Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐνταῦθα [98]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐνταῦθα


000-00-00 Serial Number=0870726824
Eclogae propheticae Ante [Go Back]  
 [00059]  ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπί χειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατ' ἄγνοιαν παρα κολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θερα [11.2] πεύεσθαι ἠξίουν.
 [00186]  τὸ γὰρ καλὸν ὡς ἐκεῖ σοφίᾳ θεωρητὸν καὶ νοητόν, ἐνταῦθα σωφροσύνῃ καὶ δικαιοσύνῃ διὰ πίστεως πρακτόν, ἐν σαρκὶ μελετήσαντος ἀγγελικὴν ὑπουργίαν, ὥσπερ ἐν τόπῳ διαφανεῖ καὶ ἀμιάντῳ τῷ σώματι τὸν νοῦν καθιερώσαντος.
 [00194]  Ἡ γραφή φησι τὰ βρέφη τὰ ἐκτεθέντα τημελούχῳ παραδίδοσθαι ἀγγέλῳ, ὑφ' οὗ παιδεύεσθαί τε καὶ αὔξειν, καὶ ἔσονται, φησίν, ὡς οἱ ἑκατὸν ἐτῶν ἐνταῦθα πιστοί.
 [00255]  ἐνταῦθα ὑπερ <β>ατόν ἐστι·
000-00-00 Serial Number=0905134618
Excerpta ex Theodoto Ante [Go Back]  
 [00004]  [1.1.2] Ὅθεν ἐν τῷ πάθει τὴν Σοφίαν παρατίθεται τῷ Πατρί, ἵνα αὐτὴν ἀπολάβῃ παρὰ τοῦ Πατρός, καὶ μὴ κατασχεθῇ ἐνταῦθα ὑπὸ τῶν στερίσκειν δυναμένων.
 [00020]  Αὐτὸς γὰρ καὶ ἄνω Φῶς ἦν, καὶ ἐστὶ τὸ ἐπιφανὲν ἐν σαρκὶ καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω·
 [00053]  ὁ δὲ ἐνταῦθα ὀφθεὶς οὐκέτι Μονογενής, ἀλλ' ὡς Μονογενὴς πρὸς τοῦ Ἀποστόλου προσαγορεύ εται, δόξαν ὡς Μονογενοῦς·
 [00088]  Ἄρρενά τε γὰρ καὶ θήλεα τὰ ἐνταῦθα καὶ διάφορα πρὸς αὐτά.
 [00156]  Σκιὰ γὰρ τῆς δόξης τοῦ Σωτῆρος τῆς παρὰ τῷ Πατρὶ ἡ παρουσία ἡ ἐνταῦθα·
 [00184]  ∆ιὰ τοῦτο ἡ γυνὴ εἰς ἄνδρα μετατίθεσθαι λέγεται καὶ ἡ ἐνταῦθα Ἐκκλησία εἰς Ἀγγέλους.
000-00-00 Serial Number=0925141215
Fragmenta Ante [Go Back]  
 [00370]  Οὐκ ἀνθρωπίνην ὁμοίωσιν ἐνταῦθα τοῦ θεοῦ παρειληφότος, ἀλλὰ τῆς περιστερᾶς, ὅτι τὴν ἀφέλειαν καὶ τὸ πρᾶον τῆς νέας ἐπιφανείας τοῦ πνεύματος ἐβούλετο δεῖξαι τῷ τῆς περιστερᾶς ὁμοιώματι.
000-00-00 Serial Number=0682931483
Paedagogus Ante [Go Back]  
 [00098]  Τί βούλεται τὸ λεχθέν, αὐτὸς διασαφήσει ὁ κύριος λέγων ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὴν ἀναγέννησιν ἐνταῦθα ἀλληγορῶν, ἀλλὰ τὴν ἐν παισὶν ἁπλότητα εἰς ἐξομοίωσιν παρακατατιθέμενος ἡμῖν.
