Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέχρι [68]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέχρι


000-00-00 Serial Number=0929179966
Eclogae propheticae Ante [Go Back]  
 [00137]  ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀποτίθεται, τὸ δὲ ὑλικόν, μέχρι σύνεστι τῷ κρείττονι, μένει·
000-00-00 Serial Number=0926613569
Excerpta ex Theodoto Ante [Go Back]  
 [00218]  Ἐγώ εἰμι ἡ Θύρα, τοῦτο λέγει ὅτι μέχρι τοῦ Ὅρου οὗ εἰμι ἐγὼ ἐλεύσεσθε, οἱ [1.26.3] τοῦ διαφέροντος σπέρματος.
 [00310]  [3.45.1] Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν, δείξας ἀπὸ Πατρὸς ἀγεννήτου τὰ ἐν Πληρώματι καὶ τὰ μέχρι αὐτῆς.
 [00422]  Κάθηται δὲ μέχρι συντελείας, ἵνα ἴδωσιν εἰς ὃν ἐξεκέντησαν.
 [00438]  Καὶ ὅταν ὁ Σωτὴρ πρὸς Σαλώμην λέγῃ μέχρι τότε εἶναι θάνατον ἄχρις ἂν αἱ γυναῖκες τίκτωσιν, οὐ τὴν γένεσιν κακίζων ἔλεγεν, ἀναγκαίαν οὖσαν διὰ τὴν σωτηρίαν τῶν [4.67.3] πιστευόντων (δεῖ γὰρ εἶναι τὴν γένεσιν ταύτην ἄχρις ἂν τὸ σπέρμα προσενεχθῇ τὸ προλελογισμένον)·
000-00-00 Serial Number=0832689226
Paedagogus Ante [Go Back]  
 [00152]  Σαφέστατα δὲ Ἐφεσίοις γράφων ἀπεκάλυψεν τὸ ζητούμενον ὧδέ πως λέγων μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν [1.5.18.4] εἰς αὐτὸν τὰ πάντα·
 [00564]  Ὑπελείφθη δέ, φησίν, Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν μετ' αὐτοῦ ἄνθρωπος, ὁ παιδαγωγός, [1.7.57.1] μέχρι πρωί.
 [01324]  οὐ γὰρ μέχρι τῶν ὕβρεως προϊτέον κρατήρων.
 [01392]  Ἀρέσκει τοίνυν τῷ λόγῳ τῷ ὀρθῷ χειμῶνος μὲν διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ῥιγοῦν, οἷς εὐχερὲς τὸ ῥιγοῦν, τοῦ δὲ ἄλλου καιροῦ διὰ τὴν τῶν ἐντοσθιδίων θεραπείαν.
 [01659]  Οὔκουν προεκπηδητέον ὑπὸ λαιμαργίας ἀναπειθομένους ποτὲ οὐδὲ μὴν ἐπιγλιχομένους παρεκτείνειν μέχρι πολλοῦ χρή, τῇ ἐφυστερήσει τὴν ἀκρασίαν ὁμολογοῦντας, ἀλλ' οὐδὲ ἐν τῷ μεταξὺ προσκειμένους φαίνεσθαι καθάπερ τὰ θηρία τῇ βορᾷ οὐδὲ μὴν πλείονος ὄψου προσφέρεσθαι·
 [01995]  ∆ιὸ καὶ μέχρι τινὸς κοῖλόν ἐστιν εἰς διακονίαν κνηστιώντων μορίων, ἀποτυφλοῦται δὲ ἐντεῦθεν ἡ κοιλότης·
 [02310]  ∆έδωκεν γὰρ ὁ θεὸς οἶδ' ὅτι τῆς χρήσεως ἡμῖν τὴν ἐξουσίαν, ἀλλὰ μέχρι τοῦ ἀναγκαίου, καὶ τὴν χρῆσιν κοινὴν εἶναι βεβούληται.
