Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προαιρέσεως [299]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προαιρέσεως
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0126761854
[00733]
Εἰ μὲν γὰρ ὑπὸ μέθης τοῦτο ἔπασχες, ἐχρῆν καταδύεσθαι καὶ ἀθυμεῖν, προαιρέσεως γὰρ τὸ ἔγκλημα ἦν·
[01431]
Ἐπειδὴ δὲ καὶ ταύτης ἀπηλλάγησαν τῆς φθορᾶς καὶ τὰς ἀρὰς τοῦ μάντεως ἐξέφυγον, πάλιν ἑαυτοὺς ἔῤῥιψαν κατὰ τῶν χαλεπωτάτων κρημνῶν, καὶ μετὰ τὰς εὐλογίας τοῦ Βαλαὰμ, μᾶλλον δὲ τοῦ Θεοῦ οὐ γὰρ τῆς ἐκείνου προαιρέσεως ἦν τὰ ῥήματα, ἀλλὰ τῆς κινούσης αὐτὸν δυνάμεως, ἐπόρνευσαν εἰς τὰς τῶν ἀλλοφύλων θυγατέρας, καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ.
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0659673572
[00065]
Ὅπερ οὖν ἔφην, ἐρημίας ἐπιζητῶμεν, μὴ τὰς ἐκ τόπων μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῆς προαιρέσεως, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν ψυχὴν εἰς αὐτὴν ἄγωμεν τὴν ἀοίκητον.
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0281092227
[00142]
[7] Ὥστε προθυμίας ἡμῖν χρεία πανταχοῦ καὶ πολλῆς προαιρέσεως·
[00145]
Οὐδὲ γὰρ τὸ πεσεῖν χαλεπόν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι, ἀλλ' ἐθελοκακοῦντα καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λόγοις τὴν τῆς προαιρέσεως ἀποκρύπτειν ἀσθένειαν.
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0193874836
[00031]
Εἰ γὰρ καὶ τὰ τῆς χάριτος ἴσα ὑμῖν καὶ τοῖς ἐν τῇ τελευτῇ μυσταγωγουμένοις, ἀλλὰ τὰ τῆς προαιρέσεως οὐκ ἴσα, οὐδὲ τὰ τῆς παρασκευῆς τῶν πραγμάτων.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0811911285
[00673]
ἐπὶ τῇ σῇ τίθημι γνώμῃ, σὲ κύριον ποιῶ τῆς προαιρέσεως, οὐκ εἰς ἀνάγκην ἄγω.
[01772]
Μὴ λυπείτω [49.74] σε τὰ τῆς φύσεως, λυπείτω σε μᾶλλον τὰ τῆς πονηρᾶς προαιρέσεως, μηδὲ τὸν τελευτῶντα πενθήσῃς, ἀλλὰ πένθησον τὸν ἐν ἁμαρτίαις ζῶντα.
[02178]
προαιρέσεως γὰρ τὸ ἔγκλημα.
[02188]
Μηδὲν τοίνυν φοβώμεθα τῶν ἀπὸ τῆς φύσεως ἡμῖν ἐπαγομένων, ἀλλ' ἐκεῖνα τὰ ἐκ πονηρᾶς ἡμῖν ἐγγινόμενα προαιρέσεως·
[03496]
καὶ ἅπερ ἔχουσιν ἐν τῇ φύσει πλεονεκτήματα, ταῦτα σὺ διὰ τῆς προαιρέσεως κατόρθωσον·
[03498]
Ἐκείνοις γὰρ οὐκ ἐκ προαιρέσεως καὶ λόγου τὰ κατορθώματα, ἀλλ' ἀπὸ φύσεως μόνης.
[03504]
τὰ δὲ ἐκ προαιρέσεως οὐκ ἔστι κοινά·
[05423]
τὸ δὲ κακῶς ἐπιθυμεῖν, τῆς προαιρέσεως λοιπόν·
[05424]
τὸ μέντοι ὀμνύναι οὐδὲ τὴν ἀρχὴν ἐκ τῆς προαιρέσεως ἔλαβεν, ἀλλ' ἐκ ῥᾳθυμίας μόνης.
[05457]
Οὐ χρεία χρυσίου καὶ κτημάτων ἐνταῦθα, οὔτε βιβλίον πρίασθαι, προαιρέσεως δὲ μόνης καὶ διαθέσεως ψυχῆς διεγηγερμένης, καὶ ἀσφαλέστερον ἕξεις τὸ Εὐαγγέλιον, οὐκ ἔξωθεν περιφέρων, ἀλλ' ἔνδον αὐτὸ τοῖς τῆς ψυχῆς ἀποτιθέμενος ταμείοις.
[05942]
ὁ δὲ Θεὸς πρὸ τοῦ Πάσχα ἡμῖν αὐτὸν ἀπέδωκεν, ὥστε κοινὴν μεθ' ὑμῶν τὴν ἑορτὴν ἀγαγεῖν, ἵνα καὶ τῆς προαιρέσεως ἔχῃ τὸν μισθὸν, καὶ τῆς εὐφροσύνης ἀπολαύσῃ μείζονος.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0826149106
[00259]
Αὐτὸ μὲν οὖν τοῦτο ἀσεβεστέρους αὐτοὺς ἀποφαίνει, τὸ μετὰ τοιαύτης προαιρέσεως τὰ βιβλία κατέχειν.
[02557]
Οὐ γὰρ φύσεως οὗτος ὁ θάνατος, καθάπερ ἐκεῖνος, ἀλλὰ προαιρέσεως καὶ γνώμης·
[02842]
Οὐκ ἔπαινοι δὲ μόνον ἔσονταί σου τῶν κατορθωμάτων, ἀλλὰ καὶ λύσις ταχίστη τῆς νόσου, αὐτῆς τε τῆς γενναίας σου προαιρέσεως ἐπισπωμένης τὸν Θεὸν εἰς πλείονα εὔνοιαν, καὶ τῶν ἁγίων πάντων συνηδομένων σου τῇ προθυμίᾳ, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας τὰς ὑπὲρ σοῦ ποιουμένων εὐχάς.
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr
Ante [Go Back]
000-00-00 Serial Number=0365894139
[00189]
Αὕτη ἡ ἑορτὴ καὶ ἡ πανήγυρις οὐ χρημάτων δεῖται, οὐδὲ δαπάνης, ἀλλὰ προαιρέσεως καὶ διανοίας ἀρίστης·
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0436783552
[00319]
νῦν δὲ καὶ αὐτοὶ οἱ πατέρες δι' ὧν ποιοῦσιν ὁμολογοῦσι τοῦτο ἀγνοεῖν, ὅταν πρὸς διδασκάλους ἄγωσιν, ὅταν παιδαγωγοῖς ἐγχειρίζωσιν, ὅταν μυρίους παραλαμβάνωσι συμβούλους, περὶ τῆς τοῦ βίου προαιρέσεως, ἐφ' ἣν τὸν παῖδα ἄγειν δεῖ, βουλευόμενοι.
[00961]
ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα [47.356] καὶ σπουδαῖοι, τίνα ἂν λόγον ἔχοι εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς;
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0841241777
[00549]
καθάπερ ἐπὶ τῶν θρεμμάτων καὶ τὸ πλῆθος ἦν καὶ ἡ ποιότης τῶν ἀπολομένων καὶ γὰρ ἦν εὔτοκα καὶ πολλά , οὕτω καὶ ἐπὶ τούτων καὶ τὸ πλῆθος καὶ ἡ ποιότης τῆς προαιρέσεως καὶ τῆς ἡλικίας τὸ ἄνθος καὶ ὁ καιρός·
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0713987708
[00155]
ἐξ ἀγαθῆς τοῦτο πάσχειν προαιρέσεως, ἢ ἐκ πονηρᾶς;
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0024888098
[00075]
Ὁ γὰρ προαιρέσεως καὶ ψυχῆς ἀπεστερημένος οὔτε ἁμαρτεῖν, οὔτε κατορθῶσαι δύναιτ' ἄν·
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0742272377
[00745]
Ἐκεῖνος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαιρέσεως περιεγένετο·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0327363193
[00557]
Οὐ γὰρ αἱ ψυχαὶ τῶν βιοθανατούντων δαίμονες γίνονται, ἀλλ' αἱ ψυχαὶ τῶν ἐν ἁμαρτήμασι ζώντων, οὐ τῆς οὐσίας αὐτῶν μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως αὐτῶν τὴν ἐκείνων μιμουμένης κακίαν.
[02137]
Μὴ τοίνυν ἀπὸ τῆς φύσεως καταμάνθανε, ἀλλ' ἀπὸ τῆς προαιρέσεως, μὴ ἀπὸ τῆς ὄψεως, ἀλλ' ἀπὸ τῆς γνώμης·
[02503]
οὐ γὰρ φύσει δέδεμαι, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμημαι.
De Lazaro et divite
Ante [Go Back]
000-00-00 Serial Number=0297859788
[00022]
Συγγενὴς μὲν τοῦ πένητος Λαζάρου κατὰ τὴν τοῦ σώματος φύσιν, ξένος δὲ τῆς ἐν Χριστῷ κληρονομίας διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν.