 [00289]  Εἰ δὲ ἐνδεῖ τι αὐτῇ, οὐκ ἔστιν ὁλοτελὴς οὐδὲ πίστις ἐστί, σκάζουσα περί τι, οὐδὲ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἄλλα μένει τοὺς πεπιστευκότας, [1.6.29.3] ἀδιακρίτως ἐνταῦθα ἠρραβωνισμένους, ἐκεῖνο δὲ τῷ πιστεῦσαι ἤδη προειληφότες ἐσόμενον, μετὰ τὴν ἀνάστασιν ἀπολαμβάνομεν γενόμενον, ὅπως ἂν ἐκεῖνο πληρωθῇ τὸ λεχθὲν γενηθήτω κατὰ τὴν πίστιν σου.
 [00290]  Οὗ δὲ ἡ πίστις, ἐνταῦθα ἡ ἐπαγγελία, τελείωσις δὲ ἐπαγγελίας ἡ ἀνάπαυσις.
 [00558]  Φιλίας ἐνταῦθα ἐπιστατικῆς ἐστι κοινωνία.
 [00711]  Σαφὲς γὰρ ἐνταῦθα ὡς ἄρα οἱ μὴ διεχθρεύοντες τῇ ἀληθείᾳ μηδὲ μισοῦντες τὸν λόγον οὐκ ἂν τὴν σφῶν αὐτῶν μισήσαιεν σωτηρίαν, ἐκφύγοιεν δ' ἂν τῆς ἔχθρας τὰ ἐπιτίμια.
 [00747]  Παρασημειωτέον ἐνταῦθα ὅτι τὸν αὑτοῦ πατέρα τὸν ἀγαθὸν καὶ δημιουργὸν εἶναι ὁμολογεῖ, δίκαιος δὲ ὁ δημιουργὸς εἶναι οὐκ ἀντιλέγεται.
 [01002]  Ὑποδεικνύων γὰρ ἐνταῦθα τὸν μισθὸν τῆς γνώσεως εἰς ἔρωτα αὐτῆς τοὺς συνετοὺς ἐκκαλεῖται καὶ τῷ πεπλανημένῳ συγγνώμην νέμων ἐπίστρεφε γάρ, ἐπίστρεφε, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ λέγει.
 [01101]  Καὶ ἐπεὶ τῶν ἀναγκαίων τὰ μὲν πρὸς τὸ ζῆν ἐστι τὸ ἐνταῦθα μόνον, τὰ δὲ ἔνθεν πρὸς τὸ εὖ ζῆν ἐκεῖσε ἀναπτεροῖ, ἀναλόγως καὶ τῶν καθηκόντων τὰ μὲν πρὸς τὸ ζῆν, τὰ δὲ πρὸς τὸ εὖ ζῆν διατάττεται.
 [01110]  Οὔτε γὰρ ἔργον ἡμῖν ἡ τροφὴ οὔτε σκοπὸς ἡδονή, ὑπὲρ δὲ τῆς ἐνταῦθα διαμονῆς, ἣν ὁ λόγος εἰς ἀφθαρσίαν παιδαγωγεῖ, ἐγκρίνεται ἡ τροφή.
 [01875]  [2.8.75.1] Ἔχοιμ' ἄν σοι καὶ ἄλλο μυστικὸν ἐνταῦθα εἰπεῖν.
 [01933]  [2.9.80.2] Ἀλλ' ὅς ἐστιν ἡμῖν τοῦ ζῆν τοῦ ἀληθινοῦ καὶ τοῦ φρονεῖν γνησίως μάλιστα κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ μὲν πρὸς ὑγείαν αὐτοῦ μόνον φυλάττων ἐνταῦθα χρήσιμον·
 [02715]  ἐνταῦθα γὰρ ἀποδύσασθαι τοῖς θεαταῖς ὥσπερ καπήλοις σωμάτων οὐκ αἰσχύνονται.
