις καὶ μειώσεις τῶν ἀριθμῶν παρασημειούμενος καὶ τὰς πρὸς ἀλλήλους σχέσεις καὶ ὡς τὰ πλεῖστα ἀναλογίᾳ τινὶ ἀριθμῶν ὑποπέπτωκεν, <ἐν δὲ> τῇ γεωμετρικῇ οὐσίαν αὐτὴν ἐφ' ἑαυτῆς θεωρῶν καὶ ἐθιζόμενος συνεχές τι διάστημα νοεῖ<ν> καὶ οὐσίαν ἀμετάβλητον, ἑτέραν τῶνδε τῶν [6.10.80.3] σωμάτων οὖσαν·
 [06839]  οὐκ ἀπολειφθήσεται τοίνυν τῶν προκοπτόντων περὶ τὰς μαθήσεις τὰς ἐγκυκλίους καὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, ἀλλ' οὐ κατὰ τὸν προηγούμενον λόγον, τὸν δὲ ἀναγκαῖον καὶ δεύτερον καὶ περιστατικόν·
 [06847]  μηνύεσθαι τοίνυν τοὺς Ἀβραὰμ οἰκείους εἶναι κατὰ τὴν σωτηρίαν, τοὺς τῷ σημείῳ καὶ τῷ ὀνόματι προσπεφευγότας, κυρίους γεγονέναι τῶν αἰχμαλωτιζόντων καὶ τῶν τούτοις [6.11.84.5] ἀκολουθούντων παμπόλλων ἀπίστων ἐθνῶν.
 [06874]  ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν ∆ώριον ὑμνοῦντι τὸν ∆ία ὧδέ πως·
 [06889]  [6.11.91.1] Συνεργὰ τοίνυν φιλοσοφίας τὰ μαθήματα καὶ αὐτὴ ἡ φιλοσοφία εἰς τὸ περὶ ἀληθείας διαλαβεῖν.
 [06891]  [6.11.91.2] προπαρασκευασθῆναι τοίνυν τὴν ψυχὴν καὶ ποικίλως ἐργασθῆναι χρή, εἰ μέλλοι ἀρίστη κατασκευάζεσθαι, ἐπεὶ τῆς ἀληθείας τὸ μέν ἐστι γνωστικόν, τὸ δὲ ποιητικόν, ἐρρύηκεν δὲ ἀπὸ τοῦ θεωρητικοῦ, [6.11.91.3] δεῖται δὲ ἀσκήσεως καὶ συγγυμνασίας πολλῆς καὶ ἐμπειρίας.
 [06952]  [6.12.98.1] Μὴ τοίνυν λεγόντων ὡς ὁ ἀδικῶν καὶ ἁμαρτάνων κατ' ἐνέργειαν δαιμόνων πλημμελεῖ, ἐπεὶ κἂν ἀθῷος γένοιτο, τὰ δὲ αὐτὰ τοῖς δαιμονίοις κατὰ τὸ ἁμαρτάνειν αἱρούμενος, ἀνέδραστος καὶ κοῦφος καὶ εὐμετάβολος ἐν ἐπιθυμίαις, ὡς δαίμων, γίνεται ἄνθρωπος δαιμονικός.
 [06982]  [6.12.102.1] Εὔχεται τοίνυν ὁ γνωστικὸς καὶ κατὰ τὴν ἔννοιαν πᾶσαν τὴν ὥραν, δι' ἀγάπης οἰκειούμενος τῷ θεῷ.
 [06999]  [6.13.105.1]τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα·
 [07019]  διὰ πολλῆς τοίνυν τῆς παιδείας ἀπεκδυσάμενος τὰ πάθη ὁ πιστὸς ἡμῖν μέτεισιν ἐπὶ τὴν βελτίονα τῆς προτέρας μονῆς, μεγίστην κόλασιν ἐπιφερόμενος τὸ ἰδίωμα τῆς μετανοίας ὧν [6.14.109.4] ἐξήμαρτεν μετὰ τὸ βάπτισμα.
