Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζωῆς [74]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ζωῆς


000-00-00 Serial Number=0482050598
Eclogae propheticae Ante [Go Back]  
 [00137]  ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀποτίθεται, τὸ δὲ ὑλικόν, μέχρι σύνεστι τῷ κρείττονι, μένει·
000-00-00 Serial Number=0850887418
Excerpta ex Theodoto Ante [Go Back]  
 [00117]  [1.13.1] Οὗτός ἐστιν Ἄρτος ἐπουράνιος καὶ πνευ ματικὴ Τροφὴ ζωῆς παρεκτικὴ κατὰ τὴν βρῶσιν καὶ γνῶσιν, τὸ Φῶς τῶν ἀνθρώπων, τῆς Ἐκκλησίας δηλονότι.
 [00342]  [3.50.3] Καθὸ μὲν ἀόρατός ἐστι καὶ ἀσώματος, τὴν οὐσίαν αὐτοῦ πνοὴν ζωῆς προσεῖπεν·
000-00-00 Serial Number=0186210454
Fragmenta Ante [Go Back]  
 [00244]  Βραχμᾶνες ἐπ' ὀρέων οἰκοῦντες καὶ καθαρωτάτου ἀπολαύοντες ἀέρος ζῶσι τέλειον καὶ πληρέστατον χρόνον τῆς ζωῆς τῶν ἀνθρώπων.
000-00-00 Serial Number=0292240858
Hymnus Christi servatoris Ante [Go Back]  
 [00009]  Οἱ νηπίαχοι ἀταλοῖς στόμασιν ἀτιταλλόμενοι, θηλῆς λογικῆς πνεύματι δροσερῷ ἐμπιμπλάμενοι, αἴνους ἀφελεῖς, ὕμνους ἀτρεκεῖς βασιλεῖ Χριστῷ, μισθοὺς ὁσίους ζωῆς διδαχῆς, μέλπωμεν ὁμοῦ.
000-00-00 Serial Number=0325651109
Paedagogus Ante [Go Back]  
 [00002]  [1.1.1.1] Συγκεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι' ὑπακοῆς εὐλόγου ζωῆς ἀιδίου ὄρεξις, νοερῷ καταβληθεῖσα χωρίῳ.
 [00008]  προτρεπτικὴ γὰρ ἡ πᾶσα θεοσέβεια, ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης ὄρεξιν ἐγγεννῶσα τῷ συγγενεῖ [1.1.1.4] λογισμῷ·
 [00256]  Μόνον δὲ ἄρα οἱ πρῶτον ἀρξάμενοι τῶν ὅρων τῆς ζωῆς ἤδη τέλειοι, ζῶμεν δὲ ἤδη οἱ θανάτου κεχωρισμένοι.
 [00448]  Ἐπειδὴ δέ ἐστιν ὁ λόγος πηγὴ ζωῆς βρύουσα καὶ ποταμὸς εἴρηται ἐλαίου, εἰκότως ἀλληγορῶν ὁ Παῦλος καὶ γάλα αὐτὸν ὀνομάζων ἐπότισα ἐπιφέρει·
 [00463]  Καὶ ὁ ἄρτος, ὃν ἐγὼ [1.6.46.3] δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
 [00892]  [1.9.83.3] Εἰκότως ἄρα σωτῆρος μὲν οἱ νοσοῦντες δεόμεθα, οἱ πεπλανημένοι δὲ τοῦ καθηγησομένου καὶ οἱ τυφλοὶ τοῦ φωταγωγήσοντος καὶ οἱ διψῶντες τῆς πηγῆς τῆς ζωτικῆς, ἀφ' ἧς οἱ μεταλαβόντες οὐκέτι διψήσουσιν, καὶ οἱ νεκροὶ δὲ τῆς ζωῆς ἐνδεεῖς καὶ τοῦ ποιμένος τὰ πρόβατα καὶ οἱ παῖδες τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ πᾶσα ἡ ἀνθρωπότης Ἰησοῦ, ἵνα μὴ ἀνάγωγοι καὶ ἁμαρτωλοὶ εἰς τέλος τῆς καταδίκης ἐκπέσωμεν, διακριθῶμεν δὲ τῶν ἀχυρμιῶν καὶ εἰς τὴν πατρῴαν ἀποθήκην σωρευθῶμεν·
 [00990]  Φρόνησις γὰρ ἡ γνῶσις διὰ τοῦ αὐτοῦ προφήτου μηνύεται λέγοντος ἄκουε, [1.10.91.4] Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.
