Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὖσα [63]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὖσα


000-00-00 Serial Number=0271142721
Eclogae propheticae Ante [Go Back]  
 [00193]  καλὴ ἡ κρίσις τοῦ θεοῦ, ἥ τε διάκρισις ἡ τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων ἥ τε πρόκρισις ὑπὲρ τοῦ μὴ μείζονι περιπεσεῖν κρίσει ἥ τε κρίσις παίδευσις οὖσα.
000-00-00 Serial Number=0175078332
Excerpta ex Theodoto Ante [Go Back]  
 [00233]  Ἡ Σιγή, φασί, Μήτηρ οὖσα πάντων τῶν προβλη θέντων ὑπὸ τοῦ Βάθους, ὃ μὲν οὐκ ἔσχεν εἰπεῖν, περὶ τοῦ Ἀρρήτου σεσίγηκεν, ὃ δὲ κατέλαβεν, τοῦτο Ἀκατάληπτον προσηγόρευσεν.
000-00-00 Serial Number=0201735854
Paedagogus Ante [Go Back]  
 [00397]  καὶ ἔστι μὲν τῆς σαρκὸς ὑγρότερον τὸ αἷμα, οἷον ὑγρά τις οὖσα σάρξ, τοῦ δὲ αἵματος νοστιμώτερον τὸ γάλα καὶ λεπτομερέστερον.
 [00528]  Παιδαγωγία δὲ ἡ θεοσέβεια, μάθησις οὖσα θεοῦ θεραπείας καὶ παίδευσις εἰς ἐπίγνωσιν ἀληθείας ἀγωγή [1.7.54.1] τε ὀρθὴ ἀνάγουσα εἰς οὐρανόν.
 [00609]  ἐπὶ μὲν τοῦ νόμου ἐδόθη φησὶ μόνον, ἡ δὲ ἀλήθεια, χάρις οὖσα τοῦ πατρός, ἔργον ἐστὶ τοῦ λόγου αἰώνιον καὶ οὐκέτι δίδοσθαι λέγεται, ἀλλὰ διὰ Ἰησοῦ γίνεσθαι, οὗ χωρὶς ἐγένετο οὐδὲ ἕν.
 [01207]  θηρίων γὰρ μᾶλλον τοῦτό γε, καὶ ἡ ἀπ' αὐτῶν ἀναθυμίασις θολωδεστέρα οὖσα ἐπισκοτεῖ τῇ ψυχῇ.
 [01214]  Πανταχῇ δὲ κακὸν οὖσα ἡ ἀμετρία περὶ τὰς τροφὰς μάλιστα διελέγχεται.
 [01354]  Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν [2.2.25.4] ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν.
 [02431]  τὸ γὰρ ἴδιον ἡ ἀλήθεια τὸ οἰκεῖον καλεῖ, τὸ δ' ἀλλότριον ἡ φιλοκοσμία ζητεῖ, ἐκτὸς οὖσα καὶ τοῦ θεοῦ καὶ τοῦ λόγου καὶ τῆς ἀγάπης.
 [02472]  Τυγχάνει μικρά τις οὖσα·
 [02804]  Πλουσιωτάτη δὲ ἡ εὐτέλεια ἕξις οὖσα ἀνελλιπὴς ἐν δαπάναις ταῖς εἰς ἃ χρὴ καὶ ἐφ' ὅσον χρὴ τελεῖσθαι προσηκούσαις·
 [03165]  [3.12.85.4] Ἡ δὲ ἀρίστη ἀγωγὴ εὐταξία ἐστίν, παντελὴς οὖσα εὐσχημοσύνη καὶ δύναμις τεταγμένη βεβαία, τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ' ἀρετὴν ἀνυπέρβλητος.
000-00-00 Serial Number=0093870223
Stromata Ante [Go Back]  
 [00216]  [1.5.28.1] Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι' ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ [1.5.28.2] καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα.
 [00502]  ἤδη δὲ καὶ ἡ ὑπάτη ἐναντία τῇ νεάτῃ οὖσα, ἀλλ' ἄμφω γε ἁρμονία μία, ἔν τε ἀριθμοῖς ὁ ἄρτιος τῷ περιττῷ διαφέρεται, ὁμολογοῦσι δὲ ἄμφω τῇ ἀριθμητικῇ, ὡς τῷ σχήματι ὁ κύκλος καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον καὶ ὅσα τῶν σχημάτων ἀλλήλων διενήνοχεν.
 [00857]  [1.20.97.1] Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ' ἄν, ἀλλ' ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν ναῦν, ἀλλὰ σὺν τοῖς ἄλλοις), οὕτω καὶ ἡ φιλοσοφία πρὸς κατάληψιν τῆς ἀληθείας, ζήτησις οὖσα ἀληθείας, συλλαμβάνεται, οὐκ αἰτία οὖσα καταλήψεως, σὺν δὲ τοῖς [1.20.97.2] ἄλλοις αἰτία καὶ συνεργός.
 [00875]  αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ' ἀδύνατον παρέχουσα τὴν κατ' αὐτῆς σοφιστικὴν ἐπιχεί ρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς [1.20.100.2] φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος.