 [07030]  οὐ μόνον τοίνυν ὁ πιστός, ἀλλὰ καὶ ὁ ἐθνικὸς δικαιότατα κρίνεται.
 [07087]  [6.15.118.1] λαμβάνει τοίνυν τροφὴν μὲν πλείονα ἡ ἐγκεντρισθεῖσα ἐλαία διὰ τὸ ἀγρίαν ἐμφύεσθαι·
 [07121]  [6.15.122.1] Τῆς τοίνυν περὶ θεοῦ ζητήσεως εὕρεσις μὲν ἡ διὰ τοῦ υἱοῦ διδασκαλία, σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ αἵ τε προηγούμεναι τῆς παρουσίας αὐτοῦ προφητεῖαι, τοῦτον κηρύσσουσαι, αἵ τε συνυπάρξασαι τῇ γενέσει αὐτοῦ τῇ αἰσθητῇ περὶ αὐτοῦ μαρτυρίαι, πρὸς δὲ καὶ <αἱ> μετὰ τὴν ἀνάληψιν [6.15.122.2] κηρυσσόμεναί τε καὶ ἐμφανῶς δεικνύμεναι δυνάμεις αὐτοῦ.
 [07137]  ψεῦσται τοίνυν τῷ ὄντι οὐχ οἱ συμπεριφερόμενοι δι' οἰκονομίαν σωτηρίας οὐδ' οἱ περί τινα τῶν ἐν μέρει σφαλλόμενοι, ἀλλ' οἱ εἰς τὰ κυριώτατα παραπίπτοντες καὶ ἀθετοῦντες μὲν τὸν κύριον τὸ ὅσον ἐπ' αὐτοῖς, ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν, οἱ μὴ κατ' ἀξίαν τοῦ θεοῦ καὶ τοῦ κυρίου τὰς γραφὰς [6.15.124.4] λαλοῦντές τε καὶ παραδιδόντες·
 [07150]  [6.15.126.1] ∆ιὰ πολλὰς τοίνυν αἰτίας ἐπικρύπτονται τὸν νοῦν αἱ γραφαί, πρῶτον μὲν ἵνα ζητητικοὶ ὑπάρχωμεν καὶ προσαγρυπνῶμεν ἀεὶ τῇ τῶν σωτηρίων λόγων εὑρέσει, ἔπειτα <ὅτι> μηδὲ τοῖς ἅπασι προσῆκον ἦν νοεῖν, ὡς μὴ βλαβεῖεν ἑτέρως ἐκδεξάμενοι τὰ ὑπὸ τοῦ ἁγίου [6.15.126.2] πνεύματος σωτηρίως εἰρημένα.
 [07189]  οὐ μόνον τοίνυν τοῖς ἐπιτυγχάνουσιν ἁπλῶς οὕτως δύσκολος ἡ τῆς ἀληθείας κτῆσις, ἀλλὰ καὶ ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία, μηδὲ τούτοις ἀθρόαν δίδοσθαι τὴν θεωρίαν ἡ κατὰ τὸν Μωυσέα ἱστορία διδάσκει, μέχρις ἂν ἐθισθέντες ἀντωπεῖν, καθάπερ οἱ Ἑβραῖοι τῇ δόξῃ τῇ Μωυσέως καὶ οἱ ἅγιοι τοῦ Ἰσραὴλ ταῖς τῶν ἀγγέλων ὀπτασίαις, οὕτως καὶ ἡμεῖς ταῖς τῆς ἀληθείας μαρμαρυγαῖς ἀντιβλέπειν δυνηθῶμεν.
 [07209]  τὸ λογιστικὸν τοίνυν καὶ ἡγεμονικὸν αἴτιον εἶναί φαμεν τῆς συστάσεως τῷ ζῴῳ, ἀλλὰ καὶ τοῦ [6.16.135.3] τὸ ἄλογον μέρος ἐψυχῶσθαί τε καὶ μόριον αὐτῆς εἶναι.
