Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἰκότως [109]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἰκότως


000-00-00 Serial Number=0973641396
Eclogae propheticae Ante [Go Back]  
 [00010]  εἰκότως οὖν ποικίλως τῆς δυνάμεως ὀνομαζομένης ἐπάγει ∆ανιήλ·
000-00-00 Serial Number=0305131137
Excerpta ex Theodoto Ante [Go Back]  
 [00044]  ὅθεν εἰκότως καὶ αὐτὸν Θεὸν λέγει, τὸν ἐν τῷ Θεῷ τῷ Νῷ ὄντα.
 [00266]  [2.35.4] σχεδὸν γὰρ ἡμῶν χρείαν ἔχοντες, ἵνα εἰσέλθωσιν, ἐπεὶ ἄνευ ἡμῶν οὐκ ἐπιτρέπεται αὐτοῖς (διὰ τοῦτο γὰρ οὐδὲ ἡ Μήτηρ συνελήλυθεν ἄνευ ἡμῶν, φασίν), εἰκότως ὑπὲρ ἡμῶν δέονται.
 [00284]  ∆ιὸτι πρὸ καταβολῆς κόσμου εἰκότως λέγεται ἡ Ἐκκλησία ἐκλελέχθαι.
000-00-00 Serial Number=0348930955
Fragmenta Ante [Go Back]  
 [00124]  μὴ προγεγράφθαι δὲ τὸ Παῦλος ἀπόστολος εἰκότως·
 [00155]  ὅθεν ὁ Ἰωάννης ἐν ταύτῃ τῇ ἡμέρᾳ εἰκότως ὡς ἂν παρετοιμαζομένους ἤδη ἀπονίψασθαι τοὺς πόδας πρὸς τοῦ κυρίου τοὺς μαθητὰς ἀναγράφει.
000-00-00 Serial Number=0290224373
Paedagogus Ante [Go Back]  
 [00140]  Παῖδες οὖν εἰκότως οἱ θεὸν μόνον πατέρα ἀφελεῖς καὶ νήπιοι καὶ ἀκέραιοι, οἱ κεράτων μονοκερώτων ἐρασταί.
 [00146]  Εἰ δὲ εἷς διδάσκαλος ἐν οὐρανοῖς, ὥς φησιν ἡ γραφή, ὁμολογουμένως οἱ ἐπὶ γῆς εἰκότως ἂν πάντες κεκλήσονται μαθηταί.
 [00202]  Οὐκ ἔπαθεν δέ, οὐ μόνον εἰκότως ἄρα ὁ Ἰσαὰκ τὰ πρωτεῖα τοῦ πάθους παραχωρῶν τῷ λόγῳ, ἀλλὰ καὶ τοῦ κυρίου τὴν θειότητα αἰνίττεται μὴ σφαγείς·
 [00327]  Νήπιοι ἄρα εἰκότως οἱ παῖδες τοῦ θεοῦ οἱ τὸν μὲν παλαιὸν ἀποθέμενοι ἄνθρωπον καὶ τῆς κακίας ἐκδυσάμενοι τὸν χιτῶνα, ἐπενδυσά μενοι δὲ τὴν ἀφθαρσίαν τοῦ Χριστοῦ, ἵνα καινοὶ γενόμενοι, λαὸς ἅγιος, ἀναγεννηθέντες ἀμίαντον φυλάξωμεν τὸν ἄνθρωπον καὶ νήπιοι ὦμεν ὡς βρέφος τοῦ θεοῦ κεκαθαρμένον πορνείας καὶ πονηρίας.
 [00366]  Πνευματικοὺς μὲν γὰρ τοὺς πεπιστευκότας ἤδη τῷ ἁγίῳ πνεύματι προσεῖπεν, σαρκικοὺς δὲ τοὺς νεοκατηχήτους καὶ μηδέπω κεκαθαρμένους, οὓς ἔτι σαρκικοὺς εἰκότως λέγει ἐπ' ἴσης τοῖς ἐθνικοῖς τὰ σαρκὸς ἔτι [1.6.36.4] φρονοῦντας.