 [02878]  Οὐδὲ ἐνταῦθα ὑπεξαιρετέον τῆς κατὰ τὸ σῶμα διαπονήσεως τὰς γυναῖκας, ἀλλ' οὐκ ἐπὶ πάλην καὶ δρόμους παρακλητέον αὐτάς, ταλασιουργίᾳ δὲ γυμναστέον καὶ ἱστουργίᾳ καὶ τῷ παραστῆναι τῇ [3.10.49.3] πεττούσῃ, εἰ δέοι.
 [02987]  Ἡ κομμωτικὴ τῆς ὑγείας ἐνταῦθα εὔθετος, καθ' ἣν ἡ τοῦ εἰδώλου τοῦ ἐπιπλάστου εἰς τὸ ἀληθὲς μετάβασις κατὰ τὸ σχῆμα τὸ ἐκ τοῦ θεοῦ δεδομένον περιγίνεται.
 [03354]  [3.12.101.3] Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἡμᾶς καταστήσας ὁ παιδαγωγὸς αὐτὸς ἑαυτῷ παρακατέθετο τῷ διδασκαλικῷ καὶ πανεπισκόπῳ λόγῳ, καλῶς ἂν ἔχοι ἡμᾶς ἐνταῦθα γενομένους μισθὸν εὐχαριστίας δικαίας κατάλληλον ἀστείου παιδαγωγίας αἶνον ἀναπέμψαι κυρίῳ.
000-00-00 Serial Number=0393630505
Protrepticus Ante [Go Back]  
 [00278]  Ναὶ μὴν Ἀπόλλωνα ὁ μὲν Ἀριστοτέλης πρῶτον Ἡφαίστου καὶ Ἀθηνᾶς (ἐνταῦθα δὴ οὐκέτι παρθένος ἡ Ἀθηνᾶ), δεύτερον ἐν Κρήτῃ τὸν Κύρβαντος, τρίτον τὸν ∆ιὸς καὶ τέταρτον τὸν Ἀρκάδα τὸν Σιληνοῦ·
 [00304]  Φιλόχορος δὲ ἐν Τήνῳ Ποσειδῶνά φησι τιμᾶσθαι ἰατρόν, Κρόνῳ δὲ ἐπικεῖσθαι Σικελίαν καὶ ἐνταῦθα αὐτὸν [2.30.4] τεθάφθαι.
 [00761]  Οὐδὲν δὲ οἶμαι χαλεπὸν ἐνταῦθα γενόμενος καὶ τῶν ἐκ τοῦ Περιπάτου μνησθῆναι·
 [00791]  ὅθεν οὐκ ἀπεικότως ὁ ∆ημόκριτος τῶν λογίων ἀνθρώπων ὀλίγους φησίν ἀνατείναντας τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα ∆ία μυθεῖσθαι, καὶ πάντα οὗτος οἶδεν καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων.
 [01047]  Οὐχὶ δὲ καταφεύξεσθε, ἐκ τῶν ἐνταῦθα δεσμωτηρίων ἐκφεύγοντες, ἐπὶ τὸν ἔλεον τὸν ἐξ οὐρανῶν;
 [01290]  φῶς ἡμῖν ἐξ οὐρανοῦ τοῖς ἐν σκότει κατορωρυγμένοις καὶ ἐν σκιᾷ θανάτου κατακεκλεισμένοις ἐξέλαμψεν ἡλίου καθαρώ [11.114.2] τερον, ζωῆς τῆς ἐνταῦθα γλυκύτερον.
 [01298]  [11.115.1] ∆εξώμεθα τοὺς νόμους τῆς ζωῆς, πεισθῶμεν προτρε πομένῳ θεῷ, μάθωμεν αὐτόν, ἵνα ἵλεως ᾖ, ἀποδῶμεν καὶ μὴ δεομένῳ μισθὸν εὐχάριστον, εὐπείθειαν, οἷόν τι ἐνοίκιον [τὴν εὐσέβειαν] τῷ θεῷ τῆς ἐνταῦθα ἐνοικήσεως.