000-00-00 Serial Number=0356832862
Protrepticus Ante [Go Back]  
 [00764]  Ὁ γάρ τοι μέχρι τῆς σελήνης αὐτῆς διορίζων τὴν πρόνοιαν, ἔπειτα τὸν κόσμον θεὸν ἡγούμενος περιτρέπεται, τὸν ἄμοιρον τοῦ [5.66.5] θεοῦ θεὸν δογματίζων.
 [01155]  εἰς ἄγνοιαν [καὶ] τὰ χρήματα καὶ τὸν βίον ὡς τὸ ζῆν ὑμῶν εἰς θάνατον καταναλίσκετε, τοῦτο μόνον τῆς ματαίας ὑμῶν ἐλπίδος εὑρόμενοι τὸ πέρας, οὐδὲ αὑτοὺς οἷοί τε ὄντες οἰκτεῖραι, ἀλλ' οὐδὲ τοῖς κατελεῶσιν ὑμᾶς τῆς πλάνης ἐπιτήδειοι πείθεσθαι γίνεσθε, συνηθείᾳ κακῇ δεδου λωμένοι, ἧς ἀπηρτημένοι αὐθαίρετοι μέχρι τῆς ἐσχάτης [10.101.2] ἀναπνοῆς εἰς ἀπώλειαν ὑποφέρεσθε·
 [01287]  Ὡς μέχρι νῦν ἐπλανώμην [11.113.5] ζητῶν τὸν θεόν, ἐπεὶ δέ με φωταγωγεῖς, κύριε, καὶ τὸν θεὸν εὑρίσκω διὰ σοῦ καὶ τὸν πατέρα ἀπολαμβάνω παρὰ σοῦ, γίνομαί σου συγκληρονόμος, ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύν θης.
 [01328]  Τοιγάρτοι μόνη αὕτη ἡ τῆς ἀληθείας προτροπὴ τοῖς πιστοτάτοις ἀπείκασται τῶν φίλων μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παραμένουσα καὶ παραπομπὸς ἀγαθὴ ὅλῳ καὶ τελείῳ τῷ τῆς ψυχῆς πνεύματι τοῖς εἰς οὐρανὸν ἀπαίρουσι γινομένη.
000-00-00 Serial Number=0244790137
Quis dives salvetur Ante [Go Back]  
 [00079]  εἰ γοῦν ἱκανὸς ἦν ὁ Μωσέως νόμος ζωὴν αἰώνιον παρασχεῖν, μάτην μὲν ὁ σωτὴρ αὐτὸς παραγίνεται καὶ πάσχει δι' ἡμᾶς ἀπὸ γενέσεως μέχρι τοῦ σημείου τὴν ἀνθρωπότητα διατρέχων, μάτην δὲ ὁ πάσας πεποιηκὼς ἐκ νεότητος τὰς νομίμους ἐντολὰς παρὰ [8.3] ἄλλου αἰτεῖ γονυπετῶν ἀθανασίαν.
 [00277]  καὶ πόλεμος ὁ μὲν ἐπακτὸς ῥᾳδίως [25.7] καταλύεται, ὁ δὲ ἐν τῇ ψυχῇ μέχρι θανάτου παραμετρεῖται.
000-00-00 Serial Number=0637253761
Stromata Ante [Go Back]  
 [00467]  ἡ γὰρ ἀκόλουθος Χριστῷ διδασκαλία καὶ τὸν δημιουργὸν ἐκθειάζει καὶ τὴν πρόνοιαν μέχρι τῶν κατὰ μέρος ἄγει καὶ τρεπτὴν καὶ γενητὴν οἶδεν τὴν τῶν στοιχείων φύσιν καὶ πολιτεύεσθαι εἰς δύναμιν ἐξομοιωτικὴν τῷ θεῷ διδάσκει καὶ τὴν οἰκονομίαν ὡς ἡγεμονικὸν τῆς ἁπάσης προσίεσθαι παιδείας.
 [00562]  Κράντορος δὲ μετέσχεν Ἀρκεσίλαος, ἀφ' οὗ [1.14.64.1] μέχρι Ἡγησίνου ἤνθησεν Ἀκαδημία ἡ μέση.