 [00448]  Ἐπειδὴ δέ ἐστιν ὁ λόγος πηγὴ ζωῆς βρύουσα καὶ ποταμὸς εἴρηται ἐλαίου, εἰκότως ἀλληγορῶν ὁ Παῦλος καὶ γάλα αὐτὸν ὀνομάζων ἐπότισα ἐπιφέρει·
 [00526]  Παιδαγωγὸς οὖν εἰκότως ὁ λόγος ὁ τοὺς παῖδας ἡμᾶς εἰς σωτηρίαν ἄγων.
 [00640]  [1.8.63.1] Πολὺ δὴ πλέον τῶν ἄλλων ἀγαπήσει τὸν ἄνθρωπον, εἰκότως, τὸ κάλλιστον τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων καὶ φιλόθεον ζῷον.
 [01081]  Ναὶ μὴν τὸ κορυφαιότατον, αὐτὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν, ὡς ἐξ ἀνάγκης εἶναι τὸ πλημμελούμενον πᾶν διὰ τὴν τοῦ λόγου διαμαρτίαν [1.13.101.3] γινόμενον εἰκότως καλεῖσθαι ἁμάρτημα.
 [01083]  Ὁ ἄνθρωπος παρὰ τὸν λόγον ἐξαμαρτὼν εἰκότως ἄλογος νομισθεὶς εἰκάζεται κτήνεσιν.
 [01094]  ὅθεν εἰκότως τὰ καθήκοντα περὶ τὰς πράξεις, οὐ τὰς λέξεις, συνίσταται·
 [01126]  Οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ' ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφιλῶν, ἃ ὁ θεὸς καταργήσει, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις.
 [01129]  Τὰς μὲν γὰρ ἐπὶ τῇ εὐφροσύνῃ συναγωγὰς ἐγκαταλεγόμενοι καὶ αὐτοὶ δειπνάριά τε καὶ ἄριστα καὶ δοχὰς εἰκότως ἂν καλοῖμεν τὴν συνήλυσιν ταύτην ἑπόμενοι λόγῳ, τὰς τοιαύτας δὲ [2.1.4.5] ἑστιάσεις ὁ κύριος ἀγάπας οὐ κέκληκεν.
 [01565]  Εἰ γὰρ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες, οὐκ ἂν ὑπομείναιμεν, πῶς ἂν εἰκότως τὸν ἐντὸς [2.5.45.4] ἄνθρωπον ἐπὶ τὸ γελοιότερον σχηματιζόμενον ἀνασχοίμεθα;
 [01620]  [2.6.52.3] Τούτοις δὲ ἀναλόγως αἰσχρολογία εἰκότως ἂν καλοῖτο ἡ περὶ τῶν τῆς κακίας ἔργων λογοποιία·
 [01807]  Πῶς ἂν εἰκότως ἔτι ἀγαπῷμεν τὰ μύρα, δι' ἃ αἱ πολιαί, οἱ φεύγοντες πολιάς;
 [01871]  αὐτὸς γὰρ τῷ ἰδίῳ πάθει ῥυσάμενος ἡμᾶς ἀπὸ σκανδάλων καὶ ἁμαρτιῶν καὶ τῶν τοιούτων ἀκανθῶν καὶ τὸν διάβολον καταργήσας εἰκότως ἐπευχόμενος εἴρηκεν·
 [02288]  Συμβολικῶς τούτοις εἰκότως τειχίζεται τῶν ἁγίων ἡ πόλις πνευματικῶς οἰκοδομουμένη.
 [02374]  Καὶ γὰρ εἰκότως ἀπεῖναι αὐτῶν τὸν καλλωπισμὸν κελεύει·
 [02420]  [3.1.2.2] ∆ούλης δὲ οὔσης τῆς σαρκός, καθὼς καὶ ὁ Παῦλος μαρτυρεῖ, πῶς ἄν τις εἰκότως τὴν θεράπαιναν κοσμοίη προαγωγοῦ δίκην;
 [03080]  Μηρυκάζει δὲ ὁ δίκαιος τὴν πνευματικὴν τροφὴν ἀνὰ στόμα ἔχων τὸν λόγον, καὶ διχηλεῖ ἡ δικαιοσύνη εἰκότως, κἀνταῦθα ἁγιάζουσα καὶ εἰς τὸν μέλλοντα παραπέμπουσα αἰῶνα.
