Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μηδὲ [211]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μηδὲ


000-00-00 Serial Number=0404668868
Eclogae propheticae Ante [Go Back]  
 [00151]  [27.1] Οὐκ ἔγραφον δὲ οἱ πρεσβύτεροι μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι, μηδὲ μὴν τὸν τοῦ προσκέπτεσθαι τὰ λεχθησόμενα καιρὸν [27.2] καταναλίσκοντες εἰς γραφήν.
 [00212]  [47.1] Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλ' ἀπροσπαθῶς διοικεῖν τὴν κτῆσιν, ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυ πεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι·
000-00-00 Serial Number=0889062881
Excerpta ex Theodoto Ante [Go Back]  
 [00116]  Οὗ τὰ μὲν ἱμάτια ὡς φῶς ἔλαμψεν, τὸ πρόσωπον δὲ ὡς ὁ ἥλιος, ᾧ μηδὲ ἀντωπῆσαι ἔστι ῥᾳδίως.
000-00-00 Serial Number=0028593242
Fragmenta Ante [Go Back]  
 [00059]  τοσοῦτον δ' ἐπέλαμψεν ταῖς τῶν ἀκροατῶν τοῦ Πέτρου δια νοίαις εὐσεβείας φέγγος, ὡς μὴ τῇ εἰς ἅπαξ ἱκανῶς ἔχειν ἀρκεῖσθαι ἀκοῇ μηδὲ τῇ ἀγράφῳ τοῦ θείου κηρύγματος διδασκαλίᾳ, παρακλήσεσιν δὲ παντοίαις Μᾶρκον, οὗ τὸ εὐαγγέλιον φέρεται, ἀκόλουθον ὄντα Πέτρου, λιπαρῆσαι ὡς ἂν καὶ διὰ γραφῆς ὑπόμνημα τῆς διὰ λόγου παραδοθείσης αὐτοῖς καταλείψοι διδασκαλίας, μὴ πρότερόν τε ἀνεῖναι ἢ κατεργάσασθαι τὸν ἄνδρα, καὶ ταύτῃ αἰτίους γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μᾶρκον εὐαγγελίου γραφῆς.
 [00253]  μηδὲν ὀξυ χολίας ἀνάπλεος ἔσο περὶ ὀργάς, μηδὲ νωθρὸς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμῇ καὶ θειῶδές τι καὶ ἱερὸν τὸ σχῆμα φαίνηται.
 [00258]  μηδὲ προχείρως καὶ μεταξὺ τῶν τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ·
 [00260]  μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀπο κρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι' αἰδῶ.
 [00264]  μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ' αὐτῶν καὶ γελωτοποιός·
 [00273]  μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες.
 [00277]  μηδὲ σαρκο βόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος τις ἴασιν ἐπὶ ταύτην ἄγοι.
 [00282]  διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλούσας δέδιθι μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου·
 [00285]  μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπι πόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν.
 [00410]  Ὁ μὲν φρόνιμος τὰ χαλεπὰ καὶ πρὶν παθεῖν ἐφυλάξατο, ὁ δὲ ἐκ τῆς πείρας ἑαυτὸν ἐπανορθούμενος οὐδὲ οὗτος ἄφρων, ἀλογώτατος δὲ ὁ μηδὲ τὰ συμβαίνοντα τιθέμενος ἀναγκαῖα φυλάγματα.
000-00-00 Serial Number=0769364953
Paedagogus Ante [Go Back]  
 [00443]  Θέρους δὲ ἔμπαλιν ἀραιότερον ὂν τὸ σῶμα τὴν τροφὴν εὐδιαφορητοτέραν παρέχει, καὶ ἥκιστα πλεονάζει τὸ γάλα, ἐπεὶ μηδὲ τὸ αἷμα·
 [00603]  [1.7.60.1] ∆ιὸ καὶ ἐπιφέρει προφήτην εἰς ἔθνη τέθεικά σε, προφητεῦσαι λέγων αὐτὸν δεῖν μηδὲ ὄνειδος εἶναι δοκεῖν τοῦ νεωτέρου τὴν προσηγορίαν τοῖς νηπίοις καλουμένοις.
 [00691]  Ὁ δὲ ἀπειλῶν δῆλός ἐστι μηδὲν ἐθέλων πρᾶξαι κακὸν μηδὲ ἅπερ ἀπειλεῖ ἐπιτελέσαι·
 [00711]  Σαφὲς γὰρ ἐνταῦθα ὡς ἄρα οἱ μὴ διεχθρεύοντες τῇ ἀληθείᾳ μηδὲ μισοῦντες τὸν λόγον οὐκ ἂν τὴν σφῶν αὐτῶν μισήσαιεν σωτηρίαν, ἐκφύγοιεν δ' ἂν τῆς ἔχθρας τὰ ἐπιτίμια.
 [00826]  υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος·
 [01023]  υἱέ, μὴ πλανήσωσί σε ἁμαρτωλοί, μηδὲ πορευθῇς μετ' αὐτῶν ὁδούς, μηδὲ πορευθῇς, ἐὰν παρακαλέσωσίν σε λέγοντες·
 [01071]  [1.12.100.2] Τῷ μὲν οὖν ἰατρῷ οὐδὲν πρὸς ὑγείαν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες, τῷ δὲ παιδαγωγῷ τῷ θείῳ πῶς οὐκ ἂν ὁμολογήσαιμεν τὴν μεγίστην χάριν μὴ σιωπῶντι μηδὲ παρενθυμουμένῳ τὰς εἰς ἀπώλειαν φερούσας ἀπειθείας, ἀλλὰ καὶ ταύτας διελέγχοντι καὶ τὰς ὁρμὰς τὰς εἰς αὐτὰς διατεινούσας ἀνακόπτοντι καὶ τὰς καθηκούσας πρὸς τὴν ὀρθὴν πολιτείαν ὑποθημοσύνας ἐκδιδάσκοντι;
 [01138]  ἐπεὶ μηδὲ ὠφελεῖσθαι πέφυκεν τὰ σώματα ἐκ τῆς πολυτελείας τῶν βρωμάτων·
 [01205]  Ταύτῃ τοι ὁ ἀπόστολος εὐλαβούμενος περὶ ἡμῶν τὰ δεῖπνα διακρίνει μὴ συναναμίγνυσθαι φάσκων, εἴ τις ἀδελφὸς λεγόμενος εὑρίσκοιτο πόρνος ἢ μοιχὸς ἢ εἰδωλολάτρης, τούτῳ μηδὲ συνεσθίειν, ἢ τὸν λόγον ἢ τὸ ὄψον, ὑποπτεύων τὸν μολυσμὸν τὸν ἐντεῦθεν, καθάπερ καὶ τῶν δαιμονίων τὰς τραπέζας.
 [01206]  [2.1.11.1] Καλὸν μὲν οὖν τὸ μὴ φαγεῖν κρέα μηδὲ οἶνον πιεῖν αὐτός τε ὁμολογεῖ καὶ οἱ ἀπὸ Πυθαγόρου·
 [01208]  Εἰ δέ τις καὶ τούτων μεταλαμβάνει, οὐχ ἁμαρτάνει, μόνον ἐγχρατῶς μετεχέτω, μὴ ἐξεχόμενος μηδὲ ἀπηρτημένος αὐτῶν μηδὲ ἐπιλαιμαργῶν τῷ ὄψῳ·
 [01362]  Μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς, πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα πᾶς ὑπνώδης.