000-00-00 Serial Number=0996823967
Quis dives salvetur Ante [Go Back]  
 [00015]  οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκ δύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους ὁ δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε [2.3] ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις δυνατὸν γίνεται.
 [00267]  ἂν γὰρ ἐνταῦθα ἀπόληται ὑπὲρ Χριστοῦ, ἐκεῖ σωθήσεται.
 [00361]  τὴν πανήγυ ριν, ὦ πλούσιε, κἂν δέῃ, περίελθε γῆν ὅλην, μὴ φείσῃ κινδύνων καὶ [32.3] πόνων, ἵν' ἐνταῦθα βασιλείαν οὐράνιον ἀγοράσῃς.
 [00364]  ἐνταῦθα μικρὰ [32.5] λαβὼν ἐκεῖ δι' ὅλων αἰώνων σύνοικόν σε ποιήσεται.
 [00398]  τοῦτ' ἔστι τὸ σπέρμα, εἰκὼν καὶ ὁμοίωσις θεοῦ, καὶ τέκνον αὐτοῦ γνήσιον καὶ κληρονόμον, ὥσπερ ἐπί τινα ξενιτείαν ἐνταῦθα πεμπόμενον ὑπὸ μεγάλης οἰκονομίας καὶ ἀναλογίας τοῦ [36.3] πατρός·
 [00399]  δι' ὃ καὶ τὰ φανερὰ καὶ τὰ ἀφανῆ τοῦ κόσμου δεδημιούργη ται, τὰ μὲν εἰς δουλείαν, τὰ δὲ εἰς ἄσκησιν, τὰ δὲ εἰς μάθησιν αὐτῷ, καὶ πάντα, μέχρις ἂν ἐνταῦθα τὸ σπέρμα μένῃ, συνέχεται, καὶ συν αχθέντος αὐτοῦ πάντα τάχιστα λυθήσεται.
 [00460]  καὶ τὰ ἄλλα πάθη σύντεμε, ὀργήν, ἐπιθυμίαν, λύπην, φόβον, ἵνα εὑρεθῇς ἐπὶ τῆς [40.6] ἐξόδου πρὸς τὸν ἀντίδικον ἐνταῦθα διαλελύσθαι φθάνων.
 [00516]  ὁ γὰρ ἐνταῦθα τὸν ἄγγελον τῆς μετανοίας προσιέμενος οὐ μετανοήσει τότε, ἡνίκα ἂν καταλίπῃ τὸ σῶμα, οὐδὲ καταισχυνθήσεται, τὸν σωτῆρα προσιόντα μετὰ τῆς αὑτοῦ δόξης καὶ στρατιᾶς ἰδών·
 [00518]  εἰ δέ τις αἱρεῖται μένειν ἐπεξαμαρτάνων ἑκάστοτε ἐπὶ ταῖς ἡδοναῖς καὶ τὴν ἐνταῦθα τρυφὴν τῆς αἰωνίου ζωῆς προτιμᾷ καὶ διδόντος τοῦ σωτῆρος ἄφεσιν ἀποστρέφεται, μήτε τὸν θεὸν ἔτι μήτε τὸν πλοῦτον μήτε τὸ προπεσεῖν αἰτιάσθω, τὴν [42.19] δὲ ἑαυτοῦ ψυχὴν ἑκουσίως ἀπολουμένην.
000-00-00 Serial Number=0918871999
Stromata Ante [Go Back]  
 [00059]  καὶ τῷ ὄντι μακάριοι οἱ εἰρηνοποιοί, οἱ τοὺς ἐνταῦθα κατὰ τὸν βίον καὶ τὴν πλάνην πρὸς τῆς ἀγνοίας πολεμουμένους μεταδιδάσκοντες καὶ μετάγοντες εἰς εἰρήνην τὴν ἐν λόγῳ καὶ βίῳ τῷ κατὰ τὸν θεὸν καὶ τοὺς πεινῶντας δικαιοσύνην τρέφοντες [1.1.7.3] τῇ τοῦ ἄρτου διανομῇ.