 [00977]  [1.21.113.4] εἰ δέ τις τοῖς ἀπὸ Ἰησοῦ μέχρι ∆αβὶδ τετρακοσίοις πεντήκοντα ἔτεσι συγκαταριθμήσαι τὰ τῆς Μωυσέως στρατηγίας τεσσαράκοντα καὶ τὰ ἄλλα τὰ ὀγδοήκοντα ἔτη, ἃ γεγόνει ὁ Μωυσῆς πρὸ τοῦ τὴν ἔξοδον τοῖς Ἑβραίοις ἀπὸ Αἰγύπτου γεγονέναι, προσθείη τε τούτοις τὰ τῆς βασιλείας τῆς ∆αβὶδ τεσσαράκοντα ἔτη, συνάξει ἔτη τὰ πάντα [1.21.114.1] ἑξακόσια δέκα.
 [00978]  ἀκριβέστερον δὲ ἡ καθ' ἡμᾶς χρονογραφία πρόεισιν, εἰ τοῖς πεντακοσίοις εἴκοσι καὶ τρισὶ καὶ μησὶν ἑπτὰ μέχρι τῆς ∆αβὶδ τελευτῆς προσθείη τις τά τε τοῦ Μωυσέως ἑκατὸν εἴκοσι ἔτη τά τε τοῦ Σολομῶνος τεσσαράκοντα·
 [01020]  μέχρι τούτου διατείνουσι προφητεύοντες Ἡσαΐας καὶ Ὠσηὲ καὶ Μιχαίας.
 [01034]  καὶ μέχρι τούτου προφητεύων διατείνει Ἱερεμίας, προφητεύουσι δὲ καὶ Βουζὶ καὶ Οὐρίας ὁ υἱὸς Σαμαίου καὶ Ἀμβακοὺμ σὺν αὐτῷ, καὶ τέλος ἔχει [1.21.121.4] τὰ τῶν Ἑβραϊκῶν βασιλέων.
 [01049]  καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νεʹ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς ∆αβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.
 [01114]  ** ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτηρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεών·
 [01117]  ἀπὸ τῆς Μωυσέως γενέσεως ἐπὶ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον ἔτη ὀγδοήκοντα καὶ τὰ μέχρι τῆς τελευτῆς αὐτοῦ ἄλλα τεσσαράκοντα·
 [01204]  εἴρηκεν δὲ #22βτʹ ἡμέρας γενέσθαι ἀφ' οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν [1.21.146.8] ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς.
 [01212]  μέχρι γὰρ τούτων τῶν ἡμερῶν ὁ πόλεμος ἦν, μετὰ [1.21.147.1] δὲ ταῦτα ἐπαύσατο.
 [01216]  εἶτα ἀπὸ τούτου μέχρι Ἀντωνίνου δεκάτου ἔτους ἔτη οζʹ, ὡς εἶναι ἀπὸ [1.21.147.4] Μωυσέως ἐπὶ τὸ δέκατον ἔτος Ἀντωνίνου πάντα ἔτη #22αωλγʹ.
 [01217]  ἄλλοι δὲ μέχρι τῆς Κομόδου τελευτῆς ἀριθμήσαντες ἀπὸ Ἰνάχου καὶ Μωυσέως [1.21.147.5] ἔτη ἔφησαν γίνεσθαι #22αωμβʹ, οἳ δὲ #22ακαʹ.
 [01218]  ἐν δὲ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ἡ ἀπὸ Ἀβραὰμ γενεαλογία μέχρι Μαρίας τῆς μητρὸς τοῦ κυρίου περαιοῦται·
 [01416]  αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον [1.28.178.1] ἔστι φαίνεσθαι.