 [01406]  [2.2.31.1] Προνοητέον δὲ μάλιστα τῆς εὐσχημοσύνης καὶ τὴν Ἀθηνᾶν φησιν ὁ μῦθος, ἥτις ποτὲ ἦν, προμηθουμένην αὑτῆς τῶν αὐλῶν ἀπορρῖψαι τὸ ἐπιτερπὲς διὰ τὸ ἀπρεπὲς τῆς ὄψεως , ὡς ἀδιαστρόφῳ τῷ προσώπῳ πιεῖν, μὴ ἄδην σπάσαντας μηδὲ πρὸ πόσεως τοὺς ὀφθαλμοὺς ἀσχημονεῖν ἀναγκάζοντας, ἀμυστὶ ἕλκοντας ὑπὸ ἀκρασίας, μηδὲ περιχεῖν τὸ γένειον ἢ τὴν ἐσθῆτα καταβρέχειν, ἀθρόου τοῦ ποτοῦ ἐπεισχεομένου, μονονουχὶ ἐμπλύνοντας ἐναποκλυζόμενον [2.2.31.2] ταῖς φιάλαις τὸ πρόσωπον τὸ αὑτῶν.
 [01501]  [2.3.39.2] Χλεύη δὲ καὶ γέλως πλατὺς οὐροδόχας ἀργυρᾶς καὶ ἀμίδας ὑελᾶς ἐπιφέρεσθαι τοὺς ἄνδρας, καθάπερ ἐπάγονται τοὺς συμβούλους τοὺς ἑαυτῶν, καὶ τὰς πλουτούσας ταύτας ἀλόγως γυναῖκας χρυσοῦ ποιεῖσθαι τῶν ἐκκρίσεων τὰ ἐκδοχεῖα, ὡς μηδὲ ἀποτρίψασθαι ἐξὸν ταῖς πλουσίαις μὴ τετυφωμένως·
 [01567]  Χλεύη μὲν οὖν ἐπιτηδεύειν ταῦτα, ἐπεὶ μηδὲ ὁ τῶν γελοίων λόγος τοῖος ἀκροάσεως ἄξιος, διὰ τῶν ὀνομάτων αὐτῶν ἐπὶ τὰ αἰσχρὰ τῶν ἔργων ἐθίζων, χαριεντιστέον τε, οὐ γελωτοποιητέον.
 [01611]  Ταύτῃ μοι δοκεῖ ὁ παιδαγωγὸς μηδὲ φθέγξασθαί τι τῶν τῆς ἀσχημοσύνης ἐφιέναι ἡμῖν, πόρρωθεν διαβάλλων πρὸς τὴν ἀκολασίαν.
 [01635]  Ὅθεν ἄγαμαι τὸν ἀπόστολον κἀνταῦθα παραινοῦντα μηδὲ τὰ εὐτράπελα μηδὲ τὰ μὴ ἀνήκοντα προΐεσθαι ἡμᾶς ῥήματα.
 [01646]  Τοῦτ' ἔστι μὴ συνδείπνει πυκνότερον, μηδὲ ἔσθιε μετ' αὐτῆς.
 [01654]  εἰ δὲ καὶ καθέζοιντο, μὴ ἐναλλὰξ τὼ πόδε ἐχόντων μηδὲ μὴν θάτερον τοῖν μηροῖν θατέρῳ ἐπιφερόντων ἢ τὴν χεῖρα τῷ γενείῳ ὑπερειδόντων·
 [02032]  μηδὲ μὴν ἅπτεσθαί τινος πλὴν γαμετῆς τὸ παράπαν τῆς ἑαυτοῦ γυναικός, ἐξ ἧς μόνης καρποῦσθαι τὰς σαρκὸς ἡδονὰς δίκαιον εἰς διαδοχὰς γνησίας.
 [02077]  [2.10.96.2] Ἀλλ' οἷς γε συγκεχώρηται γῆμαι, τούτοις ἐδέησεν παιδαγωγοῦ, ὡς μὴ μεθ' ἡμέραν τὰ μυστικὰ τῆς φύσεως ἐκτελεῖσθαι ὄργια μηδὲ ἐξ ἐκκλησίας, φέρε, ἢ ἀγορᾶς ἥκοντα ἑωθινὸν ἀλεκτρυόνος ὀχεύειν δίκην, ὁπηνίκα εὐχῆς καὶ ἀναγνώσεως καὶ τῶν μεθ' ἡμέραν εὐεργῶν ἔργων ὁ καιρός·
 [02088]  Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ [2.10.98.2] ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.
 [02137]  Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τὰ ἐκτός, διὰ μὲν τὸ σῶμα τὰ ἐκτὸς πορίζεσθαι συμβουλεύει, διοικεῖν δὲ τὸ σῶμα τῇ ψυχῇ, παιδαγωγεῖ δὲ τὴν ψυχήν, μὴ μεριμνᾶτε λέγων τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε·
 [02208]  Ἐν περιβολῇ ἱματίου οὐ μὴ καυχήσῃ, μηδὲ ἐπαίρου ἐν δόξῃ πάσῃ ἀπαραμόνῳ οὔσῃ.
 [02272]  Εἰ δὲ μὴ ὁδεύοιμεν, ἀλλὰ μηδὲ φέροιμεν τὴν ἀνυποδησίαν, βλαύταις ἢ φαικασίοις χρηστέον·
 [02372]  [2.12.127.1] Ἀποθέμεναι τοίνυν τοὺς λήρους αὐτῷ πονηρῷ σοφιστῇ τοῦ ἑταιρικοῦ τούτου μὴ μετεχόντων καλλωπισμοῦ μηδὲ [2.12.127.2] εἰδωλολατρούντων διὰ παραπετάσματος εὐπρεποῦς.
 [02532]  Μὴ μοιχεύσῃς οὐδὲ ὁ Μὴ ἐπιθυμήσῃς λέγων μηδὲ εἰς μοιχείαν ὁδεύσῃς δι' ἐπιθυμίας, ἀλλὰ μηδὲ τὰς ὀρέξεις ἐκκαύσῃς [3.2.13.4] διὰ φιλοκοσμίας.
 [02544]  * * * μὴ θίγῃς ἡνιῶν, παιδίον, ἄπειρος ὤν, μηδὲ ἀναβῇς τὸν δίφρον ἐλαύνειν μὴ μαθών·
 [02680]  [3.4.28.2] Μὴ περιβλέπου δέ, φησί, ἐν ῥύμαις πόλεως, μηδὲ πλανῶ ἐν ταῖς ἐρημίαις αὐτῆς, ἐρημία γὰρ ὡς ἀληθῶς, κἂν ὄχλος ἀκολάστων ᾖ, ἔνθα μὴ πάρεστιν ἄνθρωπος σωφρονῶν.
 [02716]  [3.5.32.2] Ἀλλ' ὁ μὲν Ἡσίοδος μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι παραινεῖ.
 [02782]  μὴ βαστάζετε γάρ, εἶπεν ὁ κύριος, βαλλάντιον, μὴ πήραν μηδὲ ὑπόδημα, τουτέστι, μὴ πλοῦτον κτήσησθε τὸν ἐν βαλλαντίῳ μόνον θησαυριζόμενον, μὴ τὰς ἀποθήκας πληρώσητε τὰς ἰδίας ὡς ἐν πήρᾳ παρατιθέμενοι τὸν σπόρον, ἀλλὰ καὶ τοῖς δεομένοις κοινωνήσατε, μὴ ὑποζύγια καὶ οἰκέτας πολυπραγμονεῖτε, οἵτινες ὑποδήματα τῆς πορείας τῶν πλουσίων ἀχθοφοροῦντες [3.7.38.3] ἀλληγορικῶς εἴρηνται.
