Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀλήθειαν [171]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀλήθειαν


000-00-00 Serial Number=0241480768
Eclogae propheticae Ante [Go Back]  
 [00181]  [35.4] μακάριοι δὲ οἱ ἐξ ὕπνου τοῦδε καὶ τῆς παραφροσύνης ἀνεγειρόμενοι καὶ ἀναβλέψαντες τὸ φῶς καὶ τὴν ἀλήθειαν.
 [00182]  [36.1] ∆εῖ τοίνυν ἐπ' ἴσης τῷ βουλομένῳ τὸ πειθόμενον ἔχειν τὸν μαθη τὴν καὶ τῷ πόθῳ τὴν πίστιν ἐγκαταμίξαντα γυμνάζειν καὶ μελετᾶν, ἑκάστοτε πρὸς ἑαυτὸν τὴν τῶν θεωρημάτων ἀλήθειαν ἐξετάζοντα·
000-00-00 Serial Number=0686122298
Fragmenta Ante [Go Back]  
 [00181]  Ὡσεί τινος εἰκὼν μὴ παρόντος μὲν τοῦ ἀρχετύπου τὴν ἴσην ἐκείνῳ δόξαν ἀποφέρεται καὶ παρούσης τῆς ἀληθείας καταλάμπεται ἡ εἰκὼν πρὸς αὐτῆς, τῆς ὁμοιώσεως ἐκείνης ἀποδεκτῆς μενούσης διὰ τὸ σημαί νειν τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0589929640
Paedagogus Ante [Go Back]  
 [00088]  [1.5.t.1] Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ.
 [00122]  Ἀλληγορῶν δὲ αὖθις ἡμᾶς πώλους καλεῖ, τοὺς ἀζυγεῖς κακίᾳ, τοὺς ἀδαμάστους πονηρίᾳ, ἀφελεῖς δὲ καὶ πρὸς αὐτὸν μόνον τὸν πατέρα σκιρτητικούς, οὐχὶ τοὺς ἐπὶ ταῖς τῶν πλησίον γυναιξὶν χρεμετίζοντας ἵππους, τοὺς ὑποζυγίους καὶ θηλυμανεῖς, ἀλλὰ τοὺς ἐλευθέρους καὶ νεογνούς, τοὺς γαύρους διὰ τὴν πίστιν, τοὺς εἰς ἀλήθειαν εὐδρόμους, τοὺς ταχεῖς πρὸς σωτηρίαν, τοὺς καταπατοῦντας καὶ κροαίνοντας τὰ [1.5.15.2] κοσμικά.
 [00176]  Τὸ δὲ ἀιδιότητος μετειληφὸς ἐξομοιοῦσθαι φιλεῖ τῷ ἀφθάρτῳ, ὡς εἶναι ἡμῖν τῆς παιδικῆς ἡλικίας τὴν προσηγορίαν ἔαρ παντὸς τοῦ ζῆν διὰ τὸ ἀγήρω εἶναι τὴν ἐν ἡμῖν ἀλήθειαν καὶ τῇ ἀληθείᾳ [1.5.21.1] ἀνακεχυμένον ἡμῶν τὸν τρόπον.
 [00293]  ἡ ἄγνοια δὲ τὸ σκότος, καθ' ἣν περιπίπτομεν τοῖς ἁμαρτήμασιν, ἀμβλυωποῦντες περὶ τὴν ἀλήθειαν.
 [00673]  Οὓς γὰρ ὁ ἔπαινος οὐ προετρέψατο, τούτους παρώξυνεν ὁ ψόγος, καὶ οὓς ὁ ψόγος οὐκ ἐξεκαλέσατο εἰς σωτηρίαν καθάπερ νεκρούς, τούτους πρὸς ἀλήθειαν ἡ βλασφημία διανίστησιν.
 [01004]  Ἔτι δὲ διὰ Ἱερεμίου φωτίζει τοῖς πλανωμένοις τὴν ἀλήθειαν·
 [01091]  αὗται δὲ ταῖς ὑποθήκαις αἱ αὐταὶ οὖσαι τὴν ἀλήθειαν ἔχουσαι σκοπόν, ἐπὶ τὸ ἔσχατον ὀρεκτόν, ὃ τέλος νοεῖται, παιδαγωγοῦσιν·
 [01115]  Ἀντιφάνης δὲ ὁ ∆ήλιος ἰατρὸς καὶ μίαν τῶν νόσου αἰτιῶν ταύτην εἴρηκεν τῶν ἐδεσμάτων τὴν πολυειδίαν, τῶν περὶ τὴν ἀλήθειαν δυσαρεστούντων κενοδοξίᾳ ποικίλῃ τὸ σῶφρον τῆς διαίτης ἐξομνυμένων καὶ τὰς διαποντίους πολυπραγμονούντων [2.1.3.1] ἐδωδάς.
 [01202]  Καὶ τὴν ἀλήθειαν ἐπεγνώκαμεν, φησίν, ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἀλλὰ μόνος ὄντως ἐστὶν εἷς ἡμῶν θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς.
 [01289]  [2.1.18.1] Ὅθεν κατηγορῶν τοῦ τρυφῶντος βίου ὁ τὴν ἀλήθειαν ἐζηλωκὼς τῶν φιλοσόφων Πλάτων τὸ ἔναυσμα τῆς Ἑβραϊκῆς φιλοσοφίας ζωπυρῶν·
 [01938]  Τὸ οὖν φῶς τοῦτο οἱ τοῦ φωτὸς τοῦ ἀληθινοῦ υἱοὶ μὴ ἀποκλείσωμεν θύραζε, ἔνδον δὲ εἰς ἡμᾶς ἀποστρέψαντες, τοῦ κεκρυμμένου τὰς ὄψεις ἀνθρώπου φωτίσαντες τήν τε ἀλήθειαν αὐτὴν ἐποπτεύσαντες καὶ τῶν ταύτης ῥευμάτων μεταλαμβάνοντες, τοὺς ἀληθεῖς τῶν ὀνείρων ἐναργῶς καὶ φρονίμως ἀποκαλυπτώμεθα.
 [01941]  Ὕπνος γὰρ δὴ πολὺς οὔτε τοῖς σώμασιν οὔτε ταῖς ψυχαῖς ἡμῶν ὠφέλειαν ἐπιφέρων οὐδ' αὐταῖς ταῖς περὶ τὴν ἀλήθειαν πράξεσι [2.9.81.3] πάντα ἁρμόττων ἐστίν, εἰ καὶ κατὰ φύσιν ἐστίν.
 [02568]  Ὅσῳ γοῦν ὁ ἄνθρωπος σπεύδει πρὸς τέλος, τοσούτῳ τιμιώτερος πρὸς ἀλήθειαν, μόνον ἔχων αὑτοῦ πρεσβύτερον τὸν θεόν, ἐπεὶ κἀκεῖνος ἀίδιος γέρων ὁ τῶν ὄντων πρεσβύτερος·
 [02781]  Ἡμῖν ἄρα ἀνάγκη πρὸς ἀλήθειαν ὁδοιποροῦσιν εὐζώνοις γενέσθαι·
 [03022]  Ἴχνη δὲ πορνικὰ οὐκ ἐρείδεται εἰς ἀλήθειαν·
 [03109]  Τοὺς δὲ παρὰ ταῦτα πράττοντας, τοὺς φιλαργύρους, τοὺς ψεύστας, τοὺς ὑποκριτάς, τοὺς καπηλεύοντας τὴν ἀλήθειαν, τῆς πατρῴας ἐξέβαλεν αὐλῆς ὁ κύριος, μὴ βουλόμενος ἀδίκου ἐμπορίας ἢ λόγων ἢ τῶν ἐξ ὕλης κτημάτων οἶκον εἶναι τὸν οἶκον τοῦ θεοῦ τὸν ἅγιον.
