Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νόμου [118]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νόμου


000-00-00 Serial Number=0128068328
Eclogae propheticae Ante [Go Back]  
 [00230]  καλοῦν ται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.
000-00-00 Serial Number=0535575926
Fragmenta Ante [Go Back]  
 [00116]  ∆ιὰ πολλῶν μαρτύρων τουτέστι νόμου καὶ προφητῶν.
 [00383]  οὐ μὴ οὖν παρέλθῃ ἀπὸ τοῦ νόμου οὔτε τὸ ἰῶτα οὔτε ἡ κεραία, τούτεστιν οὔτε ἡ τοῖς εὐθέσι κατάλληλος ἐπαγγελία οὔτε ἡ τοῖς πλαγιάζουσιν ἠπειλημένη κόλασις.
000-00-00 Serial Number=0951419830
Paedagogus Ante [Go Back]  
 [00344]  ἐπὶ δὲ γέγονα ἀνήρ, οὐκέτι τὰ τοῦ νηπίου, τουτέστι τὰ τοῦ νόμου, ἀλλὰ τὰ τοῦ ἀνδρὸς φρονῶ, τουτέστι τὰ τοῦ Χριστοῦ, ὃν μόνον ἄνδρα ἡ γραφή, καθὼς προειρήκαμεν, καλεῖ, κατήργηκα τὰ τοῦ νηπίου.
 [00609]  ἐπὶ μὲν τοῦ νόμου ἐδόθη φησὶ μόνον, ἡ δὲ ἀλήθεια, χάρις οὖσα τοῦ πατρός, ἔργον ἐστὶ τοῦ λόγου αἰώνιον καὶ οὐκέτι δίδοσθαι λέγεται, ἀλλὰ διὰ Ἰησοῦ γίνεσθαι, οὗ χωρὶς ἐγένετο οὐδὲ ἕν.
 [00756]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται καὶ πάλιν, ἵνα μᾶλλον ὑπολάβῃς θεόν δίκαιον, δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας·
 [01031]  [1.11.t.1] Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει.
 [01281]  [2.1.17.1] Ἰουδαίοις δὲ διὰ τοῦ νόμου οἰκονομικώτατα καταγγέλλεται ἡ εὐτέλεια·
 [01390]  Εἰ γὰρ καὶ τὸ ὕδωρ οἶνον ἐν τοῖς γάμοις πεποίηκεν, οὐκ ἐπέτρεψεν μεθύειν, τὸ δὲ ὑδαρὲς τοῦ φρονήματος ἐζωοποίησεν, τοῦ νόμου τὸν ἐργάτην ἐξ Ἀδάμ, τὸν κόσμον ὅλον αἵματι πληρώσας ἀμπέλου, ποτὸν ἀληθείας, τὸ κρᾶμα τοῦ νόμου τοῦ παλαιοῦ καὶ τοῦ λόγου τοῦ νέου, εἰς συμπλήρωσιν τοῦ χρόνου τοῦ προκατηγγελμένου θεοσεβείᾳ παρασχών.
 [03181]  Θησαυροὶ δὲ ὑφ' ἑνὸς πολλοὶ χορηγούμενοι θεοῦ, οἳ μὲν διὰ τοῦ νόμου, οἳ δὲ διὰ προφητῶν ἀποκαλύπτονται, οἳ δὲ τῷ θείῳ στόματι, ἄλλος δὲ τοῦ πνεύματος τῇ ἑπτάδι ἐπᾴδων·
000-00-00 Serial Number=0476288021
Protrepticus Ante [Go Back]  
 [00800]  τῷ δ' ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός.
000-00-00 Serial Number=0521983743
Quis dives salvetur Ante [Go Back]  
 [00088]  [9.1] Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ εἶναί φησιν ὡς πρὸς τὴν αἰώνιον ζωὴν ὡς οὐ τέλεια πεπληρωκότα καὶ νόμου μὲν ἐργάτην, ἀργὸν δὲ ζωῆς ἀληθι [9.2] νῆς.
