Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μὴν [279]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μὴν


000-00-00 Serial Number=0644848585
Eclogae propheticae Ante [Go Back]  
 [00151]  [27.1] Οὐκ ἔγραφον δὲ οἱ πρεσβύτεροι μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι, μηδὲ μὴν τὸν τοῦ προσκέπτεσθαι τὰ λεχθησόμενα καιρὸν [27.2] καταναλίσκοντες εἰς γραφήν.
 [00300]  οὐ γὰρ μάρτυς γίνεταί τις, ἐὰν μὴ διωχθῇ, οὐδὲ δίκαιος φαίνεται, ἐὰν μὴ ἀδικηθεὶς μὴ ἀνταδικήσῃ, οὐδὲ μὴν ἀνεξί κακος, * * * * Κύριε, σῶσον τὸν βασιλέα, τουτέστι τὸν εἰς βασιλείαν κεχρι σμένον λαόν·
000-00-00 Serial Number=0963140428
Excerpta ex Theodoto Ante [Go Back]  
 [00085]  [1.10.1] Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώματός ἐστιν, ἀλλὰ καὶ μορφὴν ἔχει ἰδίαν καὶ σῶμα ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν πνευματικῶν ἁπάντων·
000-00-00 Serial Number=0110010505
Fragmenta Ante [Go Back]  
 [00022]  Τῶν γε μὴν τοῦ σωτῆρος ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις·
 [00023]  τῶν δὲ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμῇ φέρεται, λέγεταί γε μὴν εἷς αὐτῶν Βαρνάβας γεγονέναι, οὗ διαφόρως μὲν καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἐμνη μόνευσαν, οὐχ ἥκιστα δὲ καὶ Παῦλος Γαλάταις γράφων.
 [00139]  οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρροια τοῦ λόγου αὐτοῦ νοῦς γενόμενος τὰς τῶν ἀνθρώπων καρδίας διαπεφοίτηκε.
 [00442]  καὶ μὴν οὐ δήποτε δεῖ παύσασθαι λέγοντας καὶ ἀκούοντας περὶ θεοῦ, πλὴν ὅσον ἐφίεται ἡ πίστις, ὥστε λέγειν περὶ αὐτοῦ τὰ λεκτὰ καὶ ἀκούειν τὰ ἀκουστά.
000-00-00 Serial Number=0551663458
Paedagogus Ante [Go Back]  
 [00051]  Ναὶ μὴν καὶ καθ' αὑτὴν ἰᾶται τὴν ψυχὴν ἐντολαῖς καὶ χαρίσμασιν, ἀλλὰ ταῖς μὲν ὑποθήκαις τάχα δὴ μέλλει·
 [00087]  Ἄνευ δὲ ποιμένος οὔτε πρόβατα οὔτε ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τοῦ παιδαγωγοῦ, οὐδὲ μὴν οἰκέτας ἄνευ τοῦ δεσπότου.
 [00233]  Οὐ γὰρ μείζων τις εἴη τοῦ λόγου οὐδὲ [1.6.25.3] μὴν διδάσκαλος τοῦ μόνου διδασκάλου.
 [00279]  οὐ γάρ ἐστι ταὐτὸν αἰὼν καὶ χρόνος οὐδὲ μὴν ὁρμὴ καὶ τέλος, οὐκ ἔστιν·
 [00333]  Οὐχ ἡλικίας μέγεθος ἀτελές, ἀλλ' οὐδὲ μὴν χρόνου μέτρον ὡρισμένον, ἀλλ' οὐδὲ ἀνδρικῶν καὶ ἐντελεστέρων μαθημάτων διδαχὰς ἄλλας ἀπορρήτους αἰνίττεται, τὴν νηπιότητα ὑπερόριον ἀποστέλλων ὁ καταργεῖν αὐτὴν ὁμολογῶν ἀπόστολος, ἀλλὰ νηπίους μὲν τοὺς ἐν νόμῳ λέγει, οἳ τῷ φόβῳ, καθάπερ οἱ παῖδες τοῖς μορμολυκείοις, ἐκταράττονται, ἄνδρας δὲ τοὺς λόγῳ πειθηνίους καὶ αὐτεξουσίους κέκληκεν·
 [00389]  Οὐ μὴν ἀλλὰ καὶ τῇδε ἐκλαμβάνουσιν ἡμῖν γάλα νοεῖσθαι τὸ κήρυγμα δύναται τὸ ἐπὶ πλεῖστον κεχυμένον, βρῶμα δὲ ἡ πίστις εἰς θεμέλιον ἐκ κατηχήσεως συνεστραμμένη, ἣ δὴ στερεμνιωτέρα τῆς ἀκοῆς ὑπάρχουσα βρώματι ἀπεικάζεται, ἐν [1.6.38.2] αὐτῇ σωματοποιουμένη τῇ ψυχῇ.
 [00406]  Ἀμέλει γοῦν οὐ τροφιμώτερον ἄλλο τι οὐδὲ μὴν γλυκύτερον ἀλλ' οὐδὲ λευκότερον εὕροις ἂν γάλακτος.
 [00495]  Ὡς δ' ἐξ αἵματος γάλα κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφές, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ποιμνίων ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν.
 [00499]  [1.6.50.3] Ναὶ μὴν καὶ συγγένειάν τινα πρὸς τὸ ὕδωρ φυσικωτάτην ἔχει τὸ γάλα, καθάπερ ἀμέλει πρὸς τὴν πνευματικὴν τροφὴν τὸ λου τρὸν τὸ πνευματικόν·
 [00508]  Ναὶ μὴν ἐπιμίγνυται τὸ γάλα καὶ οἴνῳ τῷ γλυκεῖ, ἐπωφελὴς δὲ ἡ μῖξις, καθάπερ ἀνακιρναμένου τοῦ πάθους εἰς ἀφθαρσίαν·
 [00634]  οὐ γὰρ δήπου μισεῖ μέν τι, βούλεται δὲ αὐτὸ εἶναι, ὃ μισεῖ, οὐδὲ βούλεται μέν τι μὴ εἶναι, αἴτιος δὲ γίνεται τοῦ εἶναι αὐτό, ὃ βούλεται μὴ εἶναι, οὐδὲ μὴν οὐ βούλεται μέν τι μὴ εἶναι, τὸ δὲ ἔστιν.
 [00745]  Ναὶ μὴν ὅτι ἀγαθὸς αὐτὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, ὁ αὐτὸς πάλιν ὁμολογήσει λόγος, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς, καὶ προσέτι γίνεσθε οἰκτίρμονες λέγων, καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν, οὐ μὴν ἀλλὰ καὶ ὁπηνίκα διαρρήδην λέγει οὐδεὶς ἀγαθός, εἰ μὴ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς·
 [00989]  Ναὶ μὴν καὶ δι' Ἱερεμίου τὴν φρόνησιν ἐξηγεῖται, μακάριοί ἐσμεν, Ἰσραήλ, λέγων, ὅτι τὰ ἀρεστὰ τῷ θεῷ γνωστὰ ἡμῖν ἐστι, γνωστὰ δὲ διὰ τοῦ λόγου, δι' ὃν μακάριοι καὶ φρόνιμοι.
 [01000]  Ναὶ μὴν καὶ ἐπὶ τὴν γνῶσιν παρακαλεῖ διὰ μὲν τοῦ Ἱερεμίου λέγων·
 [01081]  Ναὶ μὴν τὸ κορυφαιότατον, αὐτὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν, ὡς ἐξ ἀνάγκης εἶναι τὸ πλημμελούμενον πᾶν διὰ τὴν τοῦ λόγου διαμαρτίαν [1.13.101.3] γινόμενον εἰκότως καλεῖσθαι ἁμάρτημα.
 [01162]  [2.1.7.4] Ναὶ μὴν προστρίβονται βλασφημίας δυσανασχέτους αἱ περὶ τὰς καρυκείας ἡδοναί, λιχνείαν, λαιμαργίαν, ὀψοφαγίαν, ἀπληστίαν, ἀδηφαγίαν.
 [01341]  καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, [2.2.24.2] μεθύων ὁ Θηβαῖος ἔλεγεν γέρων·
 [01460]  Ναὶ μὴν καὶ τορευτῶν περίεργος ἐφ' ὑέλῳ κενοδοξία εἰς θραῦσιν διὰ τέχνης ἑτοιμοτέρᾳ δεδιέναι τε ἅμα καὶ πίνειν διδάσκουσα περιοριστέα τῆς εὐνομίας ἡμῶν·
 [01485]  Ἀναξιοπαθήσει δὲ ἄρα καὶ ἡ τράπεζα ἡ ἐξ ἐλέφαντος τοὺς πόδας ἐσκευασμένη ὀβολιαῖον ἄρτον βαστάσασα, οὐδὲ μὴν ὁ λύχνος διακονήσει τὸ φῶς, ὅτι κεραμέως, οὐ χρυσοχόου ἔργον ἐστίν.
 [01560]  Τὸ γὰρ οὐκ ἔστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρὸν οὐδὲ μὴν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν κἀνταῦθ' ἂν ἁρμόσαι·
 [01582]  Οὔτε γὰρ ἀεὶ γελαστέον ἄμετρον γάρ οὔτε πρεσβυτέρων ἤ τινων ἑτέρων ἐντροπῆς ἀξίων παρόντων, εἰ μὴ ἄρα τι αὐτοὶ εἰς τὸ διαχέαι ἡμᾶς χαριεντίσαιντο, οὔτε μὴν πρὸς τοὺς τυχόντας γελαστέον οὐδ' ἐν παντὶ τόπῳ οὐδὲ μὴν πᾶσιν οὐδὲ ἐπὶ πᾶσιν.
 [01616]  ∆ιειλήφαμεν δὲ βαθυτέρω λόγῳ ὡς ἄρα οὔτε ἐν τοῖς ὀνόμασιν οὐδὲ μὴν ἐν τοῖς συνουσιαστικοῖς μορίοις καὶ τῇ κατὰ γάμον συμπλοκῇ, καθ' ὧν κεῖται τὰ ὀνόματα τὰ περὶ τὴν συνήθειαν οὐ τετριμμένα, ἡ τοῦ ὄντως αἰσχροῦ προσηγορία τάττεται·
 [01617]  οὐδὲ γὰρ γόνυ καὶ κνήμη τὰ μέλη ταῦτα οὐδὲ μὴν τὰ ἐπ' αὐτοῖς ὀνόματα καὶ ἡ δι' αὐτῶν ἐνέργεια αἰσχρά ἐστιν μέλη δὲ καὶ τὰ αἰδοῖα τοῦ ἀνθρώπου, αἰδοῦς, οὐκ αἰσχύνης κατηξιωμένα·
 [01622]  Ναὶ μὴν καὶ τὴν φλύαρον [2.6.52.4] ἀδολεσχίαν κατασιγαστέον.