 [02960]  Πολλοὶ δὲ τῶν ἀκολάστων ἐγγεγλυμμένους ἔχουσι τοὺς ἐρωμένους ἢ τὰς ἑταίρας, ὡς μηδὲ ἐθελήσασιν αὐτοῖς λήθην ποτὲ ἐγγενέσθαι δυνηθῆναι τῶν ἐρωτικῶν παθημάτων διὰ τὴν ἐνδελεχῆ τῆς ἀκολασίας ὑπόμνησιν.
 [03044]  Ἀλλὰ ἀποπήδησον, φησίν, μὴ χρονίσῃς ἐν τῷ τόπῳ ὁ παιδαγωγός, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν.
 [03057]  [3.11.74.1] Μὴ τοίνυν μηδὲ ἐν κινήσεσιν μηδὲ ἐν σχέσεσιν εὑρεθείη ποθ' ἡ ἀσχημοσύνη τῆς ἀνανδρίας.
 [03062]  ἔστω, φησί, καθαρὸν τὸ πρόσωπον, ὀφρὺς μὴ καθειμένη, μηδὲ ὄμμα ἀναπεπταμένον μηδὲ διακεκλασμένον, μὴ ὕπτιος ὁ τράχηλος, μηδὲ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ τὰ μετέωρα ἐντόνοις ὅμοια, ὀρθόνους πρὸς τὸν λόγον ὀξύτης, καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι [3.11.74.4] τοῖς ἀκολάστοις ἐλπίδος.
 [03065]  [3.11.75.1] Μὴ τοίνυν μηδὲ οἱ ἄνδρες ἐπὶ τῶν κουρείων καὶ καπηλείων διατρίβοντες ἀδολεσχούντων στωμυλευόμενοι, καὶ τὰς παριούσας θηρώμενοι γυναῖκας παυσάσθων ποτέ·
 [03116]  Τὴν δὲ Αἰνεία γυναῖκά φασι δι' ὑπερβολὴν σεμνότητος μηδὲ τῆς Τροίας ἁλισκομένης περιδεᾶ γενομένην ἀποκαλύψασθαι, ἀλλὰ καίτοι φεύγουσαν ἐκ τῆς ἐκπυρώσεως μεῖναι συγκεκαλυμμένην.
 [03281]  Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
000-00-00 Serial Number=0256461442
Protrepticus Ante [Go Back]  
 [00124]  Θύραν δὲ εὖ οἶδ' ὅτι τὴν ἀποκεκλεισμένην τέως ὁ ἀνοιγνὺς ὕστερον ἀποκαλύπτει τἄνδον καὶ δείκνυσιν ἃ μηδὲ γνῶναι οἷόν τε ἦν πρότερον, εἰ μὴ διὰ Χριστοῦ πεπορευμένοις, δι' οὗ μόνου θεὸς ἐποπτεύεται.
 [00125]  [2.11.1] Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε μηδὲ βαρά θρων στόματα τερατείας ἔμπλεα ἢ λέβητα Θεσπρώτιον ἢ τρίποδα Κιρραῖον ἢ ∆ωδωναῖον χαλκεῖον·
 [00235]  ὧν ὃ μέν τις παρεγγυᾷ τοῖς Αἰγυπτίοις, εἰ θεοὺς νομίζετε, μὴ θρηνεῖτε αὐτοὺς μηδὲ κόπτεσθε·
 [00372]  [2.35.1] Εἰκότως ἄρα οἱ τοιοίδε ὑμῶν θεοὶ δοῦλοι παθῶν γεγονότες, ἀλλὰ καὶ πρὸ τῶν Εἱλώτων καλουμένων τῶν παρὰ Λακεδαιμονίοις δούλειον ὑπεισῆλθεν ζυγὸν Ἀπόλλων Ἀδμήτῳ ἐν Φεραῖς, Ἡρακλῆς ἐν Σάρδεσιν Ὀμφάλῃ, Λαομέδοντι δ' ἐθήτευε Ποσειδῶν καὶ Ἀπόλλων, καθάπερ ἀχρεῖος οἰκέτης, μηδὲ ἐλευθερίας δήπουθεν δυνηθεὶς τυχεῖν παρὰ τοῦ προτέρου δεσπότου·
 [00529]  μηδὲ τὰ ἐν Πατάροις τῆς Λυκίας ἀγάλματα ∆ιὸς καὶ Ἀπόλλωνος <εἰ> Φειδίας πάλιν ἐκεῖνα τὰ ἀγάλματα καθάπερ τοὺς λέοντας τοὺς σὺν αὐτοῖς ἀνακειμένους εἴργασται·
 [00560]  Μὴ τυραννήσῃς, ἄνθρωπε, τοῦ κάλλους μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ·
 [00731]  Καὶ μὴ τὸν ἥλιόν τις ὑμῶν προσκυνείτω, ἀλλὰ τὸν ἡλίου ποιητὴν ἐπιποθείτω, μηδὲ τὸν κόσμον ἐκθειαζέτω, ἀλλὰ τὸν κόσμου δημιουργὸν ἐπιζητησάτω.
 [00770]  πολλοῦ γε δεῖ ἀνδράσιν ἐπιτρέ πειν ἀκροᾶσθαι τοιούτων λόγων, οἷς μηδὲ τοὺς παῖδας τοὺς ἑαυτῶν, τοῦτο δὴ τὸ λεγόμενον, κλαυθμυριζομένους ἐθίζομεν παρηγορεῖσθαι μυθίζοντες, ὀρρωδοῦντες συνανατρέφειν αὐτοῖς ἀθεότητα τὴν πρὸς τῶν δοκήσει σοφῶν δὴ τούτων καταγγελλομένην, μηδέν τι νηπίων μᾶλλον τἀληθὲς εἰδότων.
 [01062]  Μὴ δῆτα οὖν, μὴ δῆτα ἐξανδραποδισθῶμεν μηδὲ ὑώδεις γενώμεθα, ἀλλ' ὡς τέκνα φωτὸς γνήσια ἀναθρήσωμεν καὶ ἀναβλέψωμεν εἰς τὸ φῶς, μὴ νόθους ἡμᾶς ἐξελέγξῃ ὁ κύριος ὥσπερ ὁ ἥλιος τοὺς ἀετούς.
 [01094]  ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς καὶ πῦρ κατέδεται, παρακοῆς ἡ κρίσις.
 [01100]  Ἐχρῆν μὲν ὑμᾶς, ὦ ἄνθρωποι, αὐτοῦ πέρι ἐννοουμένους τοῦ ἀγαθοῦ ἔμφυτον ἐπάγεσθαι πίστιν, μάρτυρα ἀξιόχρεων αὐτόθεν οἴκοθεν, περιφανῶς αἱρουμένην τὸ βέλτιστον, μηδὲ ζητεῖν εἰ μεταδιωκτέον, <τὸ δ' ἀγαθὸν> [10.95.4] ἐκπονεῖν.
 [01112]  Μὴ οὖν ἔτι φροντίζετε μηδὲ [εἰ] ὀλίγον, τί ὑμᾶς ἀγορεύουσι σύρφακές τινες ἀγοραῖοι, δεισιδαιμονίας ἄθεοι χορευταί, ἀνοίᾳ καὶ παρανοίᾳ ἐς αὐτὸ ὠθούμενοι τὸ βάραθρον, εἰδώλων ποιηταὶ καὶ λίθων προσκυνηταί·
 [01165]  Οὐδὲ γὰρ οὐδ' ἐρινῦς οὐδὲ μοῖραι οὐδὲ εἱμαρμένη, ἐπεὶ μηδὲ πολιτεία μηδὲ δόξα μηδὲ πλοῦτος θεοί, ὃν καὶ ζωγράφοι τυφλὸν [10.102.3] ἐπιδεικνύουσιν·
 [01175]  θεὸς δὲ ὑμῖν ἀνανῆψαι δοίη ποτὲ τοῦδε τοῦ ὕπνου καὶ συνιέναι θεὸν μηδὲ χρυσὸν ἢ λίθον ἢ δένδρον ἢ πρᾶξιν ἢ πάθος ἢ νόσον ἢ φόβον ἰνδάλλεσθαι ὡς θεόν.
