VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἡλίου [64]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0079549909
VT. 01 Genesis Ante [Go Back]  
 [001_015_012]  περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Αβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ
000-00-00 Serial Number=0181863606
VT. 02 Exodus Ante [Go Back]  
 [002_017_012]  αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ αὐτόν καὶ ἐκάθητο ἐπ αὐτοῦ καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷσ καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου
 [002_022_025]  ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ
000-00-00 Serial Number=0260359526
VT. 04 Numeri Ante [Go Back]  
 [004_021_011]  καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου
 [004_025_004]  καὶ εἶπεν κύριος τῷ Μωυσῇ Λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ισραηλ
000-00-00 Serial Number=0556060731
VT. 05 Deuterononium Ante [Go Back]  
 [005_004_041]  Τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου
 [005_004_047]  καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ωγ βασιλέως τῆς Βασαν δύο βασιλέων τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου
 [005_004_049]  πᾶσαν τὴν Αραβα πέραν τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωθ τὴν λαξευτήν
 [005_011_030]  (οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ιορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Ξανααν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγολ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆσ )
 [005_016_006]  ἀλλ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ θύσεις τὸ πασχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου
 [005_023_012]  καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν
 [005_024_013]  ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ καὶ εὐλογήσει σε καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον κυρίου τοῦ θεοῦ σου
 [005_033_014]  καὶ καθ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν
000-00-00 Serial Number=0012890220
VT. 06 Josue Ante [Go Back]  
 [006_001_004]  τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν
 [006_001_015]  ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖσ καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ιορδάνου ἀπ ἀνατολῶν ἡλίου
 [006_004_019]  καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω
 [006_008_029]  καὶ τὸν βασιλέα τῆς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρασ καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης
 [006_010_027]  καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκεῖ καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας
 [006_012_001]  Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ ἀνατολῶν
 [006_013_005]  καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ
 [006_013_007]  καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ
 [006_013_008]  ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση τῷ Ρουβην καὶ τῷ Γαδ ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς κυρίου
 [006_015_007]  καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ
 [006_015_010]  καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρᾶ (αὕτη ἐστὶν Ξασλων) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα
 [006_019_027]  καὶ ἐπιστρέψει ἀπ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Ξωβα μασομελ
 [006_019_034]  καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν Ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ ἀνατολῶν ἡλίου
 [006_023_004]  ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν ἀπὸ τοῦ Ιορδάνου πάντα τὰ ἔθνη ἃ ἐξωλέθρευσα καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου
000-00-00 Serial Number=0798102438
VT. 07 Judicum Ante [Go Back]  
 [007_005_031]  οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη
 [007_011_018]  καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωαβ ὅτι Αρνων ὅριον Μωαβ
 [007_020_043]  καὶ κατέκοπτον τὸν Βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουα κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαα πρὸς ἀνατολὰς ἡλίου
 [007_021_019]  καὶ εἶπαν Ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τῆς Λεβωνα
000-00-00 Serial Number=0412863731
VT. 09 Samuelis I Ante [Go Back]  
 [009_011_009]  καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις Τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβις Αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβις καὶ εὐφράνθησαν
000-00-00 Serial Number=0344886005
VT. 10 Samuelis II Ante [Go Back]  
 [010_012_011]  τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου
 [010_012_012]  ὅτι σὺ ἐποίησας κρυβῇ κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου
000-00-00 Serial Number=0157400727
VT. 11 Regum I Ante [Go Back]  
 [011_022_036]  καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου λέγων Εκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν
000-00-00 Serial Number=0081611931
VT. 12 Regum II Ante [Go Back]  
 [012_010_033]  ἀπὸ τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλααδ τοῦ Γαδδι καὶ τοῦ Ρουβην καὶ τοῦ Μανασση ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν
 [012_023_011]  καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί
000-00-00 Serial Number=0661212206
VT. 14 Paralipomenon II Ante [Go Back]  
 [014_018_034]  καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου
000-00-00 Serial Number=0553209722
VT. 20 Job Ante [Go Back]  
 [020_001_003]  καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύγη βοῶν πεντακόσια ὄνοι θήλειαι νομάδες πεντακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆσ καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ ἡλίου ἀνατολῶν
 [020_008_016]  ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται
000-00-00 Serial Number=0922322154
VT. 21 Psalmi Ante [Go Back]  
 [021_049_001]  Ψαλμὸς τῷ Ασαφ Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν
 [021_071_017]  ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν
 [021_112_003]  ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου
000-00-00 Serial Number=0867169917
VT. 25 Sapientia Ante [Go Back]  
 [025_002_004]  καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα
 [025_007_029]  ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα
 [025_016_027]  τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο
000-00-00 Serial Number=0313571453
VT. 26 Ecclesiasticus seu Siracides Ante [Go Back]  
 [026_014_019]  καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη
 [026_014_031]  τί φωτεινότερον ἡλίου καὶ τοῦτο ἐκλείπει καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα
 [026_028_007]  Διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ ἡλίου
000-00-00 Serial Number=0819032371
VT. 27 Isaias Ante [Go Back]  
 [027_009_011]  Συρίαν ἀφ ἡλίου ἀνατολῶν καὶ τοὺς Ελληνας ἀφ ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή
 [027_011_011]  καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας
 [027_011_014]  καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ ἡλίου ἀνατολῶν καὶ Ιδουμαίαν καὶ ἐπὶ Μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν οἱ δὲ υἱοὶ Αμμων πρῶτοι ὑπακούσονται
 [027_013_010]  οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ωρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς
 [027_030_026]  καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται
 [027_041_025]  ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ ἡλίου ἀνατολῶν κληθήσονται τῷ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν οὕτως καταπατηθήσεσθε
 [027_045_006]  ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι
 [027_059_019]  καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου ἥξει μετὰ θυμοῦ
000-00-00 Serial Number=0706153035
VT. 30 Baruch Ante [Go Back]  
 [030_005_005]  ἀνάστηθι Ιερουσαλημ καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ
000-00-00 Serial Number=0021780789
VT. 32 Daniel Ante [Go Back]  
 [032_004_031]  καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε Σοὶ λέγεται Ναβουχοδονοσορ βασιλεῦ ἡ βασιλεία Βαβυλῶνος ἀφῄρηταί σου καὶ ἑτέρῳ δίδοται ἐξουθενημένῳ ἀνθρώπῳ ἐν τῷ οἴκῳ σου ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφήν σου παραλήψεται ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν βούληται δώσει αὐτήν ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου
 [032_006_015]  καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι τὸν Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων κατὰ τὸν ὁρισμόν ὃν ἔστησε κατ αὐτοῦ τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ Δανιηλ καὶ ἐβοήθει τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν
000-00-00 Serial Number=0581428289
VT. 44 Malachias Ante [Go Back]  
 [044_001_011]  διότι ἀπ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν λέγει κύριος παντοκράτωρ


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»