De Maccabeis
Ante [Go Back]
000-00-00 Serial Number=0396562874
[00085]
οὐ γὰρ τὸ τεκεῖν μητρὸς, τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ θρέψαι μητρὸς, τοῦτο γὰρ τῆς προαιρέσεως.
[00270]
Ἕβδομός μοι παῖς ἐτέχθης παρὰ τῆς φύσεως, ἕβδομός μοι μάρτυς γενοῦ παρὰ τῆς προαιρέσεως·
De adoratione pretiosae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0507375002
[00024]
οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ' ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ·
De angusta porta et in orationem dominicam
Ante [Go Back]
000-00-00 Serial Number=0641674459
[00096]
Καὶ ὁ ἐπὶ τῶν θηρίων τὴν φύσιν νικῶν, ἐφ' ἑαυτοῦ μετὰ τῆς φύσεως καὶ τὸ τῆς προαιρέσεως ἀπόλλυσι καλόν·
De beato Philogonio
Ante [Go Back]
000-00-00 Serial Number=0776068568
[00178]
Ταῦτα οὐχ ἡμερῶν δεῖται, οὐδὲ ἐνιαυτῶν πολλῶν, ἀλλὰ προαιρέσεως μόνης, καὶ ἐν μιᾷ κατορθοῦται ἡμέρᾳ.
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0948508799
[00212]
ἐκείνη γὰρ οὐ Θεοῦ ἔργον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως εὕρεμα, αὕτη δὲ πρὸς τὴν ἐκείνης ἀναίρεσιν γίνεται.
[00457]
Πονηρὸς καλεῖται, ἡ δὲ πονηρία οὐ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως·
[00713]
διὰ τοῦτο ἀφῆκε μεταξὺ τῶν δικαίων τοὺς πονηροὺς, ἵν' ὥσπερ τῆς αὐτῆς φύσεώς εἰσι τοῖς δικαίοις, οὕτω καὶ τῆς αὐτῆς προαιρέσεως γένωνται.
[00718]
Πανταχοῦ προαιρέσεως χρεία ἀγαθῆς·
[00753]
Οὐχ ἵνα τὴν ἐναλλαγὴν τῆς φύσεως, ἀλλ' ἵνα τὴν ἐναλλαγὴν τῆς προαιρέσεως μάθῃς.
De fugienda simulata specie
Ante [Go Back]
000-00-00 Serial Number=0141820431
[00006]
ἀπὸ γὰρ τῆς προαιρέσεως αἱ πράξεις·
[00082]
Ἡ δὲ ἐπαγγελία οὐ μόνον χρημάτων ἐστὶν, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως·
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0117488563
[00656]
Μεθ' ὑπερβολῆς γὰρ ἑκάτερα, καὶ τὰ τοῦ Θεοῦ ἔπνευσεν αὐτῷ, καὶ τὰ τῆς οἰκείας προαιρέσεως ὑπῆρξε.
[00834]
τὸ δὲ μηδὲν διὰ τὸν φόβον τῶν πληγῶν ἀπρεπὲς ὑπομεῖναι, τῆς προαιρέσεως διορθουμένης τὸ τῆς φύσεως ἐλάττωμα, καὶ κρατούσης τῆς ἀσθενείας ἐκείνης·
[00839]
Οὐκ ἐκεῖνον δὲ μόνον ἐπαίρεις, ἀλλὰ καὶ ἀπορράπτεις τῶν ἀναπεπτωκότων τὰ στόματα, οὐκ ἀφιεὶς αὐτοὺς εἰς τὴν τῆς φύσεως ὑπεροχὴν καταφυγεῖν, ἀλλ' ὠθῶν αὐτοὺς εἰς τὴν ἀπὸ προαιρέσεως σπουδήν.
[00846]
Εἶδες πῶς ἀντίρροπον τῆς φυσικῆς ἀσθενείας τὴν ἀπὸ προαιρέσεως εἰσήγαγε δύναμιν;
[00852]
Ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις, τὸ τῆς φύσεως ἐλάττωμα διηγούμενος, οὐ τὸ τῆς προαιρέσεως.
[00858]
ὡς ὅ γε τὴν παρ' αὐτῆς ἐπήρειαν τῇ τῆς προαιρέσεως ἀνδρείᾳ διορθούμενος, μέγας καὶ θαυμαστός.
[00859]
Καὶ γὰρ ταύτῃ δείκνυσιν ὅσον ἐστὶ προαιρέσεως ἰσχύς, καὶ ἐπιστομίζει τοὺς λέγοντας, διὰ τί μὴ φύσει γεγόναμεν καλοί;
[00876]
Ἔνι γάρ, ἔνι φύσεως ἰσχὺν προαιρέσεως ἀκριβείᾳ μιμήσασθαι·
[00877]
κἂν εἰς μέσον ἀγάγωμεν τοῦτον αὐτὸν τὸν ἀνδριάντα τῆς ἀρετῆς, εὑρήσομεν ὅτι τὰ ἐκ προαιρέσεως αὐτῷ προσόντα καλά, εἰς φύσεως στερρότητα ἐφιλονείκησεν ἐξενεγκεῖν.
[00885]
οὐκ ἐπειδὴ ἔνδον οὐ διέβαινεν, ἀλλ' ἐπειδὴ τῇ περιουσίᾳ τῆς προαιρέσεως αὐτὸν διεκρούετο καὶ ἐξώθει.
[00888]
Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, καὶ φοβοῦμαι μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι, τὸ ἀσθενὲς τῆς φύσεως δείκνυσι, διὰ δὲ τούτων, ὧν εἶπον, τὴν εὐγένειαν τῆς προαιρέσεως;
De meretrice
Ante [Go Back]
000-00-00 Serial Number=0461175084
[00061]
ἔκρυψεν τὸ τῆς πονηρᾶς προαιρέσεως ὄνομα, καὶ τὸ κοινὸν τῆς φύσεως προεκόμισεν ὄνομα.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0805542767
[00530]
Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν·
[00729]
Ἵνα οὖν μὴ ἡ τοῦ ὀνόματος ἀθρόα μεταβολὴ ἀποκρύψῃ τὴν μεταβολὴν τῆς προαιρέσεως, ἀφίησιν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν·
[00875]
εἰ δὲ σὺ οὐχ ὑπακούεις, εὔδηλον ὅτι κἀκεῖνος ἐκ προαιρέσεως ὑπήκουσε.
[00949]
Ἀλλ' ὅτι μὲν ἑκὼν καὶ ἐκ προαιρέσεως προσῆλθεν ὁ Παῦλος, ἱκανῶς ἀποδέδεικται.
[01065]
Κἂν γὰρ μυριάκις ὦσιν ὀλίγωροι καὶ ἀναίσχυντοι καὶ φονικοὶ, τὸ συνεχὲς ὑμῶν τῆς προαιρέσεως ἐρυθριάσαντες, ἀποστήσονταί ποτε τῆς ῥᾳθυμίας.
De non iterando conjugio
Ante [Go Back]
000-00-00 Serial Number=0083657980
[00206]
ὅταν δὲ ἐξ ἀρχῆς καὶ ἀπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα τῆς προαιρέσεως σβεννυμένης ἡμῖν.
De occursu domini
Ante [Go Back]
000-00-00 Serial Number=0003157556
[00183]
εἰς ἀνάστασιν δὲ τοῖς ἐκ προαιρέσεως πιστεύουσι·
[00188]
Πῶς δ' ἂν οἱ μὲν ἔπεσον ἄξιοι ὄντες τοῦ διελεγχθῆναι, οἱ δὲ ἀνέστησαν ἐλπίδας ἀγαθὰς ἔχοντες ἐκ προαιρέσεως, εἰ μὴ τὸ σημεῖον ἀντελέγετο;
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0920623183
[00744]
Οὐ γὰρ τῆς ἀνάγκης ὁ μισθὸς, ἀλλὰ τῆς προαιρέσεως.
[01488]
Πολλοὶ τὰ προστάγματα ὑπερβαίνουσιν, οὐκ ἂν δὲ, εἰ ἀδύνατα ἦν, ὑπερέβησαν ἐξ οἰκείας προαιρέσεως.
[01499]
τὸ μὲν γὰρ ἀνάγκης ἐστὶν, τὸ δὲ προαιρέσεως.
[01516]
τὰ δὲ ἐκ προαιρέσεως καὶ ἐξ οἰκείας φιλοτιμίας λαμπροὺς ἔχει τοὺς στεφάνους.
[01526]
Ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως, ἐπὶ τῶν ἐκ προαιρέσεως, ἀλλὰ τί;
[01530]
τοῦτο δὲ προαιρέσεως ἦν, διὸ πολὺν ἔσχε τὸν μισθόν.
[02255]
οὐ γὰρ ἀπορίᾳ φύσεως τὰ ἐνταῦθα, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμηται·
De perfecta caritate
Ante [Go Back]
000-00-00 Serial Number=0327833235
[00087]
Ἀλλ' ἐπειδὴ ἐλεύθεροί ἐσμεν, καὶ τῆς ἰδίας προαιρέσεως κύριοι, καὶ ἀπὸ μὲν ῥᾳθυμίας γινόμεθα φαῦλοι, ἀπὸ δὲ σπουδῆς χρηστοὶ, διὰ τοῦτο ταῦτα κατεσκεύασε τὰ φάρμακα, τῷ φόβῳ τῆς κολάσεως καὶ τῇ προσδοκίᾳ τῆς βασιλείας διορθούμενος ἡμᾶς, καὶ φιλοσοφεῖν παιδεύων.