 [01359]  σύστοιχος δὲ αὐτῇ ἡ κολαστική, τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις [1.26.168.3] οὖσα.
 [01360]  κόλασις δὲ <δικαία> οὖσα διόρθωσίς ἐστι ψυχῆς.
 [01413]  μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις καὶ τὰς ἐξουσίας δοκιμάζουσα ὑπεξαναβαίνει ἐπὶ τὴν πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ' ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέπεται καὶ ἡ περὶ τῶν ἀνθρωπείων περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρῆσις.
 [01515]  εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική, ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ γὰρ πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως, [2.2.9.3] προαποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν.
 [01569]  [2.4.16.1] Ὑποκρίνεται δὲ τὴν πίστιν ἡ εἰκασία, ἀσθενὴς οὖσα ὑπόληψις, καθάπερ ὁ κόλαξ τὸν φίλον καὶ ὁ λύκος τὸν κύνα.
 [01711]  εἰς ἡμᾶς δὲ ἡ εὐεργεσία καὶ ἡ παρὰ τοῦ κυρίου εὐμένεια καταλήγει, εὔνοια θεία [2.6.28.4] οὖσα καὶ εὔνοια πρὸς τὸ εὖ ποιεῖν οὖσα.
 [01750]  [2.7.33.2] ἡ οὖν εὐλάβεια λογικὴ δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται.
 [01813]  ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα ἐκπαθῶν τε καὶ [2.8.40.2] ἐμπαθῶν·
 [01826]  παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων·
 [01832]  ἥ τε φιλανθρωπία, δι' ἣν καὶ ἡ φιλοστοργία, φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα, ἥ τε φιλοστοργία, φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ [2.9.42.1] οἰκείων, συμπαρομαρτοῦσιν ἀγάπῃ.
 [01899]  καὶ ἡ [2.11.49.1] πίστις δύναμίς τις τοῦ θεοῦ, ἰσχὺς οὖσα τῆς ἀληθείας.
 [01916]  διὰ τοῦτο αἱ δεκάται τοῦ τε οἶφι τῶν τε ἱερείων τῷ θεῷ προσεκομίζοντο, καὶ ἡ τοῦ πάσχα ἑορτὴ ἀπὸ δεκάτης ἤρχετο, παντὸς πάθους καὶ παντὸς [2.11.51.3] αἰσθητοῦ διάβασις οὖσα.
 [01955]  ἣ δ' οὐδὲν ἄλλο ἢ πίστις εἴη ἄν, ἥ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατὴν δείκνυσι τὴν συγκατάθεσίν τε καὶ πίστιν·
 [02163]  ἐπεὶ δ' οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, τὴν δὲ σωφροσύνην ἕξιν ἐν αἱρέσει καὶ φυγῇ σῴζουσαν τὰ τῆς φρονήσεως κρίματα, παράκειται τε τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων, ἥ τε μεγαλοψυχία, ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα, ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια, ἔκκλισις οὖσα σὺν λόγῳ.
 [02164]  [2.18.80.1] Φυλακὴ δὲ τῶν ἐντολῶν, τήρησις οὖσα αὐτῶν ἀβλαβής, περιποίησίς ἐστιν ἀσφαλείας βίου.
 [02166]  ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καὶ παρ' ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρὰ [2.18.80.3] τούτῳ καὶ ἡ σωτηρία, τήρησις οὖσα τοῦ εὖ ἔχοντος.
 [02174]  ἡ δὲ ἡμετέρα φύσις ἐμπαθὴς οὖσα ἐγκρατείας δεῖται, δι' ἧς πρὸς τὸ ὀλιγοδεὲς συνασκουμένη συνεγγίζειν πειρᾶται [2.18.81.2] κατὰ διάθεσιν τῇ θείᾳ φύσει.
 [02399]  ἡ λογικὴ δὲ δύναμις, ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.
 [02418]  [2.20.114.6] τὸν τρόπον τοῦτον καὶ ἡ καρδία, μέχρι μὴ προνοίας τυγχάνει, ἀκάθαρτος οὖσα, πολλῶν οὖσα δαιμόνων οἰκητήριον·
 [02719]  οὐ διδάσκει δ' αὕτη σωφρονεῖν μόνον, ἥ γε παρέχει [3.1.4.3] σωφροσύνην ἡμῖν, δύναμις οὖσα καὶ θεία χάρις.
 [03408]  ὡς γὰρ ἡ πλεονεξία πορνεία λέγεται τῇ αὐταρκείᾳ ἐναντιουμένη, καὶ ὡς <ἡ> εἰδωλολατρεία ἐκ τοῦ ἑνὸς εἰς τοὺς πολλοὺς ἐπινέμησις οὖσα θεούς, οὕτως πορνεία ἡ ἐκ τοῦ ἑνὸς γάμου εἰς τοὺς πολλούς ἐστιν ἔκπτωσις·
 [03436]  [3.13.93.3] ἀποστᾶσα γὰρ τοῦδε τοῦ σχήματος, ᾧ διακρίνεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, ψυχὴ μετατίθεται εἰς ἕνωσιν, οὐθέτερον οὖσα.
