Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μηκέτι [33]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μηκέτι


000-00-00 Serial Number=0542727888
Eclogae propheticae Ante [Go Back]  
 [00088]  ὁ μὲν πιστεύσας ἄφεσιν ἁμαρτημάτων ἔλαβεν παρὰ τοῦ κυρίου, ὁ δ' ἐν γνώσει γενό μενος ἅτε μηκέτι ἁμαρτάνων παρ' ἑαυτοῦ τὴν ἄφεσιν τῶν λοιπῶν κομίζεται.
 [00272]  <ἀλλὰ> κατὰ τὸν παρῳχηκότα ἔθετο τοὺς [τε] πρωτοκτίστους ἀγγέλους εἰς τὸ μηκέτι κατὰ τὴν πρόνοιαν τῷ ὡρισμένῳ λειτουργεῖν, ἀλλ' εἶναι ἐν ἀναπαύσει καὶ πρὸς μόνῃ τῇ θεωρίᾳ τοῦ θεοῦ·
000-00-00 Serial Number=0298494220
Paedagogus Ante [Go Back]  
 [00152]  Σαφέστατα δὲ Ἐφεσίοις γράφων ἀπεκάλυψεν τὸ ζητούμενον ὧδέ πως λέγων μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν [1.5.18.4] εἰς αὐτὸν τὰ πάντα·
 [01322]  Εἰς δὲ ἑσπέραν τοῦ δείπνου περὶ τὴν ὥραν οἴνῳ χρηστέον, ἐπειδὰν μηκέτι τοῖς ἀναγνώσμασιν σχολάζωμεν [2.2.22.2] τοῖς νηφαλιωτέροις.
 [02918]  Τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι' ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον [3.11.54.2] τῆς ἀληθείας ἁπλοῦν ἀγαπήσωμεν χρῶμα.
 [03282]  Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω [3.12.94.4] ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρῄζοντι.
000-00-00 Serial Number=0704474032
Protrepticus Ante [Go Back]  
 [00236]  εἰ δὲ πενθεῖτε αὐτούς, μηκέτι [2.24.4] τούτους ἡγεῖσθε εἶναι θεούς, ὃ δ' Ἡρακλέα ἐκ ξύλου λαβὼν κατεσκευασμένον (ἔτυχε δὲ ἕψων τι οἴκοι, οἷα εἰκός)·
 [00861]  Αὐτίκα τὴν Ἀθηνᾶν κυνάμυιαν καὶ τὸν Ἥφαιστον ἀμφιγύην καλοῦσιν, τῇ δὲ Ἀφροδίτῃ ἡ Ἑλένη φησὶ μηκέτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον.
 [00949]  Μὴ τοίνυν μηκέτι, φησίν, υἱέ μου, ὀλιγώρει παιδείας κυρίου, μηδ' ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος.
 [00969]  ∆ιὰ τοῦτο ὁ μακάριος ἀπόστολος μαρτύρομαι ἐν κυρίῳ, φησίν, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν·
000-00-00 Serial Number=0904198170
Quis dives salvetur Ante [Go Back]  
 [00015]  οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκ δύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους ὁ δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε [2.3] ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις δυνατὸν γίνεται.
 [00188]  καὶ μηκέτι ζητῶμεν ἀλλαχοῦ τὴν αἰτίαν τοῦ τέλους πλὴν ἐν τῇ τῆς ψυχῆς καταστάσει καὶ δια θέσει πρός τε ὑπακοὴν θεοῦ καὶ καθαρότητα πρός τε παράβασιν ἐντολῶν καὶ κακίας συλλογήν.
 [00432]  ἡ δ' ἀληθινὴ μετάνοια τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχον εἶναι, ἀλλὰ ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς ἐφ' οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν·
 [00445]  ἐπιστρέψαι δέ ἐστιν ὄντως ἀπὸ τῶν ἁμαρτημάτων τὸ παύσασθαι καὶ μηκέτι βλέπειν εἰς τὰ ὀπίσω.
 [00454]  μηκέτι κλέπτε·
 [00455]  ὁ μοιχεύσας, μηκέτι πυρούσθω·
 [00459]  ὁ ἐπίορκος, μηκέτι ὄμνυε·
000-00-00 Serial Number=0739535034
Stromata Ante [Go Back]  
 [00792]  ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν.