 [03280]  Ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
000-00-00 Serial Number=0602811813
Protrepticus Ante [Go Back]  
 [00022]  Ἀλλὰ γὰρ τὰ μὲν δράματα καὶ τοὺς ληναΐζοντας ποιητάς, τέλεον ἤδη παροινοῦντας, κιττῷ που ἀναδήσαντες, ἀφραίνοντας ἐκτόπως τελετῇ βακχικῇ, αὐτοῖς σατύροις καὶ θιάσῳ μαινόλῃ, σὺν καὶ τῷ ἄλλῳ δαιμόνων χορῷ, Ἑλικῶνι καὶ Κιθαιρῶνι κατακλείσωμεν γεγηρακόσιν, κατάγωμεν δὲ ἄνωθεν ἐξ οὐρανῶν ἀλήθειαν ἅμα φανοτάτῃ φρονήσει εἰς ὄρος ἅγιον [1.2.3] θεοῦ καὶ χορὸν τὸν ἅγιον τὸν προφητικόν.
 [00035]  Ὃς κατελεήσας τὴν ἀμαθίαν τὴν πολλὴν καὶ τὴν σκληροκαρδίαν τῶν εἰς τὴν ἀλήθειαν λελιθωμένων ἤγειρεν θεοσεβείας σπέρμα ἀρετῆς αἰσθόμενον [1.4.3] ἐκ λίθων ἐκείνων, τῶν λίθοις πεπιστευκότων ἐθνῶν.
 [00053]  Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ εἰδώλων, πολλοῦ γε ἔδει ὑμνεῖν αὐτὸν τοὺς δαίμονας ἀληθεῖ πρὸς αὐτοῦ διωκομένους μουσικῇ, ᾗ τοῦ Σαοὺλ ἐνεργουμένου ἐκεῖνος ᾄδων μόνον αὐτὸν ἰάσατο.
 [00234]  Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον καὶ Νικάνορα τὸν Κύπριον καὶ ∆ιαγόραν καὶ Ἵππωνα τὼ Μηλίω τόν τε Κυρηναῖον ἐπὶ τούτοις ἐκεῖνον (ὁ Θεόδωρος ὄνομα αὐτῷ) καί τινας ἄλλους συχνούς, σωφρόνως βεβιω κότας καὶ καθεωρακότας ὀξύτερόν που τῶν λοιπῶν ἀνθρώ πων τὴν ἀμφὶ τοὺς θεοὺς τούτους πλάνην, ἀθέους ἐπικεκλή κασιν, εἰ καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ νενοηκότας, ἀλλὰ τὴν πλάνην γε ὑπωπτευκότας, ὅπερ οὐ σμικρὸν εἰς ἀλήθειαν [2.24.3] φρονήσεως ζώπυρον ἀναφύεται σπέρμα·
 [00241]  Αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός.
 [00261]  ἡμεῖς δὲ οὐκ ὀργῆς θρέμματα ἔτι, οἱ τῆς πλάνης ἀπεσπασ [2.27.3] μένοι, ᾄσσοντες δὲ ἐπὶ τὴν ἀλήθειαν.
 [00485]  Ἀλλ', ὦ φιλανθρωπότερε καὶ ἀληθέστερε τοῦ Ἀπόλλωνος ἄνθρωπε, τὸν ἐπὶ τῆς πυρᾶς οἴκτειρον δεδεμένον, καὶ σὺ μέν, ὦ Σόλων, μάντευσαι τὴν ἀλήθειαν, σὺ δέ, ὦ Κῦρε, κέλευσον ἀποσβεσθῆναι τὴν πυράν.
 [00523]  [4.47.1] Ὡς μὲν οὖν τοὺς λίθους καὶ τὰ ξύλα καὶ συνελόντι φάναι τὴν ὕλην ἀγάλματα ἀνδρείκελα ἐποιήσαντο, οἷς ἐπιμορφάζετε εὐσέβειαν συκοφαντοῦντες τὴν ἀλήθειαν, ἤδη μὲν αὐτόθεν δῆλον·
 [00734]  [5.64.1] Ἐπιδράμωμεν δέ, εἰ βούλει, καὶ τῶν φιλοσόφων τὰς δόξας, ὅσας αὐχοῦσι περὶ τῶν θεῶν, εἴ πως καὶ φιλοσο φίαν αὐτὴν κενοδοξίας ἕνεκεν ἀνειδωλοποιοῦσαν τὴν ὕλην ἐφεύρωμεν, εἰ καὶ δαιμόνια ἄττα ἐκθειάζουσαν κατὰ παρα δρομὴν παραστῆσαι δυνηθῶμεν ὀνειρώττουσαν τὴν ἀλήθειαν.
 [00801]  [6.70.1] Πόθεν, ὦ Πλάτων, ἀλήθειαν αἰνίττῃ;
 [00826]  Ἀπόχρη καὶ τάδε εἰς ἐπίγνωσιν θεοῦ ἐπιπνοίᾳ θεοῦ πρὸς αὐτῶν μὲν ἀναγεγραμμένα, πρὸς δὲ ἡμῶν ἐξειλεγμένα τῷ γε καὶ σμικρὸν διαθρεῖν ἀλήθειαν δυναμένῳ.
 [00827]  [7.73.1] Ἴτω δὲ ἡμῖν (οὐ γὰρ αὐταρκεῖ μόνον ἡ φιλοσοφία) ἀλλὰ καὶ αὐτὴ ποιητικὴ ἡ περὶ τὸ ψεῦδος τὰ πάντα ἠσχο λημένη, μόλις ποτὲ ἤδη ἀλήθειαν μαρτυρήσουσα, μᾶλλον δὲ ἐξομολογουμένη τῷ θεῷ τὴν μυθώδη παρέκβασιν·
 [00834]  [7.74.1] Ἤδη δὲ καὶ ἐπὶ τῆς σκηνῆς παραγυμνοῦσι τὴν ἀλήθειαν·
 [00839]  Οὑτοσὶ μὲν ἤδη καὶ παρακεκινδυνευμένως ἐπὶ τῆς σκηνῆς [7.74.3] τὴν ἀλήθειαν τοῖς θεαταῖς παρεισήγαγεν.
 [00853]  ∆υσωπούντων δέ σε εἰς σωτηρίαν καὶ οἱ περὶ τοὺς θεοὺς ὑμῶν ἔλεγχοι, οὓς διὰ τὴν ἀλήθειαν ἐκβιαζόμενοι [7.75.2] κωμῳδοῦσι ποιηταί.
