Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χαλεπωτέρα [101]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χαλεπωτέρα
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0474765301
[00869]
Ἐπὶ δὲ τοῦ Νῶε καὶ ἡ συμφορὰ χαλεπωτέρα ἦν·
[01308]
∆ευτέρα μὲν οὖν οὐκ ἔφθασεν ἡμέρα, καὶ τῆς προτέρας ἑτέρα χαλεπωτέρα διεδέχετο τὸν μακάριον ἐκεῖνον ὀδύνη, καὶ φόβος τοσοῦτος, ὡς καὶ ἀπελάσαι τῆς Αἰγύπτου πάσης αὐτόν.
[01764]
τούτῳ γὰρ τὸ μὲν σῶμα οὐ διαλέλυται καθάπερ ἐκείνῳ τῷ γέροντι, νόσος δὲ ἐπίκειται πολλῷ τῆς παραλύσεως ἐκείνης χαλεπωτέρα.
[01792]
Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς, ὅτι πάντα μὲν ἐκεῖνα τὰ πάθη περὶ τὸ σῶμα στρέφεται μόνον, αὕτη δὲ τῆς ψυχῆς ἅπτεται ἡ νόσος, καὶ τούτων πάντων ἐστὶ χαλεπωτέρα.
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0397950828
[00028]
∆ιά τοι τοῦτο καὶ χαλεπωτέρα τούτους μένει τιμωρία μὴ διορθουμένους, ὅτι δεξάμενοι τὰς Γραφάς, οὐδὲν ἐκεῖθεν εἰς τὴν τοιαύτην καρποῦνται ὠφέλειαν.
[00609]
Μετὰ γὰρ τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν καὶ τὴν σφαγὴν καὶ τὴν δουλείαν καὶ τὴν προτέραν καὶ τὴν δευτέραν, πάλιν μοι θάνατος ἐμελετήθη καὶ συκοφαντία τῆς προτέρας χαλεπωτέρα καὶ ἐπιβουλὴ καὶ ἔφοδος καὶ δικαστήριον διεφθαρμένον καὶ κατηγορία αἰσχύνην ἔχουσα πολλὴν καὶ σφαγὴν ἡμῖν ὠδίνουσα.
Ad viduam juniorem
Ante [Go Back]
000-00-00 Serial Number=0781897664
[00152]
οὕτω καὶ τυράννου καὶ θηρίου παντός ἐστι χαλεπωτέρα.
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr
Ante [Go Back]
000-00-00 Serial Number=0357046902
[00058]
μέθη συμφορὰ καταγελωμένη, νόσημα χλευαζόμενον, δαίμων αὐθαίρετος, καὶ παραφροσύνης χαλεπωτέρα.
Adversus eos qui non adfuerant
Ante [Go Back]
000-00-00 Serial Number=0888129950
[00071]
ἐπὶ δὲ ἐκείνου τότε καὶ ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο ἐν τῇ πᾶσιν ἀνθρώποις νυκτὶ παρεχούσῃ γαλήνην·
[00083]
Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ·
[00098]
ἥ τε γὰρ πενία πενίας ἁπάσης χαλεπωτέρα, ἥ τε νόσος, ἥ τε καθέδρα, ἥ τε τῶν παίδων ἀπώλεια, ἥ τε τῶν ὄντων ἁπάντων.
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0212788522
[01100]
οὐκοῦν οὐδὲ ἡμεῖς τὸν ὑπὲρ τούτων λόγον παραιτησόμεθα, ὅσῳ καὶ χαλεπωτέρα ἡ σηπεδών.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0422589660
[00748]
Καὶ γὰρ αὕτη πάλιν χαλεπωτέρα τυγχάνει.
[00762]
[5.6] Καὶ ἡ κενοδοξία δὲ πάλιν καὶ ἡ ἀπόνοια ἑτέρα μέθη, μᾶλλον δὲ μέθης χαλεπωτέρα.