[00089]
Εἰ γὰρ ἐκεῖθεν ἤρτηται τὰ γινόμενα πάντα, καὶ οὐ τῆς προαιρέσεως τῶν ἀνθρώπων, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα;
[00094]
Νῦν δὲ καὶ δι' ὧν τοῖς ἁμαρτάνουσιν οὐ συγγινώσκεις, καὶ δι' ὧν αὐτὸς αἰσχύνῃ τὰ κακὰ πράττων, καὶ λανθάνειν σπουδάζεις, καὶ δι' ὧν τοὺς ταῦτά σοι προφέροντας ὑβριστὰς νομίζεις, διὰ πάντων ὁμολογεῖς, ὅτι οὐκ ἀνάγκῃ δέδεται τὰ ἡμέτερα, ἀλλὰ προαιρέσεως ἐλευθερίᾳ τετίμηται.
[00098]
ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ' ἡ τοῦ δαίμονος βία ταῦτα εἰργάσατο.
[00117]
πάντα δὲ, καθὼς ἔφην, ἐλευθερίᾳ τετίμηται προαιρέσεως.
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0064882278
[00081]
οὐ γὰρ περιουσίαν εἰσφορᾶς ἀπαιτεῖ, ἀλλὰ πλοῦτον προαιρέσεως·
De proditione Judae
Ante [Go Back]
000-00-00 Serial Number=0665197551
[00227]
Ἀπὸ τῆς προαιρέσεως·
[00600]
Ἀπὸ τῆς προαιρέσεως.
De profectu evangelii
Ante [Go Back]
000-00-00 Serial Number=0367364526
[00319]
Ἂν οὕτως ὦμεν πεπεικότες ἑαυτοὺς, καὶ μετὰ ψυχῆς ὀδυνωμένης καὶ θερμῆς καὶ διεγηγερμένης προαιρέσεως, καὶ τοιαύτης οἵας ἡ Χαναναία προσῆλθεν, αὐτῷ προσίωμεν καὶ ἡμεῖς, κἂν κύνες ὦμεν, κἂν ὁτιοῦν εἰργασμένοι δεινὸν, καὶ τὰ οἰκεῖα ἀποκρουσόμεθα κακὰ, καὶ τοσαύτην ληψόμεθα παῤῥησίαν, ὡς καὶ ἑτέρων προστῆναι·
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0939025223
[00011]
οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει μᾶλλον ἕτερος ἑτέρου φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζη πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο καὶ γένος δὲ ἡμῖν ὁμότιμον ἦν καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.
[00170]
Μετὰ ταύτης τῆς προαιρέσεως τὸν Τιμόθεον περιέτεμε ὁ Γαλάταις ἀπειλῶν ὅτι Χριστὸς οὐδὲν ὠφελήσει τοὺς περιτεμνομένους·
[00172]
Πολλὴ γὰρ ἡ τῆς ἀπάτης ἰσχύς, μόνον μὴ μετὰ δολερᾶς προαγέσθω τῆς προαιρέσεως·
[00268]
Οὐ γὰρ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ καὶ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διερρωγὸς βουλόμενος χεῖρον τὸ σχίσμα ποιήσῃς καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων μείζονα ἐργάσῃ τὴν πτῶσιν.
[00374]
Εἰ δὲ τοῦτο μὲν οὐδὲ εἰς νοῦν ἐβαλόμεθά ποτε, μεθ' ἑτέρας δὲ προαιρέσεως τὸ βαρὺ φορτίον ἐξεκλίναμεν, τί παρέντες συγγινώσκειν, εἴ γε ἀποδέχεσθαι μὴ βούλοιντο, ἐγκαλοῦσιν ὅτι τῆς ἑαυτῶν ἐφεισάμεθα ψυχῆς;
[00957]
Ἐχρῆν οὖν μετὰ τῆς αὐτῆς προαιρέσεως, καὶ ἑτέρων καλούντων, ἀποπηδᾶν.
[01060]
πλὴν ἀλλὰ καὶ οὕτως οὐδὲ γὰρ ἀπὸ τῆς ἐκβάσεως, ἀλλ' ἀπὸ τῆς προαιρέσεως ἡμᾶς ὁ μακάριος κρινεῖ οὐκ ἀποστήσομαι, ἕως ἂν εἴπω τοῦτο ὃ τοσοῦτο τῶν εἰρημένων κρεῖττόν ἐστιν ὅσον ἁπάντων ἀνθρώπων ἐκεῖνος.
De sanctis Bernice et Prosdoce
Ante [Go Back]
000-00-00 Serial Number=0627058268
[00090]
ὁ γὰρ μοιχὸς ἀπὸ τῆς προαιρέσεως κρίνεται·
[00122]
τῆς φύσεως ἦν ἡ ἀσθένεια, οὐ τῆς προαιρέσεως ἡ κατηγορία.
De studio praesentium
Ante [Go Back]
000-00-00 Serial Number=0041413724
[00065]
Οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0300483584
[00079]
Ἡ γὰρ νηστεία καὶ ἡ παρθενία οὔτε καλὸν καθ' ἑαυτὸ οὔτε κακόν, ἀλλ' ἀπὸ τῆς τῶν μετιόντων προαιρέσεως ἑκάτερον γίνεται.
[00156]
Ὅταν δὲ τῶν κεκωλυμένων τὸ πρᾶγμα εἶναι φῇς, οὐκέτι τῆς σῆς προαιρέσεως τὸ κατόρθωμα γίνεται ἀλλὰ τῆς ἀνάγκης τοῦ νόμου.
[00180]
Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον, καὶ τοσοῦτον ὅσον ἀνάγκης καὶ προαιρέσεως τὸ διάφορον.
[00304]
Ἐπειδὴ δὲ καὶ τῶν εἰς τὴν ἐκκλησίαν δοκούντων συντελεῖν πολλοὶ ταῦτα φθέγγονται, δι' ἀσθένειαν μὲν προαιρέσεως ἀπολειφθέντες τῶν ὑπὲρ τῆς παρθενίας ἱδρώτων, τῷ δὲ τὸ πρᾶγμα κακίζειν καὶ περιττὸν ἀποφαίνειν βουλόμενοι συσκιάζειν τὴν ἑαυτῶν ῥαθυμίαν, ἵνα μὴ δοκῶσι δι' ὀλιγωρίαν, ἀλλὰ διὰ κρίσιν ὀρθὴν λογισμῶν τῶν ἀγώνων ὑστερηκέναι τούτων, φέρε τοὺς ἐχθροὺς ἀφέντες «Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος·
[00863]
Οὕτω καὶ χήραν ἐνταῦθα μὲν τὴν ἁπλῶς οὐκ ἔχουσαν ἄνδρα φησίν, οὔπω δὲ καὶ τῇ τῆς οἰκείας προαιρέσεως ψήφῳ προσδεδεμένην ἀλλ' ἐλευθέραν οὖσαν καὶ τοῦτο ἑλέσθαι κἀκεῖνο·
[00974]
οὐκ ἔστι τὸ πρᾶγμα ἐπίταγμα, οὐδὲ ἐντολῆς ἀνάγκην ἐπάγεται ἀλλὰ τοὺς μὲν ἑκόντας καὶ μετὰ προαιρέσεως δεχομένους αὐτὴν τοῖς οἰκείοις ἀμείβεται καλοῖς, τὸν φαιδρὸν καὶ εὐανθῆ στέφανον περιτιθεῖσα αὐτῶν τῇ κεφαλῇ, τοὺς δὲ παραιτουμένους αὐτὴν καὶ οὐκ ἐθέλοντας προσίεσθαι οὔτε κολάζει οὔτε ἄκοντας ἀναγκάζει τοῦτο ποιεῖν.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0204365313
[01979]
Εἰ τοίνυν τὰ φυσικὰ μεθίσταται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως.
[02924]
ὅταν δὲ ἐξ ἀρχῆς, καὶ ἀπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς, χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα, τῆς προαιρέσεως σβεννυμένης ἡμῖν·
[06574]
ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν ἔχοι λόγον εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς;
[07068]
Ἐκεῖνος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαιρέσεως περιεγένετο·
[09920]
Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημάτων οὐδὲ πόνων δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως.
[09999]
οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης·
[09999]
Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, τὰ προαιρετικὰ πολλῷ μᾶλλον.
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0886946201
[00412]
Οὐ γὰρ ἐν τοῖς ἀκινήτοις τῆς φύσεως νόμοις, οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ' ἐν ἐλευθέροις τῆς προαιρέσεως λογισμοῖς, οὓς μεταχειρίζειν ἡμῖν ῥᾴδιον, τὰ τῆς εὐθυμίας ἀπόκειται.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0344025314
[00620]
Εἰ δὲ ἡ ἀσθένεια τοῦ σώματος διεκώλυσε, καὶ οἱ θόρυβοι οἱ τὴν Ἀρμενίαν κατειληφότες, ἡμεῖς ἀπὸ τῆς γνώμης καὶ τῆς προαιρέσεως τὴν αὐτὴν περὶ τῆς διαθέσεώς σου ψῆφον ἔχομεν, ἥνπερ καὶ ἔμπροσθεν.