 [01207]  Ἀκούσατέ μου καὶ μὴ τὰ ὦτα ἀποβύσητε μηδὲ τὰς ἀκοὰς ἀποφράξητε, [10.106.2] ἀλλ' εἰς νοῦν βάλεσθε τὰ λεγόμενα.
 [01248]  [10.109.1] Πόσῳ γοῦν ἄμεινον τοῖς ἀνθρώποις τοῦ τυγχάνειν τῶν ἐπιθυμιῶν ἀρχὴν μηδὲ ἐπιθυμεῖν ἐθέλειν ὧν μὴ δεῖ;
 [01252]  Σύμβολον τοῦτο γνήσιον τρισὶ τοῖς πᾶσι συμπληρουμένης τῆς ἀληθείας, βουλῇ καὶ πράξει καὶ λόγῳ μηδὲ γὰρ τόδε δείμαινε, μή σε τὰ πολλὰ καὶ ἐπιτερπῆ φανταζόμενα ἀφέληται σοφίας·
 [01346]  μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω, αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
000-00-00 Serial Number=0104437113
Quis dives salvetur Ante [Go Back]  
 [00065]  ὅπου δὲ καὶ τὰ νομιζόμενα ὑπ' αὐτοῦ διοῖχθαι τοῖς ἔσω καὶ αὐτοῖς τοῖς τῆς βασιλείας τέκνοις ὑπ' αὐτοῦ καλουμένοις ἔτι χρῄζει φροντίδος πλείονος, ἦ πού γε τὰ δόξαντα μὲν ἁπλῶς ἐξενηνέχθαι καὶ διὰ τοῦτο μηδὲ διηρωτημένα πρὸς τῶν ἀκουσάντων, εἰς ὅλον δὲ τὸ τέλος αὐτὸ τῆς σωτηρίας διαφέροντα, ἐσκεπασμένα δὲ θαυμαστῷ καὶ ὑπερουρανίῳ διανοίας βάθει, οὐκ ἐπιπολαίως δέχεσθαι ταῖς ἀκοαῖς προσῆκεν, ἀλλὰ καθιέντας τὸν νοῦν ἐπ' αὐτὸ τὸ πνεῦμα τοῦ σωτῆ ρος καὶ τὸ τῆς γνώμης ἀπόρρητον.
 [00162]  ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς καὶ τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ' αὐτῶν εἰς ἀνθρώ πων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγ κεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·
 [00176]  [18.1] Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως·
 [00203]  [20.1] Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄν θρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς, ἧς ἐπιθυμεῖν μόνον, ἀλλ' οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον [20.2] ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ.
 [00204]  δύσκολον γὰρ ἦν μὴ περιάγεσθαι μηδὲ καταστράπτεσθαι τὴν ψυχὴν ὑπὸ τῶν προσόντων ἁβρῶν τῷ προδήλῳ πλούτῳ καὶ ἀνθηρῶν γοητευμάτων, οὐκ ἀδύνατον δὲ τὸ καὶ ἐν τούτῳ λαβέσθαι σωτηρίας, εἴ τις ἑαυτὸν ἀπὸ τοῦ αἰσθητοῦ πλούτου ἐπὶ τὸν νοητὸν καὶ θεοδίδακτον μεταγάγοι καὶ μάθοι τοῖς ἀδιαφόροις χρῆσθαι καλῶς καὶ ἰδίως καὶ ὡς ἂν εἰς ζωὴν αἰώνιον [20.3] ὁρμήσαι.
 [00235]  ἀλλὰ μηδὲ τοῦθ' ἡμᾶς ἐπι ταρασσέτω μηδὲ τὸ ἔτι τούτου σκληρότερον ἀλλαχοῦ ταῖς φωναῖς ἐξενηνεγμένον·
 [00244]  εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω, ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.
 [00356]  οὑτοσὶ δὲ ὁ λόγος ὑπὲρ ἅπασάν ἐστι θεότητα, μηδὲ αἰτεῖσθαι περιμένειν, ἀλλ' αὐτὸν ἀναζητεῖν, ὅστις ἄξιος εὖ παθεῖν, [32.1] ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν.
 [00378]  ὡς ἐν ἀμφιβόλῳ δὲ τῆς ἀγνοίας ἄμεινον καὶ τοὺς ἀναξίους εὖ ποιεῖν διὰ τοὺς ἀξίους ἢ φυλασσόμενον [33.3] τοὺς ἧσσον ἀγαθοὺς μηδὲ τοῖς σπουδαίοις περιπεσεῖν.
 [00430]  μηδὲ γὰρ τοῦτο εἰς ἀπόγνωσίν σοι καὶ ἀπόνοιαν καταλελείφθω, εἰ καὶ τὸν πλούσιον μάθοις ὅστις ἐστὶν [39.1] ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν δια φύγοι καὶ δύναιτο τῶν αἰωνίων τῶν ἀγαθῶν ἐπαύρασθαι, εἴη δὲ τετυχηκὼς ἢ δι' ἄγνοιαν ἢ δι' ἀσθένειαν ἢ περίστασιν ἀκούσιον μετὰ τὴν σφραγῖδα καὶ τὴν λύτρωσιν περιπετής τισιν ἁμαρτήμασιν ἢ παραπτώμασιν, ὡς ὑπενηνέχθαι τέλεον, ὅτι οὗτος κατεψήφισται [39.2] παντάπασιν ὑπὸ τοῦ θεοῦ.
000-00-00 Serial Number=0320214689
Stromata Ante [Go Back]  
 [00091]  ἐν γοῦν τοῖς Νόμοις ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων κελεύει τοὺς γεωργοὺς μὴ ἐπαρδεῦσαι μηδὲ λαμβάνειν ὕδωρ παρ' ἑτέρων.
 [00127]  [1.1.14.3] ἔστι μὲν οὖν τινα μηδὲ ἀπομνημονευθέντα ἡμῖν (πολλὴ γὰρ ἡ παρὰ τοῖς μακαρίοις δύναμις ἦν ἀνδράσιν), ἔστιν δὲ καὶ ἃ ἀνυποσημείωτα μεμενηκότα τῷ χρόνῳ ἃ νῦν ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις.
 [00275]  εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος·
 [00372]  [1.9.43.1] Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς [1.9.43.2] βότρυας λαμβάνειν.
 [00433]  Σειρῆνας δὲ παραπλεύσας εἷς ἀρκεῖ, καὶ τῇ Σφιγγὶ [1.10.49.1] ὑποκρινάμενος ἄλλος εἷς, εἰ δὲ βούλεσθε μηδὲ εἷς.
 [00447]  ταῦτα δὲ λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν [1.11.50.5] πιθανολογίᾳ μηδὲ ὑπεισέρχηται ὁ συλαγωγῶν.