Catechesis de juramento
Ante [Go Back]
000-00-00 Serial Number=0429355681
[00245]
χαλεπὴ μὲν γὰρ καὶ τῆς ἐπιορκίας καὶ [166] τῆς εὐορκίας ἡ κόλασις καὶ πρὸ τῆς διδασκαλίας τῆς ἡμετέρας, χαλεπωτέρα δὲ καὶ μετὰ τὴν διδασκαλίαν τὴν ἡμετέραν.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0938049316
[01071]
πόσῳ αὕτη τῆς τῶν παίδων τελευτῆς ἡ συμφορὰ χαλεπωτέρα·
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0512493312
[00210]
Ὅταν γὰρ ὑπεύθυνον ἑαυτὴν καταστήσασα τῶν τοιούτων παλαισμάτων, ἀνάξια πάντα πράττῃ τῆς τοιαύτης ὑποσχέσεως, μείζων ἡ κόλασις, χαλεπωτέρα ἡ τιμωρία.
[00233]
αὐτή τε ἡ πενία πάλιν ὑπὸ τούτων χαλεπωτέρα γίνεται καὶ ἀφορητοτέρα.
[00410]
Καὶ γὰρ τοῦ φωτὸς τούτου γλυκυτέρα πολλῷ τῆς τυραννίδος ἐκείνης ἡ ἀπαλλαγὴ, καὶ ζόφου παντὸς χαλεπωτέρα τῆς δουλείας ἐκείνης καὶ τῶν δεσμῶν ἡ ταλαιπωρία.
Cum Saturninus et Aurelianus acti essent in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0425086617
[00140]
καὶ ὀδύναι ἐπάλληλοι, καὶ βάσανοι ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φρικωδεστέρα, ὥς φησιν·
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0967030823
[00255]
Καὶ οἷον εἰς ὕλην ἄφατον σπινθὴρ ἐμπεσὼν καίει μὲν εὐθέως τὸ προστυγχάνον οὐχ ἵσταται δὲ μέχρις ἐκείνου μόνον ἀλλὰ πᾶν ἐπινέμεται τὸ λοιπόν, καὶ ὅσῳ ἂν πλείονα λάβῃ τῇ φλογὶ τοσούτῳ πλείονα προσλαμβάνει τὴν ἰσχὺν πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν καὶ γίνεται τῶν ἁλόντων ξύλων τὸ πλῆθος τοῖς ἁλίσκεσθαι μέλλουσιν ἐπιβουλὴ τοῖς ληφθεῖσι κατὰ τῶν μενόντων ὁπλιζομένης ἀεὶ τῆς φλογός, οὕτω καὶ ἡ τῆς ἁμαρτίας φύσις ἐπειδάν τινος λάβηται τῶν τῆς ψυχῆς λογισμῶν καὶ μηδεὶς ὁ σβεννύων ᾖ τὸ κακὸν προιοῦσα περαιτέρω χαλεπωτέρα γίνεται καὶ δυσχείρωτος.
De Christi divinitate
Ante [Go Back]
000-00-00 Serial Number=0939525843
[00223]
Καίτοι εἰ καταδεέστερος καὶ ἐλάττων ἦν τοῦ Πατρὸς, οὐκ ἔστι τὸ εἰρημένον ἀπολογία, ἀλλ' ἔγκλημα μεῖζον καὶ κατηγορία χαλεπωτέρα.
De decem millium talentorum debitore
Ante [Go Back]
000-00-00 Serial Number=0914557874
[00375]
∆ιὰ τοῦτο θαῤῥῶν ἂν εἴποιμι, ὅτι πάσης ἁμαρτίας αὕτη χαλεπωτέρα·
[00377]
Εἰ γὰρ μὴ μυρίων ταλάντων, λέγω δὴ τῶν ἀφάτων ἁμαρτημάτων, αὕτη χαλεπωτέρα ἦν, οὐκ ἂν διὰ ταύτην κἀκεῖνα ἀνεκαλέσατο.
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0249410510
[00621]
Ὅταν δὲ καὶ αἰτία προσῇ χαλεπωτέρα τῆς τρυφῆς, τίς ἐξαιρήσεται τοὺς τὰ τοιαῦτα ποιοῦντας τῆς ἐσχάτης κολάσεως;
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0652506411
[00782]
Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις καὶ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πολλῷ μᾶλλον ὑπὲρ τούτων, ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0657757282
[01365]
χαλεπωτέρα αὕτη ἐκείνης, ἐπειδὴ καὶ τὸ πῦρ χαλεπώτερον·
[01474]
οὐ γάρ ἐστιν ἀπολογίας τρόπος, ἀλλὰ ἁμαρτίας προσθήκη τῆς προτέρας χαλεπωτέρα.