 [07217]  εἰκότως τοίνυν αἱ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολὰς τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ [6.16.136.5] τὰς πρὸ τοῦ νόμου παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν·
 [07230]  ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν ἑτοιμάζουσα τὴν ἀρχέ γονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἣ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα [6.16.138.2] κληρονομεῖται.
 [07257]  οὐ τοίνυν, ὥσπερ τινὲς ὑπολαμβάνουσι τὴν ἀνάπαυσιν τοῦ θεοῦ, πέπαυται ποιῶν ὁ θεός·
 [07289]  ἵνα τοίνυν γενητὸν εἶναι τὸν κόσμον διδαχθῶμεν, μὴ ἐν χρόνῳ δὲ ποιεῖν τὸν θεὸν ὑπολάβωμεν, ἐπήγαγεν ἡ προφητεία·
 [07319]  [6.16.148.3]τοίνυν ἑαυτὸν φάμενος ἐπινενοηκέναι τι ἢ πεποιηκέναι τῶν πρὸς δημιουργίαν συντεινόντων εὔθυναν ὑφέξει τοῦ ἀσεβοῦς τολμήματος.
 [07348]  ἐπεὶ τοίνυν δύο εἰσὶν ἰδέαι τῆς ἀληθείας, τά τε ὀνόματα καὶ τὰ πράγματα, οἳ μὲν τὰ ὀνόματα λέγουσιν, οἱ περὶ τὰ κάλλη τῶν λόγων διατρίβοντες, οἱ παρ' Ἕλλησι φιλόσοφοι, τὰ πράγματα δὲ [6.17.151.3] παρ' ἡμῖν ἐστι τοῖς βαρβάροις.
 [07350]  οὐ τοίνυν περὶ τὴν λέξιν, ἀλλὰ περὶ τὰ σημαινόμενα ἀναστρεπτέον.
 [07354]  [6.17.152.2] οὐ τοίνυν ὑπισχνεῖται βούλεσθαι μεταλαμβάνειν, ἀλλὰ ἄρχεται·
 [07363]  οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῷ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄρρητον ἀγαθότητα, τὴν ἑκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν [6.17.154.2] προσαγομένην τὴν τῶν ὄντων φύσιν·
 [07375]  κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον [6.17.156.4] αὐτῶν τυγχάνῃ.
 [07401]  οὐ τοίνυν κακίας [6.17.159.7] ἔργον ἡ φιλοσοφία ἐναρέτους ποιοῦσα.
 [07415]  ὁ γνωστικὸς τοίνυν θεόθεν λαβὼν τὸ δύνασθαι ὠφελεῖν ὀνίνησι τοὺς μὲν τῇ παρακολουθήσει σχηματίζων, τοὺς δὲ τῇ ἐξομοιώσει προτρεπόμενος, τοὺς δὲ καὶ τῇ προστάξει παιδεύων καὶ διδάσκων.
 [07458]  μόνη τοίνυν ἡ παρ' ἡμῖν θεοδίδακτός ἐστι σοφία, ἀφ' ἧς αἱ πᾶσαι πηγαὶ [6.18.166.5] τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται.
 [07482]  [7.1.2.1] Πρόκειται τοίνυν παραστῆσαι ἡμῖν μόνον τὸν γνωστικὸν ὅσιόν τε καὶ εὐσεβῆ, θεοπρεπῶς τὸν τῷ ὄντι θεὸν θρῃσκεύοντα·
 [07489]  [7.1.3.1] Θεραπεία τοίνυν τοῦ θεοῦ ἡ συνεχὴς ἐπιμέλεια τῆς ψυχῆς τῷ γνωστικῷ καὶ ἡ περὶ τὸ θεῖον αὐτοῦ κατὰ τὴν ἀδιάλειπτον ἀγάπην [7.1.3.2] ἀσχολία.
