Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἰργάζετο [70]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἰργάζετο
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0281633079
[00193]
Χωρὶς δὲ τούτων ἐλάττονα αὐτῷ τὴν μέλλουσαν κόλασιν διὰ ταύτης τῆς τιμωρίας εἰργάζετο.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0271475911
[00244]
Ἵνα οὖν μὴ καὶ ἐπὶ τῶν ἁγίων τοῦτο γένηται, συνεχώρησεν αὐτοὺς ἐλαύνεσθαι συνεχῶς, μαστίζεσθαι, ἀῤῥω [49.26] στίαις περιπίπτειν, ἵνα ἡ τῆς σωματικῆς ἀῤῥωστίας ὑπερβολὴ καὶ τῶν πειρασμῶν τὸ πλῆθος πείσῃ τοὺς παρόντας τότε, ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ τὰ τοιαῦτα θαυματουργοῦντες, καὶ οὐδὲν παρ' ἑαυτῶν εἰσέφερον, ἀλλὰ γυμνὴ ἡ χάρις δι' ἐκείνων πάντα εἰργάζετο.
[00383]
Ταῦτα παρὰ σεαυτῷ λέγων, εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι σε τῆς μοίρας ταύτης ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα φιλῶν, ἐπεὶ κἀκείνους οὐκ ἠφίει τοσαῦτα πάσχειν δεινὰ, εἰ μὴ ἂν καὶ σφόδρα ἐφίλει, ὅτι λαμπροτέρους αὐτοὺς διὰ τῶν κακῶν τούτων εἰργάζετο.
[00418]
∆ιὰ τοῦτο ἐν ἅπασιν ὁ Παῦλος ηὐχαρίστει τῷ Θεῷ, εἰδὼς ὅτι εὐδοκιμώτερον αὐτὸν διὰ τούτων εἰργάζετο, καὶ τῆς προθυμίας αὐτοῦ τὸ σφοδρὸν ἐν ἅπασιν ἐδείκνυεν, οὐδενὶ τούτων τῶν κωλυμάτων ἐγκοπτόμενος.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0466437161
[00099]
Τότε ἔδει σε νηστεύειν, ὦ Ἰουδαῖε, ὅτε ἡ μέθη ταῦτά σε εἰργάζετο τὰ δεινὰ, ὅτε ἀσέβειαν ἔτεκεν ἡ ἀδηφαγία, οὐχὶ νῦν·
[01933]
Πῶς οὖν οὐκ ἀπεστράφη ὑμᾶς τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, μετὰ τὴν ἄφατον ἀχαριστίαν, καὶ προφήτην ἀφῆκεν εἶναι παρ' ὑμῖν τὸν μέγαν Μωϋσέα, καὶ σημεῖα εἰργάζετο θαυμαστὰ καὶ παράδοξα;
[02611]
Ὁ γὰρ τρόμος καὶ φόβος, καὶ τὸ ἀγωνίᾳ συζῇν, καὶ ἡ τοῦ σώματος πάρεσις, καθάπερ ἐν δεσμῷ τινι κατεῖχεν αὐτὸν, καὶ οὐκ ἠφίει οὔτε εἰς ἕτερον ἐκπηδῆσαι τοιοῦτο τόλμημα πάλιν, καὶ τοῦ προτέρου συνεχῶς ἀνεμίμνησκε, καὶ ἐν τούτοις αὐτοῦ τὴν ψυχὴν σωφρονεστέραν εἰργάζετο.
Adversus eos qui non adfuerant
Ante [Go Back]
000-00-00 Serial Number=0825584173
[00211]
∆ιὰ δὴ τοῦτο καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας τὴν ἀφαίρεσιν, καὶ παρόντων δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο, [63.484] πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0603550851
[00610]
[4.9] Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν·
[01145]
Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδασκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ' ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν τὸν ἑαυτοῦ βίον κατανήλισκεν, ἀλλ' εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην οἴκοθεν τὴν σπουδὴν ἐπεδείκνυτο καὶ οὕτω ταῖς εὐχαῖς προσήδρευε καὶ τὰς ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0640927672
[00141]
ὁρᾷς ἐνταῦθα οὐ καπηλείαν, οὐκ ἐμπορίαν ἄδικον, οὐ πραγματείαν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ τὸν ἔννομον πλοῦτον, τὴν φυσικὴν εὐπορίαν, ἣν αὐτὸς ὁ θεὸς εἰργάζετο.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0602466643
[00148]
Οὐ γὰρ μισῶν αὐτὴν, οὐδὲ ἀποστρεφόμενος ὁ Θεὸς ἀπέκλεισεν αὐτῆς τὴν μήτραν, ἀλλ' ἵνα ἡμῖν ἀνοίξῃ τὰς θύρας τῆς φιλοσοφίας τῆς ἐν τῇ γυναικὶ, καὶ τὸν πλοῦτον αὐτῆς τῆς πίστεως κατίδωμεν, καὶ γνῶμεν ὅτι λαμπροτέραν αὐτὴν ἐκ τούτου εἰργάζετο.