000-00-00 Serial Number=0685765505
Protrepticus Ante [Go Back]  
 [00230]  ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασιν, παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνεσχημένοι τῇ ἀθεότητι, προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχη [2.23.2] κότας.
 [00379]  [2.36.1] Τούτοις οὖν εἰκότως ἕπεται τοὺς ἐρωτικοὺς ὑμῶν καὶ παθητικοὺς τούτους θεοὺς ἀνθρωποπαθεῖς ἐκ παντὸς εἰσάγειν τρόπου.
 [00646]  Εἴδωλα γοῦν εἰκότως αὐτοὺς καὶ δαίμονας ὑμεῖς αὐτοὶ κεκλήκατε, ἐπεὶ καὶ τὴν Ἀθηνᾶν αὐτὴν καὶ τοὺς ἄλλους θεοὺς κακίᾳ τιμήσας Ὅμηρος δαίμονας προσηγόρευσεν·
 [00856]  Ὅθεν εἰκότως ὁ Ἀντισθένης ἔλεγεν αὐτοῖς μεταιτοῦσιν·
 [01081]  Ὅθεν ἡ γραφὴ εἰκότως εὐαγγελίζεται τοῖς πεπιστευκόσιν·
 [01167]  Οὔκουν ἔτ' ἂν εἰκότως ὕπνος καὶ θάνατος θεὼ διδυμάονε παρ' ὑμῖν νομίζοιντο, πάθη ταῦτα περὶ τὰ ζῷα συμβαίνοντα φυσικῶς·
 [01204]  Ἄρα οὖν εἰκότως ὡμοίωσθε τοῖς ὄφεσιν ἐκείνοις, οἷς τὰ ὦτα πρὸς τοὺς κατεπᾴδοντας ἀποκέκλεισται.
000-00-00 Serial Number=0528377950
Quis dives salvetur Ante [Go Back]  
 [00296]  ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου, ταύτης μείζω μηδεμίαν ἐντολὴν εἶναι, καὶ [27.4] μάλα εἰκότως.
000-00-00 Serial Number=0850333095
Stromata Ante [Go Back]  
 [00211]  εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς [1.4.27.2] τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
 [00260]  ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.
 [00343]  εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ [1.8.40.2] διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας.
 [00422]  ἐμοὶ δὲ εἰκότως, οἶμαι, πρόκειται βιοῦν μὲν κατὰ τὸν λόγον καὶ νοεῖν τὰ σημαινόμενα, εὐγλωττίαν δὲ μή ποτε ζηλοῦντα ἀρκεῖσθαι μόνῳ τῷ αἰνίξασθαι τὸ νοούμενον.
 [00730]  ἐπεὶ δὲ τῶν ἁμαρτημάτων προαίρεσις καὶ ὁρμὴ κατάρχει, διημαρτημένη δὲ ὑπόληψις ἔσθ' ὅτε κρατεῖ, ἧς, ἀγνοίας καὶ ἀμαθίας οὔσης, [1.17.84.3] ὀλιγωροῦμεν ἀποστῆναι, εἰκότως ἂν κολάσειε (καὶ γὰρ τὸ πυρέττειν ἀκούσιον·
 [00934]  εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει·
 [01318]  ἔργον μὲν οὖν ἦν τὸν Ἱππίαν λαθεῖν, ὅθεν εἰκότως ὁ Μιλτιάδης συγχρησάμενος ἀνοδίᾳ τε καὶ νυκτὶ ἐπιθέμενος τοῖς Πέρσαις, ὧν ∆ᾶτις ἡγεῖτο, τὰ κατὰ τὸν ἀγῶνα μετ' ἐκείνων ὧν αὐτὸς ἡγεῖτο κατώρθωσεν.
 [01347]  [1.26.167.1] Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων.