 [01750]  οἷς μὲν γὰρ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν.
 [01859]  ἀλλὰ καὶ τῆς πίστεώς ἐστιν τύπος, ζωῆς μὲν διὰ τὴν οὐσίαν τοῦ ξύλου, εὐφροσύνης δὲ διὰ τὴν προσηγορίαν τοῦ στεφάνου, κινδύνου δὲ διὰ τὴν ἄκανθαν·
 [01951]  διόπερ ἀεὶ τὸν θεὸν ἐννοουμένη διὰ τῆς συνεχοῦς προσομιλήσεως ἐγκαταλέγουσα τῷ σώματι τὴν ἐγρήγορσιν ἀγγελικῇ τὸν ἄνθρωπον ἐξισάζει χάριτι, τῆς ζωῆς τὸ ἀίδιον ἐκ τῆς τοῦ ἐγρηγορέναι μελέτης προσλαμβάνουσα.
 [02497]  ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, φησίν, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, τὸ ῥεῦμα τῆς ἡδυπαθείας φυλάξασθαι παραινῶν, ἵνα πολὺν ζήσωμεν χρόνον, προστεθῇ δὲ ἡμῖν ἔτη ζωῆς, εἴτε ἀλλοτρίαν ἡδονὴν μὴ θηρωμένοις [3.2.10.1] εἴτε καὶ τὰς αἱρέσεις ἐκτρεπομένοις.
 [02666]  Τοιούτους ὁ κύριος ἡμᾶς καλεῖ γυμνοὺς ἀπειροκαλίας, γυμνοὺς κενοδοξίας, ἁμαρτιῶν ἀπεσπασμένους, μόνον ἐπιφερομένους τὸ ξύλον τῆς ζωῆς, μόνον ἐπέχοντας τὴν σωτηρίαν.
 [03023]  ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
 [03309]  Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα τῆς ζωῆς τῆς νῦν καὶ τῆς [3.12.96.2] μελλούσης.
000-00-00 Serial Number=0108415961
Protrepticus Ante [Go Back]  
 [00044]  Οἱ δὲ τηνάλλως νεκροί, οἱ τῆς ὄντως οὔσης ἀμέτοχοι ζωῆς, ἀκροαταὶ μόνον γενόμενοι τοῦ ᾄσματος ἀνεβίωσαν.
 [00699]  οἱ κατὰ τὸν Ἰωάννην οὐκ ὄντες ἐκ τῶν κάτω, παρὰ δὲ τοῦ ἄνωθεν ἐλθόντος τὸ πᾶν μεμαθηκότες, οἱ τὴν οἰκονομίαν τοῦ θεοῦ κατανενοηκότες, οἱ ἐν καινότητι ζωῆς περιπατεῖν μεμελετηκότες.
 [00969]  ∆ιὰ τοῦτο ὁ μακάριος ἀπόστολος μαρτύρομαι ἐν κυρίῳ, φησίν, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν·
 [01001]  θεοσέβεια δὲ πρὸς πάντα ὠφέλιμος κατὰ τὸν Παῦλον, ἐπαγγελίαν ἔχουσα ζωῆς [9.85.4] τῆς νῦν καὶ τῆς μελλούσης.
 [01005]  ἔξεστιν ὑμῖν, ἢν ἐθέλητε, ἐξω νήσασθαι τὴν πολυτίμητον σωτηρίαν οἰκείῳ θησαυρῷ, ἀγάπῃ καὶ πίστει, ζωῆς ὅς ἐστιν ἀξιόλογος μισθός.