 [00449]  βλέπετε οὖν μή τις ἔσται ὑμᾶς ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα [1.11.50.6] τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, φιλοσοφίαν μὲν οὐ πᾶσαν, ἀλλὰ τὴν Ἐπικούρειον, ἧς καὶ μέμνηται ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ὁ Παῦλος, διαβάλλων, πρόνοιαν ἀναιροῦσαν καὶ ἡδονὴν ἐκθειάζουσαν, καὶ εἰ δή τις ἄλλη τὰ στοιχεῖα ἐκτετίμηκεν μὴ ἐπιστήσασα τὴν [1.11.51.1] ποιητικὴν αἰτίαν τούτοις, μηδὲ ἐφαντάσθη τὸν δημιουργόν.
 [00475]  πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος ὢν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγον καθ' ὃν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὑτῷ.
 [00500]  [1.13.57.4] πάμπολλα γὰρ τῶν παρὰ ταῖς αἱρέσεσι δοξαζομένων εὕροιμεν ἄν (ὅσαι μὴ τέλεον ἐκκεκώφηνται μηδὲ ἐξετμήθησαν τὴν φυσικὴν ἀκολουθίαν, καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον), εἰ καὶ ἀλλήλοις ἀνόμοια εἶναι δοκεῖ, τῷ γένει γε καὶ ὅλῃ τῇ ἀληθείᾳ ὁμολογοῦντα·
 [00614]  Σαραπίων δὲ ἐν τοῖς ἔπεσι μηδὲ ἀποθανοῦσαν λῆξαι μαντικῆς φησι τὴν Σίβυλλαν, καὶ τὸ μὲν εἰς ἀέρα χωρῆσαν αὐτῆς μετὰ τελευτήν, τοῦτ' εἶναι τὸ ἐν φήμαις καὶ κληδόσι μαντευόμενον, <ἐκ> δὲ τοῦ εἰς γῆν μεταβαλόντος σώματος πόας ὡς εἰκὸς ἀναφυείσης, ὅσα ἂν αὐτὴν ἐπινεμηθῇ θρέμματᾳ κατ' ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει, τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται.
 [00748]  μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα [1.17.86.3] βλαβερὰν αὐτὴν γενέσθαι·
 [01167]  φασὶ δὲ οἱ Ἕλληνες διαλέκτους εἶναι τὰς παρὰ σφίσι εʹ, Ἀτθίδα, Ἰάδα, ∆ωρίδα, Αἰολίδα καὶ πέμπτην τὴν κοινήν, ἀπεριλήπτους δὲ οὔσας τὰς βαρβάρων φωνὰς μηδὲ διαλέκτους, [1.21.143.1] ἀλλὰ γλώσσας λέγεσθαι.
 [01284]  οἳ δὲ τοὺς ξένους καταδουλωσάμενοι τρόπον αἰχμαλώτων ὑπηρετεῖν ἠνάγκασαν σφίσι μηδὲ τὸν μισθὸν ἀποδιδόντες), εἴτε ὡς ἐν εἰρήνῃ, μισθὸν ἔλαβον τὴν λείαν παρὰ ἀκόντων τῶν πολὺν χρόνον οὐκ ἀποδιδόντων, ἀλλὰ ἀποστερούντων.
 [01576]  μὴ δύνασθαι δὲ μηδένα μήτε ζητῆσαι μήτε ἀπορῆσαι μηδὲ [2.4.17.1] μὴν δοξάσαι, ἀλλ' οὐδὲ ἐλέγξαι χωρὶς προλήψεως.
 [01582]  εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ [2.4.17.4] ἄνευ προλήψεως.
 [02014]  διὸ μηδὲ ἐπιθυμήσῃς λέγει καὶ ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ φησίν, ἡ δὲ καρδία αὐτῶν [2.14.61.4] πόρρω ἐστὶν ἀπ' ἐμοῦ.
 [02073]  καὶ χρὴ μηδὲ τὴν συνείδησιν ἔχειν μεμολυσμένην.
 [02219]  φυσικὴν κοινωνίαν διδάσκει τὸ εὕρημα παρακαταθήκην λογίζεσθαι μηδὲ μνησικακεῖν τῷ [2.18.88.1] ἐχθρῷ.
 [02232]  ἔπειτα ἐάν τις τῆς ἐπιθυμίας κατάκορος γενόμενος μηκέτι κοινωνεῖν τῇ αἰχμαλώτῳ καταξιώσῃ, μηδὲ πιπράσκειν ταύτην ἐξεῖναι διατάττεται, ἀλλὰ μηδὲ ἔτι θεράπαιναν ἔχειν, ἐλευθέραν δὲ εἶναι καὶ τῆς οἰκετίας ἀπαλλάττεσθαι βούλεται, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης πάθῃ τι τῶν κατὰ ζηλοτυπίαν ἀνηκέστων.
 [02234]  καὶ ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα συνεπικουφίζειν καὶ συνεγείρειν προστάσσει πόρρωθεν διδάσκων ἡμᾶς ὁ κύριος ἐπιχαιρεκακίαν μὴ ἀσπάζεσθαι μηδὲ ἐφήδεσθαι τοῖς ἐχθροῖς, ἵνα τούτοις [2.18.90.2] ἐγγυμνασαμένους ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι διδάξῃ.
 [02256]  αὐτίκα τῶν γεννωμένων κατά τε τὰς ποίμνας κατά τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαύσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν <λαμβάνοντας, ἀπέχεσθαι> διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον [2.18.92.2] κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων.
 [02263]  ἐχρῆν γὰρ μηδὲ τὴν ἀρχὴν γῆμαι τῷ μηδὲ παιδοποιεῖσθαι γλιχομένῳ ἢ δι' ἡδονῆς ἀκρασίαν παιδοκτόνον γεγονέναι.
 [02269]  μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν <ἡ σάρξ>, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω.
 [02274]  [2.18.95.1] ∆αψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς [2.18.95.2] ψυχῆς·
 [02482]  ὅσους γὰρ διὰ τὸ φιλικῶς πρὸς ἁμαρτίας ἔχειν ἡ συγγνώμη παρεισέρχεται, οὗτοι τὴν ἀλήθειαν ἀπήνειαν ὑπολαμβάνουσιν καὶ τὴν αὐστηρίαν ἀποτομίαν, καὶ ἀνηλεῆ τὸν μὴ [2.20.124.1] συναμαρτάνοντα μηδὲ συγκατασπώμενον.
 [02508]  [2.21.127.1] Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν ∆ιὶ πατρὶ μάχεσθαι, ὥσπερ ὑῶν σκατοφάγων καὶ οὐχὶ τῶν λογικῶν καὶ φιλοσόφων τὴν μακαρίαν νίκην δογματίζων.
 [02673]  ἀνύποπτον δὲ εἰς διαβολὴν δείκνυσι γυναῖκα τὸ μὴ καλλωπίζεσθαι μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς, τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλάς, ἀποκλείουσαν δ' ὡς οἷόν τε αὑτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, [2.23.146.2] προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν.
 [02680]  λιθοβολεῖται δὲ καὶ ὁ μοιχός, ἀλλ' οὐκ ἐν [2.23.147.2] τῷ αὐτῷ τόπῳ, ἵνα μηδὲ ὁ θάνατος αὐτοῖς κοινὸς ᾖ.
 [02713]  [3.1.3.3] Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει, κἂν νῦν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ αὐτοῖς πράττειν [3.1.3.4] συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων.
 [02728]  ἀλλ' οὐδὲ τῶν ἀλόγων παρὰ τοῦτο ποιεῖταί τι, πᾶσι δὲ ἐπ' ἴσης τοῖς ζῴοις κοινὸν αὐτὸν ἐκχέας ἄνωθεν ἀγαθοῖς τε καὶ φαύλοις τὴν δικαιοσύνην ἐμπεδοῖ μηδενὸς δυναμένου πλεῖον ἔχειν μηδὲ ἀφαιρεῖσθαι [3.2.6.3] τὸν πλησίον, ἵν' αὐτὸς κἀκείνου τὸ φῶς διπλασιάσας ἔχῃ.
