Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἴη [135]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἴη


000-00-00 Serial Number=0582456052
Eclogae propheticae Ante [Go Back]  
 [00174]  [οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον, οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πρα γμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.
 [00240]  ὁ διάβολος ᾔδει ἐλευ σόμενον τὸν κύριον, εἰ δὲ <ὁ Ἰησοῦς> αὐτὸς εἴη, οὐκ ἠπίστατο·
000-00-00 Serial Number=0892200351
Excerpta ex Theodoto Ante [Go Back]  
 [00103]  [1.11.2] Πρόσωπον δὲ τοῦ ἀσχηματίστου πῶς ἂν εἴη;
000-00-00 Serial Number=0784683764
Fragmenta Ante [Go Back]  
 [00343]  Εἰς τοσαύτην δὲ αὔξην ἡ φυὴ τοῦ λόγου προῆλθεν, ὡς τὸ ἐξ αὐτοῦ φύον δένδρον (τοῦτο δ' ἂν εἴη ἡ πανταχοῦ γῆς ἱδρυμένη τοῦ Χριστοῦ ἐκκλησία) τὰ πάντα πληρῶσαι, ὥστε ἐν τοῖς κλάδοις αὐτῆς κατασκηνῶσαι τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀγγέλους δηλαδὴ θείους καὶ μετεωροπόρους ψυχάς.
000-00-00 Serial Number=0079584599
Paedagogus Ante [Go Back]  
 [00128]  Εἰ δὲ καὶ ὄνος εἴη ὁ νέος ἐν τῇ γραφῇ, πλὴν ἀλλὰ πῶλος ὄνος καὶ οὗτος.
 [00135]  Ἐμφαντικώτερον δ' οὖν ἡμῖν ἀποκαλύπτων ὁ κύριος τὸ σημαινόμενον ἐκ τῆς παιδίον προσηγορίας γενομένης ζητήσεως ἐν τοῖς ἀποστόλοις, ὅστις αὐτῶν εἴη μείζων, ἔστησεν ὁ Ἰησοῦς ἐν μέσῳ παιδίον εἰπών·
 [00233]  Οὐ γὰρ μείζων τις εἴη τοῦ λόγου οὐδὲ [1.6.25.3] μὴν διδάσκαλος τοῦ μόνου διδασκάλου.
 [00642]  Ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν·
 [00958]  Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρωπότητα οἰκονομίαν, ἀγαθὴν οὖσαν καὶ σωτήριον, ἀναγκαίως ὑπὸ τοῦ λόγου παραλαμβανομένην ἐπεδείξαμεν πρός τε μετάνοιαν καὶ πρὸς τῶν ἁμαρτιῶν τὴν κώλυσιν εὔθετον γενομένην, ἑξῆς ἂν εἴη σκοπεῖν τὸ ἤπιον τοῦ λόγου·
 [01050]  Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τὸν βίον ἡμῖν τὸν ἀληθινὸν ὑποτυπώσασθαι καὶ τὸν ἐν Χριστῷ παιδαγωγῆσαι ἄνθρωπον.
 [01437]  οὐδεὶς γὰρ ψόφος οἰκεῖος ἀνδρὶ λογικῷ, ἔτι δὲ μᾶλλον γυναικί, ᾗ καὶ τὸ συνειδέναι αὐτὴν ἑαυτῇ, ἥτις εἴη, μόνον αἰσχύνην φέρει.
 [01470]  Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ [2.3.36.4] ἡ πολυκτημοσύνη.
 [01483]  Εἰ κεραμεοῦν εἴη τὸ χερνίβιον, οὐ δέξεται τὸ ἀπόνιμμα τῆς χειρός;
 [01579]  ἧττον γὰρ ἂν καταγέλαστος ὁ γέλως αὐτῷ [2.5.47.2] εἴη.
 [01580]  Χρὴ δὲ καὶ τὸ μειδίαμα παιδαγωγεῖσθαι, καὶ εἰ μὲν ἐπ' αἰσχροῖς [2.5.47.2] εἴη, ἐρυθριῶντας μᾶλλον ἢ μειδιῶντας φαίνεσθαι, μὴ συνήδεσθαι διὰ συμπάθειαν δοκῶμεν, εἰ δὲ ἐπὶ λυπηροῖς, κατηφεστέρους ἁρμόζει βλέπεσθαι ἢ ἐφήδεσθαι δοκεῖν·
 [01843]  [2.8.72.2] Εἴργονται τοίνυν στεφάνων οἱ τῷ λόγῳ παιδαγωγούμενοι, οὐκ ἐπεὶ καταδεῖν δοκοῦσιν τὸν λόγον ἐν ἐγκεφάλῳ τοῦτον ἱδρυμένον, οὐδ' ὅτι κωμαστικῆς ἀγερωχίας σύμβολον ὁ στέφανος εἴη ἀλλὰ [2.8.72.3] γὰρ ὅτι τοῖς εἰδώλοις κατωνόμασται.