 [01290]  φῶς ἡμῖν ἐξ οὐρανοῦ τοῖς ἐν σκότει κατορωρυγμένοις καὶ ἐν σκιᾷ θανάτου κατακεκλεισμένοις ἐξέλαμψεν ἡλίου καθαρώ [11.114.2] τερον, ζωῆς τῆς ἐνταῦθα γλυκύτερον.
 [01298]  [11.115.1] ∆εξώμεθα τοὺς νόμους τῆς ζωῆς, πεισθῶμεν προτρε πομένῳ θεῷ, μάθωμεν αὐτόν, ἵνα ἵλεως ᾖ, ἀποδῶμεν καὶ μὴ δεομένῳ μισθὸν εὐχάριστον, εὐπείθειαν, οἷόν τι ἐνοίκιον [τὴν εὐσέβειαν] τῷ θεῷ τῆς ἐνταῦθα ἐνοικήσεως.
 [01327]  καὶ τὸ μέγιστον ἅμα τῷ βουληθῆναι γνησίως τὸ σωθῆναι συντρέχει, ὁμοζυγούντων, ὡς ἔπος εἰπεῖν, προαι [11.117.3] ρέσεως καὶ ζωῆς.
 [01339]  ἄγχει τὸν ἄνθρωπον, τῆς ἀληθείας ἀποτρέπει, ἀπάγει τῆς ζωῆς, παγίς ἐστιν, βάραθρόν ἐστιν, βόθρος ἐστί, λίχνον ἐστὶν κακὸν ἡ συνήθεια·
 [01399]  περὶ γάρ τοι τῆς παῦλαν οὐδαμῇ οὐδαμῶς ἐχούσης ζωῆς οὐκ ἐθέλουσιν οὐδ' οἱ λόγοι παύσασθαί ποτε ἱεροφαντοῦντες.
000-00-00 Serial Number=0298634589
Quis dives salvetur Ante [Go Back]  
 [00012]  ἅπαντα τὸν δυνατὸν τρό πον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς [1.5] ἀναιρήσεται.
 [00015]  οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκ δύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους ὁ δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε [2.3] ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις δυνατὸν γίνεται.
 [00066]  [6.1] Ἠρώτηται μὲν γὰρ ἡδέως ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐρώτημα καταλληλότατον αὐτῷ, ἡ ζωὴ περὶ ζωῆς, ὁ σωτὴρ περὶ σωτηρίας, ὁ διδάσκαλος περὶ κεφαλαίου οὐ τῶν διδασκομένων δογμάτων.
 [00069]  ἃ παιδεύει, ἃ διδάσκει, ἃ παρέχει, ἵνα δείξῃ τὴν τοῦ εὐαγγελίου ὑπό [6.3] θεσιν, ὅτι δόσις ἐστὶν αἰωνίου ζωῆς.
 [00072]  κληθεὶς δὲ ἀγαθός, ἀπ' αὐτοῦ πρώτου τοῦ ῥήματος τού του τὸ ἐνδόσιμον λαβὼν ἐντεῦθεν καὶ τῆς διδασκαλίας ἄρχεται, ἐπι στρέφων τὸν μαθητὴν ἐπὶ τὸν θεὸν τὸν ἀγαθὸν καὶ πρῶτον καὶ μόνον ζωῆς αἰωνίου ταμίαν, ἣν ὁ υἱὸς δίδωσιν ἡμῖν παρ' ἐκείνου λαβών.
 [00075]  αὕτη γὰρ ἄτρεπτος καὶ ἀσάλευτος ἀρχὴ καὶ κρηπὶς ζωῆς, ἐπιστήμη θεοῦ τοῦ ὄντως ὄντος καὶ τὰ ὄντα, τουτέστι τὰ αἰώνια, δωρουμένου, ἐξ οὗ καὶ τὸ εἶναι τοῖς ἄλλοις ὑπάρχει καὶ τὸ [7.3] μεῖναι λαβεῖν.