 [00864]  [7.76.3] Ἄξιος ὡς ἀληθῶς Σωκρατικῆς διατριβῆς ὁ Εὐριπίδης εἰς τὴν ἀλήθειαν ἀπιδὼν καὶ τοὺς θεατὰς ὑπεριδών, ποτὲ μὲν τὸν Ἀπόλλωνα, ὃς μεσομφάλους ἕδρας ναίει βροτοῖσι στόμα νέμων σαφέστατα, διελέγχων, [7.76.4] κείνῳ πειθόμενος τὴν τεκοῦσαν ἔκτανον, ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε·
 [00872]  καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνοντες θεμελιοῦσι τὴν ἀλήθειαν·
 [00907]  ἐγώ εἰμι, ἐγώ εἰμι, φησίν, ὁ κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν·
 [00930]  Ἀποπε σόντας γὰρ ἡμᾶς ἐπὶ τὰ εἴδωλα ἡ σοφία, ἥ ἐστιν ὁ λόγος [8.80.4] αὐτοῦ, ἀνορθοῖ ἐπὶ τὴν ἀλήθειαν.
 [01029]  Ἡ δὲ ἐκ πολλῶν ἕνωσις ἐκ πολυφωνίας καὶ διασπορᾶς ἁρμονίαν λαβοῦσα θεϊκὴν μία γίνεται συμφωνία, ἑνὶ χορηγῷ καὶ διδασκάλῳ τῷ λόγῳ ἑπομένη, ἐπ' αὐτὴν τὴν ἀλήθειαν ἀναπαυομένη, Ἀββᾶ λέγουσα ὁ πατήρ·
 [01035]  [10.89.2] Εἶτα ἐπὶ τῶν πάτων αἱ παρεκβάσεις καίτοι ἐπιζήμιοι καὶ ἐπισφαλεῖς οὖσαι, ὅμως γλυκεῖαί πως προσπίπτουσιν, ἐπὶ δὲ τοῦ βίου οὐχὶ τὸ ἔθος καταλιπόντες τὸ πονηρὸν καὶ ἐμπαθὲς καὶ ἄθεον, κἂν οἱ πατέρες χαλεπαίνωσιν, ἐπὶ τὴν ἀλήθειαν ἐκκλινοῦμεν καὶ τὸν ὄντως ὄντα πατέρα ἐπιζη τήσομεν, οἷον δηλητήριον φάρμακον τὴν συνήθειαν ἀπωσά [10.89.3] μενοι;
 [01198]  [10.105.1] Ὑμεῖς δὲ πρὸς τὴν ἀλήθειαν ἀνάπηροι καὶ τυφλοὶ μὲν τὸν νοῦν, κωφοὶ δὲ τὴν σύνεσιν ὄντες οὐκ ἀλγεῖτε, οὐκ ἀγανακτεῖτε, οὐ τὸν οὐρανὸν ἰδεῖν καὶ τὸν τοῦ οὐρανοῦ ποιητὴν ἐπεθυμήσατε, οὐδὲ τὸν τῶν πάντων δημιουργὸν καὶ πατέρα ἀκοῦσαι καὶ μαθεῖν ἐξεζητήσατε, τὴν προαίρεσιν τῇ [10.105.2] σωτηρίᾳ συνάψαντες·
 [01236]  ἐπινέμεται τὴν ἄγνοιαν, ὡς ὑμεῖς, οὐχ ὑποκρίνεται δὲ τὴν ἀλήθειαν·
 [01311]  ἁπλώσας δὲ ὁ λόγος τὴν ἀλήθειαν ἔδειξε τοῖς ἀνθρώ ποις τὸ ὕψος τῆς σωτηρίας, ὅπως ἢ μετανοήσαντες σωθῶσιν ἢ μὴ ὑπακούσαντες κριθῶσιν.
 [01335]  λόγος ἀληθείας, λόγος ἀφθαρσίας, ὁ ἀναγεννῶν τὸν ἄνθρωπον εἰς ἀλήθειαν αὐτὸν ἀναφέρων, τὸ κέντρον τῆς σωτηρίας, ὁ ἐξελαύνων τὴν φθοράν, ὁ ἐκδιώκων τὸν θάνατον, ὁ ἐν ἀνθρώ ποις οἰκοδομήσας νεών, ἵνα ἐν ἀνθρώποις ἱδρύσῃ τὸν θεόν.
 [01357]  Ἧκέ μοι, ὦ πρέσβυ, καὶ σύ, τὰς Θήβας λιπὼν καὶ τὴν μαντικὴν καὶ τὴν βακχικὴν ἀπορ ρίψας πρὸς ἀλήθειαν χειραγωγοῦ·
000-00-00 Serial Number=0078752697
Quis dives salvetur Ante [Go Back]  
 [00458]  ὁ ψευδο μάρτυς, ἀλήθειαν ἄσκησον·
000-00-00 Serial Number=0044667840
Stromata Ante [Go Back]  
 [00007]  ἀλλ' ἄρα Θεοπόμπῳ μὲν καὶ Τιμαίῳ μύθους καὶ βλασφημίας συντάττουσιν, πρὸς δὲ καὶ Ἐπικούρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν;
 [00036]  συμβάλλεται γοῦν τὰ μέγιστα τῷ περιτυχόντι κατὰ τὴν θείαν πρόνοιαν, ἀρχὴν πίστεως, πολιτείας προθυμίαν, ὁρμὴν τὴν ἐπὶ τὴν ἀλήθειαν, κίνησιν ζητητικήν, ἴχνος γνώρεως, συνελόντι εἰπεῖν ἀφορμὰς δίδωσι σωτηρίας.
 [00089]  ὅτῳ δὲ ἀπήμβλυται κακῇ τροφῇ τε καὶ διδασκαλίᾳ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸ οἰκεῖον φῶς, βαδιζέτω ἐπὶ τὴν ἀλήθειαν τὴν ἐγγράφως τὰ ἄγραφα δηλοῦσαν·
 [00118]  ἐπεὶ διὰ τί μὴ πάντες ἴσασι τὴν ἀλήθειαν;
 [00151]  [1.1.18.1] Περιέξουσι δὲ οἱ Στρωματεῖς ἀναμεμιγμένην τὴν ἀλήθειαν τοῖς φιλοσοφίας δόγμασι, μᾶλλον δὲ ἐγκεκαλυμμένην καὶ ἐπικεκρυμμένην, καθάπερ τῷ λεπύρῳ τὸ ἐδώδιμον τοῦ καρύου·
 [00160]  [1.2.19.4] πολλὰ δ' οὖν καὶ μὴ συμβαλλόμενα εἰς τέλος συγκοσμεῖ τὸν τεχνίτην, καὶ ἄλλως ἡ πολυμαθία διασυστατικὴ τυγχάνει τοῦ παρατιθεμένου τὰ κυριώτατα τῶν δογμάτων πρὸς πειθὼ τῶν ἀκροωμένων, θαυμασμὸν ἐγγεννῶσα τοῖς κατηχουμένοις, καὶ πρὸς τὴν ἀλήθειαν [1.2.20.1] συνίστησιν.