 [02395]  ἕπεται δ' εἰκότως τοὺς μὲν καταπαλαίεσθαι, ὅσοι δὲ ἀθλητικώτερον τὸν ἀγῶνα μεταχειρίζονται πάμμαχον ἀγωνισάμενοι καὶ μέχρι τοῦ στεφάνου χωρήσαντες, αἱ προειρημέναι δυνάμεις ἐν πολλῷ τῷ λύθρῳ τότε δὴ ἀπαυδῶσι θαυμάζουσαι τοὺς νικηφόρους.
 [02418]  [2.20.114.6] τὸν τρόπον τοῦτον καὶ ἡ καρδία, μέχρι μὴ προνοίας τυγχάνει, ἀκάθαρτος οὖσα, πολλῶν οὖσα δαιμόνων οἰκητήριον·
 [02618]  οὔτε γὰρ παντὶ γαμητέον οὔτε πάντοτε, ἀλλὰ καὶ χρόνος ἐστὶν ἐν ᾧ καθήκει, καὶ πρόσωπον ᾧ προσήκει, καὶ ἡλικία [2.23.137.4] μέχρι τίνος.
 [02627]  συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν, οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι.
 [02668]  [2.23.145.1] Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ' ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος [2.23.145.2] ἄγουσιν.
 [03022]  τῇ Σαλώμῃ ὁ κύριος πυνθανομένῃ, μέχρι πότε θάνατος ἰσχύσει;
 [03207]  γένεσιν δὲ καὶ φθορὰν τὴν ἐν κτίσει [3.9.63.4] προηγουμένως γίνεσθαι ἀνάγκη μέχρι παντελοῦς διακρίσεως καὶ ἀποκαταστάσεως ἐκλογῆς, δι' ἣν καὶ αἱ τῷ κόσμῳ συμπεφυρμέναι οὐσίαι τῇ [3.9.64.1] οἰκειότητι προσνέμονται.
 [03209]  μέχρι τίνος οἱ ἄνθρωποι ἀποθανοῦνται;
 [03215]  καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως, φησὶν ὁ ἀπόστολος·
 [04071]  καὶ τὰ μὲν ἄλλα φαίνεται ὁμοδοξεῖν ἡμῖν κατὰ τὴν περικοπὴν ταύτην, ἐκεῖνο δὲ οὐκ ἐπέστησεν ὅτι εἰ καὶ μὴ πράξει τινὲς καὶ τῷ βίῳ ὡμολόγησαν τὸν Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ἀρνεῖσθαι ἀπὸ διαθέσεως [4.9.73.2] πεπιστευκέναι φαίνονται·
 [04424]  σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελ φήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ' Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.
 [04505]  ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα [4.21.132.2] τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον.
 [04858]  μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι·
 [05109]  αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν [5.6.32.2] παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρ' Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ' οὐρανοῦ μέχρι γῆς αἰνισσομένη [5.6.32.3] συνθήκην.
 [05147]  [5.6.37.1] Ἀπόχρη μέχρι τοῦδε προχωρῆσαι τὴν μυστικὴν ἑρμηνείαν·
 [05633]  Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ·
 [06272]  οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν ἔμεινεν ἀτυχῶν.
 [06500]  ὁ δὲ τρίτος, ποῖόν ἐστι τῶν ζῴων πανουργότατον, ὃ μέχρι νῦν οὐκ ἐγνώσθη, [6.4.38.6] εἶπεν, ἄνθρωπος.
 [06509]  ὁ δὲ ἔνατος ἐξετασθείς, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχει ζῆν, μέχρι οὗ, [6.4.38.12] ἔφη, μὴ νομίζῃ τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον.
 [06941]  [6.12.96.3] Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ' ὃ μὲν μᾶλλον, ὃ δ' ἧττον πρόσεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἳ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἳ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ' αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς [6.12.96.4] τοὐναντίον ἀπετράπησαν.
 [07096]  ἀποξύσαντες γὰρ ἑκάτερον ἐπίσφηνον ὀξεῖ δρεπάνῳ μέχρι τοῦ τὴν ἐντεριώνην [6.15.119.4] γυμνῶσαι μέν, μὴ ἑλκῶσαι δέ, δεσμεύουσι πρὸς ἄλληλα.