 [00083]  ἀλλ' ὅμως οὗτος ὁ τοιοῦτος ἀκριβῶς πέπεισται, διότι αὐτῷ πρὸς μὲν δικαιοσύνην οὐδὲν ἐνδεῖ, ζωῆς δὲ ὅλως προσδεῖ·
 [00088]  [9.1] Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ εἶναί φησιν ὡς πρὸς τὴν αἰώνιον ζωὴν ὡς οὐ τέλεια πεπληρωκότα καὶ νόμου μὲν ἐργάτην, ἀργὸν δὲ ζωῆς ἀληθι [9.2] νῆς.
 [00101]  ἀλλὰ δυσχεράνας ἀπῆλθεν, ἀχθεσθεὶς [10.5] τῷ παραγγέλματι τῆς ζωῆς, ὑπὲρ ἧς ἱκέτευεν.
 [00102]  οὐ γὰρ ἀληθῶς ζωὴν ἤθελεν, ὡς ἔφασκεν, ἀλλὰ δόξαν προαιρέσεως ἀγαθῆς μόνην περι εβάλλετο, καὶ περὶ πολλὰ μὲν οἷός τε ἦν ἀσχολεῖσθαι, τὸ δὲ ἕν, τὸ τῆς ζωῆς ἔργον, ἀδύνατος καὶ ἀπρόθυμος καὶ ἀσθενὴς ἐκτελεῖν·
 [00107]  [11.1] Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας, τῆς ἐλπίδος, τῆς ζωῆς, [11.2] τῶν προπεπονημένων;
 [00110]  οὐχ ὃ προχείρως δέχονταί τινες, τὴν ὑπάρχουσαν οὐσίαν ἀπορ ρῖψαι προστάσσει καὶ ἀποστῆναι τῶν χρημάτων, ἀλλὰ τὰ δόγματα τὰ περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν πρὸς αὐτὰ συμπάθειαν τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς μερίμνας, τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν.
 [00111]  [11.3] οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ' ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ' ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, ἀγνοοῦντες δὲ θεὸν καὶ δικαιοσύνην θεοῦ, κατ' αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες [11.4] αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ ∆ημόκριτοι καὶ Κράτητες.
 [00200]  ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισ αγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις, ἀνθ' ὧν σοι περιέσται μισθὸς [19.6] καὶ τιμή, διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία.
 [00203]  [20.1] Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄν θρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς, ἧς ἐπιθυμεῖν μόνον, ἀλλ' οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον [20.2] ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ.
 [00213]  ἐπειδὴ δὲ συνῄδεσαν ἑαυτοῖς μήπω τὰ πάθη τέλεον ἀποτεθειμένοις (ἀρτιμαθεῖς γὰρ ἦσαν καὶ νεωστὶ πρὸς τοῦ σωτῆρος ἠνδρολογημένοι), περισσῶς ἐξεπλήσσοντο καὶ ἀπεγίνωσκον ἑαυτοὺς οὐδέν τι ἧττον ἐκείνου τοῦ πολυχρημάτου καὶ δεινῶς τῆς κτήσεως περιεχομένου, ἥν γε προέκρινεν [20.6] ζωῆς αἰωνίου.
 [00244]  εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω, ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.
 [00273]  [25.4] ὁ δὲ χαλεπώτατος ἔνδοθέν ἐστι διωγμός, ἐξ αὐτῆς ἑκάστῳ τῆς ψυχῆς προπεμπόμενος λυμαινομένης ὑπὸ ἐπιθυμιῶν ἀθέων καὶ ἡδονῶν ποικίλων καὶ φαύλων ἐλπίδων καὶ φθαρτικῶν ὀνειροπολημάτων, ὅταν, ἀεὶ τῶν πλειόνων ὀρεγομένη καὶ λυσσῶσα ὑπὸ ἀγρίων ἐρώτων καὶ φλεγομένη, καθάπερ κέντροις ἢ μύωψι τοῖς προσκειμένοις αὐτῇ πάθεσιν ἐξαιμάσσηται πρὸς σπουδὰς μανιώδεις καὶ ζωῆς ἀπόγνωσιν [25.5] καὶ θεοῦ καταφρόνησιν.