 [00261]  [1.5.31.1] ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μὲν Ἄγαρ παροίκησιν (ἐνταῦθα γὰρ εἴρηται·
 [00382]  [1.9.44.4] παρ' ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὑρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατ' ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.
 [00523]  πρὸς γοῦν Κορινθίους, οὐ γὰρ ἐνταῦθα μόνον, περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως διαλεγόμενος ἰαμβείῳ συγκέχρηται τραγικῷ τί μοι ὄφελος;
 [00946]  [1.21.109.1] Ἄξιον δὴ ἐνταῦθα γενομένους διερευνῆσαι καὶ τῶν ἄλλων τῶν μετὰ Μωσέα παρὰ τοῖς Ἑβραίοις προφητῶν τοὺς χρόνους.
 [01045]  ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ Ῥαφαὴλ τοῦ ἀγγέλου Σάρραν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῆς ἑπτὰ τοὺς πρώτους μνηστῆρας ἀνελόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει.
 [01046]  [1.21.124.1] ἐνταῦθα Ζοροβάβελ σοφίᾳ νικήσας τοὺς ἀνταγωνιστὰς τυγχάνει παρὰ ∆αρείου ὠνησάμενος ἀνανέωσιν Ἱερουσαλὴμ καὶ μετὰ Ἔσδρα εἰς [1.21.124.2] τὴνπατρῴαν γῆν ἀναζεύγνυσι·
 [01238]  ἐνταῦθα ἡ θυγάτηρ τοῦ βασιλέως, συχνῷ χρόνῳ μὴ κυΐσκουσα, τέκνων δὲ ἐπιθυμοῦσα, ἐκείνης ἀφικνεῖται τῆς ἡμέρας ἐπὶ τὸν ποταμὸν λουτροῖς καὶ περιρραντηρίοις χρησομένη, ἐπακούσασα δὲ κλαυθμυριζομένου τοῦ παιδὸς κελεύει [1.23.152.2] προσενεχθῆναι αὐτῇ καὶ κατοικτείρασα ἐζήτει τροφόν.
 [01239]  ἐνταῦθα προσδρα μοῦσα ἡ ἀδελφὴ τοῦ παιδὸς ἔχειν ἔφασκεν Ἑβραίαν γυναῖκα μὴ πρὸ πολλοῦ τετοκυῖαν παραστῆσαι αὐτῇ τροφόν, εἰ βούλοιτο·
 [01254]  [1.23.155.3] ἐνταῦθα μήτηρ ἡ τεκοῦσ' ἔκρυπτέ με τρεῖς μῆνας, ὡς ἔφασκεν·
 [01273]  ἡμῖν τίς σ' ἀπέστειλε<ν> κριτὴν ἢ 'πιστάτην ἐνταῦθα;
 [02135]  ἐνταῦθα τὴν γνῶσιν πολυπραγμονεῖ.
 [02768]  ᾧ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλ' οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι [3.3.12.3] τοῖς ὑπ' αὐτοῦ κτισθεῖσιν.
 [02769]  ἀλλ' οὗτοί γε ἀσεβεῖ θεομαχίᾳ τῶν κατὰ φύσιν ἐκστάντες λογισμῶν, τῆς μακροθυμίας καὶ χρηστότητος τοῦ θεοῦ καταφρονοῦντες, εἰ καὶ μὴ γαμεῖν ἐθέλουσιν, ἀλλὰ τροφαῖς χρῶνται ταῖς κτισταῖς καὶ τὸν ἀέρα τοῦ δημιουργοῦ ἀναπνέουσιν, αὐτοῦ τε ὄντες ἔργα καὶ ἐν τοῖς αὐτοῦ καταμένοντες, τήν τε ξένην, ὥς φασι, γνῶσιν εὐαγγελίζονται, κἂν κατὰ τοῦτο χάριν ἐγνωκέναι τῷ [3.3.13.1] κυρίῳ τοῦ κόσμου ὀφείλοντες καθ' ὃ ἐνταῦθα εὐηγγελίσθησαν.