 [01654]  εἰ δὲ καὶ καθέζοιντο, μὴ ἐναλλὰξ τὼ πόδε ἐχόντων μηδὲ μὴν θάτερον τοῖν μηροῖν θατέρῳ ἐπιφερόντων ἢ τὴν χεῖρα τῷ γενείῳ ὑπερειδόντων·
 [01659]  Οὔκουν προεκπηδητέον ὑπὸ λαιμαργίας ἀναπειθομένους ποτὲ οὐδὲ μὴν ἐπιγλιχομένους παρεκτείνειν μέχρι πολλοῦ χρή, τῇ ἐφυστερήσει τὴν ἀκρασίαν ὁμολογοῦντας, ἀλλ' οὐδὲ ἐν τῷ μεταξὺ προσκειμένους φαίνεσθαι καθάπερ τὰ θηρία τῇ βορᾷ οὐδὲ μὴν πλείονος ὄψου προσφέρεσθαι·
 [01713]  Ναὶ μὴν καὶ τῶν ὤτων οἱ γαργαλισμοὶ καὶ τῶν πταρμῶν οἱ ἐρεθισμοὶ ὑώδεις εἰσὶ κνησμοί, πορνείας ἀκολάστου μελετητικοί.
 [01818]  Ναὶ μὴν [2.8.70.4] καὶ τὸ τερπνὸν τῆς ἀνθήσεως οἱ καταστεφθέντες ἀπολλύουσιν.
 [01819]  Οὔτε γὰρ ἀπολαύουσι τῆς ὄψεως οἱ ἀναδούμενοι τὸν στέφανον ὑπὲρ τὰς ὄψεις οὐδὲ μὴν τῆς εὐωδίας οἱ ἀπελαύνοντες ὑπὲρ τὰς ἀναπνοὰς τὰ ἄνθη·
 [01836]  Ναὶ μὴν ὁ κρόκος καὶ τῆς κύπρου τὸ ἄνθος εἰς ὕπνον [2.8.71.5] ἄλυπον ὑπάγετον.
 [01870]  Ναὶ μὴν καὶ σύμβολόν ἐστι δεσποτικοῦ κατορθώματος, βαστάσαντος αὐτοῦ τῇ κεφαλῇ καὶ τῷ ἡγεμονικῷ τοῦ σώματος πάντα ἡμῶν τὰ πονηρά, δι' ὧν ἐκεντούμεθα·
 [01901]  Ἔτι γε μὴν οἱ ἀργυρόποδες σκίμποδες πολλῆς ἀλαζονείας εἰσὶν κατήγοροι, καὶ ὁ ἐν τοῖς κλινιδίοις ἐλέφας ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἁγίοις ἀνθρώποις ἀναπαύσεως τέχνασμα βλακικόν.
 [01925]  ὁ δὲ τὸ φῶς ἔχων ἐγρήγορεν, καὶ ἡ σκοτία αὐτὸν οὐ καταλαμβάνει, οὐδὲ μὴν ὕπνος, ἐπεὶ μὴ σκότος.
 [01959]  οὐδὲ μὴν εἰς πέτρας σπαρτέον οὐδὲ καθυβριστέον τὸ σπέρμα, ἀρχηγὸν γενέσεως οὐσίαν, συνεσπαρμένους ἔχουσαν τῆς φύσεως τοὺς λογισμούς·
 [01962]  Οὐ βούλεται τῆς ποιότητος αὐτῶν μεταλαμβάνειν τὸν ἄνθρωπον οὐδὲ μὴν τῆς ἴσης ἀσελγείας [2.10.83.5] ἀπογεύσασθαι·
 [02032]  μηδὲ μὴν ἅπτεσθαί τινος πλὴν γαμετῆς τὸ παράπαν τῆς ἑαυτοῦ γυναικός, ἐξ ἧς μόνης καρποῦσθαι τὰς σαρκὸς ἡδονὰς δίκαιον εἰς διαδοχὰς γνησίας.
 [02034]  Θείας γέ τοι μοίρας τῆς δημιουργικῆς μεταλαβόντας σπέρμα οὐκ ἐκριπτέον οὐδὲ καθυβριστέον οὐδὲ μὴν κερασβόλα σπαρτέον.
 [02036]  Οὐ γάρ πω εὔλογον τῷ ἀποκαθάρματι τοῦ σώματος τὸ γονιμώτατον τοῦ σπέρματος καὶ μετ' ὀλίγον ἄνθρωπον ὂν μολύνειν οὐδὲ μὴν ἀποκλύζειν τῷ ῥυπαρῷ τῆς ὕλης ῥεύματι καὶ ἀποκαθάρματι σπέρμα δὲ γενέσεως εὐφυοῦς τῶν τῆς μήτρας ἀποστερούμενον αὐλάκων.
 [02056]  ναὶ μὴν καὶ ἀχλὺν περισκεδάννυσι τοῖς αἰσθητηρίοις, [2.10.94.3] κόπτει δὲ καὶ τοὺς τόνους.
 [02081]  Οὐ μὴν οὐδ' ὡς ἐν σκότῳ νύκτωρ ἀκολαστητέον, ἀλλ' ἐγκαθειρκτέον [2.10.97.2] τῇ ψυχῇ τὸ αἰδῆμον οἱονεὶ φῶς τοῦ λογισμοῦ·
 [02094]  Οἶκον δὲ καὶ πόλιν, ἐν ᾗ ἀσελγαίνουσιν, ναὶ μὴν καὶ ἡ παρ' ὑμῖν ποιητικὴ ὀνειδίζουσά πως γράφει·
 [02127]  [2.10.101.1] Οὐκ ἄρα ποτὲ θνητῶς βιωτέον ἁγιαζομένους θεῷ οὐδὲ μήν, ὥς φησιν ὁ Παῦλος, οὐ χρὴ πόρνης ποιεῖν μέλη τὰ τοῦ Χριστοῦ μέλη οὐδὲ μὴν νεὼν τῶν παθῶν τῶν αἰσχρῶν τὸν νεὼν τοῦ θεοῦ [2.10.101.2] ποιητέον.
 [02133]  [2.10.102.1] Οὔκουν ἀφροδισίων ἡττᾶσθαι δίκαιον οὐδὲ μὴν κεχηνέναι περὶ τὰς ἐπιθυμίας, ἀλλ' οὐδὲ ἐκπαθαίνεσθαι περὶ τὰς ἀλόγους ὀρέξεις οὐδὲ ἐπιθυμεῖν μολύνεσθαι.
 [02393]  οὔτε γὰρ θέμις βιάζεσθαι τὴν φύσιν, παρ' ὃ βεβούληται, οὔτε μὴν ἄλλος ἀμείνων ἂν εἴη τῶν ὤτων κόσμος εἰς τοὺς κατὰ φύσιν τῆς [2.12.129.4] ἀκοῆς καταβαίνων πόρους κατηχήσεως ἀληθοῦς.
 [02500]  τοῖς δὲ φιλοχρύσοις καὶ φιλοπορφύροις καὶ φιλολίθοις οὔτε ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸς αὐτάρκης οὔτε ἡ Τυρίων θάλαττα οὔτε μὴν ὁ φόρτος ὁ ἀπ' Ἰνδῶν καὶ Αἰθιόπων, ἀλλ' οὐδὲ ὁ [3.2.10.2] Πακτωλὸς ὁ ῥέων τὸν πλοῦτον.
 [02531]  Οὐκ ἦν παιδαγωγὸς αὐτοῖς ἀνακόπτων τὰς ἐπιθυμίας οὐδὲ μὴν ὁ λέγων·
 [02598]  ἠρίθμηνται δὲ καὶ αἱ ἐπὶ τῷ γενείῳ καὶ μὴν καὶ αἱ παρ' ὅλον τὸ σῶμα.
 [02700]  ναὶ μὴν καὶ εἰς τὰς ἐξιτήλους βαφὰς καὶ εἰς τὰ ἀργυρώνητα ἀνδράποδα σπαθῶσι καὶ διαρρίπτουσι τὰ χρήματα, δίκην ὀρνίθων κεκορεσμένων τὰ τοῦ βίου σκαλεύουσαι κόπρια.
 [02706]  ναὶ μὴν καὶ ἐσχαρίδες [3.5.31.2] ἀνθράκων·
 [02754]  Καὶ μὴν τὰ μὲν ἀγαθὰ ἔστω μόνοις κτητὰ τοῖς ἀγαθοῖς, ἀγαθοὶ δὲ οἱ Χριστιανοί·
 [02857]  [3.9.47.1] Οὐδὲ μὴν ἑκάστοτε λουτέον, ἀλλ' εἴτε λίαν τις εἴη κενὸς ἢ αὖ πλήρης ἄγαν, παραιτητέον τὸ βαλανεῖον·
 [02858]  ναὶ μὴν κατὰ τὴν τοῦ σώματος ἡλικίαν καὶ τοῦ ἔτους τὴν ὥραν·
 [02863]  Λούειν δὲ δεῖ μάλιστα μὲν τὴν ψυχὴν καθαρσίῳ λόγῳ, καὶ τὸ σῶμα δὲ ἔσθ' ὅτε διὰ τὴν ἄσιν τὴν ἐπιφυομένην αὐτῷ, οὐ μὴν ἀλλ' ἔσθ' ὅτε καὶ ὑπεκλύειν τοὺς καμάτους.
 [02880]  οὐδὲ μὴν περὶ τοὔψον ἀσχολεῖσθαι, ὅπως θυμῆρες ᾖ τἀνδρί, ὄνειδος οἰκουρῷ [3.10.49.4] γαμετῇ καὶ βοηθῷ.
 [02902]  Οὔτ' οὖν παντάπασιν ἀργὸν εἶναι χρὴ οὐδὲ μὴν παντελῶς ἐπίπονον.
 [02959]  οὐ γὰρ εἰδώλων πρόσωπα ἐναποτυπωτέον, οἷς καὶ τὸ προσέχειν ἀπείρηται, οὐδὲ μὴν ξίφος ἢ τόξον τοῖς [3.11.60.1] εἰρήνην διώκουσιν ἢ κύπελλα τοῖς σωφρονοῦσιν.
 [02979]  Οὐκοῦν οὐδὲ βαπτέον τὰς τρίχας οὐδὲ μὴν τὰς πολιὰς μεταχρωστέον·
 [03058]  Οὐδὲ μὴν καθάπερ [3.11.74.2] ὑποζυγίοις τοῖς οἰκέταις χρηστέον τῷ ὑγιαίνοντι.