 [00090]  ἡ γὰρ ἐντολὴ ἁγία) ἄχρι παιδαγωγίας τινὸς μετὰ φόβου καὶ προπαιδείας ἐπὶ τὴν τοῦ Ἰησοῦ νομοθεσίαν τὴν ἄκραν καὶ χάριν προχωροῦντα, πλήρωμα δὲ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι, οὐχὶ δὲ δού λους ποιῶν ὡς δοῦλος, ἀλλὰ καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ συγκληρονό μους τοὺς ἐπιτελοῦντας τὸ θέλημα τοῦ πατρός.
 [00100]  ἀμέλει ὁ πάντα τὰ τοῦ νόμου πληρώσας ἐκ νεότητος καὶ τὰ ὑπέρογκα φρυαξάμενος τὸ ἓν τοῦτο προσθεῖναι τοῖς ὅλοις οὐ δεδύνηται, τὸ τοῦ σωτῆρος ἐξαίρετον, ἵνα λάβῃ ζωὴν αἰώνιον, ἣν ποθεῖ·
000-00-00 Serial Number=0711495697
Stromata Ante [Go Back]  
 [00713]  αὐτίκα κολάζονται πρὸς τοῦ νόμου οἱ τούτων αἴτιοι.
 [00843]  ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης κατὰ τὸν [1.19.95.4] ἀπόστολον καὶ πρὸ τοῦ νόμου καὶ πρὸ τῆς παρουσίας.
 [01027]  τότε καὶ Χελκίας ὁ ἱερεὺς ὁ τοῦ προφήτου Ἱερεμίου πατὴρ περιτυχὼν τῷ τοῦ νόμου βιβλίῳ ἐν τῷ ἱερῷ ἀποκειμένῳ ἀναγνοὺς ἐτελεύτησεν.
 [01110]  παρὰ Ἑβραίοις δὲ οἱ προφῆται δυνάμει θεοῦ καὶ ἐπιπνοίᾳ, πρὸ μὲν τοῦ νόμου Ἀδὰμ ἐπί τε τῆς γυναικὸς ἐπί τε τῆς ζῴων ὀνομασίας προθεσπίσας καὶ Νῶε μετάνοιαν κηρύξας Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἄντικρυς [1.21.135.4] οὐκὀλίγα τῶν μελλόντων καὶ ἤδη ἐνεστώτων προφαίνοντες.
 [01220]  [1.22.148.1] Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητικὰς ἐκ τῆς τῶν Ἑβραίων διαλέκτου εἰς τὴν Ἑλλάδα γλῶττάν φασιν ἐπὶ βασιλέως Πτολεμαίου τοῦ Λάγου ἢ ὥς τινες ἐπὶ τοῦ Φιλαδέλφου ἐπικληθέντος, τὴν μεγίστην φιλοτιμίαν εἰς τοῦτο προσενεγκαμένου, ∆ημητρίου τοῦ [1.22.148.2] Φαληρέως καὶ τὰ περὶ τὴν ἑρμηνείαν ἀκριβῶς πραγματευσαμένου·
 [01377]  [1.27.171.1] Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ·
 [01399]  [1.27.174.1] τοῦ νόμου δὲ τὴν εὐποιίαν διὰ τῆς πρὸς τοὺς Ἰουδαίους περικοπῆς δεδήλωκεν ὁ ἀπόστολος γράφων ὧδέ πως·
 [01400]  εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γιγνώσκεις τὸ θέλημα τοῦ θεοῦ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν [1.27.174.2] μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.
 [01422]  τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βούλησιν, ** ἢ ὡς σημεῖον ἐμφαίνουσαν ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν [1.28.179.4] ὡς προφητείαν.
 [01543]  τούτους μὲν οὖν καὶ πρὸ νόμου[2.4.13.1] πίστις δικαιώσασα κληρονόμους κατέστησε τῆς θείας ἐπαγγελίας.
