Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θεωρίᾳ [13]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θεωρίᾳ


000-00-00 Serial Number=0696227074
Eclogae propheticae Ante [Go Back]  
 [00272]  <ἀλλὰ> κατὰ τὸν παρῳχηκότα ἔθετο τοὺς [τε] πρωτοκτίστους ἀγγέλους εἰς τὸ μηκέτι κατὰ τὴν πρόνοιαν τῷ ὡρισμένῳ λειτουργεῖν, ἀλλ' εἶναι ἐν ἀναπαύσει καὶ πρὸς μόνῃ τῇ θεωρίᾳ τοῦ θεοῦ·
000-00-00 Serial Number=0783858478
Paedagogus Ante [Go Back]  
 [02826]  δι' ὧν εἰκόνων σαφέστατα τοὺς μὲν ἔπαυσεν κακῶς διατεθέντας, τοὺς δὲ τὰ ἴσα τολμῶντας ἐκώλυσεν, ἄλλους εἰς ὑπομονὴν ἐθεμελίωσεν, ἑτέρους ἔπαυσε κακίας, τοὺς δὲ καὶ ἰάσατο τῇ τοῦ ὁμοίου θεωρίᾳ [3.8.43.4] μεταθεμένους ἐπὶ τὸ βέλτιον.
000-00-00 Serial Number=0973295808
Stromata Ante [Go Back]  
 [01336]  τοῦ δὲ πολιτικοῦ δύο εἴδη λέγει, τὸ μὲν νομικόν, τὸ δὲ πολιτικὸν ὁμωνύμως ὠνομασμένον, καὶ πολιτικὸν μὲν κυρίως αἰνίττεται τὸν δημιουργὸν ἐν τῷ ὁμωνύμῳ βιβλίῳ τούς τε εἰς αὐτὸν ἀφορῶντας καὶ βιοῦντας ἐνεργῶς καὶ δικαίως σὺν καὶ τῇ θεωρίᾳ καὶ αὐτοὺς [1.25.165.4] πολιτικοὺς ὀνομάζει, τὸ δὲ ἐπ' ἴσης τῷ νομικῷ κεκλημένον πολιτικὸν εἴς τε κοσμικὴν μεγαλόνοιαν διαιρεῖ εἴς τε ἰδιωτικὴν σύνταξιν, ἣν κοσμιότητα καὶ ἁρμονίαν καὶ σωφροσύνην ὠνόμασεν, ὅταν ἄρχοντες μὲν πρέπωσι τοῖς ἀρχομένοις, πειθήνιοι δὲ οἱ ἀρχόμενοι τοῖς ἄρχουσι γίγνωνται, ὅπερ ἡ κατὰ Μωυσέα πραγματεία διὰ σπουδῆς ἔχει [1.25.166.1] γενέσθαι.
 [03813]  ὅταν τοίνυν ἐνδιατρίψῃ τῇ θεωρίᾳ, τῷ θείῳ καθαρῶς ὁμιλῶν, ὁ γνωστικῶς μετέχων τῆς ἁγίας ποιότητος, προσεχέστερον ἐν ἕξει γίνεται ταὐτότητος ἀπαθοῦς, ὡς μηκέτι ἐπιστήμην ἔχειν καὶ γνῶσιν κεκτῆσθαι, ἐπιστήμην δὲ εἶναι καὶ γνῶσιν.
 [04247]  ἄντικρυς τελείαν δικαιοσύνην ὑπογράφει ἔργῳ τε καὶ θεωρίᾳ πεπληρωμένην.
 [04802]  γνωστικοὶ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλ' αὐτῇ τῇ θεωρίᾳ.
 [05146]  οὐ γὰρ ἄν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν τῶν ἁγίων ἄγαλμα, οὐδ' ἔστι τὴν ἀρχὴν ἐπισύνθετόν τι καὶ αἰσθητὸν ζῷον ἐν οὐρανῷ ὧδέ πως ἔχον, σύμβολον δ' ἐστὶ λογικῆς μὲν τὸ πρόσωπον ψυχῆς, πτέρυγες δὲ λειτουργίαι τε καὶ ἐνέργειαι αἱ μετάρσιοι δεξιῶν τε ἅμα καὶ λαιῶν δυνάμεων, ἡ φωνὴ δὲ δόξα εὐχάριστος ἐν ἀκαταπαύστῳ θεωρίᾳ.
 [06957]  τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δι' αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν (οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ, ἢ μόνον τὸ παρεῖναι αὐτὴν καὶ ἐν ἀδιαλείπτῳ θεωρίᾳ ἡμᾶς εἶναι καὶ εἰς αὐτὴν καὶ δι' αὐτὴν ἀγωνίζεσθαι), τὰ δὲ δι' ἕτερα, <ὡς> τὴν πίστιν διὰ τὴν ἐξ αὐτῆς περιγενομένην φυγήν τε τῆς κολάσεως καὶ ὠφέλειαν τὴν ἐκ τῆς ἀνταποδόσεως.
 [07554]  ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς τοῦ ὅλον ἑαυτὸν τῇ τῆς γνώσεως ἀγάπῃ [7.2.11.1] ἐπιβεβληκότος τῇ θεωρίᾳ.
 [07857]  ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος τῶν ἀντιστρατευομένων τῷ νῷ καὶ τῇ μὲν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτικῇ δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτικῇ τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει·
 [07964]  ἔπειτα καθαροὺς τῇ καρδίᾳ γενομένους κατὰ τὸ προσεχὲς τοῦ κυρίου προσμένει τῇ [7.10.56.6] θεωρίᾳ τῇ ἀιδίῳ ἀποκατάστασις.
 [08001]  [7.11.61.1] Πρόεισιν οὖν ἐγγυμναζόμενος τῇ ἐπιστημονικῇ θεωρίᾳ εἰς τὸ ἐναγωνίσασθαι τοῖς καθολικώτερον καὶ μεγαλοπρεπέστερον εἰρημένοις.
 [08308]  οὐδὲ γὰρ ὀπώρας παρακειμένης, τῆς μὲν ἀληθοῦς καὶ ὡρίμου, τῆς δὲ ἐκ κηροῦ ὡς ὅτι μάλιστα ἐμφεροῦς πεποιημένης, διὰ τὴν ὁμοιότητα ἀμφοῖν ἀφεκτέον, διακριτέον δὲ ὁμοῦ τε τῇ καταληπτικῇ θεωρίᾳ καὶ τῷ κυριωτάτῳ λογισμῷ τὸ ἀληθὲς ἀπὸ τοῦ [7.15.91.5] φαινομένου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»