 [01888]  [2.8.76.4] Καὶ πολὺς ἂν εἴη ὁ περὶ τούτων λόγος, εἰς τὰς ἀναγκαίας ὠφελείας λεγόντων ἡμῶν τὰ ἄνθη καὶ τὰ ἀρώματα, οὐκ εἰς τὰς ὕβρεις τῆς [2.8.76.5] τρυφῆς γεγονέναι.
 [01911]  Ἡμῖν δὲ χρηστέον ἀκολούθως τῷ λόγῳ ἀφελεῖ τῇ εὐνῇ καὶ λιτῇ σύμμετρον ἐχούσῃ τὸ παρηγοροῦν, εἰ θέρος εἴη, τὸ σκέπον, εἰ κρύος εἴη, τὸ [2.9.78.4] θάλπον.
 [02393]  οὔτε γὰρ θέμις βιάζεσθαι τὴν φύσιν, παρ' ὃ βεβούληται, οὔτε μὴν ἄλλος ἀμείνων ἂν εἴη τῶν ὤτων κόσμος εἰς τοὺς κατὰ φύσιν τῆς [2.12.129.4] ἀκοῆς καταβαίνων πόρους κατηχήσεως ἀληθοῦς.
 [02438]  εἴη δ' ἂν καὶ τὴν σάρκα εἰπεῖν τῷ τῆς ἐγκρατείας κόσμῳ.
 [02857]  [3.9.47.1] Οὐδὲ μὴν ἑκάστοτε λουτέον, ἀλλ' εἴτε λίαν τις εἴη κενὸς ἢ αὖ πλήρης ἄγαν, παραιτητέον τὸ βαλανεῖον·
 [02920]  χρώματα δὲ λευκὰ πρέποντα ἂν εἴη σεμνότητι καὶ ἄλλοθι λέγει καὶ ἐν ὑφῇ·
 [03138]  Εἰ γὰρ ἐν τῷ ταμιείῳ μυστικῶς προσεύχεσθαι τῷ θεῷ δίκαιον, ἑπόμενον ἂν εἴη καὶ τὸν πλησίον, ὃν δεύτερον ἀγαπᾶν κελευόμεθα, ὁμοίως τῷ θεῷ καὶ μυστικῶς φιλοφρονεῖσθαι ἔνδοθεν [3.11.82.4] ἐξαγοραζομένους τὸν καιρόν·
 [03316]  Μυρίαι δὲ ὅσαι ὑποθῆκαι εἰς πρόσωπα ἐκλεκτὰ διατείνουσαι ἐγγεγράφαται ταῖς βίβλοις ταῖς ἁγίαις, αἳ μὲν πρεσβυτέροις, αἳ δὲ ἐπισκόποις καὶ διακόνοις, ἄλλαι χήραις, περὶ ὧν ἄλλος [3.12.97.3] ἂν εἴη λέγειν καιρός.
000-00-00 Serial Number=0965328872
Protrepticus Ante [Go Back]  
 [00078]  Ὁ γοῦν πονηρὸς οὑτοσὶ τύραννος καὶ δράκων, οὓς ἂν οἷός τε εἴη ἐκ γενετῆς σφετερίσασθαι, λίθοις καὶ ξύλοις καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων [1.7.6] συνέθαψεν αὐτούς, ἔστ' ἂν καὶ συμφθαρῶσιν.
 [00346]  Μακρὸν δ' ἂν εἴη μοιχείας αὐτοῦ παντοδαπὰς καὶ [2.33.5] παίδων διηγεῖσθαι φθοράς.
000-00-00 Serial Number=0934255719
Quis dives salvetur Ante [Go Back]  
 [00131]  εἰ δὲ τὰς χρείας οὐχ οἷόν τε ἐκπληροῦν ταύτας μὴ ἀπὸ χρημάτων, τῶν δὲ χρημάτων ἀφί στασθαι κελεύει, τί ἂν ἕτερον εἴη ποιῶν ὁ κύριος ἢ τὰ αὐτὰ διδό ναι τε καὶ μὴ διδόναι παραινῶν, τρέφειν καὶ μὴ τρέφειν, ὑπο δέχεσθαι καὶ ἀποκλείειν, κοινωνεῖν καὶ μὴ κοινωνεῖν, ὅπερ ἁπάντων ἀλογώτατον.