 [01728]  ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ <ὁ> τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ' ὧν [2.6.30.4] πιστεύεται, καὶ φόβος εἶναι πιστεύεται.
 [01738]  [2.7.32.1] Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ.
 [01747]  ἀλλ' εἰ σοφίζονται τὰ ὀνόματα, εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον, [2.7.33.1] εὔλογον οὖσαν ἔκκλισιν.
 [01753]  εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός.
 [01762]  πῶς οὖν ἔτι οὐκ ἀγαθὸς ὁ νόμος πρός τινων αἱρέσεων λέγεται ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα διὰ γὰρ νόμου γνῶσις ἁμαρτίας;
 [01767]  αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ [2.7.35.2] ὑπόστασιν εἰληφέναι.
 [01786]  ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῷ συμφέρειν ἔδοξεν, ἀρχὴ σοφίας φόβος εἴρηται κυρίου, παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοις·
 [01807]  εἰ τοίνυν κακῶν ἀποχὴν ἀφοβίαν εἴρηκεν ἣν ὁ τοῦ κυρίου φόβος ἐργάζεται, ἀγαθὸν ὁ φόβος, καὶ ὁ ἐκ τοῦ νόμου φόβος οὐ μόνον δίκαιος, ἀλλὰ καὶ ἀγαθὸς κακίαν ἀναιρῶν·
 [01841]  οὐ γὰρ τὸ βούλημα τοῦ νόμου ἔγνωσάν τε καὶ ἐποίησαν, ἀλλ' ὃ ὑπέλαβον αὐτοί, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ᾠήθησαν·
 [01843]  τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην, ὁ ὑπὸ νόμου προφητευθείς, παντὶ [2.9.43.1] τῷ πιστεύοντι.
 [01852]  ὁ Ποιμὴν δὲ ἁπλῶς ἐπὶ τῶν κεκοιμημένων θεὶς τὴν λέξιν δικαίους οἶδέ τινας ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις οὐ μόνον πρὸ τῆς τοῦ κυρίου παρουσίας, ἀλλὰ καὶ πρὸ νόμου κατὰ τὴν πρὸς θεὸν εὐαρέστησιν, ὡς Ἄβελ, ὡς Νῶε, ὡς εἴ τις ἕτερος [2.9.44.1] δίκαιος.
 [01862]  ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος κατὰ τὸν ἀπόστολον.
 [02115]  ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὢν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, * διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν [2.16.73.4] ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει.
 [02186]  γυναικῶν δὲ ἅμα καὶ ἡδονῆς ἡττηθέντες ἀπέστησαν μὲν τοῦ θεοῦ, ἀπέστησαν δὲ καὶ τοῦ νόμου, καὶ μικροῦ δεῖν ὁ πᾶς λεὼς ὑποχείριος τοῖς πολεμίοις γυναικείῳ στρατηγήματι ἐγεγόνει, ἕως [2.18.84.1] αὐτοὺς κινδυνεύοντας ἀνεχαίτισε νουθετήσας φόβος.
 [02208]  ἤδη οὖν συνίεμεν εἰς εὐσέβειαν καὶ εἰς κοινωνίαν καὶ εἰς δικαιοσύνην καὶ εἰς φιλανθρωπίαν παιδευομένους ἡμᾶς πρὸς τοῦ [2.18.86.5] νόμου;
 [02255]  [2.18.92.1] Ἐμοὶ δὲ δοκεῖ καὶ Πυθαγόρας τὸ ἥμερον τὸ περὶ τὰ ἄλογα ζῷα παρὰ τοῦ νόμου εἰληφέναι.
 [02259]  δυσωπείσθωσαν οὖν Ἕλληνες καὶ εἴ τις ἕτερός ἐστι τοῦ νόμου κατατρέχων, εἰ ὃ μὲν καὶ ἐπ' ἀλόγων ζῴων χρηστεύεται, οἳ δὲ καὶ τὰ τῶν ἀνθρώπων ἐκτιθέασιν ἔκγονα, καίτοι μακρόθεν καὶ προφητικῶς ἀνακόπτοντος αὐτῶν τὴν ἀγριότητα τοῦ [2.18.92.4] νόμου διὰ τῆς προειρημένης ἐντολῆς.