 [03067]  Κωλυτέα γε μὴν ἔτι καὶ ἡ διὰ τῶν κύβων παιδιά, πρὸς δὲ καὶ ἡ διὰ τῶν ἀστραγάλων μελέτη πλεονεξίας, ἣν μεταχειρίζεσθαι φιλοῦσι.
 [03091]  Οὐκέτι γὰρ παιδιαὶ αἱ φιλοδοξίαι ἀνηλεεῖς εἰς τοσοῦτον θανατῶσαι, ἀλλ' οὐδὲ αἱ κενοσπουδίαι καὶ αἱ ἀλόγιστοι φιλοτιμίαι, πρὸς δὲ καὶ αἱ μάταιοι καταναλώσεις τῆς οὐσίας, οὐδὲ μὴν αἱ [3.11.78.1] ἐπὶ τούτοις στάσεις ἔτι παιδιαί.
 [03137]  Ἀλλὰ μὴν καὶ οἱ κατὰ τὰς ὁδοὺς τῶν ἀγαπητῶν ἀσπασμοὶ παρρησίας ἀνοήτου γέμοντες καταφανῶν τοῖς ἐκτὸς εἶναι βουλομένων οὐδὲ [3.11.82.3] ἐλαχίστης μετέχουσι χάριτος.
 [03188]  [3.12.88.2] Ναὶ μὴν καὶ πρὸς τὸν πυθόμενον, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
 [03191]  Οὐ μὴν ἀλλὰ διαιρετικώτερον τὸ φιλάνθρωπον τοῦ παιδαγωγοῦ διὰ τῶν ποικίλων καὶ σωτηρίων ἐντολῶν παραθετέον, ὡς ἔχοιμεν πρὸς ἀφθόνου διατάξεως τῶν γραφῶν καὶ τῆς σωτηρίας ἑτοιμοτέραν τὴν εὕρεσιν.
 [03218]  [3.12.90.3] Ναὶ μὴν καὶ περὶ θυσιῶν·
 [03242]  Ναὶ μὴν καὶ περὶ ἀγάπης·
000-00-00 Serial Number=0017415047
Protrepticus Ante [Go Back]  
 [00026]  Αἴδει δέ γε ὁ Εὔνομος ὁ ἐμὸς οὐ τὸν Τερπάνδρου νόμον οὐδὲ τὸν Κηπίωνος, οὐδὲ μὴν Φρύγιον ἢ Λύδιον ἢ ∆ώριον, ἀλλὰ τῆς καινῆς ἁρμονίας τὸν ἀίδιον νόμον, τὸν φερώνυμον τοῦ θεοῦ, τὸ ᾆσμα τὸ καινόν, τὸ Λευιτικόν, νηπενθές τ' ἄχολόν τε, κακῶν ἐπίληθες ἁπάντων·
 [00028]  [1.3.1] Ἐμοὶ μὲν οὖν δοκοῦσιν ὁ Θρᾴκιος ἐκεῖνος Ὀρφεὺς καὶ ὁ Θηβαῖος καὶ ὁ Μηθυμναῖος, ἄνδρες τινὲς οὐκ ἄνδρες, ἀπατηλοὶ γεγονέναι, προσχήματι μουσικῆς λυμηνάμενοι τὸν βίον, ἐντέχνῳ τινὶ γοητείᾳ δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικο δομῆσαι τὴν σκαιότητα τοῦ ἔθους, τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ' οὐρανὸν πεπολιτευμένων ᾠδαῖς καὶ ἐπῳδαῖς ἐσχάτῃ δουλείᾳ καταζεύξαντες.
 [00047]  ναὶ μὴν καὶ πυρὸς ὁρμὴν ἐμάλαξεν ἀέρι, οἱονεὶ ∆ώριον ἁρμονίαν κεράσας Λυδίῳ·
 [00053]  Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ εἰδώλων, πολλοῦ γε ἔδει ὑμνεῖν αὐτὸν τοὺς δαίμονας ἀληθεῖ πρὸς αὐτοῦ διωκομένους μουσικῇ, ᾗ τοῦ Σαοὺλ ἐνεργουμένου ἐκεῖνος ᾄδων μόνον αὐτὸν ἰάσατο.
 [00066]  Εἴτ' οὖν ἀρχαίους τοὺς Φρύγας διδάσκουσιν αἶγες μυθικαί, εἴτε αὖ τοὺς Ἀρκάδας οἱ προσελήνους ἀναγράφοντες ποιηταί, εἴτε μὴν αὖ τοὺς Αἰγυπτίους οἱ καὶ πρώτην ταύτην ἀναφῆναι τὴν γῆν θεούς τε καὶ ἀνθρώπους ὀνειρώσσοντες·
 [00129]  ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ [2.11.3] Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδιδόσθων.
 [00278]  Ναὶ μὴν Ἀπόλλωνα ὁ μὲν Ἀριστοτέλης πρῶτον Ἡφαίστου καὶ Ἀθηνᾶς (ἐνταῦθα δὴ οὐκέτι παρθένος ἡ Ἀθηνᾶ), δεύτερον ἐν Κρήτῃ τὸν Κύρβαντος, τρίτον τὸν ∆ιὸς καὶ τέταρτον τὸν Ἀρκάδα τὸν Σιληνοῦ·
 [00383]  ναὶ μὴν καὶ τὸν Ἀιδωνέα ὑπὸ Ἡρακλέους τοξευθῆναι Ὅμηρος λέγει καὶ τὸν Ἥλιον[Αὐγέαν] Πανύασσις ἱστορεῖ.
 [00389]  ∆ιὸ τράπεζαι καὶ μέθαι καὶ γέλωτες καὶ συνουσίαι, οὐκ ἂν ἀφροδισίοις χρωμένων ἀνθρωπίνοις οὐδὲ παιδοποιουμένων οὐδὲ μὴν ὑπνωσσόντων, εἰ ἀθάνατοι καὶ ἀνενδεεῖς καὶ ἀγήρῳ ὑπῆρχον.
 [00434]  σέβουσι δὲ αὐτῶν Συηνῖται φάγρον τὸν ἰχθύν, μαιώτην δὲ (ἄλλος οὗτος ἰχθύς) οἱ τὴν Ἐλεφαντίνην οἰκοῦν τες, Ὀξυρυγχῖται τὸν φερώνυμον τῆς χώρας αὐτῶν ὁμοίως ἰχθύν, ἔτι γε μὴν Ἡρακλεοπολῖται ἰχνεύμονα, Σαῗται δὲ καὶ Θηβαῖοι πρόβατον, Λυκοπολῖται δὲ λύκον, Κυνοπολῖται [2.39.6] δὲ κύνα, τὸν Ἆπιν Μεμφῖται, Μενδήσιοι τὸν τράγον.
 [00442]  Οὐδὲ μὴν Σαμίων ἐκλήσομαι (πρόβατον, ὥς φησιν Εὐφορίων, σέβουσι Σάμιοι) οὐδέ γε τῶν τὴν Φοινίκην Σύρων κατοικούντων, ὧν οἳ μὲν τὰς περιστεράς, οἳ δὲ τοὺς ἰχθῦς οὕτω σέβουσι περιττῶς ὡς Ἠλεῖοι τὸν ∆ία.
 [00508]  Ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται, οὐδὲ μὴν τὸν ἐν Τελμισσῷ βωμὸν τοῦ Ἀπόλλωνος·
 [00524]  οὐ μὴν ἀλλὰ καὶ ἀποδείξεως ποσῆς [4.47.2] ἐπιδεομένου τοῦ τόπου οὐ παραιτητέον.
 [00533]  Καὶ μὴν Τελεσίου τοῦ Ἀθηναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνῳ προσκυνούμενα.
 [00588]  Πολλὰ δέ ἐστι τῶν ζῴων, ὅσα οὐδὲ ὅρασιν ἔχει οὔτε ἀκοὴν οὔτε μὴν φωνήν, οἷον καὶ τὸ τῶν ὀστρέων γένος, ἀλλὰ ζῇ γε καὶ αὔξεται, πρὸς δὲ καὶ τῇ σελήνῃ συμπάσχει·
 [00599]  Αἱ δὲ χελιδόνες καὶ τῶν ὀρνέων τὰ πλεῖστα κατεξερῶσιν αὐτῶν τῶν ἀγαλμάτων εἰσπετόμενα, οὐδὲν φροντίσαντα οὔτε Ὀλυμπίου ∆ιὸς οὔτε Ἐπιδαυρίου Ἀσκληπιοῦ οὐδὲ μὴν Ἀθηνᾶς Πολιάδος ἢ Σαράπιδος Αἰγυπτίου·
 [00604]  Ἀλλ' οὔτι γε τὸ πῦρ καὶ οἱ σεισμοὶ κερδαλέοι, οὐδὲ μὴν φοβοῦνται ἢ δυσωποῦνται οὐ τοὺς δαίμονας, οὐ τὰ ἀγάλματα, οὐ μᾶλλον ἢ τὰς ψηφῖδας τὰς παρὰ τοῖς αἰγιαλοῖς [4.53.2] σεσωρευμένας τὰ κύματα.
 [00675]  ∆ραστήριος μὲν ἡ δημιουργική, ἀλλ' οὐχ οἵα τε ἀπατῆσαι λογικὸν οὐδὲ μὴν τοὺς κατὰ λόγον βεβιωκότας·
 [00686]  Τοσούτων ὑμῖν οἱ δημιουργοὶ ἀθυρμάτων ὀλεθρίων οἱ λιθοξόοι καὶ οἱ ἀνδριαντοποιοὶ γραφεῖς τε αὖ καὶ τέκτονες καὶ ποιηταί, πολύν τινα καὶ τοιοῦτον ὄχλον παρεισάγοντες, κατ' ἀγροὺς μὲν Σατύρους καὶ Πᾶνας, ἀνὰ δὲ τὰς ὕλας Νύμφας τὰς ὀρειάδας καὶ τὰς ἁμαδρυάδας, ναὶ μὴν ἀλλὰ καὶ περὶ τὰ ὕδατα καὶ περὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς Ναΐδας καὶ περὶ τὴν θάλατταν [4.58.3] τὰς Νηρεΐδας.
 [00751]  ἀγάλματα μὲν θεῶν οὐ ξύλα καὶ λίθους ὑπειλήφασιν ὥσπερ Ἕλληνες οὐδὲ μὴν ἴβιδας καὶ ἰχνεύμονας καθάπερ Αἰγύπτιοι, ἀλλὰ πῦρ τε καὶ ὕδωρ ὡς φιλόσοφοι.
