VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φωνῆς [190]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0227852225
VT. 01 Genesis Ante [Go Back]  
 [001_003_017]  τῷ δὲ Αδαμ εἶπεν Οτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ αὐτοῦ ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου
 [001_004_023]  εἶπεν δὲ Λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν Αδα καὶ Σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες Λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί
 [001_016_002]  εἶπεν δὲ Σαρα πρὸς Αβραμ Ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς ὑπήκουσεν δὲ Αβραμ τῆς φωνῆς Σαρας
 [001_021_012]  εἶπεν δὲ ὁ θεὸς τῷ Αβρααμ Μὴ σκληρὸν ἔστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκησ πάντα ὅσα ἐὰν εἴπῃ σοι Σαρρα ἄκουε τῆς φωνῆς αὐτῆς ὅτι ἐν Ισαακ κληθήσεταί σοι σπέρμα
 [001_021_017]  εἰσήκουσεν δὲ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν καὶ ἐκάλεσεν ἄγγελος τοῦ θεοῦ τὴν Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ Τί ἐστιν Αγαρ μὴ φοβοῦ ἐπακήκοεν γὰρ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἐστιν
 [001_022_018]  καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς ἀνθ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς
 [001_026_005]  ἀνθ ὧν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου
 [001_027_013]  εἶπεν δὲ αὐτῷ ἡ μήτηρ Ἁπ ἐμὲ ἡ κατάρα σου τέκνον μόνον ὑπάκουσον τῆς φωνῆς μου καὶ πορευθεὶς ἔνεγκέ μοι
 [001_027_043]  νῦν οὖν τέκνον ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν ἀδελφόν μου εἰς Ξαρραν
 [001_030_006]  καὶ εἶπεν Ραχηλή Εκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν
000-00-00 Serial Number=0961810172
VT. 02 Exodus Ante [Go Back]  
 [002_004_001]  ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν Ἁὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου ἐροῦσιν γὰρ ὅτι Οὐκ ὦπταί σοι ὁ θεός τί ἐρῶ πρὸς αὐτούσ
 [002_004_008]  ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου πιστεύσουσίν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου
 [002_004_009]  καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ
 [002_005_002]  καὶ εἶπεν Φαραω Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω
 [002_015_026]  καὶ εἶπεν Ἁὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε
 [002_018_024]  ἤκουσεν δὲ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν
 [002_019_005]  καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ
 [002_022_022]  ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν
 [002_023_022]  ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Ἁὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσῃς πάντα ὅσα ἂν εἴπω σοι ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι
000-00-00 Serial Number=0495959282
VT. 04 Numeri Ante [Go Back]  
 [004_003_016]  καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος
 [004_003_039]  Πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες
 [004_003_051]  καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
 [004_004_037]  αὕτη ἡ ἐπίσκεψις δήμου Κααθ πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
 [004_004_041]  αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Γεδσων πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
 [004_004_045]  αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Μεραρι οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
 [004_004_049]  διὰ φωνῆς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ ἄνδρα κατ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
 [004_009_020]  καὶ ἔσται ὅταν σκεπάσῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς διὰ φωνῆς κυρίου παρεμβαλοῦσιν καὶ διὰ προστάγματος κυρίου ἀπαροῦσιν
 [004_010_013]  καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
 [004_013_003]  καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι
 [004_014_022]  ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς
 [004_016_034]  καὶ πᾶς Ισραηλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν ὅτι λέγοντες Μήποτε καταπίῃ ἡμᾶς ἡ γῆ
 [004_020_016]  καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου καὶ νῦν ἐσμεν ἐν Καδης πόλει ἐκ μέρους τῶν ὁρίων σου
 [004_021_003]  καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς Ισραηλ καὶ παρέδωκεν τὸν Ξανανιν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα
000-00-00 Serial Number=0372943103
VT. 05 Deuterononium Ante [Go Back]  
 [005_001_045]  καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν
 [005_004_030]  καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ ἐσχάτῳ τῶν ἡμερῶν καὶ ἐπιστραφήσῃ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ
 [005_008_020]  καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν οὕτως ἀπολεῖσθε ἀνθ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν
 [005_009_023]  καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμᾶς ἐκ Καδης Βαρνη λέγων Ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν ἣν δίδωμι ὑμῖν καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ
 [005_013_005]  ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε
 [005_013_019]  ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου
 [005_015_005]  ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον
 [005_021_020]  καὶ ἐροῦσιν τοῖς ἀνδράσιν τῆς πόλεως αὐτῶν Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει οὐχ ὑπακούει τῆς φωνῆς ἡμῶν συμβολοκοπῶν οἰνοφλυγεῖ
 [005_026_007]  καὶ ἀνεβοήσαμεν πρὸς κύριον τὸν θεὸν τῶν πατέρων ἡμῶν καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ εἶδεν τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν μόχθον ἡμῶν καὶ τὸν θλιμμὸν ἡμῶν
 [005_026_014]  καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ αὐτῶν οὐκ ἐκάρπωσα ἀπ αὐτῶν εἰς ἀκάθαρτον οὐκ ἔδωκα ἀπ αὐτῶν τῷ τεθνηκότι ὑπήκουσα τῆς φωνῆς κυρίου τοῦ θεοῦ μου ἐποίησα καθὰ ἐνετείλω μοι
 [005_026_017]  τὸν θεὸν εἵλου σήμερον εἶναί σου θεὸν καὶ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ
 [005_027_010]  καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
 [005_028_001]  Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς
 [005_028_002]  καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου
 [005_028_009]  ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτῷ λαὸν ἅγιον ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ
 [005_028_015]  Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήμψονταί σε
 [005_028_045]  καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐνετείλατό σοι
 [005_028_049]  ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ
 [005_028_062]  καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ ἀνθ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει ὅτι οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν
 [005_030_002]  καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
 [005_030_008]  καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον
 [005_030_010]  ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
 [005_030_020]  ἀγαπᾶν κύριον τὸν θεόν σου εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς
 [005_033_007]  Καὶ αὕτη Ιουδα Εἰσάκουσον κύριε φωνῆς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ
000-00-00 Serial Number=0241198182
VT. 06 Josue Ante [Go Back]  
 [006_022_002]  καὶ εἶπεν αὐτοῖς Ὓμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν
 [006_024_024]  καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα
000-00-00 Serial Number=0326313317
VT. 07 Judicum Ante [Go Back]  
 [007_002_002]  καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου ὅτι ταῦτα ἐποιήσατε
 [007_002_020]  καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν Ἀνθ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου
 [007_005_011]  διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ δικαιοσύνας αὔξησον ἐν Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου
 [007_006_010]  καὶ εἶπα ὑμῖν Ἁγὼ κύριος ὁ θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου
 [007_013_009]  καὶ εἰσήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανωε καὶ ἦλθεν ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ καὶ Μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ αὐτῆς
 [007_020_013]  καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ισραηλ
000-00-00 Serial Number=0438826799
VT. 09 Samuelis I Ante [Go Back]  
 [009_002_025]  ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ τίς προσεύξεται ὑπὲρ αὐτοῦ καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθεῖραι αὐτούς
 [009_004_014]  καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς ἡ βοὴ τῆς φωνῆς ταύτησ καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ηλι
 [009_008_007]  καὶ εἶπεν κύριος πρὸς Σαμουηλή Ακουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ αὐτῶν
 [009_008_009]  καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπ αὐτούς
 [009_008_022]  καὶ εἶπεν κύριος πρὸς Σαμουηλή Ακουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ Ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ
 [009_012_001]  Καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ Ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ ὑμᾶς βασιλέα
 [009_012_014]  ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι
 [009_012_015]  ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν
 [009_015_001]  Καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἁμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου
 [009_015_019]  καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἀλλ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου
 [009_015_020]  καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα
 [009_015_022]  καὶ εἶπεν Σαμουηλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν
 [009_015_024]  καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ`Ημάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν
 [009_019_006]  καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν καὶ ὤμοσεν Σαουλ λέγων Ζῇ κύριος εἰ ἀποθανεῖται
 [009_025_035]  καὶ ἔλαβεν Δαυιδ ἐκ χειρὸς αὐτῆς πάντα ἃ ἔφερεν αὐτῷ καὶ εἶπεν αὐτῇ Ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου βλέπε ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου
 [009_028_018]  διότι οὐκ ἤκουσας φωνῆς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ
 [009_028_021]  καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σφόδρα καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι
 [009_028_022]  καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου καὶ φάγε καὶ ἔσται ἐν σοὶ ἰσχύς ὅτι πορεύσῃ ἐν ὁδῷ
 [009_028_023]  καὶ οὐκ ἐβουλήθη φαγεῖν καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον
000-00-00 Serial Number=0685209692
VT. 10 Samuelis II Ante [Go Back]  
 [010_006_015]  καὶ Δαυιδ καὶ πᾶς ὁ οἶκος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος
 [010_012_018]  καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον ὅτι εἶπαν Ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον καὶ ποιήσει κακά
 [010_013_014]  καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ αὐτῆς
 [010_013_016]  καὶ εἶπεν αὐτῷ Θημαρ Μή ἄδελφε ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ ἐμοῦ τοῦ ἐξαποστεῖλαί με καὶ οὐκ ἠθέλησεν Αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς
 [010_022_007]  ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ
000-00-00 Serial Number=0131790996
VT. 11 Regum I Ante [Go Back]  
 [011_009_003]  καὶ εἶπεν πρὸς αὐτὸν κύριοςή Ηκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας
 [011_021_025]  καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως
 [011_021_036]  καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ ἐμοῦ καὶ πατάξει σε λέων καὶ ἀπῆλθεν ἀπ αὐτοῦ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν
000-00-00 Serial Number=0422357142
VT. 12 Regum II Ante [Go Back]  
 [012_010_006]  καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρεσ οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς
 [012_018_012]  ἀνθ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν
000-00-00 Serial Number=0097228527
VT. 15 Esdrae Ante [Go Back]  
 [015_003_013]  καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ ὅτι ὁ λαὸς ἐκραύγασεν φωνῇ μεγάλῃ καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν
000-00-00 Serial Number=0120404899
VT. 18 Judith Ante [Go Back]  
 [018_004_013]  καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῶν καὶ εἰσεῖδεν τὴν θλῖψιν αὐτῶν καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων κυρίου παντοκράτορος
 [018_008_017]  διόπερ ἀναμένοντες τὴν παρ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν ἐὰν ᾖ αὐτῷ ἀρεστόν
000-00-00 Serial Number=0845004201
VT. 21 Psalmi Ante [Go Back]  
 [021_005_004]  τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι
 [021_006_009]  ἀπόστητε ἀπ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου
 [021_017_007]  καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ
 [021_026_007]  εἰσάκουσον κύριε τῆς φωνῆς μου ἧς ἐκέκραξα ἐλέησόν με καὶ εἰσάκουσόν μου
 [021_027_002]  εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου
 [021_027_006]  εὐλογητὸς κύριος ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου
 [021_030_023]  ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ
 [021_043_017]  ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος
 [021_054_004]  ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι
 [021_054_018]  ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι ἀπαγγελῶ καὶ εἰσακούσεται τῆς φωνῆς μου
 [021_063_002]  Εἰσάκουσον ὁ θεός τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου
 [021_073_023]  μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ
 [021_080_012]  καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι
 [021_094_007]  ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
 [021_101_006]  ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου
 [021_102_020]  εὐλογεῖτε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ
 [021_103_007]  ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν
 [021_105_025]  καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν οὐκ εἰσήκουσαν τῆς φωνῆς κυρίου
 [021_114_001]  Αλληλουια Ηγάπησα ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου
 [021_118_149]  φωνῆς μου ἄκουσον κύριε κατὰ τὸ ἔλεός σου κατὰ τὸ κρίμα σου ζῆσόν με