 [00278]  μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ' ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, [25.8] τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς.
 [00288]  εἰ γὰρ διὰ τὴν ἀκούσιον ἐν πλούτῳ γένεσιν ἀπελήλαται ζωῆς, ἀδικεῖται μᾶλλον ὑπὸ τοῦ γειναμένου θεοῦ, προσ καίρου μὲν ἡδυπαθείας κατηξιωμένος, ἀιδίου δὲ ζωῆς ἀπεστερημένος, [26.5] τί δ' ὅλως πλοῦτον ἐχρῆν ἐκ γῆς ἀνατεῖλαί ποτε, εἰ χορηγὸς καὶ [26.6] πρόξενός ἐστι θανάτου;
 [00293]  διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη προκατεγνωσμένους οὐδὲ καταποντι στέον αὖ πάλιν τὸν πλοῦτον οὐδὲ καταδικαστέον ὡς τῆς ζωῆς ἐπί βουλον καὶ πολέμιον, ἀλλὰ μαθητέον τίνα τρόπον καὶ πῶς πλούτῳ [27.2] χρηστέον καὶ τὴν ζωὴν κτητέον.
 [00503]  ἔχεις ἔτι ζωῆς ἐλπίδας·
 [00518]  εἰ δέ τις αἱρεῖται μένειν ἐπεξαμαρτάνων ἑκάστοτε ἐπὶ ταῖς ἡδοναῖς καὶ τὴν ἐνταῦθα τρυφὴν τῆς αἰωνίου ζωῆς προτιμᾷ καὶ διδόντος τοῦ σωτῆρος ἄφεσιν ἀποστρέφεται, μήτε τὸν θεὸν ἔτι μήτε τὸν πλοῦτον μήτε τὸ προπεσεῖν αἰτιάσθω, τὴν [42.19] δὲ ἑαυτοῦ ψυχὴν ἑκουσίως ἀπολουμένην.
000-00-00 Serial Number=0549939156
Stromata Ante [Go Back]  
 [00037]  οἱ δὲ ἐντραφέντες γνησίως τοῖς τῆς ἀληθείας λόγοις ἐφόδια ζωῆς ἀιδίου [1.1.4.4] λαβόντες εἰς οὐρανὸν πτεροῦνται.
 [00300]  μῖσος μὲν γάρ, φησὶν ὁ Σολομών, ἐγείρει νεῖκος, ὁδοὺς δὲ ζωῆς φυλάσσει παιδεία, ὡς μὴ ἀπατηθῆναι, ὡς μὴ κλαπῆναι [1.6.35.6] πρὸς τῶν ἐπὶ βλάβῃ τῶν ἀκροωμένων κακοτεχνίαν ἠσκηκότων.
 [02220]  πρόσταγμα κυρίου πηγὴ ζωῆς, ὡς ἀληθῶς, ποιεῖ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
 [02269]  μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν <ἡ σάρξ>, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω.
 [02683]  ἡ γάρ τοι πορνεύσασα ζῇ μὲν τῇ ἁμαρτίᾳ, ἀπέθανεν δὲ ταῖς ἐντολαῖς, ἡ δὲ μετανοήσασα οἷον ἀναγεννηθεῖσα κατὰ τὴν ἐπιστροφὴν τοῦ βίου παλιγγενεσίαν ἔχει ζωῆς, τεθνηκυίας μὲν τῆς πόρνης τῆς παλαιᾶς, εἰς βίον δὲ παρελθούσης αὖθις τῆς [2.23.147.3] κατὰ τὴν μετάνοιαν γεννηθείσης.
 [03218]  ὡς δὲ αἰτία θανάτου διὰ τὸ τίκτειν ἡ γυνὴ νομίζεται, οὕτω καὶ ζωῆς διὰ [3.9.65.1] τὴν αὐτὴν αἰτίαν λεχθήσεται ἡγεμών.