De Christi divinitate
Ante [Go Back]
000-00-00 Serial Number=0934341431
[00126]
∆ιὰ τοῦτο, εἴ ποτε τὸ σάββατον ἔλυε, μέγιστον ἐν αὐτῷ σημεῖον εἰργάζετο, ἵνα ἡ τοῦ θαύματος ὑπερβολὴ τοὺς ὁρῶντας ἐκπλήττουσα, τὴν τῆς ἀργίας παρατήρησιν κατὰ μικρὸν ὑποσύρουσα ἐξέλῃ.
De Christi precibus
Ante [Go Back]
000-00-00 Serial Number=0976741970
[00181]
ἐπεὶ εἰ μὴ τοῦτο δεῖξαι ἐβούλετο, περιττὸν ἦν ὅπερ εἰργάζετο.
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0672965646
[00130]
οὗτος δὲ εἰ καὶ ἔσφαξεν, ἀντὶ τριῶν φόνων ἕνα εἰργάζετο, τριῶν φόνων οὐδεμίαν εὔλογον ἐχόντων πρόφασιν.
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0301518738
[00902]
Τοῦτο γὰρ καθ' ἕκαστον τῶν συμβεβηκότων αὐτῷ παρατηρούμενον, ὃ μείζονα αὐτοῦ τὴν ὀδύνην ἐποίει, καὶ πλείονα τὴν ἀπορίαν εἰργάζετο, τὸ μηδὲ τὴν αἰτίαν τῶν γινομένων εἰδέναι.
De futurae vitae deliciis
Ante [Go Back]
000-00-00 Serial Number=0701687098
[00079]
Ἐπειδὴ τοίνυν παραγενόμενος τοιαῦτα ἐπέταττε, καὶ ὑψηλὴν τὴν πολιτείαν εἰργάζετο, ἄξια καὶ τὰ ἔπαθλα τῶν πόνων ἐδίδου, μᾶλλον δὲ πολλῷ μείζονα καὶ ὑψηλότερα.
De gloria in tribulationibus
Ante [Go Back]
000-00-00 Serial Number=0331199110
[00152]
Ὅτε δὲ ἐδεσμεῖτο, ὅτε ἐναυάγει, τότε τὰ μέγιστα εἰργάζετο σημεῖα, τότε μειζόνως περιεγένετο τῶν ἀντικειμένων δυνάμεων.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0890111804
[02483]
Ἤργει ἡ φύσις, καὶ εἰργάζετο ἡ χάρις·
De sancta Thecla martyre [1]
Ante [Go Back]
000-00-00 Serial Number=0058527529
[00018]
Ἃ δὴ πάντα τῇ μακαρίᾳ παρθένῳ μακρόν τι μαρτύριον τὴν παρθενίαν εἰργάζετο·
De sancta pentecoste
Ante [Go Back]
000-00-00 Serial Number=0455318928
[00099]
καὶ ἕκαστον ῥῆμα ἐξιὸν πολὺν εἰργάζετο πλοῦτον πνευματικόν.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0246329010
[02105]
Χωρὶς δὲ τούτων, ἐλάττονα αὐτῷ τὴν μέλλουσαν κόλασιν διὰ ταύτης αὐτῷ τῆς τιμωρίας εἰργάζετο.