 [01414]  [1.28.177.2] εἰκότως ἄρα καὶ ἡ γραφὴ τοιούτους τινὰς ἡμᾶς διαλεκτικοὺς οὕτως ἐθέλουσα γενέσθαι παραινεῖ·
 [01420]  εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ [1.28.179.2] Χριστοῦ.
 [01454]  διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ' εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δι' ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ [2.1.2.3] μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους.
 [01657]  εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι σοφία ἐν στόματι πιστῶν, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν [2.5.24.2] πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην.
 [01724]  [2.6.30.1] οὔκουν ἔτ' εἰκότως <ὡς> πρόχειρον τὴν πίστιν διαβλητέον, ὡς εὔκολόν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων.
 [01732]  εἰκότως οὖν ὁ ἀπόστολος Βαρνάβας ἀφ' οὗ φησὶν ἔλαβον, μέρος ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμψαι, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν.
 [01918]  εἰκότως οὖν γέγραπται·
 [02074]  εἰκότως οὖν φησιν ὁ προφήτης·
 [02167]  εἰκότως ἔτι περὶ τούτων διαλαβόντες τῶν ἀρετῶν περὶ πασῶν ἂν εἴημεν ἐσκεμμένοι, ὅτι ὁ μίαν ἔχων ἀρετὴν γνωστικῶς πάσας ἔχει διὰ τὴν [2.18.80.4] ἀντακολουθίαν.
 [02395]  ἕπεται δ' εἰκότως τοὺς μὲν καταπαλαίεσθαι, ὅσοι δὲ ἀθλητικώτερον τὸν ἀγῶνα μεταχειρίζονται πάμμαχον ἀγωνισάμενοι καὶ μέχρι τοῦ στεφάνου χωρήσαντες, αἱ προειρημέναι δυνάμεις ἐν πολλῷ τῷ λύθρῳ τότε δὴ ἀπαυδῶσι θαυμάζουσαι τοὺς νικηφόρους.
 [02437]  εἰκότως οὖν ἀντέθηκε τὰ ἐπιφερόμενα·
 [03208]  ὅθεν εἰκότως περὶ συντελείας μηνύσαντος τοῦ λόγου ἡ Σαλώμη φησί·
 [03262]  ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ' ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους τριῶν ἡμερῶν κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου [3.11.73.2] ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων.
 [03375]  καὶ [3.12.85.1] μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [03452]  εἰκότως οὖν φησι·
 [03573]  ὅθεν εἰκότως τὴν ἀρχὴν τῆς παραδόσεως ἀπὸ τῆς προφητευθείσης ποιησόμεθα γενέσεως, ἐν μέρει καὶ τὰ τῶν ἑτεροδόξων παρατιθέμενοι καὶ ὡς οἷόν [4.1.3.4] τε ἡμῖν διαλύεσθαι πειρώμενοι.
 [03583]  εἰκότως οὖν πολὺ τὸ γόνιμον ἐν ὀλίγῳ σπέρμα<τι> τῶν ἐμπεριεχομένων τῇδε τῇ πραγματείᾳ δογμάτων, ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ, φησὶν ἡ [4.2.6.2] γραφή.
 [03638]  [4.4.13.1] Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβρίζων τὸν πειράζοντα, παιδεύων δέ, οἶμαι, καὶ ἐλέγχων, ἐξ οἵης τιμῆς καὶ οἵου μήκεος ὄλβου, [4.4.13.2] ὥς φησιν Ἐμπεδοκλῆς, ὧδε ἐλθὼν μετὰ θνητῶν ἀναστρέφεται.
 [03797]  ὅθεν εἰκότως [4.6.37.6] μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
 [03892]  [7] εἰκότως οὖν Σιμωνίδης γράφει·
 [04395]  εἰκότως γοῦν καὶ τὰ τούτων <ἆθλα> διάφορα·
 [04552]  εἰκότως οὖν ἡ γνῶσις αὕτη ἀγαπᾷ καὶ τοὺς ἀγνοοῦντας διδάσκει τε καὶ παιδεύει [4.22.139.2] τὴν πᾶσαν κτίσιν τοῦ παντοκράτορος θεοῦ τιμᾶν.