 [00760]  Οὐδὲ μὴν τοὺς ἀπὸ τῆς Στοᾶς παρελεύ σομαι διὰ πάσης ὕλης καὶ διὰ τῆς ἀτιμοτάτης τὸ θεῖον διήκειν λέγοντας, οἳ καταισχύνουσιν ἀτεχνῶς τὴν φιλοσο [5.66.4] φίαν.
 [00814]  οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ' αὐτὸς ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.
 [00944]  Καὶ μὴν ὅ γε θεὸς οὗτος, ὃς ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν·
 [01122]  Οὐδείς που τούτων ἔμπνουν εἰκόνα δεδημιούρ γηκεν, οὐδὲ μὴν ἐκ γῆς μαλθακὴν ἐμάλαξε σάρκα.
 [01163]  Ὡς δὲ οὐκ ἔστι θεὸς ἡ ἅλως καὶ ὡς οὐκ ἔστι θεὸς ἡ ἶρις, ἀλλὰ πάθη ἀέρων καὶ νεφῶν, καὶ ὃν τρόπον οὐκ ἔστιν ἡμέρα θεός, οὐδὲ μὴν οὐδὲ ἐνιαυτὸς οὐδὲ χρόνος ὁ ἐκ τούτων συμπληρούμενος, οὕτως οὐδὲ ἥλιος οὐδὲ σελήνη, οἷς ἕκαστον τῶν προειρημένων [10.102.2] διορίζεται.
 [01168]  οὐδὲ μὴν κῆρα οὐδὲ [10.102.4] εἱμαρμένην οὐδὲ μοίρας θεὰς ἐνδίκως ἐρεῖτε.
 [01173]  [10.103.1] Εἰ δὴ οὖν τούτων οὐδὲ ἓν θεὸς εἶναι νομίζεται οὐδὲ μὴν ἐκείνων τῶν χειροκμήτων καὶ ἀναισθήτων πλασμάτων, πρόνοια δέ τις περὶ ἡμᾶς καταφαίνεται δυνάμεως θεϊκῆς, λείπεται οὐδὲν ἄλλο ἢ τοῦτο ὁμολογεῖν, ὅτι ἄρα ὄντως μόνος ἔστι τε καὶ ὑφέστηκεν ὁ μόνος ὄντως ὑπάρχων θεός.
 [01176]  Τρὶς γὰρ μύριοί εἰσιν ὡς ἀληθῶς ἐπὶ χθονὶ πουλυβοτείρῃ δαίμονες οὐκ ἀθάνατοι οὐδὲ μὴν θνητοί (οὐδὲ γὰρ αἰσθήσεως, ἵνα καὶ θανάτου, μετειλήφασιν), λίθινοι δὲ καὶ ξύλινοι δεσπόται ἀνθρώπων, ὑβρίζοντες καὶ παρασπον [10.103.3] δοῦντες τὸν βίον διὰ τῆς συνηθείας.
 [01350]  [12.118.5] Καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας βακχεύων ἔλεγέν τις εἰδώλοις, ἀγνοίᾳ μεθύων ἀκράτῳ ἐγὼ δ' αὐτὸν οἰκτείραιμι παροινοῦντα καὶ τὸν οὕτω παρα νοοῦντα ἐπὶ σωτηρίαν παρακαλέσαιμι σωφρονοῦσαν, ὅτι καὶ κύριος μετάνοιαν ἁμαρτωλοῦ καὶ οὐχὶ θάνατον ἀσπάζεται.
 [01402]  οὐδὲ μὴν συγκρίνεσθαι θέμις ζωὴν ἀπωλείᾳ.
000-00-00 Serial Number=0935528934
Quis dives salvetur Ante [Go Back]  
 [00023]  οὕτως τις καὶ τὴν ἐπίγειον ταύτην περιβεβλημένος περιβολὴν μήτε τὴν ἀρχὴν ἑαυτὸν τῶν ἄθλων τοῦ σωτῆρος ἐκκηρυσσέτω, πιστός γε ὢν καὶ τὸ μεγαλεῖον συνο ρῶν τῆς τοῦ θεοῦ φιλανθρωπίας, μήτε μὴν αὖθις ἀνάσκητος καὶ ἀναγώνιστος μείνας ἀκονιτὶ κἀνιδρωτὶ τῶν στεφάνων τῆς ἀφθαρσίας [3.6] ἐλπιζέτω μεταλαβεῖν·
 [00128]  ἀλλὰ μὴν αὐτός τε ἐπιξενοῦται Ζακχαίῳ καὶ Λευεὶ καὶ Ματ θαίῳ τοῖς πλουσίοις καὶ τελώναις, καὶ τὰ μὲν χρήματα αὐτοὺς οὐ κελεύει μεθεῖναι, τὴν δὲ δικαίαν χρῆσιν ἐπιθεὶς καὶ τὴν ἄδικον ἀφελὼν [13.6] καταγγέλλει·
 [00282]  τοῦτο πολύχουν μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτησιν ἀπαιτεῖ·
 [00292]  [27.1] οὐ μὴν ἀλλὰ τό γε φαινόμενον πρῶτον καὶ δι' ὃ λέλεκται τῆς παρα βολῆς παρεχέσθω.
 [00368]  οὐ μὴν οὐδ' εἶπεν ὁ κύριος·
 [00397]  οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ' ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι, κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια, καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος φῶς τοῦ κόσμου καὶ ἅλας τῆς [36.2] γῆς καλεῖ.
000-00-00 Serial Number=0172581315
Stromata Ante [Go Back]  
 [00162]  ναὶ μὴν καὶ <ἡ> συναφὴ τῶν δογμάτων διὰ τῆς ἀντιπαραθέσεως τὴν ἀλήθειαν μνηστεύεται, δι' ἧς ἐξηκολούθηκεν ἡ γνῶσις, οὐ κατὰ προηγούμενον λόγον τῆς φιλοσοφίας παρεισελθούσης, διὰ δὲ τὸν ἀπὸ τῆς γνώσεως καρπόν.
 [00404]  οὔτ' οὖν βλασφημητέος ὁ εὐποιητικὸς πρὸς τοῦ εὖ λέγειν δυναμένου οὐδὲ μὴν κακιστέος ὁ οἷός τε εὖ λέγειν πρὸς τοῦ εὖ ποιεῖν [1.10.46.4] ἐπιτηδείου·
 [00604]  ναὶ μὴν καὶ περὶ αὑτοῦ ᾑ σεμνυνόμενός φησί που ἐπὶ τῇ πολυμαθία·
 [00617]  ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς οἰκοδομούμενοι [1.15.71.2] ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐποιήσαντο.
 [00630]  [1.15.72.4] τούτων ἁπάντων πρεσβύτατον μακρῷ τὸ Ἰουδαίων γένος, καὶ τὴν παρ' αὐτοῖς φιλοσοφίαν ἔγγραπτον γενομένην προκατάρξαι τῆς παρ' Ἕλλησι φιλοσοφίας διὰ πολλῶν ὁ Πυθαγόρειος ὑποδείκνυσι Φίλων, οὐ μὴν ἀλλὰ καὶ Ἀριστόβουλος ὁ Περιπατητικὸς καὶ ἄλλοι πλείους, [1.15.72.5] ἵνα μὴ κατ' ὄνομα ἐπιὼν διατρίβω.
 [00656]  ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον (ἔστι δὲ μάχαιρα καμπύλη) καὶ πρῶτοι πέλταις ἐπὶ τῶν [1.16.75.6] ἵππων ἐχρήσαντο.
 [00683]  [1.16.78.2] Ναὶ μὴν ὀψέ ποτε εἰς Ἕλληνας ἡ τῶν λόγων παρῆλθε διδασκαλία τε καὶ γραφή.
 [00687]  ναὶ μὴν ἴαμβον μὲν ἐπενόησεν Ἀρχίλοχος ὁ Πάριος, χωλὸν δὲ ἴαμβον Ἱππῶναξ ὁ Ἐφέσιος,καὶ τραγῳδίαν μὲν Θέσπις ὁ Ἀθηναῖος, κωμῳδίαν δὲ Σουσαρίων ὁ [1.16.79.2] Ἰκαριεύς.
 [00723]  ἀλλ' ὃ μὲν διὰ μῆνιν (ἐπ' αὐτῷ δὲ ἦν καὶ μηνίειν καὶ [1.17.83.2] μὴ) καὶ μὴν οὐκ ἀπεῖρξε τὸ πῦρ, καὶ ἴσως συναίτιος·
 [00748]  μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα [1.17.86.3] βλαβερὰν αὐτὴν γενέσθαι·
 [00811]  οὐ μὴν ἁπλῶς πᾶσαν φιλοσοφίαν ἀποδεχόμεθα, ἀλλ' ἐκείνην περὶ ἧς καὶ ὁ παρὰ Πλάτωνι λέγει Σωκράτης·
 [00827]  εἴτ' αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι, τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν, καθὸ καὶ τὴν δικαιοσύνην φυσικὴν εἰρήκαμεν, εἴτε μὴν κοινὸν ἐσχηκέναι νοῦν, τίς ὁ τούτου πατὴρ καὶ τῆς κατὰ τὴν τοῦ [1.19.94.3] νοῦ διανομὴν δικαιοσύνης σκοπήσωμεν.
 [00829]  ναὶ μὴν κατ' ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαί τινα τοῖς [1.19.94.4] φιλοσόφοις.
 [00870]  εἰ δὲ καὶ διαστέλλεσθαι ἡμᾶς διὰ τοὺς φιλεγκλήμονας δεήσει, συναίτιον <τὴν> φιλοσοφίαν καὶ συνεργὸν λέγοντες τῆς ἀληθοῦς καταλήψεως, ζήτησιν οὖσαν ἀληθείας, προπαιδείαν αὐτὴν ὁμολογήσομεν τοῦ γνωστικοῦ, οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδ' ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν, ἐπεὶ σχεδὸν οἱ πάντες ἄνευ τῆς ἐγκυκλίου παιδείας καὶ φιλοσοφίας τῆς Ἑλληνικῆς, οἳ δὲ καὶ ἄνευ γραμμάτων, τῇ θείᾳ καὶ βαρβάρῳ κινηθέντες φιλοσοφίᾳ, δυνάμει τὸν περὶ θεοῦ διὰ πίστεως [1.20.99.2] παρειλήφαμεν λόγον, αὐτουργῷ σοφίᾳ πεπαιδευμένοι.
 [00933]  ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται, Λητὼ γὰρ ἥλκησε, ∆ιὸς κυδρὴν παράκοιτιν, [1.21.107.2] Τιτυὸς δὲ συνεχρόνισεν Ταντάλῳ.