[01195]
τὸ γὰρ τῆς ἀγάπης οὐκ ἔστιν ἀνάγκης, ἀλλὰ προαιρέσεως.
[01578]
Εἰ δὲ ἡ ἀσθένεια τοῦ σώματος διεκώλυσε, καὶ οἱ θόρυβοι οἱ τὴν Ἀρμενίαν κατειληφότες, ἡμεῖς ἀπὸ τῆς γνώμης καὶ τῆς προαιρέσεως τὴν αὐτὴν περὶ τῆς διαθέσεώς σου ψῆφον ἔχομεν, ἥνπερ καὶ ἔμπροσθεν.
[02153]
τὸ γὰρ τῆς ἀγάπης οὐκ ἔστιν ἀνάγκης, ἀλλὰ προαιρέσεως.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0395822644
[00751]
Οὐδὲ γὰρ ἐν τοῖς ἀκινή τοις τῆς φύσεως νόμοις οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ' ἐν ἐλευθέροις τοῖς τῆς προαιρέσεως λογισμοῖς οὓς μεταχειρίζειν ἡμῖν ῥᾴδιον τὰ τῆς εὐθυμίας ἀπόκειται.
[01224]
οὐ διέλιπες καθ' ἑκάστην ἀποθνῄσκουσα τὴν ἡμέραν καὶ τὸ τῇ φύσει λεῖπον τῇ περιουσίᾳ τῆς προαιρέσεως ἀναπληροῦσα.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0158826649
[00687]
πόσῳ μᾶλλον τὰ τῆς προαιρέσεως;
[00693]
Εἰ δὲ τὰ τῆς φύσεως κινεῖται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως, ὅσῳ καὶ εὐκολωτέραν ἔχει τὴν ἐπὶ θάτερα μεταβολήν.
[01073]
Ἀλλ' οὐκ ἔστι προαιρέσεως τὸ κατόρθωμα, διὸ καὶ τοῦ καυχᾶσθαι ἐστέρηται·
[03113]
Οὐ γὰρ τῆς φύσεως ὁ φόβος, ἀλλὰ τῆς προαιρέσεως.
[03662]
Τὸ μὲν γὰρ ἀνάγκης νόσημα, τὸ δὲ διεφθαρμένης προαιρέσεως.
[04876]
Οὐ γὰρ τῆς φύσεως ὁ φόβος, ἀλλὰ τῆς προαιρέσεως.
[05425]
Τὸ μὲν γὰρ ἀνάγκης νόσημα, τὸ δὲ διεφθαρμένης προαιρέσεως.
[06274]
Οὐ χρεία τέχνης ἐνταῦθα χρόνῳ μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας μόνον, καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0552126646
[01318]
Πανταχοῦ τῆς προαιρέσεως, καὶ οὐ τῆς φύσεως, τὸ, Οὐκ ἠθέλησας ἐπιστραφῆναι.
[02912]
Ἐπειδὴ γὰρ τὰ κληρούμενα οὐκ ἐξ οἰκείας γίνεται προαιρέσεως, ἀλλ' ἑτέρας τινὸς ἐξουσίας ἤρτηται, δεῖ τὸν κληρωθέντα, τὸν τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ·
[03122]
Ὃ γὰρ βούλεται εἰπεῖν τοῦτό ἐστιν, ὅτι Τὴν ἐκ προαιρέσεως κακίαν εἰς ἕξιν σχεδὸν μετεστήσατε.
[03522]
Μεταβαλοῦ, φησὶ, τῆς προαιρέσεως ταύτης, καὶ ὅρα ἐὰν σὺ ἐπιστρέψῃς, πρότερον τὰ παρὰ τοῦ προφήτου ζητεῖν.
[04396]
Ἀλλ' οὐκ ἐπὶ τῆς φύσεως, ἀλλ' ἐπὶ τῆς προαιρέσεως εἴληπται.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0012790620
[00044]
Εἶπε τὸ κοινὸν τῆς φύσεως, ἵνα δείξῃ τὸ ἰδιάζον τῆς προαιρέσεως, ὅτι τῆς αὐτῆς φύσεως ἅπασι κοινωνήσας, ὑπὲρ φύσιν, καὶ μεῖζον ἢ κατ' ἄνθρωπον, ἐπολιτεύσατο.
[00051]
εἰ γάρ τις ἔχει μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζει δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει παρὰ τοῦ Προφήτου·
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0646606803
[00279]
μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ' ἑκὼν καὶ προαιρέσεως καρδίας πιστεύων τῷ Θεῷ, ἑτοιμάζεται δι' ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν.
Fragmenta in epistulas catholicas
Ante [Go Back]
000-00-00 Serial Number=0885233939
[00066]
Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαιρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ' ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν ἐπὶ τὸ κέρδος.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0186625481
[01017]
Τοῦτο τὸ κάλλος τὸ σωματικὸν ἀπὸ φύσεως γίνεται, ἢ ἀπὸ προαιρέσεως;
[01020]
Τοῦτο τὸ κάλλος, τὸ τῆς ὄψεως, τὸ τοῦ ὀφθαλμοῦ, τὸ τῆς κόμης, τὸ τοῦ μετώπου, φύσεως γίνεται, ἢ ἀπὸ [52.413] προαιρέσεως.
[01039]
Ταῦτα τοίνυν οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως.
[01050]
οὐ γάρ ἐστι προαιρέσεως, ἀλλὰ φύσεως.
[01051]
Ἡ δὲ τῆς ψυχῆς εὐμορφία ἐκ τῆς προαιρέσεως ἡμῖν πορίζεται.
[01080]
Ἄμορφος τοίνυν ἐγένου, οὐκ ἀπὸ φύσεως, ἀλλὰ προαιρέσεως·
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0918132007
[00261]
Ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ' ἡ τοῦ δαίμονος ἀνάγκη ταῦτα εἰργάσατο.
[00272]
ἀλλ' οἴχεται μὲν τὰ τῆς εἱμαρμένης, καὶ οὐδεμιᾷ ἀνάγκῃ τὰ ἡμέτερα ἄγεται, πάντα δὲ ἐλευθερίᾳ προαιρέσεως τετίμηται.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0754068971
[00520]
Καλεῖ με ὁ δεῖνα, καὶ ἕτερόν τι ἀντ' αὐτοῦ διδόαμεν, βουλόμενοι αὐτὸ ἀπαγαγεῖν τῆς προαιρέσεως, καὶ θαυμάζοντες ἐκεῖνο ἀντὶ τούτου, καὶ δόντες ἀποπηδῶμεν·
[00936]
Ἄλλως δὲ καὶ μεταβολῆς βίου, ἴσως δὲ καὶ προαιρέσεως ἦν ἡ ὀνομασία.
[03744]
Ὅτι γὰρ οὐ τῶν σημείων ἦν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν προαιρέσεως, δηλοῖ ἡ Σάπφειρα καὶ ὁ Ἀνανίας.
[03860]
πρὸς δαίμονας πονηροὺς, πρὸς ἀλάστορας παλαίσαντες καὶ μαχεσάμενοι, οὐ διὰ μαχαίρας, ἀλλὰ διὰ γλώττης καὶ προαιρέσεως.
[03968]
σὺ εἵλου ἐξ οἰκείας προαιρέσεως·
[04532]
∆ιὰ τοῦτο οὐδὲ ἑνὸς μέμνηται, ἀλλὰ καὶ δευτέρου, καίτοι εἶχεν εἰπεῖν καὶ τρίτον, ἐκ περιουσίας καὶ ἑαυτὸν καλῶς λέγοντα δεικνὺς, κἀκείνους ἀπάγων τῆς φονικῆς προαιρέσεως.
[05217]
Καίτοι οὐκ ἔστιν ἴσον αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ ἀπὸ προαιρέσεως ἀνθρωπίνης τι γενέσθαι.
[05218]
Ταῦτα γοῦν οὐκ ἀπὸ προαιρέσεως ἀνθρωπίνης ἦν.
[07282]
Πάλιν ἐρῶ, τὸ πολὺ τῆς ἐλεημοσύνης οὐκ ἐκ τῶν διδομένων κρίνεται μόνον, ἀλλὰ καὶ ἐκ τῆς προαιρέσεως.
[09999]
κἂν ὑπὲρ μεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, μὴ φοβοῦ.