 [02772]  κατάγουσι γὰρ ἐνταῦθα τὴν ψυχὴν θείαν οὖσαν καθάπερ εἰς κολαστήριον τὸν κόσμον, ἀποκαθαίρεσθαι δὲ ταῖς ἐνσωματουμέναις ψυχαῖς προσήκει κατ' [3.3.13.3] αὐτούς.
 [02816]  οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ [3.3.18.1] φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ' αὐτοῦ, [3.3.18.2] ζητεῖ δὲ αὐτὴ καθ' αὑτὴν γίνεσθαι.
 [03279]  [3.11.76.1] Καὶ δὴ ἐνταῦθα γενόμενος δοκῶ μοι μὴ παραλείψειν ἀνεπιση μείωτον, ὅτι τὸν αὐτὸν θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου ὁ ἀπόστολος κηρύσσει·
 [03711]  μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς [4.6.26.5] περιποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δι' ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεοῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν [4.6.27.1] κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.
 [03720]  ἐνταῦθα οὐδὲ σύγκρισις ἔτι ἀπολείπεται τί ἄν τις καὶ μᾶλλον ἕλοιτο, [4.6.28.6] ἀπειλὴν ἀνθρωπίνην ἢ τὴν ἀγάπην τοῦ θεοῦ·
 [03729]  οἱ δὲ διὰ τῆς τῶν φθαρτῶν δόσεως οἰόμενοι ἀντικαταλλάσσεσθαι τὰ τῆς ἀφθαρσίας ἐν τῇ τῶν δυεῖν ἀδελφῶν παραβολῇ μίσθιοι κέκληνται, καὶ μή τί γε ἐνταῦθα τὸ καθ' ὁμοίωσιν καὶ εἰκόνα ἀνακύπτει, ἵν' οἳ μὲν κατὰ τὴν πρὸς τὸν σωτῆρα ὁμοίωσιν συμπολιτεύωνται, οἱ δὲ ἐξ εὐωνύμων ἱστάμενοι κατὰ τὴν τούτων [4.6.30.2] εἰκόνα.
 [03800]  τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτ' οὖν ἐνταῦθα [4.6.38.1] εἴτε καὶ ἀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ.
 [03817]  εἰρηνοποιοῦσι δὲ καὶ τοὺς ἐνταῦθα πολεμουμένους τοῖς τῆς ἁμαρτίας στρατηγήμασι μεταδιδάσκοντες ἐπὶ τὴν πίστιν καὶ τὴν εἰρήνην μετιέναι.
 [04136]  ἀλλὰ τῷ Βασιλείδῃ ἡ ὑπόθεσις προαμαρτήσασάν φησι τὴν ψυχὴν ἐν ἑτέρῳ βίῳ τὴν κόλασιν ὑπομένειν ἐνταῦθα, τὴν μὲν ἐκλεκτὴν ἐπιτίμως διὰ μαρτυρίου, τὴν ἄλλην δὲ καθαιρομένην οἰκείᾳ κολάσει.
 [04614]  κἂν ἐνταῦθα ὦ, παρὰ σοί εἰμι·
 [04659]  [4.24.154.1] ἐνταῦθα οὖν ὁ ἀγαθὸς θεὸς διὰ τρεῖς ταύτας παιδεύει αἰτίας·
 [04785]  λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν, τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις·
 [04929]  ἐνταῦθα γὰρ ὁ νεὼς τοῦ θεοῦ, τρισὶν ἡδρασμένος θεμελίοις, πίστει, ἐλπίδι, ἀγάπῃ, φαίνεται.
 [05638]  ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ' ἀσπαλάθων κνάπτοντες.
 [05679]  ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπείσοδον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ [5.14.94.5] κατ' εἰκόνα καὶ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι.