 [00167]  καὶ ὁ μέν τις πλοῦτος κτητὸς ἂν εἴη καὶ περίβλητος, ὃ δὲ ἄκτητος καὶ ἀπόβλητος·
 [00244]  εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω, ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.
 [00310]  τίς δ' ἂν ἄλλος οὗτος εἴη πλὴν αὐτὸς ὁ σωτήρ;
 [00430]  μηδὲ γὰρ τοῦτο εἰς ἀπόγνωσίν σοι καὶ ἀπόνοιαν καταλελείφθω, εἰ καὶ τὸν πλούσιον μάθοις ὅστις ἐστὶν [39.1] ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν δια φύγοι καὶ δύναιτο τῶν αἰωνίων τῶν ἀγαθῶν ἐπαύρασθαι, εἴη δὲ τετυχηκὼς ἢ δι' ἄγνοιαν ἢ δι' ἀσθένειαν ἢ περίστασιν ἀκούσιον μετὰ τὴν σφραγῖδα καὶ τὴν λύτρωσιν περιπετής τισιν ἁμαρτήμασιν ἢ παραπτώμασιν, ὡς ὑπενηνέχθαι τέλεον, ὅτι οὗτος κατεψήφισται [39.2] παντάπασιν ὑπὸ τοῦ θεοῦ.
 [00520]  ᾧ διὰ τοῦ παιδὸς Ἰησοῦ Χριστοῦ, τοῦ κυρίου ζώντων καὶ νεκρῶν, καὶ διὰ τοῦ ἁγίου πνεύματος εἴη δόξα, τιμή, κράτος, αἰώνιος μεγαλειότης καὶ νῦν καὶ εἰς γενεὰς γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0336496174
Stromata Ante [Go Back]  
 [00006]  γελοῖον μεντἂν εἴη τὴν τῶν σπουδαίων ἀποδοκιμάζοντα γραφὴν τοὺς μὴ τοιούτους ἀποδέχεσθαι συντάττοντας
 [00085]  οὗτος δ' ἂν εἴη ὁ τῷ θελήματι τοῦ θεοῦ ἐξυπηρετῶν, δωρεὰν λαβών, δωρεὰν διδούς.
 [00122]  [1.1.14.1] Ἡ μὲν οὖν τῶνδέ μοι τῶν ὑπομνημάτων γραφὴ ἀσθενὴς μὲν εὖ οἶδ' ὅτι παραβαλλομένη πρὸς τὸ πνεῦμα ἐκεῖνο τὸ κεχαριτωμένον, οὗ κατηξιώθημεν ὑπακοῦσαι, εἰκὼν δ' ἂν εἴη ἀναμιμνῄσκουσα τοῦ ἀρχετύπου τὸν θύρσῳ πεπληγότα·
 [00157]  πρῶτον μὲν εἰ καὶ ἄχρηστος εἴη φιλοσοφία, εἰ εὔχρηστος ἡ [1.2.19.2] τῆς ἀχρηστίας βεβαίωσις, εὔχρηστος·
 [00270]  εἴη δ' ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως [1.5.31.6] καὶ ἀσκήσεως συνεστῶσαν.
 [00281]  εἴη δ' ἂν γυμνασία τῷ νῷ τὰ νοητά.
 [00289]  [1.6.34.1] Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία, ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτήν, καὶ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὕστινας.
 [00389]  εἴη δ' ἂν αὕτη [1.9.45.5] διαλεκτική.
 [00510]  ὁ δὲ τῆς παντοδαπῆς σοφίας ἔμπειρος, οὗτος κυρίως ἂν εἴη γνωστικός.
 [00688]  τοὺς χρόνους τούτων παῖδες παραδιδόασι γραμματικῶν, μακρὸν δ' ἂν εἴη τούτους ἀκριβολογούμενον παραθέσθαι αὐτοῦ δεικνυμένου τοῦ ∆ιονύσου, δι' ὃν καὶ ∆ιονυσιακαὶ θέαι, μεταγενεστέρου [1.16.79.3] Μωυσέως ἢ αὐτίκα μάλα.
 [00861]  ἀνὰ τὸν αὐτὸν οὖν λόγον, καὶ μιᾶς οὔσης ἀληθείας, ἐν γεωμετρίᾳ μὲν γεωμετρίας ἀλήθεια, ἐν μουσικῇ δὲ μουσικῆς, κἀν φιλοσοφίᾳ τῇ ὀρθῇ Ἑλληνικὴ εἴη ἂν ἀλήθεια.