[09999]
Μετὰ προαιρέσεως, μετὰ προθυμίας, μετὰ διανοίας εἰλικρινοῦς·
[09999]
Οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι τῆς μὲν φύσεως τῆς αὐτῆς ἡμῖν ἐκοινώνουν, τῆς δὲ προαιρέσεως οὐκέτι·
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0342388451
[00189]
Ζηλώσωμεν τοίνυν ἐκείνης τὸν πλοῦτον, μιμησώμεθα τῆς προαιρέσεως τὴν μεγαλοψυχίαν, ἵνα καὶ τῶν ἐκείνῃ ἀποκειμένων ἀγαθῶν ἐπιτύχωμεν·
[00482]
Ἐλυμήνατο γὰρ τῆς φύσεως τὴν εὐγένειαν ἡ τῆς προαιρέσεως πονηρία·
[01615]
Καὶ γὰρ ἐκ τούτου μανθάνομεν, ὅτι οὐ φύσεως, ἀλλὰ προαιρέσεως ἡ κακία καὶ ἡ ἀρετή.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0726538897
[00138]
Ἀλλὰ δυνατὸν τὰ φύσει κατορθούμενα ἐκείνοις ἐκ προαιρέσεως ὑφ' ἡμῶν γίνεσθαι.
[00169]
Ἀλλὰ τῆς προαιρέσεως τὴν διαφορὰν δηλοῖ.
[00346]
Πασῶν γὰρ ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος δεομένη σπουδῆς, ὅσῳ καὶ πλείονα ἔχει τὰ διακωλύοντα, φύσεως τυραννίδα καὶ προαιρέσεως ῥᾳθυμίαν καὶ δαιμόνων ἐπιβουλὰς καὶ πραγμάτων ὄχλον.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0814260900
[03095]
Ῥᾴθυμόν πως ἡ ἀνθρωπίνη φύσις, καὶ ὀξύῤῥοπον πρὸς ἀπώλειαν, οὐ παρὰ τὴν τῆς φύσεως κατασκευὴν, ἀλλὰ παρὰ τὴν ἐκ προαιρέσεως ῥᾳθυμίαν·
[03310]
τὸ δὲ τοιαῦτα ἀκούειν, οὐκ ἔτι τῆς φύσεως, ἀλλὰ τῆς προαιρέσεως ἁμάρτημα.
In Psalmum 100
Ante [Go Back]
000-00-00 Serial Number=0768074870
[00202]
Ἐπισυνῆψε δὲ καὶ τὸν ἄπληστον τῇ καρδίᾳ τῷ ὑπερηφάνῳ, ὡς μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προαιρέσεως, τοῦ τε κατὰ τοῦ πλησίον ἐπαιρομένου καὶ τοῦ ὁμοίως κατὰ τοῦ πλησίον ἀπλη στευομένου.
In Psalmum 705
Ante [Go Back]
000-00-00 Serial Number=0443193018
[00072]
ταχέως ἀπο δοῦναι μετὰ ἱλαρᾶς καὶ ἀγαθῆς προαιρέσεως.
In catenas sancti Petri
Ante [Go Back]
000-00-00 Serial Number=0245658398
[00054]
Ἀλλ' ὅσα πρὸς ἀρέσκειαν τῶν ὁμοφύλων, ὅσα πρὸς θεραπείαν τῆς βεβήλου αὐτῶν προαιρέσεως, ταῦτ' ἦν αὐτῷ καὶ λεγόμενα καὶ πραττόμενα.
In decollationem sancti Joannis
Ante [Go Back]
000-00-00 Serial Number=0042302787
[00061]
Ὢ φύσεως πονηρᾶς! ὢ προαιρέσεως ἀνοσίας! Οὐκ ἠλέησεν ὁρῶσα τοῦ ἰδίου ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν φλυκταινῶν, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων καιόμενα, καὶ ὅλας τὰς σάρκας τοῖς σκώληξι συνειλημμένας·
[00105]
ᾗ οὐδὲν ἐνεπόδιζεν ἡ πενία τῶν χρημάτων, διὰ τὸ πλούσιον τῆς προαιρέσεως;
[00148]
Πειρασμὸς ἦν τὸ ῥῆμα τοῦ προφήτου, δοκιμὴ καρδίας, προαιρέσεως βάσανος·
In dictum Pauli Oportet haereses esse
Ante [Go Back]
000-00-00 Serial Number=0977748036
[00057]
Ἀσθένειαν δὲ οὐ φυσικὴν λέγω, ἀλλὰ τὴν ἐκ προαιρέσεως, τὴν καὶ ἐκγλημάτων ἀξίαν καὶ ὑπὸ κόλασιν καὶ τιμωρίαν κειμένην, ἣν καὶ ἡμεῖς κύριοι διορθῶσαι.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0382777035
[02452]
Εἰ τοίνυν οὐ τῆς προαιρέσεως ἡμῶν τὸ τὰ τοιαῦτα θαυμάζειν, οὐκ ἐν ἡμῖν ἄρα ὁ ἔρως.
[04538]
ἐνταῦθα δὲ τῆς προαιρέσεως καὶ τῆς γνώμης ἐστὶ κατόρθωμα.
[04715]
Εἶτα ἐπειδὴ τοῦτο μάλιστα βούλεται κατασκευάσαι παρὰ Κορινθίοις, τὸ μετὰ προαιρέσεως δοῦναι, αὐτῷ μάλιστα ἐνδιατρίβει, λέγων, Μετὰ πολλῆς παρακλήσεως, καὶ, ∆εόμενοι ἡμῶν.
[05240]
Εἶδες σύνεσιν προαιρέσεως;
[05317]
Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ μετὰ προαιρέσεως, ἣ πολὺ μετὰ ἀνάγκης·
[05318]
ἐπειδὴ καὶ πολὺ, καὶ μετὰ προαιρέσεως ἠβούλετο αὐτοὺς εἰσενεγκεῖν·
[05516]
Οὐδὲ γὰρ ὑετῶν δεῖται καὶ ὡρῶν κράσεως, καὶ προαιρέσεως μόνης, καὶ πρὸς αὐτὸν τρέχει τὸν οὐρανόν.
[07194]
Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ, ἀνάγκης εἶναι λέγων τὸ πρᾶγμα, οὐ προαιρέσεως.
[07491]
Οὐ γὰρ προαιρέσεως τὸ πρᾶγμα, ἀλλὰ ἀνάγκης τὴν αἰτίαν παρ' ὑμῶν λαμβανούσης.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0971095800
[01100]
Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχωμεν τῆς διανοίας, ἀπὸ ἀδελ [62.496] φικῆς νουθετῶμεν τῆς προαιρέσεως·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0483422220
[00727]
Ὁ τὸν πενέστερον ἀδικῶν πένης, οὐκ ἂν, εἴ γε ἐδύνατο, καὶ τὸν πλουτοῦντα παρεῖδεν, ἀλλὰ τῆς ἀσθενείας, οὐ τῆς ἐκείνου προαιρέσεως τὸ πρᾶγμα γίνεται λοιπόν.
[00736]
Ὥσπερ ἐκείνη δύο λεπτὰ καταβαλοῦσα, ἀπὸ τῆς προαιρέσεως οὐδὲν [62.618] ἔλαττον ἤνεγκεν, οὕτω καὶ σὺ δύο λεπτὰ ὑφελόμενος, οὐδὲν ἄμεινον ἐκείνων διάκεισαι, ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, μᾶλλον αὐτῶν πλεονεκτεῖς.
[00737]
Ὥσπερ γὰρ κἂν τὴν τοῦ βασιλέως τις μοιχεύσῃ γυναῖκα, κἂν τὴν τοῦ πένητος, κἂν τὴν τοῦ δούλου, ὁμοίως ἐστὶ μοιχὸς, οὐ τῇ διαφορᾷ τῶν προσώπων τοῦ ἁμαρτήματος κρινομένου, ἀλλὰ τῇ μοχθηρίᾳ τῆς τοῦ τολμήσαντος προαιρέσεως·
[01333]
Ὁρᾷς ὅτι οὐ φύσεως οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως;
[01353]
Ἐκεῖ περὶ φύσεως διαλέγεται, ἐνταῦθα περὶ προαιρέσεως.
[02515]
εἰ δὲ χαλεπώτερα παθὼν οὐδὲν τοιοῦτον εἰργάσατο, οὐ παρὰ τοῦτο ταῦτα συνέβη, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς προαιρέσεως.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0052094817
[01442]
Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν·
[01507]
ἡ γὰρ ἀνάγκη τοῦτο ἐποίησε καὶ ἡ περιφάνεια τῶν ὁρωμένων, καὶ οὐκ ἔστι τὸ πρᾶγμα προαιρέσεως, ἀλλ' ἀπὸ τοῦ μεγέθους τῶν ὀφθέντων τὰ τῆς διανοίας εἱλκύσθη.
[02199]
ἐπειδὴ δὲ ἀπὸ προαιρέσεως, ἀπεστέρηνται τῆς ἀπολογίας.
[03765]
Ἡ γὰρ μίμησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως μόνης.
[04886]
Ταῦτ' οὖν εἰδότες, φιλοσοφῶμεν ἐκ προαιρέσεως, καὶ μὴ πάσχωμεν τὰ τῶν ἀνοήτων, οἳ τότε νομίζουσι μὴ ἀδικεῖσθαι, ὅταν ἀπὸ δικαστηρίου τοῦτο πάθωσι.
[05196]
ἀλλὰ τὸ μὲν ἀλγεῖν ἐντεῦθεν, τὸ δὲ πορνεύειν ἀπὸ τῆς προαιρέσεως.