 [01983]  ὁ δὲ καὶ μετὰ ταῦτα ἁμαρτήσας, εἶτα μετανοῶν, κἂν συγγνώμης τυγχάνῃ, αἰδεῖσθαι ὀφείλει, μηκέτι [2.13.58.2] λουόμενος εἰς ἄφεσιν ἁμαρτιῶν.
 [02232]  ἔπειτα ἐάν τις τῆς ἐπιθυμίας κατάκορος γενόμενος μηκέτι κοινωνεῖν τῇ αἰχμαλώτῳ καταξιώσῃ, μηδὲ πιπράσκειν ταύτην ἐξεῖναι διατάττεται, ἀλλὰ μηδὲ ἔτι θεράπαιναν ἔχειν, ἐλευθέραν δὲ εἶναι καὶ τῆς οἰκετίας ἀπαλλάττεσθαι βούλεται, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης πάθῃ τι τῶν κατὰ ζηλοτυπίαν ἀνηκέστων.
 [02736]  τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς κοινότητα κοινά τε γὰρ [3.2.7.4] καρπουμένων μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμον·
 [03632]  πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι δι' ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον·
 [03718]  αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν αὐτὸν οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ [4.6.28.4] ἐλπίδα τῆς πράξεως·
 [03813]  ὅταν τοίνυν ἐνδιατρίψῃ τῇ θεωρίᾳ, τῷ θείῳ καθαρῶς ὁμιλῶν, ὁ γνωστικῶς μετέχων τῆς ἁγίας ποιότητος, προσεχέστερον ἐν ἕξει γίνεται ταὐτότητος ἀπαθοῦς, ὡς μηκέτι ἐπιστήμην ἔχειν καὶ γνῶσιν κεκτῆσθαι, ἐπιστήμην δὲ εἶναι καὶ γνῶσιν.
 [03914]  τοῦτο δὲ γινώσκομεν, ὅτι ὁ παλαιὸς ἄνθρωπος ἡμῶν συνεσταύρωται, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι [4.7.51.2] δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.
 [04658]  κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ' εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.
 [05306]  ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι [5.8.55.2] κυρίου·
 [06572]  εἰ μὲν οὖν πάντας, σωθήσονται πάντες οἱ πιστεύσαντες, κἂν ἐξ ἐθνῶν ὄντες τύχωσιν, ἐξομολογησάμενοι ἤδη ἐκεῖ, ἐπεὶ σωτήριοι καὶ παιδευτικαὶ αἱ κολάσεις τοῦ θεοῦ εἰς ἐπιστροφὴν ἄγουσαι καὶ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρούμεναι, καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν, κἂν πάθεσιν ἐπισκοτῶνται, διὰ τὸ μηκέτι [6.6.46.4] ἐπιπροσθεῖσθαι σαρκίῳ·
 [06983]  καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ [6.12.102.2] οἰκονομίαν συνιέναι, ἵνα δή, καθαρὸς τὴν καρδίαν γενόμενος, δι' ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ πρόσωπον πρὸς πρόσωπον τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς ἀγαθὸν [6.12.102.3] νηστεία μετὰ προσευχῆς·
 [07414]  τρίτος δέ ἐστιν ὁ τρόπος ὁ κατὰ πρόσταξιν, ὁπόταν ὁ παιδοτρίβης μηκέτι διαπλάσσων τὸν μανθάνοντα μηδὲ ἐπιδεικνὺς δι' ἑαυτοῦ τὸ πάλαισμα εἰς μίμησιν τῷ παιδί, ὡς δὲ ἤδη ἐντριβεστέρῳ, προστάττοι ἐξ ὀνόματος τὸ [6.17.161.1] πάλαισμα.
 [07804]  <ἀεὶ> τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ [7.7.39.1] ἀγαθόν.
 [08517]  [8.3.6.1] Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό, ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους, [8.3.6.2] εἰ οὕτως ἔτυχεν, οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά.
 [08641]  τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον γένος ὂν εἰς τὰ ἐμφαινόμενα εἴδη διαιροῦμεν, τὸ θνητὸν καὶ ἀθάνατον, καὶ οὕτως ἀεὶ τὰ σύνθετα δοκοῦντα εἶναι γένη εἰς τὰ ἁπλούστερα εἴδη τέμνοντες ἐπὶ τὸ μὴ ζητούμενον καὶ [8.6.18.6] μηκέτι τομὴν ἐπιδεχόμενον παραγινόμεθα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»