 [01006]  ναὶ μὴν Θεόπομπος μὲν ἐν τῇ τεσσαρακοστῇ τρίτῃ τῶν Φιλιππικῶν μετὰ ἔτη πεντακόσια τῶν ἐπὶ Ἰλίῳ [1.21.117.9] στρατευσάντων γεγονέναι τὸν Ὅμηρον ἱστορεῖ.
 [01083]  [1.21.131.1] Ναὶ μὴν Ὀνομάκριτος ὁ Ἀθηναῖος, οὗ τὰ εἰς Ὀρφέα φερόμεναποιήματα λέγεται εἶναι, κατὰ τὴν τῶν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα εὑρίσκεται, Ὀρφεὺς δὲ, ὁ συμπλεύσας [1.21.131.2] Ἡρακλεῖ, Μουσαίου διδάσκαλος·
 [01088]  ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες·
 [01100]  προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδητε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωροάστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις [1.21.133.3] Σωκράτης ὁ Ἀθηναῖος μάλιστα·
 [01171]  φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνῆται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ, οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ', οἶμαι, τῇ [1.21.143.5] οἰκείᾳ διαλέκτῳ.
 [01195]  γίνονται οὖν ἀφ' οὗ ὁ κύριος ἐγεννήθη ἕως Κομόδου τελευτῆς τὰ πάντα ἔτη ρδʹ μὴν εἷς [1.21.145.6] ἡμέραι ιγʹ.
 [01313]  ναὶ μὴν καὶ τοὺς πολεμίους τοὺς τῆς χώρας προκαθεζομένους τροπωσάμενος ἀπέκτεινεν ἐξ ἐρήμου καὶ τραχείας ὁδοῦ (τοιαύτη γὰρ ἡ ἀρετὴ τοῦ στρατηγικοῦ) ἐπιθέμενος αὐτοῖς.
 [01432]  οὐ γὰρ μύθων παιδικῶν ἐξακουστέον οὐδὲ μὴν τῶν τοῖς παισὶ γενομένων [1.29.180.5] μύθων·
 [01459]  ἔφαμεν δὲ πολλάκις ἤδη μήτε μεμελετηκέναι μήτε μὴν ἐπιτηδεύειν ἑλληνίζειν·
 [01501]  οὐ γὰρ κιβδήλους οἱ ἔπιπνοι ἐκ θεοῦ λόγους προφέρουσιν οὐδ' οἱ παρὰ τούτων ἐμπορευόμενοι οὐδὲ μὴν πάγας, αἷς οἱ πολλοὶ τῶν σοφιστῶν τοὺς νέους ἐμπλέκουσι πρὸς οὐδὲν ἀληθὲς σχολάζοντες, ἀλλ' οἱ μὲν τὸ ἅγιον πνεῦμα κεκτημένοι ἐρευνῶσι τὰ βάθη τοῦ θεοῦ, τουτέστι τῆς περὶ τὰς προφητείας ἐπικρύψεως [2.2.7.4] ἐπήβολοι γίνονται·
 [01531]  οὐκέτ' οὖν προαιρέσεως κατόρθωμα ἡ πίστις, εἰ φύσεως πλεονέκτημα, οὐδὲ ἀμοιβῆς δικαίας τεύξεται ἀναίτιος ὢν ὁ μὴ πιστεύσας, καὶ οὐκ αἴτιος ὁ πιστεύσας, πᾶσα δὲ ἡ τῆς πίστεως καὶ ἀπιστίας ἰδιότης καὶ διαφορότης οὔτ' ἐπαίνῳ οὔτε μὴν ψόγῳ ὑποπέσοι ἂν ὀρθῶς λογιζομένοις, προηγουμένην ἔχουσα τὴν ἐκ τοῦ τὰ πάντα δυνατοῦ φυσικὴν ἀνάγκην γενομένην·
 [01549]  οὔτε γὰρ τέχνῃ οὔτε μὴν φρονήσει γνωσταί.
 [01564]  ἔστι γὰρ δόκιμον νόμισμα καὶ ἄλλο κίβδηλον, ὅπερ οὐδὲν ἔλαττον ἀπατᾷ τοὺς ἰδιώτας, οὐ μὴν τοὺς ἀργυραμοιβούς, οἳ ἴσασι μαθόντες τό τε παρακεχαραγμένον καὶ τὸ δόκιμον χωρίζειν καὶ διακρίνειν.
 [01574]  ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονήν, πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει·
 [01576]  μὴ δύνασθαι δὲ μηδένα μήτε ζητῆσαι μήτε ἀπορῆσαι μηδὲ [2.4.17.1] μὴν δοξάσαι, ἀλλ' οὐδὲ ἐλέγξαι χωρὶς προλήψεως.
 [01648]  ναὶ μὴν μετὰ πάσης ἀποδείξεως ὁ Πλάτων ὅτι πίστεως χρεία πανταχοῦ, ὧδέ πως παρίστησιν, ἐξυμνῶν ἅμα τὴν [2.5.23.2] εἰρήνην·
 [01658]  διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία.
 [01679]  οὔτε γὰρ τῆς ἀρίστης παιδεύσεως ὄφελός τι ἄνευ τῆς τοῦ μανθάνοντος παραδοχῆς οὔτε μὴν προφητείας οὔτε, τῆς τῶν ἀκουόντων εὐπειθείας [2.6.26.2] μὴ παρούσης.
 [01686]  οὐδὲ μὴν τῷ τέλει παραμετρεῖται μόνῳ τὰ πράγματα, ἀλλὰ καὶ τῇ ἑκάστου κρίνεται προαιρέσει, εἰ ῥᾳδίως εἵλετο, εἰ ἐφ' οἷς ἥμαρτεν μετενόησεν, εἰ σύνεσιν ἔλαβεν ἐφ' οἷς ἔπταισεν, καὶ μετέγνω, ὅπερ ἐστὶ μετὰ ταῦτα ἔγνω·
 [01761]  οὐ μὴν ἀδίκως ἐκτείνεσθαι δίκτυα πτερωτοῖς λέγουσιν οἱ χρησμοὶ οἱ θεῖοι, αὐτοὶ [2.7.34.4] γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά·
 [01991]  ναὶ μὴν καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὁ ∆αβὶδ γράφει·
 [02165]  καὶ οὐκ ἔστιν ἄνευ ἀνδρείας [2.18.80.2] καρτερικὸν εἶναι οὐδὲ μὴν ἄνευ σωφροσύνης ἐγκρατῆ.
 [02206]  ναὶ μὴν καὶ αἱ δεκάται τῶν τε καρπῶν καὶ τῶν θρεμμάτων εὐσεβεῖν τε εἰς τὸ θεῖον καὶ μὴ πάντα εἶναι φιλοκερδεῖς, μεταδιδόναι δὲ φιλανθρώπως καὶ τοῖς πλησίον ἐδίδασκον.
 [02223]  ναὶ μὴν καὶ τὰ ἔθνη τετίμηκεν καὶ τοῖς γε κακῶς πεποιηκόσιν οὐ μνησιπονηρεῖ.
 [02227]  ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλὰ τὰς λʹ ἡμέρας ἐπιτρέψας φησὶ πενθῆσαι οὓς βούλεται, μεταμφιάσας ὕστερον ὡς γαμετῇ νόμῳ συνέρχου·
 [02228]  οὔτε γὰρ ἐφ' ὕβρει τὰς συνουσίας οὐδὲ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας, ἀλλ' ἢ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν γίνεσθαι [2.18.89.1] τὰς ὁμιλίας ἀξιοῖ.
 [02235]  οὔτε γὰρ φθονεῖν καὶ ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λυπεῖσθαι προσῆκεν οὐδὲ μὴν ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν καρποῦσθαι.
 [02274]  [2.18.95.1] ∆αψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς [2.18.95.2] ψυχῆς·
 [02276]  ναὶ μὴν καὶ γεωργικοὶ παρὰ τοῦ νόμου καὶ ταῦτα ὠφέληνται·
 [02351]  βουλαῖς γὰρ ἀνδρῶν (ὁσίων) εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ' οἶκος [2.20.103.1] Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι' ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ <τῶν περὶ> τὸν Ἀνανίαν ἱστορούμενα, ὧν εἷς καὶ ∆ανιὴλ ὁ προφήτης [2.20.103.2] ἦν, θείας πίστεως πεπληρωμένος.
 [02454]  οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ' ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν.
 [02537]  ναὶ μὴν Λύκων ὁ Περιπατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς † Λεύκιμος τὴν [2.21.129.10] ἐπὶ τοῖς καλοῖς.
 [02551]  [2.22.131.2] Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τὸ δὲ μετέχον ἐκείνου καὶ τὴν ἀπ' αὐτοῦ δεχόμενον ὁμοιότητα, ὃ περὶ ἀνθρώπους γίνεται τοὺς [2.22.131.3] μεταποιουμένους ἀρετῆς τε καὶ τῆς ἀληθοῦς φιλοσοφίας.
 [02654]  ἀλλὰ μὴν ἡ τῶν τέκνων ἀποβολὴ τῶν ἀνωτάτω κακῶν ἐστι, φασίν.
 [02673]  ἀνύποπτον δὲ εἰς διαβολὴν δείκνυσι γυναῖκα τὸ μὴ καλλωπίζεσθαι μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς, τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλάς, ἀποκλείουσαν δ' ὡς οἷόν τε αὑτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, [2.23.146.2] προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν.
 [02786]  [3.3.15.1] ναὶ μὴν καὶ Θέογνις τὴν γένεσιν δείκνυσι κακὴν ὧδέ πως λέγων·
 [02866]  ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὄσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο, ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων, μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτόκους ἐργάζονται τὰς γυναῖκας.
 [03080]  ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων.
 [03111]  ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος κέκραγεν ὡς οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, οὐδὲ μὴν ἀποχὴ οἴνου καὶ κρεῶν, ἀλλὰ δικαιοσύνη καὶ [3.6.53.5] εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.
 [03355]  οὐδὲ μὴν τὸν ἀπὸ τῆς κατὰ συζυγίαν κοίτης ὁμοίως ὡς πάλαι βαπτίζεσθαι καὶ νῦν προστάσσει ἡ θεία διὰ κυρίου πρόνοια.