 [03518]  [3.17.104.5] τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, ἡ γὰρ ἁμαρτία φθορὰ οὖσα οὐ δύναται κοινωνίαν ἔχειν μετὰ τῆς ἀφθαρσίας, ἥτις ἐστὶ δικαιοσύνη.
 [04116]  ἀλλὰ γὰρ ἡ ἡμετέρα πίστις, φῶς οὖσα τοῦ [4.11.80.4] κόσμου, ἐλέγχει τὴν ἀπιστίαν.
 [04219]  κτίσις δὲ συνωνύμως καὶ ἐνέργεια λέγεται, ἔργον ἡμέτερον οὖσα ἡ τοιάδε ἐνέργεια) οὐ δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
 [04948]  ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς [5.3.16.5] οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή.
 [05150]  διὸ Ἄρτεμις πρός τινων εἴρηται [5.6.37.2] ἀεροτόμος τις οὖσα, ζοφερὸς δὲ ὁ ἀήρ.
 [05543]  ἤτοι γὰρ ἡ τριμερὴς καθ' ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν [5.12.81.1] ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.
 [05575]  [5.13.83.5] θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν [5.13.84.1] ἐπίστασιν τῆς ἐκλογῆς ἄκρᾳ κοινωνίᾳ.
 [06196]  † ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ' ἐνδεὴς τοῦδ' οὖσα βουλεύει κακά.
 [06350]  [6.2.21.1] Ἰσοκράτους πάλιν εἰρηκότος ὥσπερ τῶν χρημάτων, ἀλλ' οὐκ [6.2.21.2] ἐκείνου συγγενὴς οὖσα Λυσίας ἐν τοῖς Ὀρφανικοῖς λέγει·
 [06687]  [6.7.61.1] Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ [6.7.61.2] ἀποκαλυφθεῖσα.
 [06749]  εὑρίσκεται δ' ἡ ὁρμὴ μετά τινα συγκατάθεσιν κίνησις οὖσα·
 [06959]  τελειότατον ἄρα ἀγαθὸν ἡ γνῶσις, δι' αὑτὴν οὖσα αἱρετή, [6.12.99.2] κατ' ἐπακολούθημα δὲ καὶ τὰ διὰ ταύτης ἀκολουθοῦντα καλά.
 [07148]  ἡ σωφροσύνη δὲ οἷον ἀτελὴς φρόνησις, ἐφιεμένη μὲν φρονήσεως, ἐργατικὴ δὲ ἐπιπόνως καὶ οὐ θεωρητική, καθάπερ ἀμέλει ἡ δικαιοσύνη, ἀνθρωπίνη οὖσα, κοινόν, ὑποβέβηκε <δὲ> τὴν ὁσιότητα, θείαν δικαιοσύνην [6.15.125.6] ὑπάρχουσαν.
 [07371]  πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι' ὅλου τεταμένη τοῦ κόσμου διά τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ' ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσίς τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένη τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἀν τοῖς αἰσθητοῖς πιστωσαμένη τό γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὀρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ' ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοίων καὶ μεταβάσει ποιήσει τινὰ [6.17.155.4] ὁρμὴν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται.
 [07411]  ἥ τε σοφία δύναμις οὖσα οὐκ ἄλλο τί ἐστιν ἢ ἐπιστήμη τῶν θείων καὶ τῶν [6.17.160.3] ἀνθρωπείων ἀγαθῶν.
 [07634]  πῶς γὰρ οὐκ ἐλογίσατο θεὸς οὖσα ὡς οὐ καταφρονήσας ὁ Οἰνεύς, ἀλλ' [7.4.23.4] ἤτοι λαθόμενος ἢ ὡς τεθυκὼς ἠμέλησεν;
 [07820]  ἀντιρρήσεως δ' ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν [7.7.41.4] ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι.
 [08302]  [7.15.91.1] ∆ιὰ δὴ τοῦτο ἄρα πλέονος ἐπιμελείας καὶ προμηθείας δεόμεθα εἰς τὴν ἐξέτασιν τοῦ πῶς ἀκριβῶς βιωτέον καὶ τίς ἡ ὄντως οὖσα [7.15.91.2] θεοσέβεια.
 [08333]  [7.16.93.7] Ἀλλ', ὡς ἔοικεν, τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριὰμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδίου γέννησιν, οὐκ οὖσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι)·
 [08351]  εἰ δ' οὐκ ἀρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθέν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν, ἀλλὰ τῇ τοῦ κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον, ἣ πασῶν ἀποδείξεων ἐχεγ [7.16.95.9] γυωτέρα, μᾶλλον δὲ ἣ μόνη ἀπόδειξις οὖσα τυγχάνει·
 [08613]  ἑαυτῆς γὰρ ἀναιρετικὴ οὖσα τῶν ἄλλων γίνεται κυρωτική.
 [08614]  καὶ ὅλως εἰ ἔστιν ἀληθής, ἀφ' ἑαυτῆς ποιήσεται τὴν ἀρχήν, οὐκ ἄλλου τινὸς οὖσα ἐποχή, ἀλλ' ἑαυτῆς πρῶτον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»