 [02736]  τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς κοινότητα κοινά τε γὰρ [3.2.7.4] καρπουμένων μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμον·
 [02893]  πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει [3.4.28.6] ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία.
 [02995]  ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
 [03013]  μηδὲ λεγόντων ἐλευθερίαν τὴν ὑπὸ ἡδονῆς δουλείαν, καθάπερ οἱ τὴν χολὴν γλυκεῖαν·
 [03016]  [3.6.45.1] Τοῖς δὲ εὐφήμως δι' ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γάμον καὶ παιδοποιίαν μηδὲ ἀντεισά γειν τῷ κόσμῳ δυστυχήσοντας ἑτέρους μηδὲ ἐπιχορηγεῖν τῷ θανάτῳ τροφὴν ἐκεῖνα λεκτέον·
 [03047]  εἰ γοῦν τὴν ἀνάστασιν ἀπειλήφασιν, ὡς αὐτοὶ λέγουσι, καὶ διὰ τοῦτο ἀθετοῦσι τὸν γάμον, μηδὲ ἐσθιέτωσαν μηδὲ πινέτωσαν·
 [03278]  ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας ἕως μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ.
 [03379]  καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πίνειν οἶνον, ἐὰν διὰ προσκόμματος ἐσθίῃ·
 [03456]  τίμα, γάρ φησι, πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται, ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου·
 [03530]  καὶ πάλιν ἀσχάλλων ἐπὶ τοιούτοις τισὶ διατάττεται μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ [3.18.106.4] μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
 [03718]  αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν αὐτὸν οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ [4.6.28.4] ἐλπίδα τῆς πράξεως·
 [03773]  μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβάλητε·
 [03873]  τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες τὴν καλὴν ἀναστροφὴν ὑμῶν ἐν Χριστῷ.
 [03902]  μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, τῷ [4.7.49.6] Τιμοθέῳ γράφει.
 [04072]  διάθεσις δὲ ὁμολογουμένη καὶ μάλιστα ἡ μηδὲ θανάτῳ τρεπομένη ὑφ' ἓν ἁπάντων τῶν παθῶν, ἃ δὴ διὰ τῆς [4.9.73.3] σωματικῆς ἐπιθυμίας ἐγεννᾶτο, ἀποκοπὴν ποιεῖται·
 [04091]  βούλεται δὲ ἡμᾶς μηδενὶ αἰτίους μηδὲ συναιτίους κακοῦ τινος γίνεσθαι, σφίσιν τε αὐτοῖς πρὸς δὲ καὶ τῷ διώκοντι καὶ τῷ ἀναιροῦντι·
 [04124]  φημὶ γάρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς λεγομέναις θλίψεσιν, ἤτοι ἡμαρτηκότες ἐν ἄλλοις λανθάνοντες πταίσμασιν εἰς τοῦτο ἄγονται τὸ ἀγαθόν, χρηστότητι τοῦ περιάγοντος ἄλλα ἐξ ἄλλων ὄντως ἐγκαλούμενοι, ἵνα μὴ ὡς κατάδικοι ἐπὶ κακοῖς ὁμολογουμένοις πάθωσι, μηδὲ λοιδορούμενοι ὡς ὁ μοιχὸς ἢ ὁ φονεύς, ἀλλ' ὅτι Χριστιανοὶ † [4.12.81.3] πεφυκότες, ὅπερ αὐτοὺς παρηγορήσει μηδὲ πάσχειν δοκεῖν·
 [04151]  εἰ δέ, ὡς αὐτός φησιν ὁ Βασιλείδης, ἓν μέρος ἐκ τοῦ λεγομένου θελήματος τοῦ θεοῦ ὑπειλήφαμεν τὸ ἠγαπηκέναι ἅπαντα, ὅτι λόγον ἀποσῴζουσι πρὸς τὸ πᾶν ἅπαντα, ἕτερον δὲ τὸ μηδενὸς ἐπιθυμεῖν καὶ τρίτον <τὸ> μισεῖν μηδὲ ἕν, θελήματι τοῦ [4.12.86.2] θεοῦ καὶ <αἱ> κολάσεις ἔσονται·
 [04256]  τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, <φησὶν> Ἰωάννης τελείους εἶναι διδάσκων, ἀλλ' ἐν ἔργῳ [4.16.100.5] καὶ ἀληθείᾳ.
 [04448]  οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν [4.19.124.2] οὐκ ἐπ' ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ' ἡμῖν.
 [04556]  διὰ τοῦτό τοι καὶ ὁ κύριος ἐγρηγορέναι παραγγέλλει, ὥστε μηδὲ ὄναρ ἡμῶν παθαίνεσθαί ποτε τὴν ψυχήν, ἀλλὰ καὶ τῆς νυκτὸς τὴν πολιτείαν ὡς ἐν ἡμέρᾳ ἐνεργουμένην καθαρὰν καὶ ἀκηλίδωτον διαφυλάττειν προστάττει.
 [04658]  κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ' εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.
 [04686]  ὅθεν μηδὲ ἅπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδ' ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλ' ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ [4.25.158.3] ἐνσωμάτου καὶ νεκρᾶς καὶ διὰ τοῦτο βδελυκτῆς.
 [04974]  μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι, μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα δόξαν.
 [05068]  οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὀργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν [5.5.27.9] ἀπαλείφειν μνησικακίαν.
 [05072]  τῷ ὁμοίῳ τρόπῳ καὶ ἡ κοίτη ταράσσεσθαι παραινεῖται, ὡς μήτε ὀνειρωγμοῦ τινος μηδὲ μὴν ὕπνου μεθ' [5.5.28.2] ἡμέραν, ἀλλὰ μηδὲ τῆς ἐν νυκτὶ ἡδονῆς ἐπιμεμνῆσθαι ἔτι.
 [05074]  ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε, ὁ ∆αβὶδ λέγει, μὴ συγκα τατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργὴν χρῆναι διδάσκων.
 [05077]  [5.5.28.4] Πάλιν δ' αὖ δακτύλιον μὴ φορεῖν μηδὲ εἰκόνας αὐτοῖς ἐγχαράσσειν θεῶν παρεγγυᾷ ὁ Πυθαγόρας, ὥσπερ Μωυσῆς πρόπαλαι διαρρήδην ἐνομοθέτησεν μηδὲν δεῖν γλυπτὸν ἢ χωνευτὸν ἢ πλαστὸν ἢ γραπτὸν ἄγαλμά τε καὶ ἀπεικόνισμα ποιεῖσθαι, ὡς μὴ τοῖς αἰσθητοῖς [5.5.28.5] προσανέχωμεν, ἐπὶ δὲ τὰ νοητὰ μετίωμεν·
 [05146]  οὐ γὰρ ἄν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν τῶν ἁγίων ἄγαλμα, οὐδ' ἔστι τὴν ἀρχὴν ἐπισύνθετόν τι καὶ αἰσθητὸν ζῷον ἐν οὐρανῷ ὧδέ πως ἔχον, σύμβολον δ' ἐστὶ λογικῆς μὲν τὸ πρόσωπον ψυχῆς, πτέρυγες δὲ λειτουργίαι τε καὶ ἐνέργειαι αἱ μετάρσιοι δεξιῶν τε ἅμα καὶ λαιῶν δυνάμεων, ἡ φωνὴ δὲ δόξα εὐχάριστος ἐν ἀκαταπαύστῳ θεωρίᾳ.