[05654]
Οὐ γὰρ τῶν σωμάτων τὸ ἀκάθαρτον, ὧν ἐστιν ἡ κοινωνία, ἀλλὰ τῆς προαιρέσεως καὶ τῶν λογισμῶν.
[06782]
ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα.
[06788]
ἀλλ' ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλὴ, τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο ἐκείνου πλέον.
[06906]
∆ιά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα μάθωμεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα.
[06915]
Ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προαιρέσεως ἐλευθερίᾳ;
[08208]
Ὥστε μὴ ἀπὸ τῆς φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς προαιρέσεως τὴν ὑποταγὴν ὁμολογεῖν.
[08414]
Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυμαινόμενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἔμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην.
[09180]
Ὁ δὲ Θεὸς ἀφίησιν, ὁμοῦ τε δεικνὺς τὸ αὐτεξούσιον τῆς προαιρέσεως, ὁμοῦ τε τοὺς ἄλλους παιδεύων μὴ μαίνεσθαι μηδὲ λυττᾷν περὶ τὰ χρήματα.
[09596]
οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμῶντος τὸ πλημμέλημα.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0216621459
[00360]
Ἀλλ' ὅπερ ἄνω φησὶ, τοῦτο καὶ ἐνταῦθα, ὅτι ἀμφοτέρωθεν δείκνυται τὸ κήρυγμα οἷόν ἐστιν, ἀπό τε τῶν σημείων, ἀπό τε τῆς τῶν κηρυττόντων προαιρέσεως, ἀπό τε τῆς τῶν δεχομένων θερμότητος καὶ σπουδῆς.
[01392]
οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ' ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν.
[02531]
Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλμοὺς κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον ἐπαγαγεῖν, οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως.
[02619]
οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης·
[02628]
Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ μᾶλλον τὰ προαιρετικά.
[02960]
Ὅτι τὸ μὲν ψυχῆς ἐστι καρπὸς καὶ προαιρέσεως, ὅθεν καὶ εὐκόλως γίνεται·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0548908234
[00478]
Ἔστιν, εἰ βούλει, μύρον, ἔστιν ἄρωμα, ᾧ δυνήσῃ χρῖσαι τὴν ψυχὴν, οὐκ ἐξ Ἀραβίας, οὐδὲ ἐξ Αἰθιοπίας, οὐδ' ἀπὸ Περσίδος, ἀλλ' ἐξ αὐτοῦ φερόμενον τοῦ οὐρανοῦ, πωλούμενον οὐ χρυσίου, ἀλλὰ προαιρέσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου.
[00570]
Τοῦτο οὐκ ἦν ἀνθρωπίνης ἰσχύος, ἀλλ' οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως.
[02488]
Ὥστε οὔτε ἐκεῖνό ἐστι φύσει τοιοῦτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τῆς σῆς καὶ τῆς παρακοῆς.
[02568]
Ἕτερόν ἐστι κωλῦσαι καὶ ἕτερον κύριον ἀφεῖναι τῆς προαιρέσεως·
[03114]
Ὁρᾷς ὅτι ξενοδοχίαν λέγει, οὐ τὴν ἁπλῶς φιλοφροσύνην, ἀλλὰ τὴν μετὰ σπουδῆς, τὴν μετὰ προαιρέσεως ἱλαρᾶς, τὴν μετὰ προθυμίας, τὴν οὕτω τὸ πρᾶγμα μετιοῦσαν, ὡς αὐτὸν δεχομένην τὸν Χριστόν;
[03134]
Οὕτω πλεονάζεται τὸ γινόμενον ἀπὸ τῆς προαιρέσεως.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0761947811
[01137]
Καὶ ἐχθροὺς, φησὶ, τῇ διανοίᾳ, διὰ τούτου δηλῶν, ὅτι οὐχὶ μέχρι τῆς προαιρέσεως μόνον ἡ ἀλλοτρίωσις ἦν αὐτῶν·
[02217]
Ὅταν μὴ ἐκ προαιρέσεως, μηδὲ ἀπὸ προθυμίας τινὸς, οὐ σὺ καρποῦσαι τὴν τιμὴν, ἀλλ' ὁ πλοῦτος.
[03182]
τὸ γὰρ, Ἐκ ψυχῆς, τοῦτό ἐστι, τὸ μετ' εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετ' ἐλευθερίας καὶ προαιρέσεως.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0430629373
[00295]
Ἀλλ' ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμά ἐστιν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς·
[00314]
Τὸ δὲ ὅλον, ἀπὸ τῆς προαιρέσεως προορισθέντας, τουτέστιν, ἑαυτῷ ἐκλεξάμενος ἀφώρισεν·
[00766]
Εἰ δὲ τὸ σῶμα τοῦτο φυσικὸν ὂν, ὅμως ἀποτέμνεται, τὰ τῆς προαιρέσεως ἂν μὴ μένῃ, τί οὐ πείσεται δεινόν;
[00878]
φύσεως γὰρ, οὐ προαιρέσεως τὸ πρᾶγμά ἐστι.
[00880]
Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν.
[02869]
Ὁρᾷς ὅτι οὐδὲν ποιεῖ τὸ τῶν φύσεων μέσον, ἀλλὰ τὸ τῆς προαιρέσεως;
[02880]
Ὅτι ὅπερ ἀπὸ φύσεως ἔσχεν ἐκεῖνος, τοῦτο κατώρθωσεν ἀπὸ προαιρέσεως αὐτός·
[04925]
τοῦτο γὰρ προαιρέσεως ὀρθῆς ἦν·
[05339]
κἀκεῖ μὲν ἀνάγκης, ἐνταῦθα δὲ προαιρέσεως τὸ πᾶν·
[06280]
Ὥσπερ τὸν παρ' ἑτέρου κακῶς πάσχοντα πείθει καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆσαι τὸ κατόρθωμα καὶ τῆς αὐτοῦ προαιρέσεως·
[06295]
ἐπειδὴ γὰρ ἔνι καὶ ἐν ἁπλότητι δουλεύειν, καὶ μὴ κακούργως, μὴ μὴν πάσῃ δυνάμει, ἀλλὰ τὸ ὀφειλόμενον μόνον πληροῦν, διὰ τοῦτό φησιν, ἀπὸ προθυμίας, μὴ ἀπὸ ἀνάγκης, ἀπὸ προαιρέσεως, μὴ ἀπὸ βίας.
[06296]
Ἂν οὕτω δουλεύσῃς, οὐκ εἶ δοῦλος, ἂν ἐκ προαιρέσεως, ἂν μετ' εὐνοίας, ἂν ἀπὸ ψυχῆς, ἂν διὰ τὸν Χριστόν.
[06460]
Ἂν ὅπερ εἰσὶν ἀπὸ φύσεως ἐκεῖνοι, τοῦτο γενώμεθα ἀπὸ προαιρέσεως ἡμεῖς, σαρκὸς ἐκτὸς καὶ αἵματος·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0688683808
[00206]
οὐδὲ γὰρ τῆς ἐν σαρκὶ ζωῆς ταῦτα ἁμαρτήματα, ἀλλὰ τῆς διεφθαρμένης προαιρέσεως.
[02082]
Ἐνταῦθα λοιπὸν ὁ τῆς σαρκός σου κατηγορῶν, εἰπέ μοι, καὶ νομίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεμίας ταῦτα εἰρῆσθαι (ἔστω γὰρ ἡ μοιχεία καὶ ἡ πορνεία τῆς σαρκὸς καθ' ὑμᾶς), αἱ ἔχθραι, καὶ αἱ ἔρεις, καὶ οἱ ζῆλοι, καὶ αἱ ἐρίθειαι, καὶ αἱ αἱρέσεις, καὶ αἱ φαρμακεῖαι (προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον, ὥσπερ οὖν καὶ τὰ ἄλλα) πῶς ἂν εἶεν σαρκός;
[02085]
Εἰ δὲ φύσεως ταῦτα πονηρᾶς, καὶ οὐ προαιρέσεως μοχθηρᾶς, περιττῶς εἶπε, Πράσσουσιν, ἀλλὰ, Πάσχουσι.
[02099]
Ὁρᾷς πάντοθεν πῶς οὐ περὶ οὐσίας αὐτῷ τῆς σαρκὸς νῦν ὁ λόγος, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς, καὶ οὐ τοιαύτης;
[02361]
Ἵνα γὰρ μή τις λέγῃ, ὅτι μετέστη μὲν ἀπὸ διανοίας ὀρθῆς, οὐκ ἐνέμεινε δὲ ἐπὶ τῆς αὐτῆς προαιρέσεως, ὅτι καὶ ἔμεινε μάρτυρας παράγει τοὺς πόνους, τοὺς κινδύνους, τὰς πληγάς.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0559723139
[00369]
Ὥστε πανταχοῦ προαιρέσεως ἡμῖν δεῖ, πανταχοῦ τῆς πρὸς τὸν Θεὸν ἀγάπης.