[04658]
ἐπεὶ κἀκείνοις οὐχὶ μισῶν ἠφίει τοσαῦτα πάσχειν δεινὰ, ἀλλ' ἐπειδὴ σφόδρα ἐφίλει, λαμπροτέρους αὐτοὺς διὰ τῶν δεινῶν τούτων εἰργάζετο.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0866645932
[00780]
Ἐνταῦθα βούλεται δεῖξαι τὴν πολλὴν περὶ τὰ ἁμαρτήματα σπουδὴν, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ταῦτα εἰργάζετο.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0213153660
[01816]
καὶ παρόντων, δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0988754988
[01341]
ἅπερ γὰρ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις.
[03228]
τοὺς δὲ ἀποστόλους τολμηροτέρους μᾶλλον εἰργάζετο ἡ ἀναβολὴ τοῦ χρόνου.
[09999]
Οὐ γὰρ δὴ καὶ τὰ εὔκολα εἰργάζετο τὸ Πνεῦμα, ἀλλ' ἤρκει καὶ ὄναρ αὐτῷ.
[09999]
Καὶ εἰργάζετο κηρύττων.
[09999]
Ὅρα, πῶς εἰργάζετο μετὰ σπουδῆς ἄνθρωπος νύκτα καὶ ἡμέραν διαλεγόμενος μετὰ δακρύων, ἕνα ἕκαστον νουθετῶν.
[09999]
οὕτως ἦν ἀπέριττος, μᾶλλον δὲ οὕτω τὸν διδάσκαλον αὐτοῦ ἐμιμεῖτο ἐν πᾶσιν, ὅτι καὶ τὴν οἴκησιν εἶχεν, οὐκ ἐξ ἀλλοτρίων πόνων, ἀλλ' ἀφ' ὧν αὐτὸς εἰργάζετο·
[09999]
καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμεινε παρ' αὐτοῖς, καὶ εἰργάζετο·
[09999]
Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, ἔμεινε παρ' αὐτοῖς καὶ εἰργάζετο.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0904077470
[02615]
Ὥσπερ γὰρ ὁ Θεὸς τῷ φόβῳ τῶν ῥημάτων ἐβούλετο τὴν διὰ τῆς πείρας ἀποκρούεσθαι τιμωρίαν, οὕτω καὶ ὁ διάβολος τοὐναντίον εἰργάζετο·
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0369230628
[05943]
τὸ δὲ παρ' αὐτῆς λαβόντα τὴν αἰτίαν, πάντα ταῦτα διορθοῦν, καὶ σφόδρα ἀκόλουθον ἦν, καὶ τὴν ἀκούουσαν πραοτέραν εἰργάζετο.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0527909338
[00635]
Ὅτι δὴ τὸ ὕσσω πον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0826958656
[02762]
καὶ εἰς ταπεινοφροσύνην ἤλειφε, καὶ τοὺς ἄλλους καταστέλλεσθαι παρεσκεύαζε, καὶ αὐτοὺς καρτερικωτέρους εἰργάζετο·
[03599]
∆ιὰ τούτων τοὺς καμάτους αἰνίττεται, οὓς ἔκαμε περιιὼν καὶ ἐργαζόμενος, τὰς νύκτας ἐν αἷς ἐδίδασκεν, ἢ ὅτι καὶ ἐν αὐταῖς εἰργάζετο.
[03623]
Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάζετο, τοῦτο καὶ τὸ Πνεῦμα μένειν ἐποίει παρ' αὐτῷ, δι' οὗ καὶ πάντα αὐτῷ κατωρθοῦτο.
[03660]
Καὶ τοῦτο πάλιν ἐκείνους προθυμοτέρους εἰργάζετο.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0292054355
[01028]
Εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ' ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔργον ἀναδεδεγμένος, ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ νύκτα καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0747536302
[03789]
εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο.
[07121]
ἀλλ' ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν, ὁ Χριστὸς ὁ παρὼν αὐτοῖς πανταχοῦ, καὶ πάντα θαυματουργῶν.
[09999]
Οὕτω καὶ ἡ Ῥε-βέκκα ποτὲ, ἐπειδὴ σφόδρα ἐξήρτητο τοῦ παιδὸς, καὶ κλοπὴν εἰργάζετο, καὶ οὐκ ᾐσχύνετο μὴ ἁλῷ, οὐδὲ ἐδεδοίκει·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0016283333
[00576]
Ὅρα γοῦν πῶς καὶ ὁ Παῦλος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουμένης, καὶ τοιαύτην τιμὴν ἐπανῃρημένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους.