 [01079]  ὅθεν ἀναμφιλέκτως τῆς τῶν προειρημένων προφητῶν ἡλικίας σὺν καὶ τοῖς ἑπτὰ λεγομένοις σοφοῖς προγενεστέρα ἂν εἴη ἡ ὀλυμπιὰς ἡ πρώτη, ἣ καὶ ὑστέρα τῶν [1.21.130.2] Ἰλιακῶν δείκνυται ἔτεσι τετρακοσίοις ἑπτά.
 [01288]  τὸ τακτικὸν δὲ μέρος ἂν εἴη τοῦ στρατηγικοῦ, τὸ στρατηγικὸν δὲ τοῦ βασιλικοῦ·
 [01289]  πάλιν τε αὖ τὸ νομοθετικὸν μέρος [1.24.158.2] ἂν εἴη τοῦ βασιλικοῦ, καθάπερ καὶ τὸ δικαστικόν.
 [01361]  ἔστι δὲ ὡς ἔπος εἰπεῖν τῷ Μωυσεῖ ἡ πᾶσα ἀγωγὴ παιδευτικὴ μὲν τῶν οἵων τε γενέσθαι καλῶν κἀγαθῶν ἀνδρῶν, θηρευτικὴ δὲ τῶν ὁμοίων τούτοις, ἥτις ἂν εἴη στρατηγική·
 [01362]  ἡ δὲ χρηστικὴ τοῖς θηρευθεῖσι λόγῳ κατὰ τρόπον σοφία εἴη ἂν νομοθετική·
 [01378]  οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν [1.27.171.2] οὐ μᾶλλον ἂν εἴη κηδεμών, ὅσῳπερ ψυχὴ σώματος ἐντιμότερον.
 [01410]  [1.28.176.1] Ἡ μὲν οὖν κατὰ Μωυσέα φιλοσοφία τετραχῇ τέμνεται, εἴς τε τὸ ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομοθετικόν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον δὲ εἰς τὸ ἱερουργικόν, ὅ [1.28.176.2] ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας·
 [01450]  Ἑξῆς δ' ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο δι' ὀλίγων δειχθήσεται.
 [01454]  διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ' εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δι' ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ [2.1.2.3] μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους.
 [01599]  τὸ μὲν ὀρθὸν ἂν εἴη νόμιμον καὶ νόμος φύσει ὢν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις.
 [01636]  οὐ γάρ ποτε ἡ ὀλιγοχρηματία, [2.5.22.5] ἀλλ' ἡ ἀπληστία, ἧς φροῦδος ὁ ἀγαθὸς ὢν καὶ πλούσιός γ' ἂν εἴη.
 [01699]  [2.6.27.4] ἀποφαίνεται δὲ ὁ λόγος αὐτοῦ, καὶ αὐτὸς ἂν εἴη πιστὸς ὁ θεός.
 [01702]  τίς δ' ἂν εἴη δυνατώτερος θεοῦ;
 [01823]  ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων.
 [01891]  πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη.
 [01892]  αὕτη ἂν εἴη μόνη ἡ τῆς σοφίας γνῶσις, ἧς οὐδέποτε χωρίζεται ἡ δικαιοπραγία.
 [01894]  πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη ἐπιστημονικὴ ἀπόδειξις τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν παραδιδομένων.
 [01897]  καὶ μή τι ἡ παρ' ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής, ἅτε ἐκ θείων χορηγουμένη γραφῶν, τῶν ἱερῶν γραμμάτων [2.11.48.4] καὶ τῆς θεοδιδάκτου σοφίας κατὰ τὸν ἀπόστολον.
 [01906]  ἡ γὰρ ἀνωτάτω ἀπόδειξις, ἣν ᾐνιξάμεθα ἐπιστημονικήν, πίστιν ἐντίθησι διὰ τῆς τῶν γραφῶν παραθέσεώς τε καὶ διοίξεως ταῖς τῶν μανθάνειν ὀρεγομένων ψυχαῖς, ἥτις [2.11.49.4] ἂν εἴη γνῶσις.
 [01908]  καὶ εἴη ἂν ὀρθῶς ἡμῖν ἀπόδειξις ἡ γνῶσις.
 [01914]  εἴη δ' ἂν σῶμά τε καὶ ψυχὴ αἵ τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν καὶ σπερματικὸν καὶ τὸ διανοητικὸν ἢ [2.11.51.1] πνευματικὸν ἢ ὅπως καὶ βούλει καλεῖν.
 [01955]  ἣ δ' οὐδὲν ἄλλο ἢ πίστις εἴη ἄν, ἥ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατὴν δείκνυσι τὴν συγκατάθεσίν τε καὶ πίστιν·
 [01972]  ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθεῖσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν [2.13.56.2] πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ.