 [05692]  [5.14.96.2] ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην·
 [05762]  [5.14.102.1] Ἤδη δὲ ὡς εἰπεῖν ὑπ' αὐγὰς ὁ ∆ημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, <φασί>·
 [05789]  πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ [5.14.105.3] Ἡρακλείτῳ.
 [05874]  [5.14.114.3] ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ' ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ <αἱ> ἐναντιότητες φωτός [5.14.114.4] τε καὶ σκότους.
 [05960]  [5.14.122.3] ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλὰ ἐν αἰῶνι ἀναπαύεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, ἔν τε τραπέζαις ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, [5.14.122.4] ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική.
 [06573]  εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν [6.6.46.5] εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι·
 [06583]  οὕτως οἶμαι δείκνυσθαι ἀγαθὸν μὲν τὸν θεόν, δυνατὸν δὲ τὸν κύριον σῴζειν μετὰ δικαιοσύνης καὶ ἰσότητος τῆς πρὸς τοὺς ἐπιστρέφοντας εἴτε ἐνταῦθα εἴτε καὶ ἀλλαχόθι.
 [06584]  οὐ γὰρ ἐνταῦθα μόνον ἡ δύναμις ἡ ἐνεργητικὴ φθάνει, πάντῃ δέ ἐστι καὶ ἀεὶ ἐργάζεται.
 [06745]  αὐτίκα γὰρ τολμῶμεν φάναι (ἐνταῦθα γὰρ ἡ πίστις ἡ γνωστική) πάντων ἐπιστήμονα εἶναι καὶ πάντων περιληπτικόν, βεβαίᾳ καταλήψει κεχρημένον καὶ ἐπὶ τῶν ἡμῖν ἀπόρων, τὸν τῷ ὄντι γνωστικόν, ὁποῖος ἦν [6.8.68.3] Ἰάκωβος, Πέτρος, Ἰωάννης, Παῦλος καὶ οἱ λοιποὶ ἀπόστολοι.
 [06968]  τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ' οὖν παῖδας μήτ' αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ [6.12.100.3] δικαιοσύνης προτιμῶν.
 [06995]  ἐνταῦθα ἡ ἐξομοίωσις ἡ πρὸς τὸν σωτῆρα θεὸν ἀνακύπτει τῷ γνωστικῷ, εἰς ὅσον ἀνθρωπίνῃ θεμιτὸν φύσει, γινομένῳ τελείῳ ὡς ὁ πατήρ, φησίν, ὁ ἐν [6.12.104.3] τοῖς οὐρανοῖς.
 [06999]  [6.13.105.1] Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα·
 [07004]  κἂν ἐνταῦθα ἐπὶ γῆς πρωτοκαθεδρίᾳ μὴ τιμηθῇ, ἐν τοῖς εἴκοσι καὶ τέσσαρσι καθεδεῖται θρόνοις τὸν λαὸν κρίνων, ὥς φησιν ἐν τῇ ἀποκαλύψει [6.13.106.3] Ἰωάννης.
 [07009]  ἐπεὶ καὶ αἱ ἐνταῦθα κατὰ τὴν ἐκκλησίαν προκοπαὶ ἐπισκόπων, πρεσβυτέρων, διακόνων μιμήματα, οἶμαι, ἀγγελικῆς δόξης κἀκείνης τῆς οἰκονομίας τυγχάνουσιν, ἣν ἀναμένειν φασὶν αἱ γραφαὶ τοὺς κατ' ἴχνος τῶν ἀποστόλων ἐν τελειώσει δικαιοσύνης κατὰ τὸ [6.13.107.3] εὐαγγέλιον βεβιωκότας.