 [07502]  ὁ τοίνυν θεὸν πεπεισμένος εἶναι παντοκράτορα καὶ τὰ θεῖα μυστήρια παρὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ ἐκμαθών, πῶς οὗτος ἄθεος;
 [07568]  αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά τε τὴν διδασκαλίαν κατά τε τὴν δι' ἔργων [7.3.13.3] εὐποιίαν.
 [07639]  [7.4.24.1] Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια·
 [07769]  [7.6.34.2] ∆εῖ τοίνυν θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελεῖς, ἀλλὰ θεοφιλεῖς, καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχὴν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ κατὰ τοὺς αἴνους συναγόμενον, καθαρῷ μὲν τῷ νῷ, δικαίᾳ δὲ καὶ ὀρθῇ τῇ πολιτείᾳ, [7.6.34.3] ἐξ ὁσίων ἔργων εὐχῆς τε δικαίας·
 [07777]  [7.7.35.6] πάντα τοίνυν τὸν βίον ἑορτὴν ἄγοντες, πάντῃ πάντοθεν παρεῖναι τὸν θεὸν πεπεισμένοι, γεωργοῦμεν αἰνοῦντες, πλέομεν ὑμνοῦντες, [7.7.35.7] κατὰ τὴν ἄλλην πολιτείαν ἐντέχνως ἀναστρεφόμεθα.
 [07797]  [7.7.38.1] Καθόλου τοίνυν οὐδεμίαν σῴζει θεοσέβειαν οὔτε ἐν ὕμνοις οὔτε ἐν λόγοις, ἀλλ' οὐδὲ ἐν γραφαῖς ἢ δόγμασιν ἡ μὴ πρέπουσα περὶ τοῦ θεοῦ ὑπόληψις, ἀλλ' εἰς ταπεινὰς καὶ ἀσχήμονας ἐκτρεπομένη ἐννοίας τε καὶ ὑπονοίας.
 [07804]  <ἀεὶ> τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ [7.7.39.1] ἀγαθόν.
 [07848]  [7.7.44.1] Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχὴ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη.
 [07908]  ἐν παντὶ τοίνυν τόπῳ, οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς [7.7.49.7] εὔξεται·
 [07921]  ἀρκεῖ τοίνυν αὐτῷ ἤτοι τῇ συγκαταθέσει ἢ τῇ ἀρνήσει προσθεῖναι τὸ ἀληθῶς λέγω εἰς παράστασιν τῶν μὴ διορώντων αὐτοῦ τὸ βέβαιον [7.8.51.2] τῆς ἀποκρίσεως.
 [07926]  ποῦ τοίνυν ἔτι τοῦ ὅρκου χρεία τῷ κατὰ ἄκρον ἀληθείας βιοῦντι;
 [07929]  παρέλκει τοίνυν αὐτῷ τὸ κατὰ τὴν γλῶτταν [7.8.51.7] μαρτύριον.
 [07939]  ὁ τοίνυν μέχρι τῆς συμπεριφορᾶς διὰ τὴν τῶν πέλας σωτηρίαν συγκαταβαίνων (ψιλῶς διὰ τὴν τῶν δι' οὓς συμπεριφέρεται σωτηρίαν), οὐδεμιᾶς ὑποκρίσεως διὰ τὸν ἐπηρτημένον τοῖς δικαίοις ἀπὸ τῶν ζηλούντων κίνδυνον μετέχων, οὗτος οὐδαμῶς ἀναγκάζεται·
 [07949]  ἀκολούθως τοίνυν οὐδὲ ἀσεβεῖ, ἀλλ' ἢ μόνος τῷ ὄντι θεοσεβεῖ ὁσίως καὶ προσηκόντως, τὸν ὄντως ὄντα θεὸν πανηγεμόνα καὶ <παμ>βασιλέα καὶ παντοκράτορα κατὰ τὴν ἀληθῆ θεοσέβειαν ὁσίως προστρεπόμενος.