 [01985]  ὅπερ εἴη ἂν τὸ μὴ εἰς ταὐτὸν ὑπενεχθέντα πλημμέλημα μετανοῆσαι·
 [02065]  καθέδρα δὲ λοιμῶν καὶ τὰ θέατρα καὶ τὰ δικαστήρια εἴη ἂν <ἤ>, ὅπερ καὶ μᾶλλον, ἡ ἐξακολούθησις ταῖς πονηραῖς καὶ ταῖς λυμαντικαῖς ἐξουσίαις καὶ ἡ κατὰ [2.15.68.2] τὰ ἔργα αὐτῶν κοινωνία.
 [02115]  ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὢν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, * διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν [2.16.73.4] ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει.
 [02119]  εἴη γὰρ ἂν οὕτως, ὃ μηδ' εἰπεῖν θέμις, μερικῶς ἁμαρτάνων ὁ θεός, εἴ γε τὰ μέρη τοῦ ὅλου μέρη καὶ συμπληρωτικὰ τοῦ ὅλου, εἰ δὲ μὴ συμπληρωτικά, οὐδὲ μέρη [2.16.74.4] εἴη ἄν.
 [02128]  καὶ ἡ μὲν εἴδησις ἐπιστήμη τῶν καθ' ὅλου κατ' εἶδος εἴη ἄν·
 [02162]  μακρὸν δ' ἂν εἴη περὶ τῶν ἀρετῶν τούτων μαρτυρίας παρατίθεσθαι, ἁπάσης ταύτας [2.18.79.5] ἐξυμνούσης τῆς γραφῆς.
 [02279]  εἴη δ' ἂν οὗτος ὁ τῆς γεωργίας τύπος διδασκαλίας τρόπος, διδάσκων δεῖν τὰς παραφύσεις τῶν ἁμαρτιῶν ἐπικόπτειν καὶ τὰς συναναθαλλούσας τῷ γονίμῳ καρπῷ ματαίας τῆς ἐννοίας πόας, ἔστ' ἂν τελειωθῇ καὶ βέβαιον γένηται τὸ [2.18.96.2] ἔρνος τῆς πίστεως.
 [02290]  σύμβολον δ' ἂν εἴη ταῦτα, πράξεως μὲν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία καὶ λόγου <τὸ> στόμα.
 [02389]  εἴη δ' ἂν τοῦτο μελέτη θανάτου, εἰ μόναις ταῖς κατὰ φύσιν μεμετρημέναις ὀρέξεσι, μηδὲν ὑπεροριζούσαις τῶν κατὰ φύσιν ἐπὶ τὸ μᾶλλον ἢ παρὰ [2.20.109.2] φύσιν, ἔνθα τὸ ἁμαρτητικὸν φύεται, ἀρκεῖσθαι βουλοίμεθα.
 [02523]  [2.21.128.5] τέλειος δ' ἂν εἴη χρόνος ὁ ἀνθρώπινος βίος.
 [02567]  μία καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις.
 [02657]  [2.23.142.3] ἄνευ δὲ πατρὸς (φησὶ) τέκνον οὐκ εἴη ποτ' ἄν, ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου.
 [02773]  κἄστιν τὸ δόγμα τοῦτο οὐ τοῖς ἀπὸ Μαρκίωνος ἔτι, τοῖς δὲ ἐνσωματοῦσθαι καὶ μετενδεῖσθαι καὶ μεταγγίζεσθαι τὰς ψυχὰς ἀξιοῦσιν οἰκεῖον, πρὸς οὓς ἄλλος ἂν εἴη καιρὸς λέγειν, ὁπηνίκα ἂν περὶ ψυχῆς διαλαμβάνωμεν.
 [02942]  [3.4.35.3] καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθ' ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ἰδίᾳ, ὅπερ ἀδύνατον·
 [03569]  οἷς ἑπόμενον ἂν εἴη μετὰ τὴν ἐπιδρομὴν τῆς θεολογίας τὰ περὶ προφητείας παραδεδομένα διαλαβεῖν, ὡς καὶ τὰς γραφὰς αἷς πεπιστεύκαμεν κυρίας οὔσας ἐξ αὐθεντείας παντοκρατορικῆς ἐπιδείξαντας προϊέναι δι' αὐτῶν εἱρμῷ δύνασθαι <καὶ> ἁπάσαις ἐντεῦθεν ταῖς αἱρέσεσιν ἕνα δεικνύναι θεὸν καὶ κύριον παντοκράτορα τὸν διὰ νόμου καὶ προφητῶν, πρὸς [4.1.2.3] δὲ καὶ τοῦ μακαρίου εὐαγγελίου γνησίως κεκηρυγμένον.