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0685888946
[00912]
Οὔτε γὰρ ταύτης χαλεπωτέρα, οὔτε εὐκολωτέρα ἐστὶν ἁμαρτία.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0407341123
[00629]
οὐ γὰρ κληματὶς καὶ πίσσα καὶ στυππεῖον ἡ τοῦ πυρὸς τούτου τροφή, ἀλλὰ πολὺ τούτων χαλεπωτέρα, ἐπεὶ μηδὲ πῦρ τὸ αἰσθητὸν ὑπόκειται ἐκεῖνο, ἀλλ' ἡ παμφάγος αὐτὸν τῆς βασκανίας περιστοιχίζεται φλόξ, πανταχόθεν αἰρομένη καὶ ἀκριβέστερον αὐτῶν ἐπιοῦσα καὶ διερευνωμένη τὸν βίον ἢ τὸ πῦρ τότε τῶν παίδων ἐκείνων τὰ σώματα.
[01433]
Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα ἢ τὰ τῶν ἰδιωτῶν ∆ιά τοι τοῦτο καὶ τῶν Ἰσραηλιτῶν κατηγορῶν σφοδρότερον, τούτῳ δείκνυσιν αὐτοὺς μείζονος ὄντας κολάσεως ἀξίους τῷ μετὰ τὰς παρ' αὐτοῦ γενομένας εἰς αὐτοὺς τιμὰς ἁμαρτεῖν, ποτὲ μὲν λέγων·
De studio praesentium
Ante [Go Back]
000-00-00 Serial Number=0012943089
[00016]
αὕτη ἡ δέσποινα καὶ βαρβάρου πάσης βαρβαρικωτέρα, καὶ θηρίου χαλεπωτέρα, καὶ δαιμόνων ἀγριωτέρα, τοὺς αἰχμαλώτους λαμβάνουσα τοὺς ἑαυτῆς, περιφέρει νῦν κατὰ τὴν ἀγορὰν, χαλεπὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦσα τῶν ὀλεθρίων πόνων.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0323761702
[00087]
Ἆρά τίς ἐστι ταύτης κόλασις χαλεπωτέρα πόνων καὶ ἱδρώτων τιμωρίας ἀπολαμβάνειν τὰς ἀμοιβάς;
[01023]
Οὐ γὰρ νῦν πρῶτον ἀλλ' ἄνωθεν εἰς τὸ τῶν ἀνθρώπων κατεφυτεύθη γένος καὶ πάλαι μὲν χαλεπωτέρα καὶ ἀτιθάσευτος ἦν, παραγενομένου δὲ τοῦ Χριστοῦ καὶ τῆς ἀρετῆς ἐπιδοθείσης εὐκαταγώνιστος γέγονεν, ὥστε οὐ περὶ ταύτης ὁ λόγος αὐτῷ ἀλλ' ἑτέραν τινὰ αἰνίττεται πολύτροπον καὶ πολυειδῆ.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0695932329
[00966]
ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ ἀθυμία καὶ φροντίδες, καὶ ζωὴ θανάτου παντὸς χαλεπωτέρα.
[01254]
Καὶ γὰρ ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, καὶ παντὸς σιδήρου χαλεπωτέρα, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων;
[05083]
Κἂν γὰρ νηστεύῃς, χωρὶς ἐλεημοσύνης οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χεῖρον, ὅσῳ τρυφῆς ὠμότης χαλεπωτέρα.
[06529]
ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς;
[08415]
Τοῦτο δὲ δῆλον, ὡς οὐκ ἦν τοῦ πτώματος ἔγερσις, ἀλλὰ χαλεπωτέρα καὶ ἀδιόρθωτος ἔκπτωσις.
[09910]
μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χαλεπωτέρα γίνεται ἡ ἁμαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπίπτειν.
[09916]
πόσῳ μᾶλλον, ὅτε καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι μείζων ᾖ καὶ χαλεπωτέρα;
[09999]
Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα.