 [00161]  ἀξιόπιστος δὲ ἡ τοιαύτη ψυχαγωγία, δι' ἧς κεκαλυμμένην οἱ φιλομαθεῖς παραδέχονται τὴν ἀλήθειαν, πρὸς τὸ μήτε αὐ<τοὺς δοκεῖν> τὴν φιλοσοφίαν λυμαίνεσθαι τὸν βίον, ψευδῶν πραγμάτων καὶ φαύλων ἔργων δημιουργὸν ὑπάρχουσαν, ᾗ τινες διαβεβλήκασιν, ἀληθείας [1.2.20.2] οὖσαν εἰκόνα ἐναργῆ, θείαν δωρεὰν Ἕλλησι δεδομένην, μήτε ἡμᾶς ἀπο σπᾶσθαι τῆς πίστεως, οἷον ἀπό τινος ἀπατηλοῦ τέχνης καταγοητευομένους, ἀλλ' ὡς ἔπος εἰπεῖν, περιβολῇ πλείονι χρωμένους, ἁμῇ γέ πῃ [1.2.20.3] συγγυμνασίαν τινὰ πίστεως ἀποδεικτικὴν ἐκπορίζεσθαι.
 [00162]  ναὶ μὴν καὶ <ἡ> συναφὴ τῶν δογμάτων διὰ τῆς ἀντιπαραθέσεως τὴν ἀλήθειαν μνηστεύεται, δι' ἧς ἐξηκολούθηκεν ἡ γνῶσις, οὐ κατὰ προηγούμενον λόγον τῆς φιλοσοφίας παρεισελθούσης, διὰ δὲ τὸν ἀπὸ τῆς γνώσεως καρπόν.
 [00170]  οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν [1.3.22.2] ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τιθέμενοι, οἳ δέ τινες σφᾶς αὐτοὺς ἐπαίροντες διαβολὰς τοῖς λόγοις ἐξευρίσκειν βιάζονται, ζητήσεις ἐριστικὰς ἐκπορίζοντες, λεξειδίων θηράτορες, ζηλωταὶ τεχνυδρίων, ἐριδαντέες καὶ ἱμαντελικτέες, ὡς ὁ Ἀβδηρίτης ἐκεῖνός φησιν·
 [00284]  ἐν τούτοις οὖν τοῖς μαθήμασιν ἐκκαθαίρεταί τε τῶν αἰσθητῶν καὶ ἀναζωπυρεῖται ἡ ψυχή, ἵνα δή ποτε ἀλήθειαν διιδεῖν δυνηθῇ.
 [00375]  καθάπερ δὲ ἐν γεωργίᾳ οὕτω καὶ ἐν ἰατρικῇ χρηστομαθὴς ἐκεῖνος ὁ ποικιλωτέρων μαθημάτων [1.9.43.4] ἁψάμενος, ὡς βέλτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κἀνταῦθα χρηστομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλευτον φυλάσσειν τὴν πίστιν.
 [00460]  [1.11.51.4] Ἀκίνητον μὲν οὖν πρὸς ἀλήθειαν καὶ τῷ ὄντι ἀργὸν οὐ βούλεται εἶναι τὸν πιστεύσαντα ὁ λόγος·
 [00476]  πάντα δὲ δοκιμάζετε, ὁ ἀπόστολός φησι, καὶ τὸ καλὸν κατέχετε, τοῖς πνευματικοῖς λέγων τοῖς ἀνακρίνουσι πάντα, κατὰ ἀλήθειαν λεγόμενα πότερον δοκεῖ ἢ [1.11.54.1] ὄντως ἔχεται τῆς ἀληθείας.
 [00484]  οὐ γάρ ποτε ἡ ἀλήθεια οἴησις, ἀλλ' ἡ μὲν ὑπόληψις τῆς γνώσεως φυσιοῖ καὶ τύφου ἐμπίπλησιν, οἰκοδομεῖ δὲ ἡ ἀγάπη, μὴ περὶ τὴν οἴησιν, ἀλλὰ περὶ τὴν ἀλήθειαν ἀναστρεφομένη.
 [00494]  ἀλλ' ἔστι τῷ ὄντι ἡ τῶν ὑπομνημάτων ὑποτύπωσις † ὅσα διασποράδην καὶ διερριμμένως ἐγκατεσπαρμένην ἔχουσι τὴν ἀλήθειαν, ὅπως ἂν λάθοι τοὺς δίκην κολοιῶν σπερμολόγους.
 [00496]  [1.13.57.1] Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν·
 [00504]  οὕτως οὖν ἥ τε βάρβαρος ἥ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμόν τινα, οὐ τῆς ∆ιονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται.
 [00505]  ὁ δὲ τὰ διῃρη μένα συνθεὶς αὖθις καὶ ἑνοποιήσας τέλειον τὸν λόγον ἀκινδύνως εὖ [1.13.58.1] ἴσθ' ὅτι κατόψεται, τὴν ἀλήθειαν.
 [00790]  διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν·
 [00793]  [1.18.90.3] ἐργάζεσθαι δέ ἐστι τὸ προσεκπονεῖν ζητοῦντα τὴν ἀλήθειαν, σὺν γὰρ τῇ λογικῇ εὐποιίᾳ, ἵνα ἔχητε μεταδοῦναι τῷ χρείαν ἔχοντι καὶ [1.18.90.4] τῆς κοσμικῆς περιουσίας καὶ τῆς θείας σοφίας.
 [00856]  οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, τὸ βάπτισμα τὸ [1.19.96.4] αἱρετικὸν οὐκ οἰκεῖον καὶ γνήσιον ὕδωρ λογιζομένη, καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον τὸν παραφέροντα καὶ κατασύροντα εἰς θάλασσαν, εἰς ἣν ἐκδίδοται ὁ παρεκτραπεὶς ἐκ τῆς κατ' ἀλήθειαν ἑδραιότητος, συνεκρυεὶς αὖθις εἰς τὰ ἐθνικὰ καὶ ἄτακτα τοῦ βίου κύματα.
 [00871]  ὃ δὲ μεθ' ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ' αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν <ἢ> ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα [1.20.99.3] τὸ κατ' ἀλήθειαν παρέχειν.
 [00872]  καίτοι καὶ καθ' ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην (εἰς ἣν εὑρίσκεται συνεργός, καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ ὁ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδ' ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων [1.20.99.4] αὐτὴν προσφυῶς.
 [00875]  αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ' ἀδύνατον παρέχουσα τὴν κατ' αὐτῆς σοφιστικὴν ἐπιχεί ρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς [1.20.100.2] φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος.
 [00881]  ἔμπαλιν οὖν ἀδικεῖ ὁ σφετερισάμενος τὰ βαρβάρων καὶ ὡς ἴδια αὐχῶν, τὴν ἑαυτοῦ δόξαν αὔξων καὶ ψευδόμενος τὴν ἀλήθειαν.
 [01038]  Ἰόβας δὲ περὶ Ἀσσυρίων γράφων ὁμολογεῖ τὴν ἱστορίαν παρὰ [1.21.122.3] Βηρώσσου εἰληφέναι, μαρτυρῶν τὴν ἀλήθειαν τἀνδρί.
 [01342]  ὁ γὰρ νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς γνῶσιν συντείνας βιώσειεν, κατευθύνας μὲν τὸν βίον ἔργοις ἀγαθοῖς, ἀτιμάσας δὲ τὰ ἐναντία τά τε πρὸς ἀλήθειαν [1.25.166.4] συλλαμβανόμενα μεθέπων μαθήματα.
 [01372]  ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ τε γνῶσιν ἔχειν τινὰ αὐτοῦ οὔτ' ἀπιστεῖν οὔτ' ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ἥκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ [1.26.170.2] τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν.
 [01376]  [1.26.170.4] οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρ' Ἕλλησι νομοθεσίας, ὡς οἷόν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατ' εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τήν τε ἀλήθειαν καὶ τὸ ἀρχέτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.