 [07405]  εἰκότως οὖν Ἰουδαίοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δι' ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ, Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.
 [07546]  δυνάμεως δ', οἶμαι, τῆς μεγίστης ἡ πάντων τῶν μερῶν καὶ μέχρι τοῦ μικροτάτου προήκουσα δι' ἀκριβείας ἐξέτασις, πάντων εἰς τὸν πρῶτον διοικητὴν τῶν ὅλων ἐκ θελήματος πατρὸς κυβερνῶντα τὴν πάντων σωτηρίαν ἀφορώντων, ἑτέρων ὑφ' ἑτέρους ἡγουμένους τεταγμένων.
 [07550]  ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι διὰ πολλῶν τῶν σιδηρῶν ἐκτεινομένῳ δακτυλίων, οὕτω καὶ τῷ ἁγίῳ πνεύματι ἑλκόμενοι οἱ μὲν ἐνάρετοι οἰκειοῦνται τῇ πρώτῃ μονῇ, ἐφεξῆς δ' ἄλλοι μέχρι τῆς τελευταίας, οἱ δὲ ὑπὸ ἀσθενείας κακοί, δι' ἀπληστίαν ἄδικον καχεξίᾳ περιπεπτωκότες, οὔτε κρατοῦντες οὔτε κρατούμενοι περικαταρρέουσιν ἑλιχθέντες τοῖς πάθεσι καὶ ἀποπίπτουσι χαμαί.
 [07577]  εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν, κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων, μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ [7.3.15.1] φθάνει.
 [07719]  ὅτε τοῖσι θεοῖσι θύετε, πρώτιστα ἀποκρίνετε <τοῖς ἱερεῦσιν> τὸ νομιζόμενον, <κἄπειθ'> ὑμῖν, <εἶτ'> (αἰσχύνη τὸ κατειπεῖν) εὖ τὼ μηρὼ περιλέψαντες κομιδῇ μέχρι βουβώνων <κρέα πάντα> καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν ὥσπερ <ῥίνῃ> ῥινήσαντες νέμεθ' ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν, εἶτ' ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.
 [07939]  ὁ τοίνυν μέχρι τῆς συμπεριφορᾶς διὰ τὴν τῶν πέλας σωτηρίαν συγκαταβαίνων (ψιλῶς διὰ τὴν τῶν δι' οὓς συμπεριφέρεται σωτηρίαν), οὐδεμιᾶς ὑποκρίσεως διὰ τὸν ἐπηρτημένον τοῖς δικαίοις ἀπὸ τῶν ζηλούντων κίνδυνον μετέχων, οὗτος οὐδαμῶς ἀναγκάζεται·
 [08019]  [7.11.64.1] τοιοῦτος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ἡ μέχρι τῶν φιλτάτων τελεία [7.11.64.2] διάθεσις.
 [08248]  εἴ γε τὸ ἐκτὸς μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ, πλεονεκτοῦσιν [7.14.85.4] οἱ ἀδικεῖν ἐπιχειροῦντες, ὧν οὐδὲν οἰκεῖον τοῦ γνωστικοῦ.
 [08333]  [7.16.93.7] Ἀλλ', ὡς ἔοικεν, τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριὰμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδίου γέννησιν, οὐκ οὖσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι)·
 [08364]  μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικῆς μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀπορρᾳθυμήσαντες, ἐξ ἐπιπολῆς ἀναγνόντες [7.16.98.1] παρεπέμψαντο τὰς γραφάς.
 [08446]  ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου Καίσαρος ἀρξαμένη μεσούντων τῶν † Αὐγούστου χρόνων τελειοῦται, ἡ δὲ τῶν ἀποστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται, κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι, καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας, καθάπερ ὁ Βασιλείδης, κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον, ὡς αὐχοῦσιν αὐτοί, τὸν Πέτρου ἑρμηνέα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»