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0603041053
[00447]
Οὐδαμοῦ πόνος, οὐδαμοῦ ἱδρώς, οὐδαμοῦ μόχθος, ἀλλ' ἀθυμία καὶ στεναγμὸς καὶ ἡ ἐντεῦθεν τιμωρία καὶ πόνων καὶ μυρίων θανάτων ἀντίρροπος οὖσα μᾶλ λον δὲ καὶ πολλῷ χαλεπωτέρα.
[00609]
Καὶ γὰρ ἡ τοῦ σώματος ἀρρωστία ἡ ποικίλη καὶ παντοδαπὴ καὶ μυρίων θανάτων χαλεπωτέρα οὐκ ἐπαύσατο συνεχῶς πολιορκοῦσα καὶ λοιδοριῶν δὲ καὶ ὕβρεων νιφάδες καὶ συκοφαντίαι οὐ διέλειπον κατὰ σοῦ φερόμεναι, ἀθυμίαι τέ σοι πυκναὶ καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων διὰ παντὸς ἠνώχλησαν τοῦ χρόνου.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0998353064
[02839]
Ἵνα μὴ νομίσητε ἀλλότριον ὑμῶν εἶναι τὸ τῆς σπουδῆς ἅπτεσθαι, καὶ τῶν πόνων τῶν εἰς τὴν ἐκκλησιαστικὴν διόρθωσιν συντελούντων, ἀλλ' ὡς πρέπον ὑμῖν ἐστι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τὴν προσήκουσαν εἰσενέγκητε σπουδὴν, εἰς τὸ λῦσαι τὴν κοινὴν ζάλην καὶ ταραχὴν τὴν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς καταλαβοῦσαν, Ὅσῳ γὰρ χαλεπωτέρα γέγονεν ἡ ζάλη, καὶ βαρύτερος ὁ χειμὼν, τοσούτῳ καὶ ὑμῖν πλείων ἔσται ὁ μισθὸς, ταῖς πάντα πρᾶξαι καὶ παθεῖν αἱρουμέναις, ὑπὲρ τοῦ τὴν διαταραχθεῖσαν εἰρήνην ἐπαναγαγεῖν, καὶ ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάσαι καταστῆσαι διαταραχθέντα ἅπαντα.
[03042]
Εἰ γὰρ καὶ χαλεπωτέρα ἡ πληγὴ γέγονε, πρὸς τὸ νεαρὰν οὖσαν τὴν προτέραν καταλαβεῖν, ἀλλὰ καὶ λαμπρότερός σοι ὁ στέφανος τῆς ὑπομονῆς, καὶ μείζω τὰ βραβεῖα, μετ' εὐχαριστίας καὶ δοξολογίας φερούσῃ τὸ πάθος.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0900002480
[00408]
καὶ γὰρ ἀγυμνάστῳ ὄντι χαλεπωτέρα φαίνεται ἀθρόον προσπεσοῦσα.
[00782]
Οὐδαμοῦ πόνος, οὐδαμοῦ ἱδρὼς καὶ οὐδαμοῦ μόχθος, ἀλλ' ἀθυμία καὶ στεναγμὸς καὶ ἡ ἐντεῦθεν τιμωρία καὶ πόνων καὶ μυρίων θανάτων ἀντίρροπος οὖσα, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρα.
[00964]
Καὶ γὰρ ἡ τοῦ σώματος ἀρρωστία, καὶ ποικίλη καὶ παντοδαπὴ καὶ μυρίων θανάτων χαλεπωτέρα, οὐκ ἐπαύσατό σε συνεχῶς πολιορκοῦσα·
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0619797885
[01020]
Πολὺ γὰρ [55.68] τῆς αἰσθητῆς δυσωδίας ἐκείνη χαλεπωτέρα, ἀπὸ σηπεδόνος τικτομένη ψυχῆς·
[01236]
δηλοῦντος τοῦ λόγου, ὅτι ὅσῳ μεῖζον τὸ ἀξίωμα, τοσούτῳ χαλεπωτέρα καὶ ἡ κόλασις ἐν οἷς ἁμαρτάνουσι.
[02712]
Ἀλλὰ νῦν πάντα ἐκεῖνα οἴχεται, καὶ ἡ τιμωρία χαλεπωτέρα τῶν προτέρων, οὐ μόνον τῷ μήκει τοῦ χρόνου, ἀλλὰ καὶ τῇ πολλῇ ἐγκαταλείψει.