 [07966]  ταχεῖα τοίνυν εἰς κάθαρσιν ἡ γνῶσις καὶ [7.10.57.1] ἐπιτήδειος εἰς τὴν ἐπὶ τὸ κρεῖττον εὐπρόσδεκτον μεταβολήν.
 [07993]  οὐ μόνον τοίνυν τοιοῦτος ἡμῖν κατὰ τὴν ὁσιότητα ὁ γνωστικός, ἀκόλουθα δὲ τῇ ἐπιστημονικῇ [7.10.59.7] θεοσεβείᾳ καὶ τὰ περὶ τὴν ἄλλην πολιτείαν ἐπαγγέλματα.
 [08000]  οὐσίας τοίνυν καὶ τὰ πράγματα αὐτὰ παραλαβὼν διὰ τῶν λόγων εἰκότως καὶ τὴν ψυχὴν ἐπὶ τὰ δέοντα ἄγει, τὸ μὴ μοιχεύσῃς, μὴ φονεύσῃς ἰδίως ἐκλαμβάνων ὡς εἴρηται τῷ γνωστικῷ, οὐχ ὡς παρὰ τοῖς ἄλλοις ὑπείληπται.
 [08008]  [7.11.62.1] Χρώμενος τοίνυν τοῖς κτιστοῖς, ὁπόταν αἱρῇ λόγος, εἰς ὅσον [7.11.62.1] αἱρεῖ, κατὰ τὴν ἐπὶ τὸν κτίσαντα εὐχαριστίαν καὶ τῆς ἀπολαύσεως [7.11.62.2] κύριος καθίσταται.
 [08034]  ἀμεμφῶς τοίνυν ὑποκρινόμενος τὸ δρᾶμα τοῦ βίου, ὅπερ ἂν ὁ θεὸς ἀγωνίσασθαι παράσχῃ, τά τε πρακτέα τά τε ὑπομενετέα γνωρίζει.
 [08038]  οὐ τοίνυν οὐδὲ ἡ δι' ἄγνοιαν συνισταμένη πρᾶξις ἤδη ἄγνοια, ἀλλὰ κακία μὲν δι' ἄγνοιαν, οὐ μὴν ἄγνοια·
 [08094]  τερπνὰ τοίνυν τούτῳ πῶς ἔτι ἂν εἴη τὰ περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ ἀφροδίσιον ἡδονήν.
 [08124]  ἐργάζεται τοίνυν ὁ γνωστικὸς ἐν τῷ τοῦ κυρίου ἀμπελῶνι φυτεύων, κλαδεύων, ἀρδεύων, θεῖος ὄντως ὑπάρχων τῶν εἰς πίστιν [7.12.74.2] καταπεφυτευμένων γεωργός.
 [08143]  [7.12.76.1] Νηστεύει τοίνυν καὶ κατὰ τὸν νόμον ἀπὸ τῶν πράξεων τῶν φαύλων καὶ κατὰ τὴν τοῦ εὐαγγελίου τελειότητα ἀπὸ τῶν ἐννοιῶν [7.12.76.2] τῶν πονηρῶν.
 [08211]  τί τοίνυν περὶ αὐτοῦ τοῦ γνωστικοῦ φήσαιμεν <ἄν>;
 [08223]  [7.13.83.1] Ἐπ' οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων <οὐδὲν> οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους, ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον [7.13.83.2] γενήσεσθαι.
 [08305]  διὰ πλείονος τοίνυν φροντίδος ἐρευνητέον τὴν τῷ ὄντι ἀλήθειαν, ἣ μόνη περὶ τὸν ὄντως ὄντα θεὸν καταγίνεται.
 [08314]  [7.15.92.1] Ματαία τοίνυν τοῖς Ἕλλησιν ἡ πρόφασις αὕτη·
 [08349]  εἰκότως τοίνυν πίστει περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχήν, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ' αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν [7.16.95.7] ἐπίγνωσιν τῆς ἀληθείας.