 [02276]  ναὶ μὴν καὶ γεωργικοὶ παρὰ τοῦ νόμου καὶ ταῦτα ὠφέληνται·
 [02311]  κληρονόμον οὖν τὸν σπουδαῖον γενόμενον τῆς βασιλείας συμπολίτην διὰ τῆς θείας σοφίας ἀναγράφει καὶ τῶν πάλαι δικαίων, τῶν κατὰ τὸν νόμον καὶ πρὸ νόμου νομίμως βεβιωκότων, ὧν αἱ πράξεις νόμοι γεγόνασιν εἰς ἡμᾶς.
 [02314]  [2.19.100.3] Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε καὶ συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων [2.19.100.4] ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν.
 [02368]  [2.20.106.2] Εἰ δὴ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα κρατητέον, δῆλον ὡς ἄνωθεν παρειλήφαμεν παρὰ τοῦ κυρίου διὰ τοῦ νόμου τὴν ἐπιθυμίαν ἐκκόπτειν.
 [02464]  πῶς οὖν ἔτι δίκαιοι κατατρέχειν τοῦ νόμου [2.20.120.5] Ἕλληνες, φόβῳ καὶ αὐτοὶ τὴν ἡδονὴν δουλοῦσθαι διδάσκοντες;
 [02479]  [2.20.123.1] τοῖς δὲ τὸ σωτήριον διορᾶν ὀρθῶς δυναμένοις οὐκ οἶδα εἴ τι φίλτερον φανήσεται τῆς τε σεμνότητος τοῦ νόμου καὶ τῆς θυγατρὸς αὐτοῦ [2.20.123.2] εὐλαβείας.
 [02485]  [2.20.124.2] καὶ γὰρ εἰ μηδέπω ποιεῖν τὰ ἡμῖν προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐσμεν, ἀλλά τοι συνορῶντες, ὡς ὑποδείγματα ἡμῖν ἔκκειται κάλλιστα ἐν αὐτῷ, τρέφειν καὶ αὔξειν τὸν ἔρωτα τῆς ἐλευθερίας δυνάμεθα·
 [02491]  τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβὲς καὶ δι' αἱμάτων ἐνδείκνυσθαι.
 [02561]  τῷ δὲ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου [2.22.132.3] τιμωρός.
 [02570]  τοῦτο ἀρχαῖον εἶναι φήσας τὸ δόγμα τὴν ἐκ τοῦ νόμου εἰς αὐτὸν ἥκουσαν [2.22.133.3] διδασκαλίαν ᾐνίξατο.
 [02735]  ἡ γὰρ ἰδιότης τῶν νόμων τὴν κοινωνίαν τοῦ θείου νόμου κατέτεμεν καὶ παρατρώγει, μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν, λέγοντος [3.2.7.3] διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων·
 [02748]  τὸ γὰρ οὐκ ἐπιθυμήσεις πρὸς τοῦ νόμου λεγόμενον τὸν ἕνα δείκνυσι θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον·
 [02761]  τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν.
 [03027]  πληρῶσαι δὲ οὐχ ὡς ἐνδεῆ, ἀλλὰ τῷ τὰς κατὰ νόμον προφητείας ἐπιτελεῖς γενέσθαι κατὰ τὴν αὑτοῦ παρουσίαν, ἐπεὶ τὰ τῆς ὀρθῆς πολιτείας καὶ τοῖς δικαίως βεβιωκόσι πρὸ τοῦ νόμου διὰ τοῦ λόγου ἐκηρύσσετο.