[04475]
Ἀλλὰ νῦν πάντα ἐκεῖνα οἴχεται, καὶ ἡ τιμωρία χαλεπωτέρα τῶν προτέρων, οὐ μόνον τῷ μήκει τοῦ χρόνου, ἀλλὰ καὶ τῇ πολλῇ ἐγκαταλείψει.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0123680711
[01236]
ἡ δὲ τῆς ἀθυμίας νὺξ, ἡ πολὺ ταύτης χαλεπωτέρα, πάντα ἀφανίζει τὰ ἄστρα, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν ὄψιν τοῦ θεωμένου.
[02250]
Μοιχεία γὰρ αὕτη χαλεπὴ καὶ παράνομος, καὶ χαλεπωτέρα ἐκείνης, ὅσῳ καὶ ὁ ὑβριζόμενος μείζων, καὶ αἱ συνθῆκαι ἐπιπλείοσι καὶ πίστεις γεγένηνται.
[03275]
Αὕτη χαλεπωτέρα ἐκείνης ἡ μέθη·
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0809725106
[00015]
Καὶ ὀδύναι ἐπάλληλοι καὶ ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φορτικωτέρα, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι·
[00396]
καὶ γὰρ ἀγυμνάστῳ ὄντι χαλεπωτέρα φαίνεται, ἀθρόον προσπεσοῦσα, Πάλιν, ὁ ἄσημος, καὶ ἐξ ἀσήμων γενόμενος, καὶ ἐν τῷ διηνεκῶς καταφρονεῖσθαι ζῶν, οὐκ ἂν σφόδρα λοιδορούμενος καὶ ὑβριζόμενος ταραχθείη.
[00592]
Ἦν μὲν γὰρ βαρεῖα καὶ ἡ τῶν παίδων ἀποβολὴ, ἀλλ' ὅμως τὴν χαλεπὴν ταύτην τραγῳδίαν ἑτέρα χαλεπωτέρα ἀνέμενε, καὶ μηδὲ μικρὸν ἀναπνεύσαντος.
[00884]
εἴτε πενία, πενίας ἁπάσης χαλεπωτέρα, εἴτε νόσος, εἴτε καθέδρα, εἴτε τῶν παίδων ἀπώλεια, εἴτε τῶν ὄντων ἁπάντων·
[01242]
Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην·
[01250]
Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ·
Homilia dicta praesente imperatore
Ante [Go Back]
000-00-00 Serial Number=0596013308
[00050]
∆ιὰ γὰρ ἁπάντων τούτων φοβερὸν τὸ προσωπεῖον τοῦ θανάτου κατεσκευάζετο καὶ τῇ ὄψει ἀλγεινότερον, καὶ ἡ ὀδύνη τῷ Ἀδὰμ ἠγείρετο χαλεπωτέρα, ἑκάστου τῶν εἰρημένων μεγάλην ἀνάπτοντος κάμινον καὶ δριμυτέραν τὴν φλόγα ἐργαζομένου, καὶ παιδεύοντος εἰς ὅσον κακὸν αὐτὸν ἐνέβαλεν ὁ διάβολος.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0391384542
[04104]
Καὶ ἐνταῦθα δὲ τάχα πείσονται, καὶ οὐ φεύξονται, εἰ καὶ μὴ παρὰ πόδας, ἀλλ' ἐφ' ἑτέροις ἁμαρτήμασιν, ἵνα καὶ χαλεπωτέρα ἡ τιμωρία ᾖ·
[09999]
ἂν δὲ μετὰ σιγῆς τὸν λόγον καταπαύσωσι, γεέννης δή που μᾶλλον αὐτοῖς χαλεπωτέρα κατέστη τῆς σιγῆς ἡ ἀθυμία.
[09999]
Καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν·
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0480063319
[04770]
Μέθη τις ἐστὶν ἡ ὀργὴ, μᾶλλον δὲ μέθης χαλεπωτέρα, καὶ δαίμονος ἐλεεινοτέρα.
In Psalmum 118
Ante [Go Back]
000-00-00 Serial Number=0977149546
[01234]
∆ιαφερόντως γὰρ ἡ τῶν ἀλαζόνων καὶ δυνατῶν συκο φαντία χαλεπωτέρα.