 [01434]  ἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μῦθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς.
 [01498]  δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη [2.2.7.1] δέδεικται, μικρὸν δ' ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.
 [01499]  πῶς δ' οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν [2.2.7.2] φιλοσόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
 [01547]  ἀλλ' ἡ μὲν αἴσθησις ἐπιβάθρα τῆς ἐπιστήμης, ἡ πίστις δὲ διὰ τῶν αἰσθητῶν ὁδεύσασα ἀπολείπει τὴν ὑπόληψιν, πρὸς [2.4.13.4] δὲ τὰ ἀψευδῆ σπεύδει καὶ εἰς τὴν ἀλήθειαν καταμένει.
 [01865]  διὸ καὶ ἡ σοφία δύναμις θεοῦ ἡ διδάξασα τὴν ἀλήθειαν·
 [01867]  φιλεῖ δὲ καὶ ἀγαπᾷ τὴν ἀλήθειαν ὁ φιλόσοφος, ἐκ τοῦ θεράπων εἶναι γνήσιος δι' [2.9.45.4] ἀγάπην ἤδη φίλος νομισθείς.
 [01871]  κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι' οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια.
 [02008]  καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν·
 [02314]  [2.19.100.3] Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε καὶ συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων [2.19.100.4] ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν.
 [02443]  ταύτῃ δηλονότι τῇ δόξῃ καὶ Ἀρίστιππος ὁ Κυρηναῖος προσέβαλλεν τοῦ τὴν ἀλήθειαν αὐχοῦντος σοφιστοῦ.
 [02482]  ὅσους γὰρ διὰ τὸ φιλικῶς πρὸς ἁμαρτίας ἔχειν ἡ συγγνώμη παρεισέρχεται, οὗτοι τὴν ἀλήθειαν ἀπήνειαν ὑπολαμβάνουσιν καὶ τὴν αὐστηρίαν ἀποτομίαν, καὶ ἀνηλεῆ τὸν μὴ [2.20.124.1] συναμαρτάνοντα μηδὲ συγκατασπώμενον.
 [02530]  ἐπὶ πᾶσί τε ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὐτὴν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς.
 [02594]  καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν [2.22.135.2] ἄρτον αὐτοῦ πεινῶντι δώσει, <καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει,> καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ [2.22.135.3] δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν·
 [02887]  καὶ τῶν τοῦ κυρίου φωνῶν διαψεύδονται οἱ τῆς ἀσελγείας κοινωνοί, οἱ τῆς λαγνείας ἀδελφοί, ὄνειδος οὐ φιλοσοφίας μόνον, ἀλλὰ καὶ παντὸς τοῦ βίου, οἱ παραχαράσσοντες τὴν ἀλήθειαν, μᾶλλον δὲ κατασκάπτοντες ὡς [3.4.27.5] οἷόν τε αὐτοῖς·
 [02917]  καὶ ἐὰν εἴπωμεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ, τουτέστι μετὰ τοῦ θεοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
 [02938]  [3.4.35.1] Φαίημεν δ' ἂν καὶ πρὸς τούτους, ὅτι τοὺς ψευδοπροφήτας καὶ τοὺς ὅσοι τὴν ἀλήθειαν ὑποκρίνονται ἐξ ἔργων γινώσκεσθαι παρειλήφαμεν.
 [03152]  ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν [3.7.57.5] φιλοσόφων διδασκομένης.
 [03173]  οὗτοι τὴν ἀλήθειαν ἀσκοῦσι καὶ περὶ τῶν μελλόντων προμηνύουσι καὶ σέβουσί τινα πυραμίδα, ὑφ' [3.7.60.4] ἣν ὀστέα τινὸς θεοῦ νομίζουσιν ἀποκεῖσθαι.
 [03227]  τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν οἱ πάντα μᾶλλον ἢ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες κανόνι;
 [03341]  σοφίζεται δὲ τὴν ἀλήθειαν δι' ἀληθοῦς [3.12.81.4] ψεῦδος κατασκευάζων.
 [03374]  συνεξακούεται γὰρ προσεχῶς ὑπηκόους γενομένους, ἐπεὶ καὶ κατὰ τὴν ἀλήθειαν τοῦ [3.12.85.1] νόμου τῷ αὐτῷ κυρίῳ ὑπακούομεν πόρρωθεν παρακελευομένῳ.
 [03375]  καὶ [3.12.85.1] μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [03481]  αὐτίκα πάντες οἱ κηρύσσοντες τὴν ἀλήθειαν διὰ τὴν ἀπείθειαν τῶν ἀκουόντων [3.16.100.3] ἐδιώκοντό τε καὶ ἐκινδύνευον.
 [03490]  εἰ δέ τις κατὰ τοῦτο λέγει κακὴν τὴν γένεσιν, καὶ κατ' ἐκεῖνο εἰπάτω ἀγαθήν, καθὸ ἐν αὐτῇ τὴν ἀλήθειαν γινώσκομεν·
 [03608]  αὐτίκα τὴν ἀλήθειαν γεννᾷ, ὁ γνωστικὸς δὲ ἀληθείας ἐρᾷ.
 [03639]  οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δι' ἀγάπης πιστόν, τῷ δ' αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει [4.4.13.3] θεόν.
 [03778]  ἆρ' οὐκ ἄντικρυς τὸν γνωστικὸν μεθέπειν ἡμᾶς παρακελεύεται βίον ἔργῳ τε καὶ λόγῳ ζητεῖν τὴν ἀλήθειαν προτρέπει;
 [04115]  εἰ δὲ μὴ φαῦλοί τινες ἄνδρες εἶναι τοῖς πολλοῖς ἐδοκοῦμεν ἡμεῖς, εἰ ᾔδεσαν δὲ καὶ αὐτοὶ τὴν ἀλήθειαν, πάντες μὲν ἂν ἐπεπήδων τῇ ὁδῷ, [4.11.80.3] ἐκλογὴ δὲ οὐκ ἂν ἦν.
 [04150]  ποῦ ἔτι ἡ πίστις κατὰ ἀνταπόδοσιν τῶν προημαρτημένων τοῦ μαρτυρίου γινομένου, ποῦ δὲ ἡ ἀγάπη ἡ πρὸς τὸν θεὸν διὰ τὴν ἀλήθειαν διωκομένη καὶ ὑπομέ νουσα, ποῦ δὲ ἔπαινος ὁμολογήσαντος ἢ ψόγος ἀρνησαμένου, εἰς τί δὲ ἔτι χρησίμη ἡ πολιτεία ἡ ὀρθή, τὸ νεκρῶσαι τὰς ἐπιθυμίας καὶ [4.12.86.1] μηδὲν τῶν κτισμάτων μισεῖν;
 [04922]  τὸν αὐτὸν γὰρ τρόπον καὶ οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἁγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν [5.1.13.1] ἀποπίπτουσιν.
 [04966]  φρόνιμοι ψυχαί, καθαραὶ ὡς παρθένοι, συνεῖσαι σφᾶς αὐτὰς ἐν ἀγνοίᾳ καθεστώσας κοσμικῇ, τὸ φῶς ἀνάπτουσι καὶ τὸν νοῦν ἐγείρουσι καὶ φωτίζουσι τὸ σκότος καὶ τὴν ἄγνοιαν ἐξελαύνουσι καὶ ζητοῦσι τὴν ἀλήθειαν καὶ τοῦ διδασκάλου [5.3.17.4] τὴν ἐπιφάνειαν ἀναμένουσι.