 [03232]  συνορῶ δ' ὅπως τῇ προφάσει τοῦ γάμου οἳ μὲν ἀπεσχημένοι τούτου μὴ κατὰ τὴν ἁγίαν γνῶσιν εἰς μισανθρωπίαν ὑπερρύησαν καὶ τὸ τῆς ἀγάπης οἴχεται παρ' αὐτοῖς, οἳ δὲ ἐνσχεθέντες καὶ ἡδυπαθήσαντες τῇ τοῦ νόμου συμπεριφορᾷ, ὥς φησιν ὁ προφήτης, παρωμοιώθησαν τοῖς κτήνεσιν.
 [03253]  ἠκούσατε τοῦ νόμου παραγγέλλοντος·
 [03279]  [3.11.76.1] Καὶ δὴ ἐνταῦθα γενόμενος δοκῶ μοι μὴ παραλείψειν ἀνεπιση μείωτον, ὅτι τὸν αὐτὸν θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου ὁ ἀπόστολος κηρύσσει·
 [03280]  τὸ γὰρ οὐκ ἐπιθυμήσεις ἐν τῷ εὐαγγελίῳ γεγραμμένον τῷ νόμῳ περιτίθησιν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἕνα εἰδὼς τὸν διὰ νόμου καὶ προφητῶν κηρύξαντα καὶ [3.11.76.2] τὸν δι' αὐτοῦ εὐαγγελισθέντα πατέρα.
 [03285]  ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου·
 [03296]  ὁ γὰρ νόμος τοῦ πνεύματος ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἐπεὶ διὰ τοῦ υἱοῦ ὁ θεὸς κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς [3.11.77.3] μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
 [03326]  πάλιν τε αὖ περὶ τοῦ νόμου διαλεγόμενος ἀλληγορίᾳ χρώμενος ἡ γὰρ ὕπανδρος γυνὴ φησὶ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ καὶ τὰ ἑξῆς.
 [03353]  καὶ εἴ τινι ὁ ἀπόστολος δι' ἀκρασίαν καὶ πύρωσιν κατὰ συγγνώμην δευτέρου μεταδίδωσι γάμου, ἐπεὶ καὶ οὗτος οὐχ ἁμαρτάνει μὲν κατὰ διαθήκην (οὐ γὰρ κεκώλυται πρὸς τοῦ νόμου), οὐ πληροῖ δὲ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας τὴν [3.12.82.5] κατ' ἐπίτασιν τελειότητα·
 [03360]  πῶς δὲ ὁ μὲν γάμος παλαιὸς μόνον καὶ νόμου εὕρημα, ἀλλοῖος δὲ ὁ κατὰ τὸν [3.12.83.4] κύριον γάμος τοῦ αὐτοῦ θεοῦ πρὸς ἡμῶν τηρουμένου;
 [03364]  ἡμεῖς δ' ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου [3.12.84.1] προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
 [03366]  ἐθανατώθημεν οὖν τῷ νόμῳ, τουτέστι τῇ ὑπὸ τοῦ νόμου δηλουμένῃ ἁμαρτίᾳ, ἣν δείκνυσιν, οὐ γεννᾷ ὁ νόμος, διὰ τῆς προστάξεως τῶν ποιητέων καὶ ἀπαγορεύσεως ὧν οὐ ποιητέον ἐλέγχων τὴν ὑποκειμένην ἁμαρτίαν, [3.12.84.2] ἵνα φανῇ ἁμαρτία.
 [03368]  ἁγίου δὲ ὄντος τοῦ νόμου ἅγιος ὁ γάμος.
 [03374]  συνεξακούεται γὰρ προσεχῶς ὑπηκόους γενομένους, ἐπεὶ καὶ κατὰ τὴν ἀλήθειαν τοῦ [3.12.85.1] νόμου τῷ αὐτῷ κυρίῳ ὑπακούομεν πόρρωθεν παρακελευομένῳ.
 [03381]  καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον, ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς [3.12.86.2] ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως.
 [03531]  ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, λέγει, ἵνα θεῷ ζήσω.