 [03221]  ἀλλ' ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
 [03509]  δένδρον γὰρ ζωῆς, φησὶν ὁ προφήτης, ἐν ἐπιθυμίᾳ ἀγαθῇ γίνεται, διδάσκων ἐπιθυμίας [3.17.104.1] ἀστείους καὶ καθαρὰς τὰς ἐν τῷ ζῶντι κυρίῳ.
 [03512]  εἰ δὲ τοῦτο, καὶ ἡ τῆς ἀληθείας γνῶσις βρῶσίς ἐστι τοῦ ξύλου τῆς ζωῆς.
 [03741]  μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς δι' εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου [4.6.32.2] συνασκηθῆναι ζωῆς.
 [03762]  οὗτός ἐστι τῷ ὄντι βαλλάντιον μὴ παλαιούμενον, ἐφόδιον ζωῆς ἀιδίου, θησαυρὸς ἀνέκλειπτος ἐν οὐρανῷ, ὅτι ἐλεῶν [4.6.34.1] ἐλεήσω ὃν ἂν ἐλεῶ φησὶ κύριος.
 [03811]  ἄνευ δὲ τῶν μεταξύ, ἃ δὴ ὕλης ἐπέχει τάξιν, οὔθ' αἱ ἀγαθαὶ οὔθ' αἱ κακαὶ συνί στανται πράξεις, οἷον ζωῆς λέγω καὶ ὑγιείας τῶν τε ἄλλων τῶν [4.6.39.4] ἀναγκαίων ἢ περιστατικῶν.
 [03844]  [4.7.44.1] Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ δι' αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ, οὐκ εἰδόσι τῆς ὄντως οὔσης ζωῆς ἀρχὴν εἶναι τὴν τοιαύτην τοῦ θανάτου πύλην.
 [04169]  ἀπ' ἀρχῆς ἀθάνατοί ἐστε καὶ τέκνα ζωῆς ἐστε αἰωνίας καὶ τὸν θάνατον ἠθέλετε μερίσασθαι εἰς ἑαυτούς, ἵνα δαπανήσητε αὐτὸν καὶ ἀναλώσητε, καὶ ἀποθάνῃ ὁ θάνατος ἐν ὑμῖν [4.13.89.3] καὶ δι' ὑμῶν.
 [04862]  δῆλον γὰρ μηδένα ποτὲ δύνασθαι παρὰ τὸν τῆς ζωῆς χρόνον τὸν θεὸν ἐναργῶς καταλαβέσθαι·
 [05214]  [5.8.45.6] οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς δι' ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλον ται, ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι αὖ καίονται, οὕτως καὶ <αὐ>τοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.
 [05462]  αὐτίκα τὴν φρόνησιν θείαν ἀλληγορῶν ὁ Μωυσῆς ξύλον ζωῆς ὠνόμασεν ἐν τῷ παραδείσῳ πεφυτευμένον, ὃς δὴ παράδεισος καὶ κόσμος εἶναι δύναται, ἐν ᾧ πέφυ [5.11.72.3] κεν τὰ ἐκ δημιουργίας ἅπαντα.
 [05706]  ἀγαθοῦ δὲ καὶ ζωῆς ἓν τέλος τὸ φιλόθεον γενέσθαι·
 [06605]  ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
 [07506]  ταύτῃ κράτιστον μὲν ἐν γῇ ἄνθρωπος ὁ θεοσεβέστατος, κράτιστον δὲ ἐν οὐρανῷ ἄγγελος, ὁ πλησιαίτερον κατὰ τόπον καὶ ἤδη καθαρώτερον τῆς [7.2.5.3] αἰωνίου καὶ μακαρίας ζωῆς μεταλαγχάνων.
 [08421]  τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν [7.16.104.5] οὐκ ἐπιστάμενον, ὕδωρ ζωῆς γνωστικῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»