 [03378]  ἐπάναγκες μὲν οὖν οὐ κωλυτέον γαμεῖν οὐδὲ μὴν κρεοφαγεῖν ἢ οἰνοποτεῖν, γέγραπται γάρ·
 [03415]  ναὶ μὴν καὶ τὸν τῆς μιᾶς γυναικὸς ἄνδρα πάνυ ἀποδέχεται, κἂν πρεσβύτερος ᾖ κἂν διάκονος κἂν λαϊκός, [3.12.90.2] ἀνεπιλήπτως γάμῳ χρώμενος·
 [03456]  τίμα, γάρ φησι, πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται, ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου·
 [03464]  [3.15.98.2] οὐ γὰρ μόνον ἡ εὐνουχία δικαιοῖ οὐδὲ μὴν τὸ τοῦ εὐνούχου [3.15.98.3] σάββατον, ἐὰν μὴ ποιήσῃ τὰς ἐντολάς.
 [03470]  [3.15.99.1] εὐνοῦχος τοίνυν οὐχ ὁ κατηναγκασμένος τὰ μόρια οὐδὲ μὴν ὁ ἄγαμος εἴρηται, ἀλλ' ὁ ἄγονος ἀληθείας.
 [03487]  καὶ ὅταν ὁ ∆αβὶδ εἴπῃ ἐν ἁμαρτίαις συνελήφθην καὶ ἐν ἀνομίαις ἐκίσσησέν με ἡ μήτηρ μου, λέγει μὲν προφητικῶς μητέρα τὴν Εὔαν, ἀλλὰ ζώντων Εὔα μήτηρ ἐγένετο, καὶ εἰ ἐν ἁμαρτίᾳ συνελήφθη, ἀλλ' οὐκ [3.16.101.1] αὐτὸς ἐν ἁμαρτίᾳ οὐδὲ μὴν ἁμαρτία αὐτός.
 [03498]  διὰ ταῦτα ἡ δόκησις Κασσιανῷ, διὰ ταῦτα καὶ Μαρκίωνι, ναὶ μὴν καὶ Οὐαλεντίνῳ τὸ σῶμα τὸ ψυχικόν, ὅτι φασίν·
 [03639]  οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δι' ἀγάπης πιστόν, τῷ δ' αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει [4.4.13.3] θεόν.
 [03640]  θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἣν ἐναργῶς διδάσκει εὐχαρίστως ἑνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ τιμίῳ [4.4.14.1] αἵματι τοὺς ἀπίστους δυσωπῶν.
 [03642]  οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς, πρόφασιν εὔλογον λαβών, ἣν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὅς ἐστι, τῷ μὲν δι' ὑπομονῆς, δι' ἀγάπης δὲ κυρίῳ, δι' ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ [4.4.14.2] τῆς γενέσεως τὴν προαίρεσιν τοῦ μαρτυρήσοντος εἰδότι.
 [03989]  ναὶ μὴν τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον, ὡς τῷ τύπτοντι τὴν σιαγόνα παραθεῖναι τὴν ἑτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν [4.8.61.3] θυμοῦ κρατοῦντας ἐρρωμένως.
 [04029]  ναὶ μὴν καὶ ἐλεύθερος, κἂν <πρὸς> τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους ἐσχάτους περιέλκηται περί τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδ' ὁπωστιοῦν·
 [04154]  ἀλλὰ μὴν οὐδὲν ἄνευ θελήματος τοῦ κυρίου τῶν ὅλων.
 [04299]  [4.17.105.1] Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει·
 [04323]  ναὶ μὴν καὶ ∆αβίδ, ἐφ' οὗ μαρτυρῶν ὁ κύριος λέγει·
 [04425]  [4.19.120.1] Ναὶ μὴν ∆ίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δι' ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθ' ὅσον τὰ γυμνὰ τὸ ὕδωρ ἔσκεπεν, εἶτα κατ' ὀλίγον αὖθις [4.19.120.2] ἀνιοῦσαν ἐπενδύσασθαι.
 [04436]  ναὶ μὴν καὶ Θεμιστὼ ἡ Ζωΐλου ἡ Λαμψακηνὴ ἡ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει καθάπερ Μυῖα ἡ Θεανοῦς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτη ἡ [4.19.121.5] τὰ περὶ ∆ιονύσου γραψαμένη·
 [04522]  ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη [4.22.135.2] προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι ἀγαθὸν ἤτοι διὰ φόβον (γέγραπται γάρ·
 [04605]  ἀκήκοεν δ' ἐκεῖνος ὡς βρῶμα ἡμᾶς οὐ παραστήσει οὐδὲ μὴν γάμος, ἀλλ' οὐδὲ ἀποχὴ γάμου ἐν ἀγνωσίᾳ, ἀλλὰ τὸ κατ' ἀρετὴν ἔργον τὸ γνωστικόν, ἐπεὶ καὶ ὁ κύων τὸ ζῷον τὸ ἄλογον ἐγκρατὲς λεγέσθω τὸν ἐπαιρόμενον τὴν βακτηρίαν δεδιὸς καὶ διὰ [4.22.146.3] τοῦτο τοῦ ὄψου ἀπεχόμενον.
 [04611]  οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολήν, διὰ δὲ τὴν ἐπαγγελίαν αἱροῦνται οἱ διὰ τὴν ἐπαγγελίαν ὑπακηκοότες τῷ θεῷ, δελέατι [4.23.148.1] ἡδονῆς ᾑρημένοι, οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίη ἄν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατ' ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἁγιάζοντι δὲ [4.23.148.2] τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν·
 [04640]  καὶ οὐ ταύτῃ ἄφοβος ᾗ τὰ δεινὰ <οὐκ> ἐκκλίνει οὐδὲ μὴν σώφρων ᾗ τῶν ἐπιθυμιῶν ἄρχει·
 [04658]  κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ' εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.
 [04697]  ναὶ μὴν τὴν κατά τε σῶμα κατά τε ψυχὴν ἁγνείαν, ἣν μέτεισιν ὁ γνωστικός, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως·
 [04732]  ἀλλ' οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ [4.26.164.4] σῶμα, οὐδὲ μὴν ὃ μή ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν.
 [04795]  ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ' ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ·
 [04847]  οὔτε γὰρ ἄνευ προαιρέσεως τυχεῖν οἷόν τε, οὐ μὴν οὐδὲ τὸ πᾶν ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται, οἷον [5.1.7.2] τὸ ἀποβησόμενον.
 [04921]  οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἱ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι [5.1.12.4] κατάγνυνται καὶ αὐταί.
 [05015]  [5.4.22.1] Ναὶ μὴν καὶ τῶν παρ' Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἢ κατ' ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.
 [05060]  ναὶ μὴν γογγύζουσα ἡ τρυγὼν μέμψεως καταλαλιὰν ἀχάριστον ἐμφαίνουσα εἰκότως ἐξοικίζεται·
 [05072]  τῷ ὁμοίῳ τρόπῳ καὶ ἡ κοίτη ταράσσεσθαι παραινεῖται, ὡς μήτε ὀνειρωγμοῦ τινος μηδὲ μὴν ὕπνου μεθ' [5.5.28.2] ἡμέραν, ἀλλὰ μηδὲ τῆς ἐν νυκτὶ ἡδονῆς ἐπιμεμνῆσθαι ἔτι.
 [05081]  ναὶ μὴν λεγούσης τῆς γραφῆς ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, ἄξιον ἡγοῦμαι καὶ τὴν Εὐρύσου τοῦ Πυθαγορείου παραθέσθαι φωνὴν οὕτως ἔχουσαν, ὃς ἐν τῷ Περὶ τύχας τὸν δημιουργὸν φήσας αὑτῷ χρώμενον [5.5.29.2] παραδείγματι ποιῆσαι τὸν ἄνθρωπον ἐπήγαγεν·
 [05128]  καὶ μὴν καὶ καθ' Ἕλληνας θεὸς τὸ ὄνομα [5.6.34.7] τετράδα περιέχει γραμμάτων.
 [05130]  ναὶ μὴν ἥ τε λυχνία ἐν τοῖς νοτίοις ἔκειτο τοῦ θυμιατηρίου, δι' ἧς αἱ τῶν ἑπτὰ φωσφόρων κινήσεις δεδήλωνται [5.6.34.9] νοτίους τὰς περιπολήσεις ποιουμένων.
 [05137]  ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους, ὡς βούλονταί τινες, ἐμφαίνει, εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ [5.6.35.7] δηλοῦν ἐπίγνωσιν πολλήν.
 [05159]  [5.6.38.2] ναὶ μὴν τὸ μὲν περιστήθιον ἔκ τε ἐπωμίδος, ἥ ἐστιν ἔργου σύμβολον, ἔκ τε τοῦ λογίου (τὸν λόγον δὲ τοῦτο αἰνίσσεται) ᾧ συνέστηκεν καὶ ἔστιν οὐρανοῦ εἰκὼν τοῦ λόγῳ γενομένου, τοῦ ὑποκειμένου τῇ κεφαλῇ τῶν πάντων τῷ Χριστῷ <καὶ> κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως [5.6.38.3] κινουμένου.
 [05168]  ναὶ μὴν τὸ λόγιον τὴν προφητείαν τὴν ἐκβοῶσαν τῷ λόγῳ καὶ κηρύσσουσαν καὶ τὴν κρίσιν τὴν ἐσομένην δηλοῖ, ἐπεὶ ὁ αὐτός ἐστι λόγος ὁ προφητεύων κρίνων τε ἅμα καὶ διακρίνων ἕκαστα.
 [05178]  [5.7.41.1] Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλουσιν ἐπὶ βασιλείαν προϊέναι καὶ τῶν ἱερέων τοῖς κριθεῖσιν εἶναι δοκιμωτάτοις ἀπό τε τῆς τροφῆς καὶ τῆς παιδείας καὶ τοῦ γένους.
 [05182]  ναὶ μὴν καὶ ἐν ∆ιοσπόλει τῆς Αἰγύπτου ἐπὶ τοῦ ἱεροῦ καλουμένου πυλῶνος διατετύπωται παιδίον μὲν γενέσεως σύμβολον, φθορᾶς δὲ ὁ γέρων, θεοῦ τε αὖ ὁ ἱέραξ, ὡς ὁ ἰχθὺς μίσους, καὶ κατ' ἄλλο πάλιν [5.7.42.1] σημαινόμενον ὁ κροκόδειλος ἀναιδείας.
 [05217]  [5.8.46.3] Ναὶ μὴν ἡ στοιχειωτικὴ τῶν παίδων διδασκαλία τὴν τῶν [5.8.46.4] τεττάρων στοιχείων περιείληφεν ἑρμηνείαν.