[02401]
ἐὰν δὲ ἕλκηται, καὶ καταβιβάζηται ἀπὸ τοῦ θρόνου, καὶ χρημάτων ἔρωτος καὶ δόξης κενῆς καὶ καλλωπισμοῦ καὶ τρυφῆς καὶ μέθης καὶ ὀργῆς καὶ ἀφροδισίων γίνηται δοῦλος, καὶ καλλωπίζηται ἐλαίῳ τὴν τρίχα, καὶ τὴν ἡλικίαν ὑπὸ τῆς προαιρέσεως ὑβριζομένην δεικνύῃ·
[03698]
Ἀπὸ τῆς προαιρέσεως τῆς σῆς, ἀπὸ τῆς φιλοτιμίας τῆς οἰκείας, ἀπὸ φιλανθρωπίας τῆς πολλῆς, ἀπὸ τῆς ἀγαθότητος·
[05348]
Εἰ γὰρ τὰ φυσικὰ μεθίσταται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως.
[05352]
Εἰ τοίνυν τὰ ἐκ φύσεως μεθίσταται, οὐχὶ μάλιστα τὰ ἐκ προαιρέσεως;
[05374]
Εἰ τοίνυν ἔνθα σωμάτων ἐστὶν ἄσκησις, πολλὴ προαιρέσεως ἐξέτασις γίνεται, πόσῳ μᾶλλον ἐνταῦθα, ἔνθα τὸ πᾶν ψυχὴ ἀθλεῖ;
[09511]
Οὐκ ἔστι βδελυρὰ τὰ ἀπὸ φύσεως, ὦ ἄγνωμον καὶ ἀναίσθητε Ἰουδαῖε, ἀλλὰ τὰ ἀπὸ προαιρέσεως·
[09889]
Ἡ δὲ πίστις προαιρέσεως γνησίας ἐστίν.
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0698497236
[00176]
Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημάτων, οὐ πόνων δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως·
[00330]
Ἐπειδὴ γὰρ ἀπὸ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραμμένης διανοίας, καὶ οὐκ ἀπὸ προαιρέσεως, λέγει, Τάχα.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0963998675
[00062]
τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον, ἢ προαιρέσεως δείκνυσι λέγων·
[00530]
Οὕτως ἔνι, ἔργον ποιῆσαι ἀγαθὸν οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς·
[01770]
Τῇ γὰρ ἀνάγκῃ τὸ τῆς προαιρέσεως ἐγκώμιον ἀφῄρηται.
[03319]
πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως.
[03335]
Ἔρχεται λοιπὸν εἰς τὰ τῆς αὑτοῦ προαιρέσεως·
[03341]
ἀλλ', ἐπειδὴ πάντα ἀπροαίρετα, ἔρχεται εἰς τὰ τῆς προαιρέσεως, ὅπου τὸ, Μᾶλλον, ἐστί.
[03439]
Πώλησον τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, ὡς ἐκ τῆς προαιρέσεως τῆς ἀκολουθήσεως οὔσης.
[03532]
Καταλέξας πάντα τὰ καυχήματα τὰ Ἰουδαϊκὰ, τὰ ἀπὸ φύσεως, τὰ ἀπὸ προαιρέσεως, ἐπήγαγεν·
[03874]
οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως.
[03993]
οἷον ἐν γάμῳ μὲν πολλοὶ τῶν ἀνθρώπων ἀπώλοντο, οἷον Σαμψὼν, ἀλλ' οὐκ ἀπὸ τοῦ γάμου, ἀλλ' ἀπὸ τῆς ἰδίας προαιρέσεως·
[04715]
οὐ χρημάτων, ἀλλὰ προαιρέσεως τῆς διὰ χρημάτων ἐπιδεικνυμένης.
[04717]
Οὐ δεῖ χρημάτων, ἀλλὰ προαιρέσεως·
[04725]
οὐ θανάτου, ἀλλὰ προαιρέσεως·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0309523165
[00484]
Χάριν δὲ ὅταν ἀκούσῃς, μὴ νομίσῃς ἐκβεβλῆσθαι τὸν ἀπὸ τῆς προαιρέσεως μισθόν·
[00485]
χάριν γὰρ εἶπεν, οὐχὶ τὸν ἐκ προαιρέσεως ἀτιμάζων πόνον, ἀλλὰ τὸν ἐξ ἀπονοίας ἀποτεμνόμενος τῦφον.
[00931]
ἐπειδὴ ταύτης τὰ τῆς προαιρέσεως προηγήσατο.
[01263]
ἵνα μάθῃς, ὅτι προαιρέσεως τὸ πτῶμα, οὐκ ἀνάγκης τὸ ἔγκλημα.
[01579]
μὴ γὰρ προαιρέσεως ἀγαθῆς ἐπίδειξις;
[01626]
καὶ περιτομὴ μία μὲν ἡ ἐν τῇ σαρκὶ, δευτέρα δὲ ἡ ἀπὸ προαιρέσεως.
[01667]
Ὁρᾷς, ὅτι δύο οἶδεν ἀκροβυστίας, τὴν μὲν ἐκ φύσεως, τὴν δὲ ἐκ προαιρέσεως;
[02178]
Καίτοι τὸ μὲν πόνων ἐστὶ καὶ ἱδρώτων, τοῦτο δὲ προαιρέσεως καὶ γνώμης μόνον·
[03178]
Ταῦτα οὖν ἐννοοῦντες, ὃ τῆς ἀνάγκης ἐστὶ, ποιῶμεν τῆς προαιρέσεως εἶναι τῆς ἡμετέρας·
[03181]
ἂν ἐννοήσῃς, ὅτι λυθῆναι μὲν τὸ γεγενημένον οὐκ ἔνι, ἔνι δέ τι καρπώσασθαι καὶ ἐκ τῆς ἀνιάτου συμφορᾶς τὸ γενναίως ἐνεγκεῖν τὸ συμβὰν, καὶ ἀντὶ τῶν ῥημάτων τῶν δυσφήμων εὐφημίαν ἀνενέγκῃς τῷ ∆εσπότῃ, οὕτω τὰ ἀβουλήτως ἐπενεχθέντα κακὰ, προαιρέσεως ἔσται σοι κατορθώματα.
[03693]
Ἀλλ' ὁ μὲν στρατηγὸς παρέστηκεν, ἀεὶ πρὸς συμμαχίαν ἕτοιμος ὢν, καὶ ἀχείρωτος μένων, καὶ τὰ ὅπλα δὲ ἰσχυρὰ κατεσκεύασεν ἡμῖν, δεῖ δὲ λοιπὸν προαιρέσεως τῆς εἰς δέον αὐτὰ μεταχειριζομένης, ὥστε καὶ τῷ στρατηγῷ πείθεσθαι, καὶ τὸ ὅπλα ὑπὲρ τῆς πατρίδος τίθεσθαι.
[03913]
Καὶ οὐκ εἶπε, Τῆς προαιρέσεως ὑμῶν, οὐδὲ Τῆς προθυμίας, ἀλλὰ, Τῆς σαρκὸς ὑμῶν, ἀνεπαχθέστερον ποιῶν τὸν λόγον.
[04510]
Οὐ γὰρ ταυτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαιρέσεως, ἀλλὰ τὰ μέν ἐστιν ἔργα Θεοῦ, τὸ δὲ ἐξ ἡμῶν αὐτῶν γινομένη κίνησις, πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν.
[04786]
Ἐπειδὴ γὰρ οὐκ ἀνάγκη φύσεως τὸ δῶρον ἐνέθηκεν, ἀλλ' ἐλευθερία προαιρέσεως ἐνεχείρισεν, ἐν σοὶ λοιπόν ἐστι καὶ τοῦτο γενέσθαι κἀκεῖνο.
[06247]
Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ διανοίας ἐπιτηδειότητα δοκιμάσαι δυνάμενος, καὶ ἐν τῷ βορβόρῳ τὸν μαργαρίτην κείμενον ἔγνω, καὶ τοὺς ἄλλους παραδραμὼν, καὶ τούτου τὴν εὐμορφίαν θαυμάσας, αὐτὸν ἐξελέξατο, καὶ τῇ τῆς προαιρέσεως εὐγενείᾳ τὴν παρ' ἑαυτοῦ προσθεὶς χάριν, δόκιμον αὐτὸν ἀπέφηνεν.
[06263]
Οὐδὲ γὰρ ἔργων ἐπίδειξιν ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν καὶ γνώμην εὐγνώμονα.
[06352]
Καίτοι γε οὐδὲ ἐπὶ τοῦ κεραμέως ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον, ἀλλ' ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων, ὅπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως.
[06408]
Ἀπὸ προαιρέσεως οἰκείας.
[07568]
Εἶδες ὅσον τῆς προαιρέσεως τὸ κῦρος;
[07606]
Οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης.
[07759]
Καὶ ὁ Χριστὸς δὲ ὅταν μακαρίζῃ τοὺς ἐλεήμονας, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ προαιρέσεως τοῦτο ποιοῦντας μακαρίζει καὶ ἐπαινεῖ.
[08220]
Εἰ δὲ καὶ τὴν τράπεζαν βουληθείης ἰδεῖν, ἣν παρέθηκε, πολλὴν καὶ ἐνταῦθα ὄψει τὴν φιλοτιμίαν, οὐχ ἣν ὁ τῆς περιουσίας ἐποίει τρόπος, ἀλλ' ὁ τῆς προαιρέσεως πλοῦτος.