 [03745]  οὗτος δ' ἂν εἴη ὁ ἀνυποκρίτως ἐξ ὅλης [4.6.32.4] καρδίας πιστεύων καὶ πάσῃ τῇ ψυχῇ γαληνιῶν·
 [03816]  εἴη δ' ἂν ἡ τελεία εἰρηνοποίησις ἡ ἐπὶ παντὶ τῷ συμβαίνοντι ἄτρεπτον φυλάσσουσα τὸ εἰρηνικόν, ἁγίαν τε καὶ καλὴν τὴν διοίκησιν λέγουσα, ἐν ἐπιστήμῃ θείων καὶ ἀνθρωπίνων πραγμάτων καθεστῶσα, δι' ἧς τὰς ἐν τῷ κόσμῳ ἐναντιότητας [4.6.40.4] ἁρμονίαν κτίσεως καλλίστην λογίζεται.
 [03903]  εἴη δ' ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον·
 [03921]  οὔκουν ἐπὶ τῇ τύχῃ τὸ τέλος ἕξει ποτὲ ὁ γνωστικὸς κείμενον, ἀλλ' ἐπ' αὐτῷ τὸ εὐδαιμονεῖν ἂν εἴη καὶ τὸ μακαρίῳ εἶναι βασιλικῷ τε φίλῳ [4.7.52.3] τοῦ θεοῦ·
 [04033]  [4.8.68.1] πιστῶς οὖν καὶ ὁ πρεσβύτης καὶ ὁ νέος καὶ ὁ οἰκέτης ὑπακούων ταῖς ἐντολαῖς βιώσεταί τε καί, ἐὰν δέῃ, τεθνήξεται, ὅπερ ἂν εἴη διὰ θα [4.8.68.2] νάτου ζωοποιηθῆναι.
 [04094]  οὗτος δ' ἂν εἴη ὁ μὴ περιστελλόμενος τὸν διωγμόν, ἁλώσιμον διὰ θράσος παρέχων ἑαυτόν.
 [04157]  [4.12.87.1] οὐ τὸ ἐνεργεῖν τοίνυν αὐτὸν τὰς θλίψεις οἴεσθαι χρή, μὴ γὰρ εἴη τοῦτο ἐννοεῖν, ἀλλὰ μὴ κωλύειν τοὺς ἐνεργοῦντας πεπεῖσθαι προσῆκεν [4.12.87.2] καταχρῆσθαί τε εἰς καλὸν τοῖς τῶν ἐναντίων τολμήμασιν (καθελῶ γοῦν φησι, τὸν τοῖχον καὶ ἔσται εἰς καταπάτημα), παιδευτικῆς τέχνης τῆς τοιαύτης οὔσης προνοίας ἐπὶ μὲν τῶν ἄλλων διὰ τὰς οἰκείας ἑκάστου ἁμαρτίας, ἐπὶ δὲ τοῦ κυρίου καὶ τῶν ἀποστόλων διὰ [4.12.87.3] τὰς ἡμῶν.
 [04163]  εἰ μὲν γὰρ μὴ εἴη τῆς θείας διοικήσεως, οἴχεται ἡ οἰκονομία τῶν καθαρσίων καὶ πέπτωκεν ἡ ὑπόθεσις αὐτοῖς, εἰ δὲ ἐκ προνοίας τὰ καθάρσια, ἐκ προνοίας καὶ αἱ [4.12.88.3] κολάσεις.
 [04187]  εἴη δ' ἂν καὶ ὁ κύριος ἀμείνων τοῦ δημιουργοῦ θεοῦ·
 [04483]  καίτοι <καὶ> κατὰ νόμον ψιλόν τις ἂν εἴη τέλειος, ὃς ἀποχὴν κακῶν ἐπαγγέλλεται·
 [04490]  μακάριος δ' ἔνθεν ἂν εἴη τέλειός τε ἐν δίκῃ κηρυχθείη, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ὥς φησιν ὁ ἀπόστολος·
 [04534]  εἰ γοῦν τις καθ' ὑπόθεσιν προθείη τῷ γνωστικῷ, πότερον ἑλέσθαι βούλοιτο, τὴν γνῶσιν τοῦ θεοῦ ἢ τὴν σωτηρίαν τὴν αἰώνιον, εἴη δὲ ταῦτα κεχωρισμένα (παντὸς μᾶλλον ἐν ταὐτότητι ὄντα), οὐδὲ καθ' ὁτιοῦν διστάσας ἕλοιτ' ἂν τὴν γνῶσιν τοῦ θεοῦ, δι' αὑτὴν αἱρετὴν κρίνας εἶναι τὴν ἐπαναβεβηκυῖαν τῆς πίστεως δι' ἀγάπην [4.22.137.1] εἰς γνῶσιν ἰδιότητα.