 [05014]  [5.4.21.4] Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρ' Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.
 [05084]  καὶ κατά τινα μαντείας εὔστοχον φήμην οὐκ ἀθεεὶ συνδραμόντες ἔν τισι προφητικαῖς φωναῖς τὴν ἀλή θειαν κατὰ μέρη καὶ εἴδη διαλαβόντες, προσηγορίαις οὐκ ἀφεγγέσιν οὐδὲ ἔξωθεν τῆς τῶν πραγμάτων δηλώσεως πορευομέναις ἐτίμησαν, [5.5.29.5] τῆς περὶ τὴν ἀλήθειαν οἰκειότητος ἔμφασιν εἰληφότες.
 [05313]  μνήμης τε οὖν ἕνεκεν καὶ συντομίας καὶ τοῦ πρὸς τὴν ἀλήθειαν ἀνατετάσθαι [5.9.56.3] τοιαῦταί τινες αἱ τῆς βαρβάρου φιλοσοφίας γραφαί.
 [05318]  ἄλλως τε καὶ πάνθ', ὅσα διά τινος παρακαλύμματος ὑποφαίνεται, μείζονά τε καὶ σεμνοτέραν δείκνυσι τὴν ἀλήθειαν.
 [05389]  ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας [5.10.64.3] σου ἐδήλωσάς μοι.
 [05440]  [5.11.70.1] Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, μακάριοι τῷ ὄντι κατὰ τὴν γραφὴν οἱ πεινῶντες καὶ διψῶντες [5.11.70.2] τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου.
 [05607]  δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιν·
 [05609]  θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ [5.13.87.3] πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν.
 [05707]  αὕτη γὰρ ἡ ζωή σου καὶ τὸ πολυήμερον, ἀγαπᾶν τὸ πρὸς ἀλήθειαν.
 [06146]  οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ' ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ' ὅμως καὶ ἄκοντες τὴν παρ' ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρᾳ διαδείκνυνται.
 [06632]  δημοσίας γὰρ βίβλους εἴτε τὰς Ἰουδαϊκὰς λέγει γραφὰς εἴτε τὰς τῶν φιλοσόφων, κοινοποιεῖ τὴν ἀλήθειαν.
 [06653]  καὶ μὴν ὡς ἡ γεωμετρία περὶ μέτρα καὶ μεγέθη καὶ σχήματα πραγματευομένη διὰ τῆς ἐν τοῖς ἐπιπέδοις καταγραφῆς ἥ τε ζωγραφία τὸν ὀπτικὸν ὅλον τόπον ἐπὶ τῶν σκηνογραφουμένων φαίνεται παραλαμβάνουσα, ταύτῃ δὲ ψευδογραφεῖ τὴν ὄψιν, τοῖς κατὰ προσβολὴν τῶν ὀπτικῶν γραμμῶν σημείοις χρωμένη κατὰ τὸ τεχνικόν (ἐντεῦθεν ἐπιφάσεις καὶ ὑποφάσεις καὶ φάσεις σῴζονται, καὶ τὰ μὲν δοκεῖ προὔχειν, τὰ δὲ εἰσέχειν, τὰ δ' ἄλλως πως φαντάζεσθαι ἐν τῷ ὁμαλῷ καὶ λείῳ), οὕτω δὲ καὶ οἱ [6.7.56.2] φιλόσοφοι ζωγραφίας δίκην ἀπομιμοῦνται τὴν ἀλήθειαν.
 [06666]  ἤδη δὲ καὶ τοὺς ἀγγέλους μεμαθηκέναι παρειλήφαμεν [6.7.58.1] τὴν ἀλήθειαν καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας·
 [06738]  ἄλλως τε καὶ ἐπιστάμενος τὴν ἀλήθειαν εὑρεθήσεται, καὶ εἰ μὴ καταληπτικῶς, ἀλλ' οὖν οὐκ ἄπειρός γε αὐτῆς.
 [06740]  [6.8.67.1] Ἤδη δὲ καὶ καθολικῷ λόγῳ πάντα <τὰ> ἀναγκαῖα καὶ λυσιτελῆ τῷ βίῳ θεόθεν ἥκειν εἰς ἡμᾶς λέγοντες οὐκ ἂν ἁμάρτοιμεν, τὴν δὲ φιλοσοφίαν καὶ μᾶλλον Ἕλλησιν, οἷον διαθήκην οἰκείαν αὐτοῖς, δεδόσθαι, ὑποβάθραν οὖσαν τῆς κατὰ Χριστὸν φιλοσοφίας, κἂν οἱ φιλοσοφοῦντες τὰ Ἑλλήνων ἐθελοκωφῶσι <πρὸς> τὴν ἀλήθειαν, ἐξευτελίζοντες τὴν φωνὴν τὴν βαρβάρων ἢ καὶ ὑφορώμενοι τὸν ἐπηρτημένον τῷ [6.8.67.2] πιστῷ κατὰ τοὺς πολιτικοὺς νόμους τοῦ θανάτου κίνδυνον.
 [06807]  οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ' αὐτοῦ γεγεν<ν>ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ' αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς [6.9.78.6] ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών.
 [06818]  εἰ δὲ τοιαύτη παρ' αὐτοῖς ἐστιν ἡ πίστις (οὐ γὰρ ἂν γνῶσιν εἴποιμι), ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω, διὰ τούτου μάλιστα ὁμολογούντων οὐχ ἕξειν τὴν ἀλήθειαν·
 [06828]  οἷον θριγκὸς γάρ ἐστι διαλεκτική, ὡς μὴ καταπατεῖσθαι πρὸς τῶν σοφιστῶν τὴν ἀλήθειαν.
 [06832]  [6.10.82.1] Οὔκουν ὡς ἀρεταῖς ταύταις συγχρώμενος ἡμῖν ὁ γνωστικὸς πολυμαθὴς ἔσται, ἀλλὰ συνεργοῖς τισι, κἀν τῷ διαστέλλειν τά τε κοινὰ καὶ τὰ ἴδια προσήσεται τὴν ἀλήθειαν·
 [06963]  τὴν δὲ ἀγαλλίασιν [6.12.99.4] εὐφροσύνην εἶναί φασιν, ἐπιλογισμὸν οὖσαν τῆς κατὰ τὴν ἀλήθειαν ἀρετῆς [6.12.99.5] διά τινος ἑστιάσεως καὶ διαχύσεως ψυχικῆς.
 [06981]  [6.12.101.7] αὐτίκα τὸ ἐσόμενον ἤδη προεῖπεν εἶναι καλόν, τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν.
 [07054]  καὶ οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ.