[09436]
Τῇ φύσει, φησὶν, οὐδὲν ἀκάθαρτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ μετιόντος·
[09999]
Τὸ γὰρ πνεῦμα τῆς ζωῆς ἐκεῖθεν εἰς ἅπαντα ἐχορηγεῖτο, καὶ τοῖς μέλεσι τοῦ Χριστοῦ διεδίδοτο, οὐ δι' ἀρτηρίας ἐκπεμπόμενον, ἀλλὰ διὰ προαιρέσεως ἀγαθῶν.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0284363270
[00142]
ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ τῆς προαιρέσεως.
[00145]
οὐ γὰρ ἀνάγκῃ φύσεως ταῦτα κατακέκλεισται, ἀλλ' ἐξουσίᾳ προαιρέσεως·
In illud Filius ex se nihil facit
Ante [Go Back]
000-00-00 Serial Number=0013102233
[00087]
ὅταν τις ἀφ' ἑαυτοῦ καλὸν ἐργάζηται, τότε στεφανοῦται καὶ ἀνακηρύττεται, οὐχ ἁπλῶς ὅταν ἐργάζηται, ἀλλὰ μετὰ γνώμης καὶ προαιρέσεως.
In illud Hoc scitote quod in novissimis diebus
Ante [Go Back]
000-00-00 Serial Number=0804607511
[00170]
Καὶ γὰρ ἡ τὰ δύο καταβαλοῦσα δηνάρια οὐ πολὺν ὄγκον κατέθηκε χρημάτων, ἀλλὰ πολὺν πλοῦτον ἐπεδείξατο προαιρέσεως, καθάπερ καὶ οὗτος ἐν πολλῇ πενίᾳ μεγάλην εὐπορίαν προθυμίας παρέσχετο.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0684425175
[00202]
Ἔδειξε πῶς οὐδὲν εἰς φιλοξενίαν ἡ πενία γίνεται κώλυμα, καὶ ὅτι οὐ πλούτου καὶ χρημάτων, ἀλλὰ ἀρετῆς πανταχοῦ χρεία καὶ προαιρέσεως εὐλάβειαν ἐχούσης, καὶ ὅτι πάντων εἰσὶ λαμπρότεροι οἱ τὸν τοῦ Θεοῦ φόβον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι.
In illud Si esurierit inimicus
Ante [Go Back]
000-00-00 Serial Number=0719471693
[00062]
Εἰ δὲ φύσιν ἐνδελέχεια νικᾷ, πολλῷ μᾶλλον προαιρέσεως δύναιτ' ἂν περιγενέσθαι.
In illud Si qua in Christo nova creatura
Ante [Go Back]
000-00-00 Serial Number=0278333604
[00529]
Οὐ γάρ ἐστι φύσεως ἁμαρτία, ἀλλὰ προαιρέσεως.
In illud Verumtamen frustra conturbatur
Ante [Go Back]
000-00-00 Serial Number=0547243476
[00030]
Ἄνθρωπος, τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα, τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα, τὸ ἐκ προαιρέσεως ἀδάμαστον ζῶον, τὸ αὐτοδίδακτον πονήρευμα, τὸ αὐτομαθὲς ἐπιβούλευμα, τὸ εὔτεχνον εἰς κακουργίαν, τὸ εὐμήχανον εἰς ἀδικίαν, τὸ ἕτοιμον εἰς πλεονεξίαν, τὸ ἀκόρεστον εἰς ἀπληστίαν, τὸ εὐφυὲς εἰς ἀπιστίαν, τὸ ὑπέρογκον πνεῦμα, τὸ μεγαλοῤῥῆμον θράσος, τὸ εὐδιάλυτον φρύαγμα, τὸ εὐκαθαίρετον ὕψωμα, τὸ εὐάλωτον τόλμημα, ὁ πηλὸς ὁ αὐθάδης, ἡ τέφρα ἡ στασιώδης, ἡ κόνις ἡ μεγαλόφρων, ἡ σποδὸς ἡ πεφυσιωμένη, ὁ σπινθὴρ ὁ εὐκατάσβεστος, ἡ φλὸξ ἡ εὐμάραντος, ὁ εὐρίπιστος λύχνος, τὸ ἑτοιμοφθόρον ξύλον, ὁ εὐξήραντος χόρτος, ἡ εὐνέκρωτος χλόη, ἡ εὐδαπάνητος φύσις·
In illud Vidi dominum
Ante [Go Back]
000-00-00 Serial Number=0091527045
[00455]
Ὅταν οὖν καὶ προαιρέσεως εὐκολία καὶ ὁδοῦ δυσκολία συνέλθωσιν εἰς ταὐτόν, μὴ θαύμαζε λοιπὸν ὑπὲρ τῶν παραπτωμάτων;
[00585]
τοῦτο γὰρ προαιρέσεως διεφθαρμένης ἐστίν.
In martyres Aegyptios
Ante [Go Back]
000-00-00 Serial Number=0843136787
[00045]
οὗτος δὲ καὶ πονηρίᾳ προαιρέσεως ἐπὶ τὴν βορὰν ᾔει ταύτην, καὶ τῶν σαρκῶν αὐτῶν ἐμπλησθεὶς, ἑτέραν πλέκει κατ' αὐτῶν μηχανὴν, μακροτάτῳ καὶ χαλεπωτάτῳ θανάτῳ τοὺς ἁγίους παραδούς·
In novam dominicam et in apostolum Thomam
Ante [Go Back]
000-00-00 Serial Number=0122426212
[00102]
εἰσάγαγε τὴν σὴν δεξιὰν εἰς τὸ ἰατρεῖον τῆς φύσεως, καὶ ἔκβαλε τὸ φάρμακον τῆς σῆς προαιρέσεως·
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0619701982
[00310]
Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ' ἑκατέρας προαιρέσεως ἡμεῖς ἐσμεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ μεῖναι νέους ἐν ἡμῖν ἐστι κείμενον.
[00464]
πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης.
[00591]
ἀλλ' ἐπὶ τὸ αὐτὸ εἶναι χρὴ τῷ συνδέσμῳ τῆς ἀγάπης, τῇ διαθέσει τῆς προαιρέσεως·
[01483]
ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ' ἐπ' ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέβειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυνοι τῶν κακῶν.
In quatriduanum Lazarum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0309942544
[00047]
ἐκεῖ θείας δυνάμεως σημεῖον, ἐνταῦθα προαιρέσεως γενναίας τεκμήριον·
In sanctum Barlaam martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0130517244
[00093]
οὐ γὰρ τῆς προαιρέσεως ἀσθενούσης, ἀλλὰ τῆς τῶν νεύρων φύσεως κατὰ τὸν ἴδιον τόνον, καὶ ἄκοντος τῆς χειρὸς τοῦ ἁγίου καμπτομένης, ὑπὸ τοῦ πυρὸς τοῦτο συνέβαινεν.
In sanctum Lucianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0682403982
[00075]
μᾶλλον δὲ οὐ φύσεως μόνον, ἀλλὰ καὶ τῆς προαιρέσεως·
[00079]
τί δὲ προαιρέσεως ὀξυῤῥεπέστερον;
In sanctum pascha [1]
Ante [Go Back]
000-00-00 Serial Number=0923411250
[00142]
Αὕτη ἡ ἑορτὴ καὶ πανήγυρις οὐ χρημάτων δεῖται, οὐ δαπάνης, ἀλλὰ προαιρέσεως μό νης καὶ διανοίας καθαρᾶς.
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0697887003
[00159]
Ὅρα ἐκ προοιμίων εὐθέως τὴν ἐπανθοῦσαν χάριν ἐκ τῆς προαιρέσεως τῶν παί δων, [καὶ] ἐκ τῆς χάριτος τοῦ Θεοῦ.
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0319467068
[00191]
Εἰ γὰρ οὗτος τῇ καρτερίᾳ τῆς εὐχῆς φύσεως ἔλυσε πήρωσιν, πολλῷ μᾶλλον ἡμεῖς προαιρέσεως ἐλαττώματα διορθῶσαι δυνησόμεθα, τὸν Θεὸν συνεχῶς παρακαλοῦντες.
Quales ducendae sint uxores
Ante [Go Back]
000-00-00 Serial Number=0307204902
[00075]
οὐ γὰρ καλὴν μόνον ἐποίησεν, ἀλλὰ καὶ νέαν, οὐ κατὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως ἕξιν.
Quod frequenter conveniendum sit
Ante [Go Back]
000-00-00 Serial Number=0724057317
[00090]
ἀλλ' ἐπειδὴ τὰ τῆς προαιρέσεως ἐξαίρετα γέγονε, διὰ ταῦτα καὶ ταύτης χάριτος ἐξέλαμψε.
Sermo exhortatorius de temperantia
Ante [Go Back]
000-00-00 Serial Number=0520802319
[00007]
ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον.
Synopsis scripturae sacrae
Ante [Go Back]
[02365]
τὸ δὲ τῆς προαιρέσεως διάφορον, τοὺς μὲν εὐλογεῖσθαι, τοὺς δὲ καταραθῆναι ἐποίησε.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»