 [04576]  καὶ τοῦτο μὲν συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμῆσθαί τε καὶ ἡγνίσθαι, ἁγνεία δέ ἐστι φρονεῖν ὅσια, καὶ δὴ καὶ ἡ εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν καὶ ἡ ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως·
 [04692]  εἴτ' οὖν ὁ χρόνος εἴη ὁ διὰ τῶν ἑπτὰ περιόδων τῶν ἀριθμουμένων εἰς τὴν ἀκροτάτην ἀνάπαυσιν ἀποκαθιστὰς εἴτε ἑπτὰ οὐρανοί, οὕς τινες ἀριθμοῦσι κατ' ἐπανάβασιν, εἴτε καὶ ἡ ἀπλανὴς χώρα ἡ πλησιάζουσα τῷ νοητῷ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ [4.25.159.3] ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν.
 [04712]  ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν, [4.25.162.4] κἂν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω·
 [04740]  ἑνὸς γὰρ τὰ [4.26.165.4] πάντα θεοῦ, καὶ οὐκ ἄν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν τῆς οὐσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλ' ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα.
 [05106]  [5.6.32.1] Μακρὸν δ' ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δι' αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους.
 [05239]  [20σφὶγξ] δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ [5.8.48.3] διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν·
 [05297]  κατ' ἄλλο σημαινόμενον εἴη δ' ἂν [5.8.53.5] ἐπιθυμία <τὸ> ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον.
 [05553]  πῶς γὰρ ἂν εἴη ῥητὸν ὃ μήτε γένος ἐστὶ μήτε διαφορὰ μήτε εἶδος μήτε ἄτομον μήτε ἀριθμός, ἀλλὰ μηδὲ συμβεβηκός τι μηδὲ ᾧ συμβέβηκέν τι.
 [05574]  εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, οὐκ ἄνευ νοῦ, οἷς ἂν παραγίγνηται.
 [05689]  ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.
 [06057]  τοῦτο δέ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν [5.14.133.6] δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι.
 [06065]  οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι [5.14.134.3] παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός·
 [06124]  Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἂν εἴη κατὰ τὸν βίον ὁ γνωστικός, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς ὡς ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὄντι θεοσεβῆ, τὸν τρόπον τῆς θρῃσκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι·
 [06646]  εἴη δ' ἂν φιλοσοφία τὰ παρ' ἑκάστῃ τῶν αἱρέσεων (τῶν κατὰ φιλοσοφίαν λέγω) ἀδιάβλητα δόγματα [6.7.55.4] μετὰ τοῦ ὁμολογουμένου βίου εἰς μίαν ἀθροισθέντα ἐκλογήν.
 [06687]  [6.7.61.1] Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ [6.7.61.2] ἀποκαλυφθεῖσα.
 [06752]  ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι κἀκ τοῦ μανθάνειν ἡ γνῶσις, ἕπεται δὲ τῇ ἐπιστήμῃ <ἡ> ὁρμὴ μεθ' ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ' ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς·
 [06762]  ἀλλ' ἐπὶ μὲν τοῦ σωτῆρος τὸ σῶμα ἀπαιτεῖν ὡς σῶμα τὰς ἀναγκαίας ὑπηρεσίας εἰς διαμονήν, γέλως ἂν εἴη·
 [06876]  [6.11.88.3] εἴη δ' ἂν τῷ ψαλμῳδῷ κιθάρα ἀλληγορουμένη κατὰ μὲν τὸ πρῶτον σημαινόμενον ὁ κύριος, κατὰ δὲ τὸ δεύτερον οἱ προσεχῶς κρούοντες [6.11.88.4] τὰς ψυχὰς ὑπὸ μουσηγέτῃ τῷ κυρίῳ.
 [07017]  [6.14.109.1] οὐκ ἂν οὖν μετὰ ἀκρασίας πιστός τις εἴη, ἀλλὰ κἂν <μὴ> ἐξέλθῃ τὴν σάρκα, ἀποθέσθαι τὰ πάθη ἀνάγκη τοῦτον, ὡς εἰς τὴν μονὴν τὴν οἰκείαν [6.14.109.2] χωρῆσαι δυνηθῆναι.
 [07199]  καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία.
 [07288]  εἴη δ' ἡμᾶς ** βασιλεύειν.