 [04667]  [4.25.155.2] εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι·
 [04877]  εἰκότως ἄρα ὁ μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὄνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων [5.1.8.5] ἁπάντων Πίστεως καὶ Εἰρήνης ἱερὸν ἱδρύσατο.
 [04989]  διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ' αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας [5.3.18.7] εἰκότως ἀφίκοιντο·
 [05060]  ναὶ μὴν γογγύζουσα ἡ τρυγὼν μέμψεως καταλαλιὰν ἀχάριστον ἐμφαίνουσα εἰκότως ἐξοικίζεται·
 [05151]  συνεργοῦντας δὲ εἰς γένεσιν τῶν τῇδε τοὺς ἐφεστῶτας τοῖς πλανήταις κατὰ τὴν θείαν πρόνοιαν ἐπί τε τοῦ στήθους καὶ τῶν ὤμων εἰκότως ἱδρῦσθαι διαγράφει, δι' ὧν ἡ πρᾶξις ἡ ἐπιγενεσιουργός, ἡ ἑβδομὰς ἡ πρώτη·
 [05419]  [5.11.67.2] καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ τοῦτο εἴρηται τῷ Σωκράτει ἡ φιλοσοφία·
 [05477]  ἀτὰρ εἰκότως πόρρωθεν ὁρᾶται τῷ Ἀβραὰμ διὰ τὸ ἐν γενέσει [5.11.74.1] εἶναι, καὶ δι' ἀγγέλου προσεχῶς μυσταγωγεῖται.
 [05501]  εἰκότως οὖν καὶ Πλάτων, νεὼν τοῦ θεοῦ τὸν κόσμον εἰδώς, τοῖς πολίταις ἐναπέδειξεν χωρίον τῆς πόλεως, ἵνα ἔμελλεν ἀνακεῖσθαι αὐτοῖς τὰ [5.11.76.3] εἴδωλα, ἰδίᾳ δὲ ἀπεῖπεν μηδενὶ κεκτῆσθαι θεῶν ἀγάλματα.
 [05507]  εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ ῥητὸν γὰρ φησὶν οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλ' <ἐκ> πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον [5.11.77.2] αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
 [05678]  εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν [5.14.94.4] ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον.
 [06029]  [5.14.129.6] εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάντῃ δ' ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει.
 [06056]  [5.14.133.4] εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν [5.14.133.5] τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν.
 [06063]  [5.14.134.2] εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός;
 [06318]  τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται, [6.2.18.3] Ὑπερείδης λέγει·
 [06608]  εἰκότως ἄρα βοῦν φησι καὶ ἄρκτον ἐπὶ τὸ αὐτὸ ἔσεσθαι ἡ γραφή·
 [06672]  ὅθεν εἰκότως εἴρηται·
 [06752]  ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι κἀκ τοῦ μανθάνειν ἡ γνῶσις, ἕπεται δὲ τῇ ἐπιστήμῃ <ἡ> ὁρμὴ μεθ' ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ' ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς·
 [06779]  εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ' ἄρα ζηλώσει [6.9.73.6] ἐξομοιωθῆναι τοῖς καλοῖς <τὸ> εἶναι δι' ἀγάπης ἔχων τοῦ κάλλους.
 [06842]  εἰκότως ἄρα προαναπεφώνηται καὶ τοῖς Ἕλλησιν·
 [07053]  εἰκότως οὖν εἴρηται·
 [07126]  [6.15.123.1] Εἴπερ οὖν καὶ κατὰ Πλάτωνα ἢ παρὰ τοῦ θεοῦ ἢ παρὰ τῶν ἐκγόνων τοῦ θεοῦ τὸ ἀληθὲς ἐκμανθάνειν μόνως οἷόν τε, εἰκότως παρὰ τῶν θείων λογίων τὰ μαρτύρια ἐκλεγόμενοι τὴν ἀλήθειαν αὐχοῦμεν ἐκδιδάσκεσθαι διὰ τοῦ υἱοῦ τοῦ θεοῦ, προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων·
 [07158]  ἐπὶ πᾶσί τε τὸ παραβολικὸν εἶδος τῆς γραφῆς, ἀρχαιότατον ὄν, ὡς παρεστήσαμεν, εἰκότως παρὰ τοῖς προφήταις μάλιστα ἐπλεόνασεν, ἵνα δὴ καὶ τοὺς φιλοσόφους τοὺς παρ' Ἕλλησι καὶ τοὺς παρὰ τοῖς ἄλλοις βαρβάροις σοφοὺς ἠγνοηκέναι τὸ ἅγιον ἐπιδείξῃ πνεῦμα τὴν ἐσομένην τοῦ κυρίου παρουσίαν καὶ τὴν ὑπ' αὐτοῦ [6.15.127.4] παραδοθησομένην μυστικὴν διδασκαλίαν.