 [07095]  ὁ τρίτος δὲ ἐγκεντρισμὸς τῶν ἀγριάδων καὶ τῶν αἱρετικῶν ἅπτεται τῶν μετὰ βίας εἰς τὴν ἀλήθειαν μεταγομένων·
 [07122]  τεκμήριον ἄρα τοῦ παρ' ἡμῖν εἶναι τὴν ἀλήθειαν τὸ αὐτὸν διδάξαι τὸν υἱὸν τοῦ θεοῦ·
 [07126]  [6.15.123.1] Εἴπερ οὖν καὶ κατὰ Πλάτωνα ἢ παρὰ τοῦ θεοῦ ἢ παρὰ τῶν ἐκγόνων τοῦ θεοῦ τὸ ἀληθὲς ἐκμανθάνειν μόνως οἷόν τε, εἰκότως παρὰ τῶν θείων λογίων τὰ μαρτύρια ἐκλεγόμενοι τὴν ἀλήθειαν αὐχοῦμεν ἐκδιδάσκεσθαι διὰ τοῦ υἱοῦ τοῦ θεοῦ, προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων·
 [07131]  διόπερ αἱ κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις, κἂν θεὸν λέγωσιν ἕνα κἂν Χριστὸν ὑμνῶσι, κατὰ περίληψιν λέγουσιν, οὐ πρὸς ἀλήθειαν·
 [07133]  ἀλλ' οὔτι γε τὰ ψευδῆ τῶν δογματ<ισθέντ>ων αὐτοῖς, ἔστ' ἂν ἐναντιῶνται τῇ κατὰ τὴν ἀλήθειαν [6.15.124.1] ἀγωγῇ, καθ' ἡμῶν ἐστιν.
 [07156]  ἤδη δὲ καὶ ἡ οἰκονομία πᾶσα ἡ περὶ τὸν κύριον προφητευθεῖσα παραβολὴ ὡς ἀληθῶς φαίνεται τοῖς μὴ τὴν ἀλήθειαν ἐγνωκόσιν, ὅταν τις τὸν υἱὸν τοῦ θεοῦ τοῦ τὰ πάντα πεποιηκότος σάρκα ἀνειληφότα καὶ ἐν μήτρᾳ παρθένου κυοφορηθέντα, καθὸ γεγέννηται τὸ αἰσθητὸν αὐτοῦ σαρκίον, ἀκολούθως δέ, καθὸ γέγονεν τοῦτο, πεπονθότα καὶ ἀνεσταμένον ὃ μὲν λέγῃ, οἳ δὲ ἀκούωσιν, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι [6.15.127.2] δὲ μωρίαν, ὥς φησιν ὁ ἀπόστολος.
 [07171]  ἡ προφητεία δὲ οὐδ' ὅλως τοὺς περὶ τὰς λέξεις σχηματισμοὺς ἐπιτηδεύει διὰ τὸ κάλλος τῆς φράσεως, τῷ δὲ μὴ πάντων εἶναι τὴν ἀλήθειαν ἐπικρύπτεται πολυτρόπως, μόνοις τοῖς εἰς γνῶσιν μεμυημένοις, τοῖς δι' ἀγάπην ζητοῦσι τὴν ἀλήθειαν, [6.15.130.1] τὸ φῶς ἀνατέλλουσα.
 [07188]  ἀμέλει καὶ τῶν ἐπιβοωμένων τὸν κύριον αὐτὸν οἱ μὲν πολλοὶ υἱὲ ∆αβίδ, ἐλέησόν με ἔλεγον, ὀλίγοι δὲ υἱὸν ἐγίγνωσκον τοῦ θεοῦ, καθάπερ ὁ Πέτρος, ὃν καὶ ἐμακάρισεν, ὅτι αὐτῷ σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψε τὴν ἀλήθειαν, ἀλλ' ἢ ὁ πατὴρ αὐτοῦ ὁ ἐν τοῖς οὐρανοῖς, δηλῶν τὸν γνωστικὸν οὐ διὰ τῆς σαρκὸς αὐτοῦ τῆς κυηθείσης, ἀλλὰ δι' αὐτῆς τῆς [6.15.132.5] δυνάμεως τῆς πατρικῆς γνωρίζειν τὸν υἱὸν τοῦ παντοκράτορος.
 [07223]  ὅτι μόνος εἷς ἐστιν θεὸς παντοκράτωρ, ὃς ἐκ τῆς Αἰγύπτου τὸν λαὸν μετήγαγεν διὰ τῆς ἐρήμου εἰς τὴν πατρῴαν γῆν, ὅπως καταλαμβάνωσι μὲν διὰ τῶν θείων ἐνεργημάτων, ὡς ἐδύναντο, τὴν δύναμιν αὐτοῦ, ἀφιστῶνται δὲ τῆς τῶν γενητῶν εἰδωλολατρείας, τὴν πᾶσαν ἐλπίδα [6.16.137.3] ἐπὶ τὸν κατ' ἀλήθειαν ἔχοντες θεόν.
 [07328]  ναὶ μὴν ὡς τὸν αὐτὸν ἀέρα ἀναπνεῖ τὰ ζῷα ἅπαντα, ἄλλα δὲ ἄλλως καὶ εἴς τι διάφορον, οὕτως δὲ καὶ τὴν ἀλήθειαν μετίασιν οἱ πλείους, [6.17.149.4] μᾶλλον δὲ τὸν περὶ ἀληθείας λόγον.
 [07338]  οἱ δὲ μὴ ἐπιστάμενοι τὴν γνῶσιν οὐδὲ κανονίζειν [6.17.150.4] δύνανται τὴν ἀλήθειαν.
 [07341]  αὐτίκα ἔνεστι θεάσασθαι καὶ ζωγραφίας ἀλήθειαν παρὰ τὴν δημώδη καὶ μουσικῆς σεμνότητα παρὰ τὴν ἀκόλαστον.
 [07343]  οὔκουν ποτὲ τὰς ἐπὶ μέρους ἀληθείας, καθ' ὧν ἡ ἀλήθεια κατηγορεῖται, αὐτὴν δὲ τὴν [6.17.150.7] ἀλήθειαν πολυπραγμονητέον, οὐκ ὀνόματα ζητοῦντας μαθεῖν·
 [07359]  ὥστ' οὐκ ἄτοπον καὶ τὴν φιλοσοφίαν ἐκ τῆς θείας προνοίας δεδόσθαι προπαιδεύουσαν εἰς τὴν διὰ Χριστοῦ τελείωσιν, ἢν μὴ ἐπαισχύνηται γνώσει βαρβάρῳ [6.17.153.2] μαθητεύουσα φιλοσοφία προκόπτειν εἰς ἀλήθειαν.
 [07449]  πλὴν οἵ γε ἐπὶ τῷ κατειλῆφθαι τὴν ἀλήθειαν αὐχοῦντες τῶν Ἑλλήνων εἰπάτωσαν ἡμῖν, παρὰ τίνος μαθόντες ἀλαζονεύονται.
 [07462]  ὁ δέ γε τοῦ διδασκάλου τοῦ ἡμετέρου λόγος οὐκ ἔμεινεν ἐν Ἰουδαίᾳ μόνῃ, καθάπερ ἐν τῇ Ἑλλάδι ἡ φιλοσοφία, ἐχύθη δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, πείθων Ἑλλήνων τε ὁμοῦ καὶ βαρβάρων κατὰ ἔθνος καὶ κώμην καὶ πόλιν πᾶσαν οἴκους ὅλους καὶ ἰδίᾳ ἕκαστον τῶν ἐπακηκοότων καὶ αὐτῶν γε τῶν φιλοσόφων οὐκ [6.18.167.4] ὀλίγους ἤδη ἐπὶ τὴν ἀλήθειαν μεθιστάς.