 [07498]  οὗ τος δ' ἂν εἴη ὁ εἰδὼς τὸ πρέπον καὶ κατὰ τὴν ἐπιστήμην καὶ κατὰ τὸν βίον, ὅπως βιωτέον <τῷ> ἐσομένῳ καὶ δὴ ἐξομοιουμένῳ ἤδη θεῷ.
 [07532]  πῶς δ' ἂν εἴη σωτὴρ καὶ κύριος, εἰ μὴ πάντων σωτὴρ καὶ κύριος;
 [07538]  οὐδ' ἂν βελτίων τις ἄλλη καὶ ἁρμονιωτέρα διοίκησις ἀνθρώπων εἴη τῷ θεῷ τῆς τεταγμένης.
 [07685]  τί δ' ἂν καὶ οἰκοδόμων καὶ λιθοξόων καὶ βαναύσου τέχνης ἅγιον εἴη ἔργον;
 [07687]  γελοῖον μεντἂν εἴη, ὡς αὐτοί φασιν οἱ φιλόσοφοι, ἄνθρωπον, ὄντα παίγνιον θεοῦ, θεὸν ἐργάζεσθαι καὶ γίγνεσθαι παιδιὰν τέχνης τὸν θεόν.
 [07689]  τὰ δὲ πρὸς ἀνθρώπων βαναύσων κατασκευαζόμενα ἀγάλματά τε καὶ ἱερὰ ἐκ τῆς ὕλης τῆς ἀργῆς γίνεται, ὥστε καὶ αὐτὰ ἂν εἴη ἀργὰ καὶ ὑλικὰ καὶ βέβηλα.
 [07695]  τοῦτο γὰρ ἂν εἴη ἀνίδρυτον, τὸ οὐκ ὄν·
 [07712]  εἴη δ' ἂν οὗτος ὁ γνωστικὸς ὁ πολλοῦ ἄξιος ὁ τίμιος τῷ θεῷ, ἐν ᾧ ὁ θεὸς ἐνίδρυται, τουτέστιν ἡ περὶ τοῦ θεοῦ γνῶσις [7.5.29.6] καθιέρωται.
 [07775]  [7.7.35.4] εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ' ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν [7.7.35.5] διάθεσιν;
 [07882]  εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς [7.7.47.6] μετέχων ἀνενδεὴς εἴη ἄν.
 [07947]  εἰ δὲ ταῦτα οὕτως ἔχει, μόνος ἂν εἴη τῷ ὄντι [7.9.54.3] εὐσεβής τε καὶ δίκαιος καὶ θεοσεβὴς ὁ γνωστικός.
 [08094]  τερπνὰ τοίνυν τούτῳ πῶς ἔτι ἂν εἴη τὰ περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ ἀφροδίσιον ἡδονήν.
 [08136]  [7.12.74.9] οὗτος δ' ἂν εἴη ὁ γνωστικὸς ἐργάτης, ὁ κρατῶν μὲν τῶν κοσμικῶν ἐπιθυμιῶν ἐν αὐτῇ ἔτι τῇ σαρκὶ ὤν, περὶ δὲ ὧν ἔγνω, τῶν μελλόντων καὶ ἔτι ἀοράτων, πεπεισμένος ἀκριβῶς ὡς μᾶλλον ἡγεῖσθαι τῶν ἐν ποσὶ παρεῖναι ταῦτα.
 [08495]  [8.2.3.1] Τίς ἂν οὖν ἄλλη βελτίων ἢ ἐναργεστέρα μέθοδος εἰς ἀρχὴν τῆς τοιᾶσδε εἴη ἂν διδασκαλίας ἢ τὸ προταθὲν ὄνομα λόγῳ διελθεῖν οὕτω σαφῶς ὡς πάντας ἀκολουθῆσαι τοὺς ὁμοφώνους;
 [08590]  ἄλλη δέ τις <ἂν> εἴη τοῦ ζῴου φύσις·
 [08659]  παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι, τούτου καὶ τὸν ὅρον ἀποδώσει, ὡς ὅ γε μὴ δυνάμενος λόγῳ περιλαβεῖν καὶ [8.6.20.4] ὁρίσασθαι ὁτιοῦν, τούτου ἐπιστήμων οὐκ ἄν ποτε εἴη.
 [08734]  οὐκ ἂν οὖν εἴη αἴτιον τὸ μὴ κωλῦον.
 [08742]  αὑτὴν δὲ οὐκ ἂν ποιοίη ἡ γῆ, [8.9.28.6] ὥστε οὐδὲ αἰτία ἂν εἴη ἑαυτῆς.
 [08782]  τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»