 [021_129_002]  κύριε εἰσάκουσον τῆς φωνῆς μου γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου
000-00-00 Serial Number=0476321042
VT. 23 Ecclesiastes seu Qoelet Ante [Go Back]  
 [023_012_004]  καὶ κλείσουσιν θύρας ἐν ἀγορᾷ ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄματοσ
000-00-00 Serial Number=0604526281
VT. 25 Sapientia Ante [Go Back]  
 [025_001_007]  ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς
000-00-00 Serial Number=0840943277
VT. 26 Ecclesiasticus seu Siracides Ante [Go Back]  
 [026_014_013]  μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν
 [026_028_024]  εἷς εὐχόμενος καὶ εἷς καταρώμενοσ τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότησ
 [026_035_005]  ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν Ιακωβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ
000-00-00 Serial Number=0206094146
VT. 27 Isaias Ante [Go Back]  
 [027_006_004]  καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ
 [027_006_008]  καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπα Ἰδού εἰμι ἐγώ ἀπόστειλόν με
 [027_028_023]  Ἁνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου
 [027_029_006]  παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα
 [027_030_030]  καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσησ κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ
 [027_031_004]  ὅτι οὕτως εἶπέν μοι κύριοςή Ον τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν καὶ κεκράξῃ ἐπ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς
 [027_032_009]  Γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου θυγατέρες ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου
 [027_038_005]  Πορεύθητι καὶ εἰπὸν Εζεκια Τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σουή Ηκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε
 [027_050_010]  Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς φῶς πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ
000-00-00 Serial Number=0074935973
VT. 28 Jeremias Ante [Go Back]  
 [028_003_013]  πλὴν γνῶθι τὴν ἀδικίαν σου ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας λέγει κύριος
 [028_003_025]  ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν
 [028_004_029]  ἀπὸ φωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πᾶσα χώρα εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν πᾶσα πόλις ἐγκατελείφθη οὐ κατοικεῖ ἐν αὐταῖς ἄνθρωπος
 [028_005_015]  ἰδοὺ ἐγὼ ἐπάγω ἐφ ὑμᾶς ἔθνος πόρρωθεν οἶκος Ισραηλ λέγει κύριος ἔθνος οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ
 [028_006_017]  κατέστακα ἐφ ὑμᾶς σκοπούς ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγοσ καὶ εἶπαν Οὐκ ἀκουσόμεθα
 [028_007_023]  ἀλλ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Ἀκούσατε τῆς φωνῆς μου καὶ ἔσομαι ὑμῖν εἰς θεόν καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου αἷς ἂν ἐντείλωμαι ὑμῖν ὅπως ἂν εὖ ᾖ ὑμῖν
 [028_007_027]  ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον Τοῦτο τὸ ἔθνος ὃ οὐκ ἤκουσεν τῆς φωνῆς κυρίου οὐδὲ ἐδέξατο παιδείαν ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν
 [028_008_016]  ἐκ Δαν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτοῦ ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ καὶ ἥξει καὶ καταφάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ
 [028_009_012]  καὶ εἶπεν κύριος πρός με Διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου
 [028_011_004]  ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς λέγων Ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν
 [028_018_010]  καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς
 [028_018_019]  εἰσάκουσόν μου κύριε καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου
 [028_022_021]  ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου καὶ εἶπας Οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τῆς φωνῆς μου
 [028_027_046]  ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται
 [028_029_003]  ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐφ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν
 [028_030_015]  ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη ἡ γῆ καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη
 [028_033_013]  καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς κυρίου καὶ παύσεται κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφ ὑμᾶς
 [028_039_023]  καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα
 [028_042_008]  καὶ ἠκούσαμεν τῆς φωνῆς Ιωναδαβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν
 [028_047_003]  καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς
 [028_049_006]  καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν ἀκουσόμεθα ἵνα βέλτιον ἡμῖν γένηται ὅτι ἀκουσόμεθα τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν
 [028_049_013]  καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς κυρίου
 [028_049_021]  καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς
 [028_050_004]  καὶ οὐκ ἤκουσεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς κυρίου κατοικῆσαι ἐν γῇ Ιουδα
 [028_050_007]  καὶ εἰσῆλθον εἰς Αἴγυπτον ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου καὶ εἰσῆλθον εἰς Ταφνας
 [028_051_023]  ἀπὸ προσώπου ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα
000-00-00 Serial Number=0013027191
VT. 30 Baruch Ante [Go Back]  
 [030_001_018]  καὶ ἠπειθήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν
 [030_001_019]  ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς κύριον θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
 [030_001_021]  καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς
 [030_002_005]  καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
 [030_002_010]  καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν
 [030_002_022]  καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος
 [030_002_024]  καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν
 [030_002_029]  Ἁὰν μὴ ἀκούσητε τῆς φωνῆς μου ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ
 [030_003_004]  κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά
000-00-00 Serial Number=0252403438
VT. 31 Ezechiel Ante [Go Back]  
 [031_019_007]  καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν καὶ ἠφάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρύματος αὐτοῦ
 [031_026_010]  ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου
 [031_026_015]  διότι τάδε λέγει κύριος κύριος τῇ Σορ Οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι
 [031_031_016]  ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἔθνη ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου πάντα τὰ πίνοντα ὕδωρ
 [031_035_012]  καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου ὅτι εἶπας Τὰ ὄρη Ισραηλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα
000-00-00 Serial Number=0310824990
VT. 32 Daniel Ante [Go Back]  
 [032_003_005]  ὅταν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγος καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύσ
 [032_003_007]  καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πίπτοντα πάντα τὰ ἔθνη φυλαὶ καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσορ κατέναντι τούτου
 [032_003_010]  σύ βασιλεῦ προσέταξας καὶ ἔκρινας ἵνα πᾶς ἄνθρωπος ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ
 [032_009_010]  καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατακολουθῆσαι τῷ νόμῳ σου ᾧ ἔδωκας ἐνώπιον Μωσῆ καὶ ἡμῶν διὰ τῶν παίδων σου τῶν προφητῶν
 [032_009_011]  καὶ πᾶς Ισραηλ ἐγκατέλιπε τὸν νόμον σου καὶ ἀπέστησαν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου καὶ ἐπῆλθεν ἐφ ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ Μωσῆ παιδὸς τοῦ θεοῦ ὅτι ἡμάρτομεν αὐτῷ
 [032_009_014]  καὶ ἠγρύπνησε κύριος ὁ θεὸς ἐπὶ τὰ κακὰ καὶ ἐπήγαγεν ἐφ ἡμᾶς ὅτι δίκαιος κύριος ὁ θεὸς ἡμῶν ἐπὶ πάντα ὅσα ἂν ποιήσῃ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ
000-00-00 Serial Number=0993409455
VT. 35 Amos Ante [Go Back]  
 [035_002_002]  καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωαβ καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῆς καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωαβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγοσ
000-00-00 Serial Number=0809608698
VT. 37 Jonas Ante [Go Back]  
 [037_002_003]  καὶ εἶπεν Ἁβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου
 [037_002_010]  ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ
000-00-00 Serial Number=0456653059
VT. 40 Habacuc Ante [Go Back]  
 [040_003_016]  ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου
000-00-00 Serial Number=0166093707
VT. 41 Sophonias Ante [Go Back]  
 [041_003_002]  οὐκ εἰσήκουσεν φωνῆς οὐκ ἐδέξατο παιδείαν ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν
000-00-00 Serial Number=0273550570
VT. 42 Aggaeus Ante [Go Back]  
 [042_001_012]  καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Αγγαιου τοῦ προφήτου καθότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς αὐτῶν πρὸς αὐτούς καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου κυρίου
000-00-00 Serial Number=0681343555
VT. 43 Zacharias Ante [Go Back]  
 [043_006_015]  καὶ οἱ μακρὰν ἀπ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶσ καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν
000-00-00 Serial Number=0954973876
VT. 45 Machabaeorum I Ante [Go Back]  
 [045_006_041]  καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά
 [045_009_013]  καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»