 [05282]  ναὶ μὴν ὅταν λέγῃ οὐ φάγῃ τὸν ἀετόν, τὸν ὀξύπτερον καὶ τὸν ἰκτῖνον καὶ τὸν κόρακα, οὐ κολληθήσῃ, φησίν, οὐδὲ ὁμοιωθήσῃ τοῖς ἀνθρώποις τούτοις, οἳ οὐκ ἴσασι διὰ πόνου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν, ἀλλ' ἐν ἁρπαγῇ καὶ ἀνομίᾳ [5.8.52.2] βιοῦσιν·
 [05293]  [5.8.53.2] Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ·
 [05316]  ναὶ μὴν ἐξηγητοῦ τινος καὶ καθηγητοῦ χρείαν ἔχειν ἡμᾶς βούλονται·
 [05325]  οὐ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου [5.9.57.3] μυστήρια διηγεῖσθαι.
 [05340]  [5.9.59.1] Ναὶ μὴν καὶ ἡ Πυθαγόρου συνουσία καὶ ἡ πρὸς τοὺς ὁμιλητὰς διττὴ κοινωνία, ἀκουσματικοὺς τοὺς πολλοὺς καί τινας μαθηματικοὺς ἑτέρους καλοῦσα, τοὺς γνησίως ἀνθαπτομένους τῆς φιλοσοφίας, ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ <καὶ> κεκρυμμένον εἶναι [5.9.59.2] πρὸς τοὺς πολλοὺς ᾐνίσσετο.
 [05355]  οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος, οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, [5.10.61.4] διαρρήδην ἐπιφέρει·
 [05551]  ναὶ μὴν ὁ δυσμεταχειριστότατος περὶ θεοῦ λόγος οὗτός ἐστιν.
 [05556]  οὐδὲ μὴν μέρη τινὰ αὐτοῦ λεκτέον·
 [05632]  [5.14.90.2] Ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ματαιότης ματαιοτήτων, [5.14.90.3] τὰ πάντα ματαιότης.
 [05648]  [5.14.92.1] Ναὶ μὴν γενητὸν εἶναι τὸν κόσμον ἐκ Μωυσέως παραλαβόντες [5.14.92.2] ἐδογμάτισαν οἱ φιλόσοφοι.
 [05702]  [5.14.96.5] Ναὶ μὴν μόνον τὸ καλὸν ἀγαθὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, ὁπηνίκα ἂν εἴπῃ·
 [05813]  [5.14.107.4] ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει·
 [05831]  οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ' οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.
 [05865]  [5.14.112.4] Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.
 [05920]  [5.14.119.1] Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος τί μοι πλῆθος τῶν θυσιῶν;
 [06120]  οὐ γὰρ ἀρχὴν τοῦ κύριος καὶ ἀγαθὸς εἶναι εἴληφεν ὁ θεὸς ὢν ἀεὶ ὅ ἐστιν, οὐδὲ μὴν παύσεταί ποτε ἀγαθοποιῶν, κἂν εἰς [5.14.141.3] τέλος ἀγάγῃ ἕκαστα.
 [06229]  οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη, [6.2.10.8] ναὶ μὴν Εὐριπίδου μὲν ἐξ Ἀλεξάνδρου·
 [06300]  [6.2.16.5] Καὶ μὴν ἐν Τηλέφῳ εἰπόντος Εὐριπίδου·
 [06309]  [6.2.17.3] Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῆ·
 [06340]  [6.2.20.1] Ναὶ μὴν Θουκυδίδου λέγοντος Μαραθῶνί τε μόνοι [6.2.20.2] προκινδυνεῦσαι ∆ημοσθένης εἶπεν·
 [06576]  [6.6.47.1] Ναὶ μὴν καὶ σώματά φησι τὸ εὐαγγέλιον πολλὰ τῶν κεκοιμημένων ἀνεστάσθαι, εἰς ἀμείνω δηλονότι μετατεθειμένων τάξιν.
 [06653]  καὶ μὴν ὡς ἡ γεωμετρία περὶ μέτρα καὶ μεγέθη καὶ σχήματα πραγματευομένη διὰ τῆς ἐν τοῖς ἐπιπέδοις καταγραφῆς ἥ τε ζωγραφία τὸν ὀπτικὸν ὅλον τόπον ἐπὶ τῶν σκηνογραφουμένων φαίνεται παραλαμβάνουσα, ταύτῃ δὲ ψευδογραφεῖ τὴν ὄψιν, τοῖς κατὰ προσβολὴν τῶν ὀπτικῶν γραμμῶν σημείοις χρωμένη κατὰ τὸ τεχνικόν (ἐντεῦθεν ἐπιφάσεις καὶ ὑποφάσεις καὶ φάσεις σῴζονται, καὶ τὰ μὲν δοκεῖ προὔχειν, τὰ δὲ εἰσέχειν, τὰ δ' ἄλλως πως φαντάζεσθαι ἐν τῷ ὁμαλῷ καὶ λείῳ), οὕτω δὲ καὶ οἱ [6.7.56.2] φιλόσοφοι ζωγραφίας δίκην ἀπομιμοῦνται τὴν ἀλήθειαν.
 [06708]  ναὶ μὴν καὶ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἐπ' ἀληθείας καταλαμβάνομαι φησίν, ὅτι προσωπολήπτης οὐκ ἔστιν ὁ θεός, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ [6.8.64.1] ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.
 [06709]  οὐ χρόνῳ τοίνυν τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ, ἀλλ' ἐξ αἰῶνος, οὐδὲ μὴν ἤρξατό ποτε ἡ εὐεργεσία αὐτοῦ, ἀλλ' οὐδὲ περιορίζεται τόποις ἢ ἀνθρώποις τισίν, [6.8.64.2] οὐδὲ γὰρ μερικὴ ἡ εὐποιία αὐτοῦ.
 [06733]  [6.8.66.1] Ναὶ μὴν οἱ λέγοντες τὴν φιλοσοφίαν ἐκ τοῦ διαβόλου ὁρμᾶσθαι κἀκεῖνο ἐπιστησάτωσαν, ὅτι φησὶν ἡ γραφὴ μετασχηματίζεσθαι τὸν διάβολον εἰς ἄγγελον φωτός, τί ποιήσοντα;
 [06739]  [6.8.66.5] οὐ τοίνυν ψευδὴς ἡ φιλοσοφία, κἂν ὁ κλέπτης καὶ ὁ ψεύστης κατὰ μετασχηματισμὸν ἐνεργείας τὰ ἀληθῆ λέγῃ, οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν προφητεύειν νῦν δὴ λεγομένων παρατηρητέον, ἀλλὰ τὰ λεγόμενα σκοπητέον, εἰ τῆς ἀληθείας ἔχεται.
 [06766]  κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν [6.9.71.5] κτισμάτων τοῦ θεοῦ μεμισηκότα)·
 [06821]  ὥστ' εἴ τις ὁμολογεῖ καρδίαν μὴ ἔχειν διηρθρωμένην, τράπεζαν οὐκ ἔχει τὴν τῶν ἀργυραμοιβῶν οὐδὲ μὴν τὸ κριτήριον τῶν λόγων.
 [06825]  οὔτ' οὖν ἀπατηλῷ λόγῳ οὐδὲ μὴν πεπλανημένῃ ἡδονῇ, ὅθεν οὐδὲ τῆς οἰκείας κληρονομίας [6.10.81.4] σαλευθήσεται.
 [06827]  οὔτ' οὖν διαβολῆς κενῆς οὐδὲ μὴν ψευδοδοξίας τῆς περὶ αὑτόν, ἀλλ' οὐδὲ τοὺς πανούργους δεδίξεται λόγους ὁ διαγνῶναι τούτους δυνάμενος ἢ πρός τε τὸ ἐρωτᾶν ὀρθῶς καὶ ἀποκρίνασθαι·
 [06856]  ναὶ μὴν ὁ κεʹ ἀριθμός, εʹ ἀπὸ μονάδος ὤν, τῆς Λευιτικῆς φυλῆς εἶναι σύμβολον λέγεται, ὁ δὲ λεʹ καὶ αὐτὸς ἔχεται τοῦ ἐκ τῶν διπλασίων διαγράμματος ἀριθμητικοῦ καὶ γεωμετρικοῦ καὶ ἁρμονικοῦ τοῦ ʹ ηʹ θʹ ιβʹ, ὧν ἡ σύνθεσις γεννᾷ τὸν λεʹ·
 [06931]  ἐπὶ πᾶσιν εἰδέναι αὐτοὺς κἀκεῖνο ἐχρῆν, ὅτι φύσει μὲν γεγόναμεν πρὸς ἀρετήν, οὐ μὴν ὥστε ἔχειν αὐτὴν ἐκ γενετῆς, ἀλλὰ πρὸς τὸ κτήσασθαι ἐπιτήδειοι.
 [06994]  ναὶ μὴν καθάπερ τῷ Μωυσεῖ ἐκ τῆς δικαιοπραγίας καὶ τῆς κατὰ τὸ συνεχὲς πρὸς τὸν θεὸν τὸν λαλοῦντα αὐτῷ ὁμιλίας ἐπίχροιά τις ἐπεκάθιζε τῷ προσώπῳ δεδοξασμένη, οὕτως καὶ τῇ δικαίᾳ ψυχῇ θεία τις ἀγαθωσύνης δύναμις κατά τε ἐπισκοπὴν κατά τε τὴν προφητείαν κατά τε τὴν διοικητικὴν ἐνέργειαν ἐγχριπτομένη οἷον ἀπαυγάσματος νοεροῦ καθάπερ ἡλιακῆς ἀλέας ἐναποσημαίνεταί τι, δικαιοσύνης σφραγῖδα ἐπιφανῆ, φῶς ἡνωμένον ψυχῇ δι' ἀγάπης [6.12.104.2] ἀδιαστάτου, θεοφορούσης καὶ θεοφορουμένης.
 [07033]  ναὶ μὴν κἀκεῖνοι οἱ ἀπὸ τῆς τῶν ἄστρων σεβήσεως μὴ ἐπαναδραμόντες ἐπὶ τὸν τούτων ποιητήν.
 [07036]  ὥσπερ οὖν τὸ μὲν ἁπλῶς σῴζειν τῶν μέσων ἐστίν, τὸ δ' ὀρθῶς καὶ δεόντως κατόρθωμα, οὕτως καὶ πᾶσα πρᾶξις γνωστικοῦ μὲν κατόρθωμα, τοῦ δὲ ἁπλῶς πιστοῦ μέση πρᾶξις λέγοιτ' ἄν, μηδέπω κατὰ λόγον ἐπιτελουμένη μηδὲ μὴν κατ' ἐπίστασιν κατορθουμένη.
 [07039]  καθάπερ οὖν τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον οὐδὲ μὴν τοῖς ἀπείροις τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσι καὶ [6.14.112.2] εἰδόσιν ὅπως αὐτοῖς παρ' ὅλον τὸν βίον χρηστέον.