 [07235]  ἐνταῦθα γενομένους ἐν παρέργῳ καὶ ταῦτα ὑπομνηστέον, ἐπεὶ περὶ ἑβδομάδος καὶ ὀγδοάδος ὁ λόγος παρεισῆλθε·
 [07249]  ἐνταῦθα κατὰ μὲν τοὺς ἀριθμοὺς αὐτοὺς σῴζεται τῇ τάξει ἑκάστη μονὰς εἰς ἑβδομάδα τε καὶ ὀγδοάδα, κατὰ δὲ τὸν τῶν στοιχείων ἀριθμὸν ἕκτον γίνεται [6.16.141.2] τὸ ζῆτα, καὶ ἕβδομον τὸ ˉη.
 [07333]  οὐ γὰρ ἵνα δόξωμεν εἶναι <χρηστοί, εἰς> Χριστὸν πιστεύομεν, καθάπερ οὐδὲ εἰς τὸν ἥλιον ἕνεκά γε τοῦ φαίνεσθαι μόνον ἐν ἡλίῳ ὄντας παρερχόμεθα, ἀλλ' ἐνταῦθα μὲν τοῦ ἀλεαίνεσθαι χάριν, ἐκεῖ δὲ τοῦ εἶναι καλοὶ καὶ ἀγαθοὶ ἕνεκα Χριστιανοὶ εἶναι βιαζόμεθα, ὅτι μάλιστα βιαστῶν ἐστιν ἡ βασιλεία, ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ [6.17.150.1] γενέσθαι βασιλέα καρπουμένων.
 [07618]  ταύτῃ καὶ τὸν νοῦν εἰλήφαμεν, ἵνα εἰδῶμεν ὃ ποιοῦμεν, καὶ τὸ γνῶθι σαυτὸν ἐνταῦθα, εἰδέναι ἐφ' ᾧ [7.3.20.8] γεγόναμεν.
 [07713]  ἐνταῦθα καὶ τὸ ἀπεικόνισμα εὕροιμεν ἄν, τὸ θεῖον καὶ ἅγιον ἄγαλμα, ἐν τῇ δικαίᾳ ψυχῇ, ὅταν μακαρία μὲν αὐτὴ τυγχάνῃ, [7.5.29.7] ἅτε προκεκαθαρμένη, μακάρια δὲ διαπραττομένη ἔργα.
 [07714]  ἐνταῦθα καὶ τὸ ἐνίδρυτον καὶ τὸ ἐνιδρυόμενον, τὸ μὲν ἐπὶ τῶν ἤδη γνωστικῶν, τὸ δὲ ἐπὶ τῶν οἵων τε γενέσθαι, κἂν μηδέπω ὦσιν ἄξιοι ἀναδέξασθαι [7.5.29.8] ἐπιστήμην θεοῦ.
 [07735]  ἔστι γοῦν τὸ παρ' ἡμῖν θυσια στήριον ἐνταῦθα τὸ ἐπίγειον τὸ ἄθροισμα τῶν ταῖς εὐχαῖς ἀνακειμένων, μίαν ὥσπερ ἔχον φωνὴν τὴν κοινὴν καὶ μίαν γνώμην.
 [07968]  [7.10.57.2] ἐνταῦθα γάρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις, πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι, ὅπου [7.10.57.3] ἐστὶν προσεχῶς ὑποτεταγμένη.
 [08017]  διόπερ οὐ μόνον τῶν ἐνταῦθα κολάσεων, ἀλλὰ καὶ τῶν ἡδέων ἁπάντων καταφρονεῖ.
 [08163]  οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἐλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν·
 [08165]  ὡς ἂν παρεπίδημος καὶ ξένος τῶν τῇδε, κληρονομημάτων μόνων τῶν ἰδίων μεμνημένος, τὰ δὲ ἐνταῦθα πάντα ἀλλότρια [7.12.78.4] ἡγούμενος·
 [08395]  τέλος γὰρ οἶμαι τοῦ γνωστικοῦ τό γε ἐνταῦθα διττόν, ἐφ' ὧν μὲν ἡ θεωρία ἡ ἐπιστημονική, ἐφ' ὧν δὲ ἡ πρᾶξις.
 [08432]  ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων [7.16.105.3] τῆς σοφίας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»