 [03549]  τί δὲ λέγουσι πρὸς ταῦτα οἱ τοῦ νόμου κατατρέχοντες καὶ τοῦ γάμου ὡς κατὰ νόμον συγκεχωρημένου μόνον, οὐχὶ δὲ καὶ κατὰ τὴν διαθήκην τὴν καινήν;
 [03569]  οἷς ἑπόμενον ἂν εἴη μετὰ τὴν ἐπιδρομὴν τῆς θεολογίας τὰ περὶ προφητείας παραδεδομένα διαλαβεῖν, ὡς καὶ τὰς γραφὰς αἷς πεπιστεύκαμεν κυρίας οὔσας ἐξ αὐθεντείας παντοκρατορικῆς ἐπιδείξαντας προϊέναι δι' αὐτῶν εἱρμῷ δύνασθαι <καὶ> ἁπάσαις ἐντεῦθεν ταῖς αἱρέσεσιν ἕνα δεικνύναι θεὸν καὶ κύριον παντοκράτορα τὸν διὰ νόμου καὶ προφητῶν, πρὸς [4.1.2.3] δὲ καὶ τοῦ μακαρίου εὐαγγελίου γνησίως κεκηρυγμένον.
 [03613]  εἰ γὰρ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς οἱ κατατρέχοντες τοῦ νόμου φασί, καὶ [7ἄχρι] νόμου ἁμαρτία ἦν ἐν [4.3.9.7] κόσμῳ,7 ἀλλὰ [7χωρὶς] νόμου ἁμαρτία [7] νεκρὰἀντᾴδομεν αὐτοῖς.
 [03725]  αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσαντα·
 [04183]  ὅταν μὲν οὖν περὶ τοῦ ἕνα εἶναι τὸν θεὸν τὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον διαλαμβάνωμεν, καὶ πρὸς τοῦτο διαλεξόμεθα (ἀρχικὸς γὰρ ὁ [4.13.91.2] λόγος), πρὸς δὲ τὸ κατεπεῖγον ἀπαντητέον.
 [04392]  πλήρωμα οὖν νόμου ἡ ἀγάπη, καθάπερ ὁ Χριστός, τουτέστιν ἡ παρουσία τοῦ ἀγαπῶντος ἡμᾶς κυρίου, καὶ ἡ κατὰ Χριστὸν ἀγαπητικὴ ἡμῶν [4.18.113.6] διδασκαλία τε καὶ πολιτεία.
 [04486]  οὕτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα [4.21.130.4] κατὰ τὸν ἀπόστολον πλήρωμα νόμου τὸν Χριστόν.
 [04518]  ἡ γὰρ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ εὐαγγελίου [4.21.134.4] γνῶσις ἐξήγησίς ἐστι καὶ τοῦ νόμου πλήρωσις.
 [04520]  ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε, τουτέστιν ἐὰν μὴ πιστεύσητε τῷ διὰ νόμου προφητευθέντι καὶ ὑπὸ νόμου θεσπισθέντι, οὐ συνήσετε τὴν διαθήκην τὴν παλαιάν, ἣν αὐτὸς κατὰ τὴν ἰδίαν ἐξηγήσατο παρουσίαν.
 [04585]  ἡμεῖς δὲ τὸν ἀεὶ καὶ ἐν πᾶσι δίκαιον ποθοῦμεν μαθεῖν, ὃς μήτε τὴν ἐκ τοῦ νόμου δεδιὼς κόλασιν μήτε τὴν τῶν συνόντων καὶ ἐπεξιόντων τοῖς πλημμεληθεῖσι μισοπονηρίαν εὐλαβούμενος μήτε τὸν ἐξ αὐτῶν [4.22.143.5] τῶν ἀδικουμένων κίνδυνον ὑφορώμενος διαμένει δίκαιος·
 [04690]  τέλειος δ', οἶμαι, καθαρισμὸς ἡ διὰ νόμου καὶ προφητῶν εἰς τὸ εὐαγγέλιον πίστις·
 [04787]  σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, [4.26.172.3] θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῷ.