 [07983]  διὸ καὶ ὁ ἀπό στολος χαρακτῆρα τῆς δόξης τοῦ πατρὸς τὸν υἱὸν προσεῖπεν, τὸν τὴν ἀλήθειαν περὶ τοῦ θεοῦ διδάξαντα καὶ χαρακτηρίσαντα ὅτι θεὸς καὶ πατὴρ εἷς καὶ μόνος ὁ παντοκράτωρ, ὃν οὐδεὶς ἔγνω εἰ μὴ ὁ [7.10.58.5] υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ.
 [08015]  [7.11.63.1] Ὡς ἂν οὖν ἐπ' ἄκρον γνώσεως ἥκειν βιαζόμενος, τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ' ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ' ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα, μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη, [7.11.63.2] εἰς κατάληψιν δὲ ἐλπιζόμενα.
 [08043]  ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται, ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορ μὰς παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ' ὅπως (εὐστομεῖν γὰρ δίκαιον), οἳ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν, ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες, καὶ τὴν κλῆσιν ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι βεβαιοῦσιν καὶ τὸν ἄνδρα ἐν τῇ κατὰ ἀλήθειαν [7.11.67.1] λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται.
 [08052]  οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ' αὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ' οὐδὲ δι' ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ' ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα [7.11.67.7] καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς).
 [08305]  διὰ πλείονος τοίνυν φροντίδος ἐρευνητέον τὴν τῷ ὄντι ἀλήθειαν, ἣ μόνη περὶ τὸν ὄντως ὄντα θεὸν καταγίνεται.
 [08315]  τοῖς μὲν γὰρ βουλομένοις ἐξέσται καὶ τὸ εὑρεῖν τὴν ἀλήθειαν, τοῖς δὲ αἰτίας [7.15.92.2] ἀλόγους προβαλλομένοις ἀναπολόγητος ἡ κρίσις.
 [08320]  οἳ μὲν οὖν, δοξόσοφοι καλούμενοι, οἱ τὴν ἀλήθειαν εὑρηκέναι νομίζοντες, οὐκ ἔχοντες ἀπόδειξιν οὐδεμίαν ἀληθῆ, ἑαυτοὺς οὗτοι ἀπατῶσιν ἀναπεπαῦσθαι νομίζοντες·
 [08322]  οἳ δέ, τοὺς προσιόντας ἐξαπατῶντες, πανοῦργοι σφόδρα, οἳ καὶ παρακολουθοῦντες αὑτοῖς ὅτι μηδὲν ἐπίστανται, πιθανοῖς ὅμως ἐπιχειρήμασι σκοτίζουσι τὴν ἀλήθειαν.
 [08326]  [7.16.93.1] Ἀλλ' οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ' [7.16.93.2] αὐτῶν λάβωσι τῶν γραφῶν.
 [08334]  [7.16.94.1] τοιαῦται δ' ἡμῖν αἱ κυριακαὶ γραφαί, τὴν ἀλήθειαν ἀποτίκτουσαι καὶ μένουσαι παρθένοι μετὰ τῆς ἐπικρύψεως τῶν τῆς ἀληθείας [7.16.94.2] μυστηρίων.
 [08357]  οὔτ' οὖν ἐπιστρέφειν ἐπὶ τὴν ἀλήθειαν ἐθέλουσιν, αἰδούμενοι καταθέσθαι τὸ τῆς φιλαυτίας πλεονέκτημα, οὔτ' ἔχουσιν ὅπως διαθῶνται τὰς αὑτῶν δόξας, βιαζόμενοι τὰς γραφάς.
 [08363]  ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν, οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ' ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν), ὑπερβῆναι δὲ [7.16.97.4] σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν.
 [08381]  εἰ δὲ καὶ μαχόμενα δόγματα ἐφέλκεσθαί τινας δοκεῖ, ὑπεξαιρετέον ταῦτα καὶ πρὸς τοὺς εἰρηνοποιοὺς τῶν τῶν δογμάτων πορευτέον, οἳ κατεπᾴδουσι ταῖς θείαις γραφαῖς τοὺς ψοφοδεεῖς τῶν ἀπείρων, τὴν ἀλήθειαν διὰ τῆς [7.16.100.6] ἀκολουθίας τῶν διαθηκῶν σαφηνίζοντες.
 [08382]  ἀλλ', ὡς ἔοικεν, ῥέπομεν ἐπὶ τὰ ἔνδοξα μᾶλλον, κἂν ἐναντία τυγχάνῃ, ἤπερ ἐπὶ τὴν ἀλήθειαν·
 [08387]  καίτοι μεμαθήκαμεν ἄλλο μέν τι εἶναι ἡδονήν, ἣν ἐν τοῖς ἔθνεσιν ἀπονεμητέον, ἄλλο δέ τι ἔριν, ἣν ἐν ταῖς αἱρέσεσι προσκριτέον, ἄλλο χαράν, ἣν τῇ ἐκκλησίᾳ προσοικειωτέον, ἄλλο δὲ εὐφροσύνην, ἣν τῷ κατὰ ἀλήθειαν ἀποδοτέον [7.16.101.4] γνωστικῷ.
 [08403]  εἰσὶ γὰρ οἳ οὐδὲ ἀνέχονται τὴν ἀρχὴν ἐπακοῦσαι τῶν πρὸς τὴν ἀλήθειαν προτρεπόντων·
 [08407]  ἔσται δὲ τοῦτο, ἐὰν μὴ ῥᾳθυμεῖν ἐπειγόμενοι ἀποδιω θῶνται τὴν ἀλήθειαν ἢ δόξης ὀριγνώμενοι καινοτομεῖν βιάζωνται.
 [08439]  οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες [7.16.105.5] ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὓς παντὸς μᾶλλον ἀγαπῶντας τῆς [7.16.105.6] ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει.
 [08444]  ἀλλ' οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰσόδου, ψευδῆ δέ τινα καί, ὥς φησιν ἡ συνήθεια, ἀντικλεῖδα, δι' ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες, ὥσπερ ἡμεῖς διὰ τῆς τοῦ κυρίου παραδόσεως εἴσιμεν, παράθυρον δὲ ἀνατεμόντες καὶ διορύξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκκλησίας, ὑπερβαίνοντες τὴν [7.17.106.3] ἀλήθειαν, μυσταγωγοὶ τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται.
 [08478]  [7.18.111.3] οὔτ' οὖν τῆς τάξεως οὔτε τῆς φράσεως στοχάζονται οἱ Στρωματεῖς, ὅπου γε ἐπίτηδες καὶ τὴν λέξιν οὐχ Ἕλληνες εἶναι βούλονται καὶ τὴν τῶν δογμάτων ἐγκατασπορὰν λεληθότως καὶ οὐ κατὰ τὴν ἀλήθειαν πεποίηνται, φιλοπόνους καὶ εὑρετικοὺς εἶναι τοὺς <ἀναγιγνώσκοντας> εἴ τινες τύχοιεν παρασκευάζοντες.
 [08675]  [8.7.22.4] πλήρεις δ' αἱ θῆκαι τῶν βιβλίων καὶ αἱ συντάξεις καὶ αἱ πραγματεῖαι τῶν διαφωνούντων ἐν τοῖς δόγμασι καὶ πεπεικότων ἑαυτοὺς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν γινώσκειν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»