In ascensionem Sermo 3
Ante [Go Back]
000-00-00 Serial Number=0634023190
[00051]
∆ιὸ πάσης αὐτῷ πανηγύρεως ἡ σήμερον χαλεπωτέρα καθειστήκει, ὁρῶντι πᾶσαν πανταχοῦ τὴν τῶν ἀγγέλων στρατιὰν χορεύουσαν, καὶ τοὺς μὲν ἀκολουθοῦντας, ἄλλους δὲ προτρέχοντας, ἑτέρους ἀπαντῶντας, ἄλλους πάλιν τῷ χορῷ τῶν ἀποστόλων διαλεγομένους, καὶ λέγοντας·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0906505287
[01033]
Οὐ δοράτων ἦν χαλεπωτέρα ἡ τῆς φύσεως συμπάθεια;
[01999]
Καὶ γὰρ ἡ νέκρωσις αὕτη τῆς προτέρας χαλεπωτέρα, ἧς καὶ ἀπαλλάττει, καὶ τοσούτῳ, ὅσῳ ψυχὴ σώματος βελτίων·
[02019]
ὅταν δὲ κατακέηται διαλυθὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδίζειν, παντὸς θανάτου χαλεπωτέρα ἡ τοιαύτη ζωή.
[06683]
Κἂν πάθῃ τι τῶν ἀηδῶν, ἡ ὕβρις χαλεπωτέρα, ὅσῳ καὶ πλείους ἔχει τοὺς μάρτυρας, καὶ παρ' ἀξίαν τὸ πρᾶγμα εἶναι δοκεῖ.
[07936]
Ἔστι γὰρ καὶ ἑτέρα μανία, χαλεπωτέρα ἐκείνης τῆς ἀπὸ τῶν δαιμόνων, τῆς ἀπὸ τῆς φρενίτιδος.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0297249913
[01160]
∆είκνυσιν ὅτι νόσος ἐστὶν ἡ καινοφωνία, μᾶλλον δὲ νόσου χαλεπωτέρα.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0687943280
[03227]
οὐδὲ γὰρ μέχρι τούτων ἕστηκε τὰ ἡμέτερα, ἀλλὰ χαλεπωτέρα δέξεται κόλασις τοὺς τοιούτους, καὶ ποταμὸς πυρὸς καὶ σκώληξ ἰοβόλος καὶ σκότος ἀτελεύτητον καὶ ἀθάνατοι κολάσεις.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0264581442
[00929]
μὴ βουληθέντος δὲ, χαλεπωτέρα τῆς γενομένης ζημία.
[01440]
μᾶλλον δὲ πάσης λῃστείας χαλεπωτέρα.
[02617]
Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0976012170
[01288]
μεῖζον τὸ κρῖμα γίνεται, χαλεπωτέρα ἡ τιμωρία, ὅτι μετὰ μυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιμένομεν.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0455184340
[02250]
Ἀλλ' ἡ ἐξουσία αὐτῆς τῆς νόσου χαλεπωτέρα·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0364774764
[04334]
Οὕτω καὶ ὀργὴ αὕτη χαλεπωτέρα ἡ τὴν ψυχὴν ἐπινεμομένη.
[07133]
Φθορὰ ἡ πλεονεξία ἐστὶ, φθορὰ πασῶν χαλεπωτέρα, εἰς εἰδωλολατρείαν ἄγουσα.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0032182693
[00303]
Ἀλλ' αὕτη χαλεπωτέρα ἐκείνης ἡ μανία, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ' ἐν τοῖς νοητοῖς τὴν βλάβην ἐργαζομένη, οὐκ ἐν τῇ κόρῃ τῶν τοῦ σώματος ὀμμάτων, ἀλλ' ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας τὴν καταστροφὴν κατασκευάζουσα.
[01993]
ὅσον γὰρ ψυχὴ τιμιωτέρα σώματος, τοσοῦτον χαλεπωτέρα ἡ ταύτης βλάβη.
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0528921306
[00167]
Εἰ γὰρ αὐτὸς ἄκων πράττεις τὰ πονηρὰ καὶ διὰ τὸ ἐπίταγμα τοῦ ἄρχοντος, μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χαλεπωτέρα γίνεται ἡ ἁμαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπίπτειν.