 [05435]  τέταρτον, ὅπερ μέγιστόν ἐστι, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδ' ἐξισταμένους αὑτῶν μηδὲ ὑπερηφάνους γινομένους, ἀλλ' ἐμμένοντας τῇ τάξει τῶν [5.11.69.5] εὖ φρονούντων.
 [05457]  διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησιν ἐμφάνισόν μοι σαυτόν, ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλ' ἢ μόνῃ τῇ παρ' αὐτοῦ δυνάμει γνωστόν.
 [05463]  ἐν τούτῳ καὶ ὁ λόγος ἤνθησέν τε καὶ ἐκαρποφόρησεν σὰρξ γενόμενος καὶ τοὺς γευσαμένους τῆς χρηστότητος αὐτοῦ ἐζωοποίησεν, ἐπεὶ μηδὲ ἄνευ τοῦ ξύλου εἰς γνῶσιν ἡμῖν [5.11.72.4] ἀφῖκται·
 [05553]  πῶς γὰρ ἂν εἴη ῥητὸν ὃ μήτε γένος ἐστὶ μήτε διαφορὰ μήτε εἶδος μήτε ἄτομον μήτε ἀριθμός, ἀλλὰ μηδὲ συμβεβηκός τι μηδὲ ᾧ συμβέβηκέν τι.
 [05925]  μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφίλε·
 [05931]  [5.14.120.2] μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας·
 [06147]  οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γ' ἂν [6.2.5.1] τῶν ἡμετέρων ἀφέξονται.
 [06295]  [6.2.16.1] Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον.
 [06527]  μηδὲ κατὰ Ἰουδαίους σέβεσθε·
 [06591]  [6.6.48.4] ἦν δ' ἂν πλεονεξίας οὐ τῆς τυχούσης ἔργον τοὺς προεξεληλυθότας τῆς παρουσίας τοῦ κυρίου, μὴ εὐηγγελισμένους μηδὲ ἐξ αὐτῶν τὴν αἰτίαν παρασχομένους κατὰ τὸ πιστεῦσαι ἢ μή, ἤτοι τῆς σωτηρίας [6.6.48.5] ἢ τῆς κολάσεως μετασχεῖν.
 [06599]  ἐὰν δὲ μὴ ἀκούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς κατέδεται·
 [06615]  τῶν ἀκαθάρτων ζῴων τὰ θηρία τοῦ ἀγροῦ γιγνώσκεται, τουτέστι τοῦ κόσμου, ἐπεὶ τοὺς εἰς πίστιν ἀγρίους καὶ ῥυπαροὺς τὸν βίον μηδὲ τῇ κατὰ νόμον [6.6.50.6] δικαιοσύνῃ κεκαθαρμένους θηρία προσαγορεύει.
 [06765]  οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ' ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ' ἐν ἕξει ἀσκήσεως ἀεὶ [6.9.71.4] μένοντες ἀναλλοίωτοι μετά γε τὴν τοῦ κυρίου ἀνάστασιν.
 [06810]  ἔν <τε> τοῖς ἐπιστημονικοῖς, μόνος ὢν ἐπιστήμων, κρατιστεύσει καὶ τὸν περὶ τἀγαθοῦ λόγον πρεσβεύσει, τοῖς νοητοῖς προσκείμενος ἀεί, ἀπ' ἐκείνων ἄνωθεν τῶν ἀρχετύπων τὴν περὶ τὰ ἀνθρώπεια αὑτοῦ διοίκησιν ἀπογραφόμενος, καθάπερ οἱ πλοϊζόμενοι καὶ πρὸς τὸ ἄστρον τὴν ναῦν κατευθύνοντες, πρὸς πᾶσαν καθήκουσαν πρᾶξιν ἑτοίμως ἔχειν παρεσκευασμένος, πάντα τὰ ὀχληρὰ καὶ δεινὰ εἰθισμένος ὑπερορᾶν, ὅταν ὑπομεῖναι δέῃ, μηδὲν προπετὲς μηδὲ ἀσύμφωνον μήτε αὑτῷ μήτε τοῖς κοινοῖς ποτε ἐπιτελῶν, προορατικὸς ὢν καὶ [6.9.79.2] ἄκαμπτος ἡδοναῖς ταῖς τε ὕπαρ ταῖς τε δι' ὀνειράτων·
 [06811]  διαίτῃ γὰρ λιτῇ καὶ αὐταρκείᾳ συνειθισμένος σωφρονικῶς, εὐσταλὴς μετὰ σεμνότητος ὑπάρχει, ὀλίγων τῶν ἀναγκαίων πρὸς τὸ διαζῆν δεόμενος, μηδὲν περιττὸν πραγματευόμενος, ἀλλὰ μηδὲ ταῦτα ὡς προηγούμενα, ἐκ δὲ τῆς κατὰ τὸν βίον κοινωνίας ὡς ἀναγκαῖα τῇ τῆς σαρκὸς ἐπιδημίᾳ, εἰς ὅσον ἀνάγκη, προσιέμενος·
 [06998]  τί γὰρ ὄφελος ἀγαθοῦ μὴ ἐνεργοῦντος μηδὲ ἀγαθύνοντος;
 [07036]  ὥσπερ οὖν τὸ μὲν ἁπλῶς σῴζειν τῶν μέσων ἐστίν, τὸ δ' ὀρθῶς καὶ δεόντως κατόρθωμα, οὕτως καὶ πᾶσα πρᾶξις γνωστικοῦ μὲν κατόρθωμα, τοῦ δὲ ἁπλῶς πιστοῦ μέση πρᾶξις λέγοιτ' ἄν, μηδέπω κατὰ λόγον ἐπιτελουμένη μηδὲ μὴν κατ' ἐπίστασιν κατορθουμένη.
 [07150]  [6.15.126.1] ∆ιὰ πολλὰς τοίνυν αἰτίας ἐπικρύπτονται τὸν νοῦν αἱ γραφαί, πρῶτον μὲν ἵνα ζητητικοὶ ὑπάρχωμεν καὶ προσαγρυπνῶμεν ἀεὶ τῇ τῶν σωτηρίων λόγων εὑρέσει, ἔπειτα <ὅτι> μηδὲ τοῖς ἅπασι προσῆκον ἦν νοεῖν, ὡς μὴ βλαβεῖεν ἑτέρως ἐκδεξάμενοι τὰ ὑπὸ τοῦ ἁγίου [6.15.126.2] πνεύματος σωτηρίως εἰρημένα.
 [07189]  οὐ μόνον τοίνυν τοῖς ἐπιτυγχάνουσιν ἁπλῶς οὕτως δύσκολος ἡ τῆς ἀληθείας κτῆσις, ἀλλὰ καὶ ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία, μηδὲ τούτοις ἀθρόαν δίδοσθαι τὴν θεωρίαν ἡ κατὰ τὸν Μωυσέα ἱστορία διδάσκει, μέχρις ἂν ἐθισθέντες ἀντωπεῖν, καθάπερ οἱ Ἑβραῖοι τῇ δόξῃ τῇ Μωυσέως καὶ οἱ ἅγιοι τοῦ Ἰσραὴλ ταῖς τῶν ἀγγέλων ὀπτασίαις, οὕτως καὶ ἡμεῖς ταῖς τῆς ἀληθείας μαρμαρυγαῖς ἀντιβλέπειν δυνηθῶμεν.