 [08365]  ὑπὸ δοξοσοφίας τοίνυν ἐπηρμένοι ἐρίζοντες διατελοῦσι, δῆλοι γεγονότες ὡς τοῦ δοκεῖν μᾶλλον ἤπερ τοῦ [7.16.98.2] φιλοσοφεῖν προνοοῦνται.
 [08376]  [7.16.100.1] Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λειπτέον τὴν τάξιν ἣν ὁ στρατηγὸς ἔταξεν τῷ στρατιώτῃ, οὕτως οὐδὲ ἣν ἔδωκεν ὁ λόγος, <ὃν> [7.16.100.2] ἄρχοντα εἰλήφαμεν γνώσεώς τε καὶ βίου, λειπτέον τάξιν.
 [08393]  [7.16.102.1] ἀκολούθως τοίνυν δύο τῷ γένει καὶ παιδεῖαι παραδίδονται πρόσφοροι ἑκατέρᾳ τῶν ἁμαρτιῶν, τῇ μὲν ἡ γνῶσίς τε καὶ ἡ τῆς ἐκ τῶν γραφῶν μαρτυρίας ἐναργὴς ἀπόδειξις, τῇ δὲ ἡ κατὰ λόγον ἄσκησις ἐκ πίστεώς τε καὶ φόβου παιδαγωγουμένη·
 [08443]  [7.17.106.1] Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς [7.17.106.2] ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας.
 [08499]  περὶ παντὸς τοίνυν τοῦ ζητουμένου εἴ τις ὀρθῶς διαλαμβάνοι, οὐκ ἂν ἐφ' ἑτέραν ἀρχὴν ὁμολογουμένην μᾶλλον ἀναγάγοι τὸν λόγον ἢ τὸ πᾶσι τοῖς ὁμοεθνέσι τε καὶ ὁμοφώνοις ἐκ τῆς [8.2.3.4] προσηγορίας ὁμολογούμενον σημαίνεσθαι.
 [08539]  χρὴ τοίνυν τὸν ἀποδεικτικὸν ἄνδρα τῆς μὲν ἀληθείας ὡς τῶν λημμάτων πολλὴν ποιήσασθαι πρόνοιαν, τῶν δὲ ὀνομάτων ἀφροντιστεῖν, εἴτε ἀξιώματά τις ἐθέλοι καλεῖν εἴτε προτάσεις εἴτε λήμματα, ὁμοίως δὲ καὶ τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν, εἴτε δὲ περαίνοντα λόγον εἴτε περαντικὸν εἴτε [8.3.8.3] συλλογιστικὸν ἐθέλοι τις ὀνομάζειν αὐτόν, ἥκιστα φροντίζειν.
 [08569]  εἰ τοίνυν ἔμψυχον τὸ ζῷον, ἡ ψυχὴ δὲ φύσις αἰσθητική, δῆλον ὡς αἰσθητικὸν ἤδη τὸ ἔμψυχον.
 [08593]  λέγω τοίνυν, εἰ τοῦτο λέγεις ζῷον τὸ δυνάμενον αἰσθέσθαι τε καὶ κινηθῆναι καθ' ὁρμήν, ζῷόν ἐστιν οὐχ ἁπλῶς τὸ κινούμενον καθ' ὁρμὴν [8.4.13.4] καὶ αἰσθανόμενον·
 [08609]  ἢ τοίνυν δίδωσιν ἀληθές τι εἶναι καὶ οὐ περὶ πάντων ἐφεκτέον, ἢ ἐνίσταται μηδὲν εἶναι ἀληθὲς [8.5.15.4] λέγουσα, καὶ δῆλον ὅτι οὐδ' αὐτὴ πρότερον ἀληθεύσει.
 [08656]  τὰ τοίνυν εἴδη γενικώτερον μὲν διαιρούμενα χαρακτηρίζεται τῷ τε ταὐτῷ καὶ θατέρῳ, ἔπειτα δὲ διὰ τῶν γενικῶς σημαινομένων [8.6.20.2] διαιρούμενα χαρακτηρίζεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»