[00172]
πόσῳ μᾶλλον, ὅταν καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι μείζων ᾖ καὶ χαλεπωτέρα;
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0479318261
[00619]
ὅτι φροντίδων ἑαυτὸν ὑπεύθυνον κατέστησε πλειόνων, ὅτι δουλείᾳ χαλεπωτέρα;
[02679]
Οὐκ ἔστι νόσος ἐκείνης χαλεπωτέρα, κἂν μυριάκις εἴπῃς.
[02696]
Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὃ τοῖς ἄλλοις ἀνάπαυσίς ἐστιν ἡ νὺξ καὶ ὁ ὕπνος, τοῦτο ἐκείνῳ παραμυθίαν τινὰ ἔφερεν, ἀλλὰ χαλεπωτέρα ἦν πάσης βασάνου.
[04309]
ἐκεῖ δὲ χαλεπωτέρα ἡ θλῖψις, ὅτι οὐκ ἐπ' ἐλπίδι, οὐδὲ ἐπί τινι διεξόδῳ, ἀλλὰ ἀπείρως καὶ διαπαντός ἐστι.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0493789017
[01081]
Ὢ τῆς μανίας! ὢ τῆς παραπληξίας! πόθεν εἰσεκώμασεν ἡ ἐπιθυμία αὕτη, τὰ τῶν πολεμίων διατιθεῖσα τὴν ἀνθρωπίνην φύσιν, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπωτέρα, ὅσῳ καὶ ψυχὴ σώματος ἀμείνων;
[03138]
καὶ γὰρ ἐκκόπτων σου τὴν πονηρίαν, καὶ ὥσπερ τινὶ χαλινῷ τῷ φόβῳ κατέχων σου τὴν ἐπὶ τὰ χείρω ῥύμην, πάντα ποιεῖ καὶ πραγματεύεται, καὶ διὰ τῶν χρηστῶν καὶ διὰ τῶν λυπηρῶν ἀναστέλλων σε τῆς ἐπὶ τὰ κάτω φορᾶς, καὶ πρὸς ἑαυτὸν ἐπανάγων καὶ ἀπάγων κακίας πάσης, ἣ γεέννης ἐστὶ χαλεπωτέρα.
[04975]
Καὶ γὰρ αὕτη πάλιν ἑτέρα μέθη χαλεπωτέρα·
[04976]
εἰ δὲ μέθη, καὶ θάνατος πάντως πολλῷ χείρων ἐκείνου, ἐπειδὴ καὶ ἡ μέθη χαλεπωτέρα.
[05015]
ὁ δὲ διαπαντὸς μεθύει, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐγρηγορὼς καὶ καθεύδων, δεσμώτου παντὸς καὶ τῶν τὰ μέταλλα ἐργαζομένων, καὶ εἴ τις ἑτέρα ταύτης ἐστὶ χαλεπωτέρα τιμωρία, μείζονα διδοὺς δίκην.
[05591]
Καὶ γὰρ τυραννίδος ἁπάσης χαλεπωτέρα ἡ τούτων δουλεία·
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0290891886
[00146]
ἣ καὶ τῆς γεέννης ἦν χαλεπωτέρα·
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0065537870
[00290]
ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς;
In martyres Aegyptios
Ante [Go Back]
000-00-00 Serial Number=0181236148
[00059]
Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι τῆς τιμωρίας ταύτης οὐκ ἔστιν ἑτέρα χαλεπωτέρα, καὶ ὅτι μυρίους θανάτους ἄλλους ἂν εἵλοντο ὑπομεῖναι οἱ ταύτῃ τῇ ψήφῳ καταδικαζόμενοι, ἢ τῆς ὀδύνης ἀνέχεσθαι τῆς ἐκεῖθεν γενομένης.
Quod nemo laeditur nisi a se ipso
Ante [Go Back]
[00239]
Τούτων γὰρ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν ὀδυνηρόν, ὅταν δὲ μήδε οἱ θεραπεύοντες ὦσι, μεῖζον γίνεται τὸ δεινόν, χαλεπωτέρα ἡ φλόξ, πικροτέρα ἡ ὀδύνη, ἀγριώτερος ὁ χειμών, σφοδρότερον τὸ κλυδώνιον, φλογωδεστέρα ἡ κάμινος.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»