 [07224]  ὁ δεύτερος δὲ ἐμήνυεν λόγος μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν τὸ μεγαλεῖον κράτος τοῦ θεοῦ (ὅπερ ἐστὶ τὸ ὄνομα·
 [07375]  κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον [6.17.156.4] αὐτῶν τυγχάνῃ.
 [07414]  τρίτος δέ ἐστιν ὁ τρόπος ὁ κατὰ πρόσταξιν, ὁπόταν ὁ παιδοτρίβης μηκέτι διαπλάσσων τὸν μανθάνοντα μηδὲ ἐπιδεικνὺς δι' ἑαυτοῦ τὸ πάλαισμα εἰς μίμησιν τῷ παιδί, ὡς δὲ ἤδη ἐντριβεστέρῳ, προστάττοι ἐξ ὀνόματος τὸ [6.17.161.1] πάλαισμα.
 [07812]  κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγῆς προσλαλῶμεν, ἔνδοθεν κεκράγαμεν·
 [07819]  ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν [7.7.41.3] ὑπὸ τῶν Κυρηναϊκῶν λεγομένων φιλοσόφων·
 [07844]  ἔξεστιν οὖν μηδὲ φωνῇ τὴν εὐχὴν παραπέμπειν, συντείνοντα μόνον δ' ἔνδοθεν τὸ πνευματικὸν πᾶν εἰς φωνὴν τὴν νοητὴν κατὰ τὴν ἀπερίσπαστον πρὸς τὸν θεὸν ἐπιστροφήν.
 [07867]  ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσε [7.7.46.6] ται, συνεργῶν μάλιστα πρὸς τὸ ἄπτωτος διαγενέσθαι.
 [07922]  ἔχειν γάρ, οἶμαι, χρὴ πρὸς μὲν τοὺς ἔξω τὸν βίον ἀξιόπιστον, ὡς μηδὲ ὅρκον αἰτεῖσθαι, πρὸς ἑαυτὸν δὲ καὶ τοὺς [7.8.51.3] συνιέντας εὐγνωμοσύνην, ἥτις ἐστὶν ἑκούσιος δικαιοσύνη.
 [07927]  ὁ μὲν οὖν μηδὲ ὀμνὺς πολλοῦ γε δεῖ ἐπιορκήσει, ὁ δὲ μηδὲν παραβαίνων τῶν κατὰ τὰς συνθήκας οὐδ' ἂν ὀμόσαι πώποτε, ὅπου γε τῆς τε παραβάσεως καὶ τῆς ἐπιτελέσεως ἐν τοῖς ἔργοις ἡ κύρωσις, ὥσπερ ἀμέλει τὸ ψεύδεσθαι καὶ τὸ ψευδορκεῖν ἐν τῷ λέγειν [7.8.51.6] καὶ τῷ ὀμνύναι παρὰ τὸ καθῆκον.
 [07942]  ἀδούλωτος οὗτος ἐν φόβῳ, ἀληθὴς ἐν λόγῳ, καρτερικὸς ἐν πόνῳ, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ ψεύσασθαι θέλων ποτὲ κἀν τούτῳ τὸ ἀναμάρτητον πάντοτε κατορθῶν, ἐπεὶ τὸ ψεῦδος αὐτό, ἅτε μετά τινος δόλου εἰρημένον, οὐκ ἀργός ἐστι [7.9.54.1] λόγος, ἀλλ' εἰς κακίαν ἐνεργεῖ.
 [07991]  πᾶσα οὖν ἡ διὰ τοῦ ἐπιστήμονος πρᾶξις εὐπραγία, ἡ δὲ διὰ τοῦ ἀνεπιστήμονος κακοπραγία, κἂν ἔνστασιν σῴζῃ, ἐπεὶ μὴ ἐκ λογισμοῦ ἀνδρίζεται μηδὲ ἐπί τι χρήσιμον τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων τὴν [7.10.59.6] πρᾶξιν κατευθύνει.
 [08004]  εἰκότως οὖν οὐδέποτε τὸ ἡδὺ πρὸ τοῦ συμφέροντος αἱρεῖται, οὐδ' ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή, ἐπεὶ μηδὲ τὸν Ἰωσὴφ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή, ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα, γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος, τὸ κόσμιον δὲ τοῦ ἤθους [7.11.61.3] περιβαλλόμενος.
 [08240]  οὐ γὰρ ἐπὶ τοῦ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν ἵστησι τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ ἀμνησίκακον εἶναι διδάσκει, μηδὲ εὔχεσθαι κατὰ τοῦ ἀδικήσαντος ἐπιτρέπων·
 [08304]  ἀφ' ὧν αἱ φίλαυτοι καὶ φιλόδοξοι αἱρέσεις, μὴ μαθόντων μὲν μηδὲ παρειληφότων ἀληθῶς, [7.15.91.3] οἴησιν δὲ γνώσεως εἰληφότων.
 [08329]  ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ τὸ σωτήριόν φησιν <ἰδών>, ἐν ᾗ ὥρᾳ <ἂν> ἐπιγνῷ, μὴ ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Λὼτ γυνὴ μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω·
 [08364]  μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικῆς μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀπορρᾳθυμήσαντες, ἐξ ἐπιπολῆς ἀναγνόντες [7.16.98.1] παρεπέμψαντο τὰς γραφάς.
 [08443]  [7.17.106.1] Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς [7.17.106.2] ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας.
 [08466]  ὅθεν καὶ ὀλισθηρὸν τὸ γένος τῶν τοιούτων θρεμμάτων, ὡς ἂν μὴ σχιδανοπόδων ὄντων μηδὲ τῇ διπλόῃ τῆς πίστεως ἐπερειδομένων·
 [08472]  ἀκάθαρτοι δὲ πάμπαν οἱ μὴ διχηλοῦντες μηδὲ ἀνάγοντες μηρυκισμόν.
 [08573]  μὴ ἀποκρινόμενος δὲ πρὸς τὸ ἀντερωτηθὲν μηδὲ βουλόμενος τί ποτέ ἐστιν εἰπεῖν ὃ νοῶν ἢ κατὰ τίνος ἐπιφέρων πράγματος τὸ ζῷον ὄνομα τὴν πρότασιν ἐποιήσατο, κελεύων δ' [8.4.11.4] ἡμᾶς αὐτοὺς διελέσθαι, ἐριστικὸς ὑπάρχων γνωρισθείη.
 [08694]  τὸ δ' ἄλλο εἶδος τῶν ἑτερωνύμων, οἷον ἵππος καὶ μέλας, καὶ ὄνομα καὶ λόγον ἕτερον ἀλλήλων ἔχοντα μηδὲ τοῦ ὑποκειμένου κοινωνοῦντα, ἕτερα δὴ λεκτέον, οὐχ [8.8.24.5] ἑτερώνυμα.
 [08743]  καταγέλαστον δὲ τὸ λέγειν μὴ τὸ πῦρ αἴτιον τῆς καύσεως, ἀλλὰ τὰ ξύλα, μηδὲ τὴν μάχαιραν τῆς τομῆς, ἀλλὰ τὴν σάρκα, μηδὲ τοῦ καταπαλαισθῆναι τὸν ἀθλητὴν τὴν ἰσχὺν τοῦ ἀντιπάλου, τὴν ἑαυτοῦ δὲ ἀσθένειαν.
 [08747]  μή τι οὖν οὐ κατὰ στέρησιν χρόνου ἄχρονα λέγεται ταῦτα, ἀλλὰ κατὰ μείωσιν, ὡς καὶ τὸ ἐξαίφνης, μηδὲ αὐτὸ χωρὶς χρόνου γενόμενον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»