 [07159]  εἰκότως ἄρα κηρύσσουσα ἡ προφητεία τὸν κύριον, ὡς μὴ παρὰ τὰς τῶν πολλῶν ὑπολήψεις λέγουσα βλασφημεῖν τισι δοκοίη, ἐσχημάτισε τὰ σημαινόμενα φωναῖς ταῖς καὶ ἐπὶ [6.15.127.5] ἑτέρας ἐννοίας ἄγειν δυναμέναις.
 [07186]  εἰκότως ἄρα καὶ τὸν Μωυσέα ἀναλαμβανόμενον διττὸν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὸν μὲν μετ' ἀγγέλων, [6.15.132.3] τὸν δὲ ἐπὶ τὰ ὄρη περὶ τὰς φάραγγας κηδείας ἀξιούμενον.
 [07216]  μή τι οὖν εἰκότως κατ' εἰκόνα θεοῦ γεγονέναι ὁ ἄνθρωπος εἴρηται, οὐ κατὰ τῆς κατασκευῆς τὸ σχῆμα, ἀλλ' ἐπεὶ ὁ μὲν θεὸς λόγῳ τὰ πάντα δημιουργεῖ, ὁ δὲ ἄνθρωπος ὁ γνωστικὸς γενόμενος τῷ λογικῷ τὰς καλὰς [6.16.136.4] πράξεις ἐπιτελεῖ.
 [07217]  εἰκότως τοίνυν αἱ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολὰς τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ [6.16.136.5] τὰς πρὸ τοῦ νόμου παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν·
 [07315]  ὡς οὖν ὁ κλέπτων τὰ ἀλλότρια μεγάλως ἀδικῶν εἰκότως περιπίπτει τοῖς ἐπαξίοις κακοῖς, οὕτως ὁ τὰ θεῖα τῶν ἔργων σφετεριζόμενος διὰ τέχνης ἤτοι πλαστικῆς ἢ γραφικῆς καὶ λέγων ἑαυτὸν ποιητὴν εἶναι τῶν ζῴων καὶ φυτῶν, ὁμοίως τε οἱ τὴν ἀληθῆ φιλοσοφίαν ἀπομιμούμενοι [6.16.147.4] κλέπται εἰσί.
 [07405]  εἰκότως οὖν Ἰουδαίοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δι' ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ, Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.
 [07479]  (κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ' ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν, ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ' αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν, [7.1.1.5] παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία, μὴ κατὰ [7.1.1.5] καιρὸν γινομένη, περισσὴ δόξειεν ἂν εἰκότως, τό τε μηδ' ὅλως [7.1.1.6] ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεές.
 [07575]  [7.3.14.5] δι' ἣν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ' ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ [7.3.14.6] ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς.
 [07577]  εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν, κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων, μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ [7.3.15.1] φθάνει.
 [07807]  [7.7.39.3] ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ' αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ [7.7.39.4] ἄγγελοι, ἀλλ' οὐχ ὁμοίως.
 [07934]  ὡς γὰρ τὸν σίδηρον Ἄρην προσαγορεύουσιν Ἕλληνες καὶ τὸν οἶνον ∆ιόνυσον κατά τινα ἀναφοράν, οὕτως ὁ γνωστικός, ἰδίαν σωτηρίαν ἡγούμενος τὴν τῶν πέλας ὠφέλειαν, ἄγαλμα ἔμψυχον εἰκότως ἂν τοῦ κυρίου λέγοιτο, οὐ κατὰ τὴν τῆς μορφῆς ἰδιότητα, ἀλλὰ κατὰ τὸ τῆς δυνάμεως σύμβολον καὶ κατὰ τὸ τῆς κηρύξεως ὁμοίωμα.