 [05305]  [5.8.55.1] Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου·
 [05717]  Ἀριστοβούλῳ δὲ τῷ κατὰ Πτολεμαῖον γεγονότι τὸν Φιλομήτορα, οὗ μέμνηται ὁ συνταξάμενος τὴν τῶν Μακκαβαϊκῶν ἐπιτομήν, βιβλία γέγονεν ἱκανά, δι' ὧν ἀποδείκνυσι τὴν Περιπατητικὴν φιλοσοφίαν ἔκ τε τοῦ κατὰ Μωυσέα νόμου καὶ τῶν ἄλλων ἠρτῆσθαι προφητῶν.
 [06126]  μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ μόσχος καὶ ὄνος πατεῖ, ὁ ἐκ νόμου καὶ ἐξ ἐθνῶν εἰς τὴν μίαν πίστιν συναγόμενος λαός.
 [06580]  [6.6.47.3] εἰ γὰρ τὸ καλῶς βιοῦν καὶ νομίμως ἐστὶ βιοῦν καὶ τὸ εὐλόγως βιοῦν κατὰ νόμον ἐστὶ βιοῦν, ὀρθῶς δὲ βεβιωκότες οἱ πρὸ νόμου εἰς πίστιν ἐλογίσθησαν καὶ δίκαιοι εἶναι ἐκρίθησαν, δῆλόν που καὶ τοὺς ἐκτὸς νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικῆς εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαι.
 [06677]  εἰ δ' ἔκ τινος ποιήσεως τὰ τῆς ἀληθείας ὁτῳδήποτε τρόπῳ λαβόντες σπέρματα οὐκ ἐξέθρεψάν τινες, γῇ δὲ ἀγόνῳ καὶ ἀνομβρίᾳ παραδεδωκότες ἀγρίαις συνεπνίξαντο βοτάναις, καθάπερ οἱ Φαρισαῖοι ἐξετράπησαν τοῦ νόμου ἀνθρωπίνας παρεισάγοντες διδασκαλίας, τούτων οὐχ ὁ [6.7.59.3] διδάσκαλος αἴτιος, ἀλλ' οἱ παρακούειν προῃρημένοι.
 [06678]  οἱ πεισθέντες δὲ αὐτῶν τῇ τε τοῦ κυρίου παρουσίᾳ καὶ τῇ τῶν γραφῶν σαφηνείᾳ ἐν ἐπιγνώσει γίνονται τοῦ νόμου, καθάπερ καὶ οἱ ἀπὸ φιλοσοφίας διὰ τῆς τοῦ κυρίου διδασκαλίας ἐν ἐπιγνώσει τῆς ἀληθοῦς φιλοσοφίας [6.7.59.4] καθίστανται.
 [06878]  λάβοις δ' ἂν καὶ ἄλλως μουσικὴν συμφωνίαν τὴν ἐκκλησιαστικὴν νόμου καὶ προφητῶν ὁμοῦ καὶ ἀποστόλων σὺν καὶ τῷ εὐαγγελίῳ τήν τε ὑποβεβηκυῖαν, τὴν καθ' ἕκαστον προφήτην κατὰ τὰς μεταπηδήσεις τῶν προσώπων συνῳδίαν.
 [07134]  αὐτίκα ὁ Παῦλος τὸν Τιμόθεον περιέτεμεν διὰ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας, ἵνα μή, καταλύοντος αὐτοῦ τὰ ἐκ τοῦ νόμου σαρκικώτερον προειλημμένα, ἀποστῶσι τῆς πίστεως οἱ ἐκ νόμου κατηχούμενοι, εἰδὼς ἀκριβῶς ὅτι περιτομὴ οὐ δικαιοῖ·
 [07144]  κανὼν δὲ ἐκκλησιαστικὸς ἡ συνῳδία καὶ ἡ συμφωνία νόμου τε καὶ προφητῶν τῇ κατὰ τὴν τοῦ κυρίου [6.15.125.4] παρουσίαν παραδιδομένῃ διαθήκῃ.