 [07061]  καὶ ἡ μὲν τελεία κληρονομία τῶν εἰς ἄνδρα τέλειον ἀφικνουμένων κατ' εἰκόνα τοῦ κυρίου, ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον [6.14.114.5] (ἄθεος γὰρ ἥδε ἡ ἐπιφορά) οὐδὲ μὴν ἡ κατ' ἀρετήν, ἡ πρὸς τὸ πρῶτον αἴτιον·
 [07173]  ἀλλὰ μὴν καὶ σοφία λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ παιδεία λόγοι τε αὖ φρονήσεως καὶ στροφαὶ λόγων καὶ δικαιοσύνη ἀληθὴς διδασκαλία τε αὖ τοῦ κατευθῦναι κρῖμα καὶ πανουργία ἀκάκοις κατὰ τὴν παιδείαν περιγινομένη [6.15.130.2] αἴσθησίς τε καὶ ἔννοια τῷ νεοκατηχήτῳ γινομένη.
 [07253]  ναὶ μὴν τῶν μὲν ὀκτὼ αἱ μεσότητες γίνονται ἑπτά, τῶν δὲ ἑπτὰ [6.16.141.6] φαίνονται εἶναι τὰ διαστήματα ἕξ.
 [07328]  ναὶ μὴν ὡς τὸν αὐτὸν ἀέρα ἀναπνεῖ τὰ ζῷα ἅπαντα, ἄλλα δὲ ἄλλως καὶ εἴς τι διάφορον, οὕτως δὲ καὶ τὴν ἀλήθειαν μετίασιν οἱ πλείους, [6.17.149.4] μᾶλλον δὲ τὸν περὶ ἀληθείας λόγον.
 [07375]  κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον [6.17.156.4] αὐτῶν τυγχάνῃ.
 [07403]  ναὶ μὴν ἡ χρῆσις τῆς φιλοσοφίας οὐκ ἔστιν ἀνθρώπων κακῶν·
 [07525]  [7.2.7.2] ἀλλ' οὐδὲ ἅπτεται τοῦ κυρίου ἀπαθοῦς ἀνάρχως γενομένου φθόνος, οὐδὲ μὴν τὰ ἀνθρώπων οὕτως ἔχει ὡς φθονητὰ εἶναι πρὸς τοῦ [7.2.7.3] κυρίου·
 [07527]  καὶ μὴν οὐδ' ὑπὸ ἀγνοίας ἔστιν εἰπεῖν μὴ βούλεσθαι σῴζειν τὴν ἀνθρωπότητα τὸν [7.2.7.4] κύριον διὰ τὸ μὴ εἰδέναι ὅπως ἑκάστου ἐπιμελητέον.
 [07531]  [7.2.7.5] οὐδὲ μὴν ὑπό τινος ἡδονῆς περισπώμενος καταλείποι ποτ' ἂν τὴν ἀνθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ [7.2.7.6] φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν ἀπαθείας ἐπαίδευσεν.
 [07569]  ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα ἀπερισπάστως προσομιλῶν τε [7.3.13.4] καὶ συνὼν τῷ κυρίῳ.
 [07578]  οὔτ' οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖον, πλῆρες ὂν καὶ πάντα παρέχον παντὶ τῷ γενητῷ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ' αὖ δόξῃ καὶ τιμῇ κηλεῖται τὸ θεῖον ἢ παράγεται τοιούτοις τισίν, ἀλλ' ὅμοιον τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσι φαίνεται, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδῷεν ἢ φόβου ἕνεκεν ἀπειλουμένου ἢ δώρων ὑποσχέσει [7.3.15.2] μειζόνων.
 [07606]  οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες, οὔτε γενομένοις, ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν, φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ' ἂν ἦν ἔθ' ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων καὶ <τῆς> ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή [7.3.19.4] (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)·
 [07607]  οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίνεται·
 [07693]  ναὶ μὴν τὸ ἱδρυμένον ὑπό τινος ἱδρύεται πρότερον [7.5.28.6] ἀνίδρυτον ὄν.
 [07753]  ἐὰν δὲ λέγωσι τοῖς ἀνθρώποις δεδόσθαι τὰ ζῷα, καὶ ἡμεῖς συνομολογοῦμεν, πλὴν οὐ πάντως εἰς βρῶσιν οὐδὲ [7.6.33.2] μὴν πάντα, ἀλλ' ὅσα ἀεργά.
 [07774]  ὅθεν οὔτε ὡρισμένον τόπον * οὔτε ἐξαίρετον ἱερὸν οὐδὲ μὴν ἑορτάς τινας καὶ ἡμέρας ἀποτεταγμένας, ἀλλὰ τὸν πάντα βίον ὁ γνωστικὸς ἐν παντὶ τόπῳ, κἂν καθ' ἑαυτὸν μόνος ὢν τυγχάνῃ καὶ ὅπου τινὰς ἂν τῶν ὁμοίως πεπιστευκότων ἔχῃ, τιμᾷ τὸν θεόν, τουτέστιν χάριν ὁμολογεῖ τῆς γνώσεως καὶ τῆς πολιτείας.
 [07800]  διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν τὸ ποτόν, οὐδὲ μὴν κληρονομίας, ἀλλὰ τοῦ κληρονομῆσαι, οὑτωσὶ δὲ οὐδὲ γνώσεως, ἀλλὰ τοῦ [7.7.38.3] γνῶναι·
 [07825]  οὐ μὴν παρέλκει ἡ αἴτησις, κἂν χωρὶς ἀξιώσεως διδῶται τὰ ἀγαθά.
 [07832]  οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (ἑκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτῷ, κἂν προλαμβάνῃ τὴν αἴτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος·
 [07867]  ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσε [7.7.46.6] ται, συνεργῶν μάλιστα πρὸς τὸ ἄπτωτος διαγενέσθαι.
 [07923]  αὐτίκα εὔορκος μέν, οὐ μὴν εὐεπίφορος ἐπὶ τὸ ὀμνύναι ὁ γνωστικός, ὅ γε [7.8.51.4] σπανίως ἐπὶ τὸ ὀμνύναι ἀφικνούμενος, οὕτως μέντοι ὡς ἔφαμεν.
 [08038]  οὐ τοίνυν οὐδὲ ἡ δι' ἄγνοιαν συνισταμένη πρᾶξις ἤδη ἄγνοια, ἀλλὰ κακία μὲν δι' ἄγνοιαν, οὐ μὴν ἄγνοια·
 [08052]  οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ' αὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ' οὐδὲ δι' ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ' ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα [7.11.67.7] καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς).
 [08232]  ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κατορθώσῃ, ἀλλ' οὔ τί γε ἐν πᾶσιν ἅμα οὐδὲ μὴν μετ' ἐπιστήμης τῆς ἄκρας, καθάπερ ὁ γνωστικός.
 [08300]  ναὶ μὴν διὰ τοὺς δοκίμους φησὶν αἱ αἱρέσεις.
 [08329]  ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ τὸ σωτήριόν φησιν <ἰδών>, ἐν ᾗ ὥρᾳ <ἂν> ἐπιγνῷ, μὴ ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Λὼτ γυνὴ μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω·
 [08439]  οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες [7.16.105.5] ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὓς παντὸς μᾶλλον ἀγαπῶντας τῆς [7.16.105.6] ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει.
 [08535]  εἰ μὲν οὖν ἐκ τῶν πρὸς αἴσθησιν καὶ νόησιν ἐναργῶν ἄρξαιτό τις, κἄπειτα τὸ οἰκεῖον ἐπενέγκοι συμπέρασμα, ὄντως ἀποδείκνυσιν, εἰ δ' ἐξ ἐνδόξων μόνον, οὐ μὴν πρώτων γε, τουτέστιν οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργῶν, εἰ μὲν οἰκεῖον ἐπιφέροι συμπέρασμα, συλλογιεῖται μέν, οὐ μὴν ἐπιστημονικήν γε ποιήσεται τὴν ἀπόδειξιν, εἰ δ' οὐκ οἰκεῖον, οὐδὲ συλλογιεῖται τὴν ἀρχήν.
 [08561]  οὐ μὴν οἵ [8.4.10.5] γε Στωϊκοὶ τὴν φυτικὴν δύναμιν ἤδη ψυχὴν ὀνομάζουσιν.
 [08589]  [8.4.13.1] Οὐ μὴν οὐδὲ τὸ σημαινόμενον ἐκ τοῦ [7] [7κυούμενονὀνόματός] ἐστι ζῷον, ἀλλ' ἐκεῖνο μὲν ἀσώματόν τέ ἐστι καὶ λεκτὸν καὶ πρᾶγμα καὶ [8.4.13.2] νόημα καὶ πάντα μᾶλλον ἢ ζῷον.
 [08603]  ἡ μὲν οὖν πρώτη ἀπόδειξις ἐκ τούτων ἁπάντων σύγκειται, ἡ δ' ἐκ τῶν ἤδη φθασάντων ἀποδεδεῖχθαι διὰ τῆσδε πάλιν ἕτερόν τι περαίνουσα πιστὴ μὲν οὐδὲν ἧττόν ἐστι τῆς προτέρας, οὐ μὴν καὶ πρώτη ὀνομάζεσθαι δύναται, διότι μηδ' ἐκ [8.4.14.4] πρώτων περαίνεται προτάσεων.
 [08618]  περὶ γὰρ αὐτοῦ τούτου δῆλός ἐστιν οὐκ ἐπέχων, ναὶ μὴν καὶ ἀποφαίνεται ὅτι ἐπέχει, <δι'> ὃ καὶ εἰ δεῖ πειθόμενον αὐτοῖς περὶ πάντων ἐπέχειν, περὶ αὐτῆς πρότερον τῆς ἐποχῆς ἐφέξομεν, εἴτε πειστέον αὐτῇ εἴτε καὶ μή.
 [08651]  τὸ εἶδος ἀεὶ ἔν τινι μέρει θεωρεῖται, οὐ μὴν ἀνάπαλιν, εἴ τι μέρος ἐστί τινος, τοῦτο καὶ εἶδος γενήσεται.
 [08702]  ὀφθὲν γὰρ αὐτοῖς τὴν ἐρωτικὴν διάθεσιν ἐμποιεῖ [8.9.25.3] μόνον, οὐ μὴν κατηναγκασμένως.
 [08754]  τό γε μὴν αἴτιον ἐνεργεῖ καὶ διατίθησι, [8.9.29.4] τὸ ὑπὸ τοῦ αἰτίου γενόμενον πάσχει καὶ διατίθεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»