 [08000]  οὐσίας τοίνυν καὶ τὰ πράγματα αὐτὰ παραλαβὼν διὰ τῶν λόγων εἰκότως καὶ τὴν ψυχὴν ἐπὶ τὰ δέοντα ἄγει, τὸ μὴ μοιχεύσῃς, μὴ φονεύσῃς ἰδίως ἐκλαμβάνων ὡς εἴρηται τῷ γνωστικῷ, οὐχ ὡς παρὰ τοῖς ἄλλοις ὑπείληπται.
 [08004]  εἰκότως οὖν οὐδέποτε τὸ ἡδὺ πρὸ τοῦ συμφέροντος αἱρεῖται, οὐδ' ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή, ἐπεὶ μηδὲ τὸν Ἰωσὴφ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή, ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα, γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος, τὸ κόσμιον δὲ τοῦ ἤθους [7.11.61.3] περιβαλλόμενος.
 [08223]  [7.13.83.1] Ἐπ' οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων <οὐδὲν> οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους, ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον [7.13.83.2] γενήσεσθαι.
 [08247]  οὐ γὰρ τὴν κρίσιν μόνην ἄλλοις ἐπιτρέπειν ἀξιοῖ τὸν σπουδαῖον τῶν ἠδικηκότων αὐτόν, ἀλλὰ καὶ παρ' ἐκείνων αἰτεῖσθαι τῶν κριτῶν βούλεται τὸν δίκαιον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῖς εἰς αὐτὸν πεπλημμεληκόσι, καὶ εἰκότως·
 [08313]  διὸ καὶ εἰκότως κρινόμεθα, οἷς δέον πείθεσθαι μὴ συγκατατιθέμενοι, μὴ διαστέλλοντες τὸ μαχόμενον καὶ ἀπρεπὲς καὶ παρὰ φύσιν καὶ ψεῦδος ἀπὸ τε τἀληθοῦς καὶ τοῦ ἀκολούθου καὶ τοῦ πρέποντος καὶ τοῦ κατὰ φύσιν, αἷς ἀφορμαῖς καταχρηστέον εἰς ἐπίγνωσιν τῆς ὄντως οὔσης ἀληθείας.
 [08340]  οἱ τοιοῦτοι δέ, ἅτε ἀποπεσόντες τῆς ὀρθῆς ὁδοῦ, κἀν τοῖς πλείστοις τῶν κατὰ μέρος σφάλλονται εἰκότως, διὰ τὸ μὴ ἔχειν ἀληθῶν καὶ ψευδῶν κριτήριον συγγεγυμνασμένον ἀκριβῶς τὰ δέοντα αἱρεῖσθαι.
 [08346]  ὁ μὲν οὖν ἐξ ἑαυτοῦ πιστὸς τῇ κυριακῇ γραφῇ τε καὶ φωνῇ ἀξιόπιστος εἰκότως <ὡς> ἂν διὰ τοῦ κυρίου πρὸς τὴν τῶν ἀνθρώπων εὐεργεσίαν ἐνεργουμένῃ·
 [08349]  εἰκότως τοίνυν πίστει περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχήν, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ' αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν [7.16.95.7] ἐπίγνωσιν τῆς ἀληθείας.
 [08436]  εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀποστόλου·
 [08581]  εἰκότως γὰρ ἂν εἴποιμι·
 [08672]  [8.7.22.1] Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης, ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας ἤτοι τῆς ἀλλήλων πρὸς ἀλλήλους ἢ τῆς ἑαυτῶν πρὸς ἑαυτούς, δεύτερον δὲ ἡ ἐν τοῖς οὖσι [8.7.22.2] διαφωνία, ἣ καὶ εἰκότως ἐμποιητικὴ καθέστηκε τῆς ἐποχῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»