 [07149]  τῷ τελείῳ γὰρ οὐκ ἐν συμβολαίοις πολιτικοῖς οὐδὲ ἐν ἀπαγορεύσει νόμου, ἀλλ' ἐξ ἰδιοπραγίας καὶ τῆς πρὸς θεὸν ἀγάπης ἡ δικαιοσύνη.
 [07217]  εἰκότως τοίνυν αἱ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολὰς τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ [6.16.136.5] τὰς πρὸ τοῦ νόμου παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν·
 [07396]  ἔμπαλιν δ', οἶμαι, νόμου ἴδιον καὶ λόγου παντὸς ὀρθοῦ τὸ προσῆκον ἑκάστῳ καὶ τὸ ἴδιον καὶ τὸ ἐπιβάλλον [6.17.159.4] ἀποδιδόναι.
 [07436]  [6.18.163.1] Τούτων οὕτως ἐχόντων τοὺς Ἕλληνας χρὴ διὰ νόμου καὶ προφητῶν ἐκμανθάνειν ἕνα μόνον σέβειν θεόν, τὸν ὄντως ὄντα παντοκράτορα, ἔπειτα διὰ τοῦ ἀποστόλου διδάσκεσθαι τοῦτο·
 [07552]  διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ <αἱ> πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (δικαίῳ γὰρ νόμος οὐ κεῖται) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ' αὖ κακία ἡσθέντα συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην ἐπεκτεινομένην εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν καταντήσῃ εἰς ἄνδρα [7.2.10.2] τέλειον, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν.
 [07555]  διὸ καὶ τὰς ἐντολὰς ἃς ἔδωκεν τάς τε προτέρας τάς τε δευτέρας ἐκ μιᾶς ἀρυτόμενος πηγῆς ὁ κύριος, οὔτε τοὺς πρὸ νόμουνόμους εἶναι ὑπεριδὼν οὔτ' αὖ τοὺς μὴ ἐπαΐοντας τῆς [7.2.11.2] βαρβάρου φιλοσοφίας ἀφηνιάσαι συγχωρήσας.
 [07938]  ἀλλ' ἵνα μή, ἀθρόως ἀποσπῶν τοῦ νόμου πρὸς τὴν ἐκ πίστεως τῆς καρδίας περιτομήν, ἀφηνιάζοντας ἔτι τοὺς ἀκροωμένους τῶν Ἑβραίων ἀπορρῆξαι τῆς συναγωγῆς ἀναγκάσῃ, συμπεριφερόμενος Ἰουδαίοις Ἰουδαῖος ἐγένετο, [7.9.53.4] ἵνα πάντας κερδήσῃ.
 [08258]  ἀδικεῖ οὖν ὁ ἀνταδικῶν εἴτ' οὖν ἔργῳ εἴτε καὶ λόγῳ εἴτε καὶ τῇ τοῦ βούλεσθαι ἐννοίᾳ, ἣν μετὰ τὴν τοῦ νόμου παιδαγωγίαν τὸ εὐαγγέλιον [7.14.86.4] περιγράφει.
 [08412]  [7.16.104.1] Ὁ γνωστικὸς ἄρα ἡμῖν μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς, τὴν ἀποστολικὴν καὶ ἐκκλησιαστικὴν σῴζων ὀρθοτομίαν τῶν δογμάτων, κατὰ τὸ εὐαγγέλιον ὀρθότατα βιοῖ, τὰς ἀποδείξεις ἃς ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου ἀπό τε νόμου [7.16.104.2] καὶ προφητῶν.
 [08462]  [7.18.109.1] Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες τοῖς φιλοθεάμοσι τῆς ἀληθείας ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶς διακρινομένων, ὡς ἀκαθάρτων, ἀπὸ τῆς περὶ καθαρῶν καὶ ἀκαθάρτων ζῴων θείας [7.18.109.2] ἐκκλησίας, καταπαύσωμεν τὸν λόγον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»