[00583]
Καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς.
[00590]
Καίτοι καὶ ἐκεῖ εἰργάζετο·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0741963625
[00431]
οὐ γὰρ ἅμα ἐγεννήθη, εἰργάζετο τὰ σημεῖα.
[02973]
Εἰ γὰρ ὅσον ἐβουλόμεθα δεχομένη ἡ γαστὴρ τὸ πᾶν εἰργάζετο, καὶ τῷ σώματι παρέπεμπε, μυρίους ἂν εἶδες πολέμους καὶ μάχας.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0656658590
[06484]
Καὶ Πέτρος δὲ οὐκ ἐπάλαιε τῷ διαβόλῳ, ἀλλ' ὃ τοῦ παλαῖσαι βέλτιον ἦν, τοῦτο εἰργάζετο.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0574866176
[02194]
ὅπερ καὶ ἀγάπην οὐ μικρὰν εἰργάζετο ἐν ἑκατέρῳ τῷ μέρει.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0020865977
[03232]
Τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0518498898
[04032]
οὐκ ἐπῃσχύνθη, ἀλλὰ δύο ἔτη εἰργάζετο.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0206203163
[00321]
Τοῦτο καὶ οἰκέτας βελτίους εἰργάζετο, μανθάνοντας ὡς οὐδὲν ἐκ τῆς δουλείας παραβλαβήσονται, τὴν ὄντως ἐλευθερίαν ἔχοντες·
[04439]
ἡ δὲ ἀμετρία αὐτῶν μὴ χαλινουμένη, τοῦτο εἰργάζετο.
[04670]
Εἰ μὴ γὰρ ἐν τῇ σαρκὶ νίκη γέγονεν, οὐχ οὕτω θαυμαστὸν ἦν, ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο·
[09999]
Ὅταν γὰρ εἴπῃ, Ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, τοῦτο λέγει, τὴν διδασκαλίαν, τὴν περὶ βασιλείας φιλοσοφίαν, τὴν τῶν ἔργων, καὶ τῆς πολιτείας ἐπίδειξιν, τοὺς νεκροὺς τοὺς ἐγειρομένους, τοὺς δαίμονας τοὺς ἐλαυνομένους, τοὺς θεραπευομένους τυφλοὺς, τοὺς πηδῶντας χωλοὺς, τὰ ἄλλα τεράστια, ἅπερ ἅπαντα εἰργάζετο τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν.
In illud Pater meus usque modo operatur
Ante [Go Back]
000-00-00 Serial Number=0538781285
[00126]
Οὐδέποτε γὰρ, γυναικὸς κυούσης ἐν σαββάτῳ, ἡ φύσις ἀνέμεινε τὸν νόμον, καὶ ἐξεδέξατο παρελθεῖν τὸ σάββατον, καὶ τότε λυθῆναι τὰς ὠδῖνας, ἀλλὰ εἰργάζετο τὸ ἑαυτῆς ἔργον καὶ σαββάτου ὄντος.
In illud Pater si possibile est transeat
Ante [Go Back]
000-00-00 Serial Number=0541474164
[00055]
οὕτω καὶ ὁ Χριστὸς οὐ πρὸ τοῦ σταυροῦ μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ σταυρῷ, καὶ ἐν αὐτῇ τῇ τελευτῇ φοβερὸς ἦν, καὶ τὰ μεγάλα τότε εἰργάζετο θαύματα, ἥλιον ἀποστρέφων, πέτρας τέμνων, τὴν γῆν κλονῶν, τὸ καταπέτασμα σχίζων, τὴν γυναῖκα τοῦ Πιλάτου δεδιττόμενος, τὸν Ἰούδαν ἐλέγχων.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0969613791
[00159]
∆ιὰ ταῦτα καὶ Παῦλος εἰργάζετο διηνεκῶς, οὐκ ἐν ἡμέρᾳ μόνῃ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ νυκτί·
[00164]
Ἄνθρωπος δαίμοσιν ἐπιτάττων, τῆς οἰκουμένης διδάσκαλος ὢν, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας ἐπιτραπεὶς, καὶ τὰς ὑφ' ἡλίῳ κειμένας Ἐκκλησίας ἁπάσας, καὶ δήμους καὶ ἔθνη καὶ πόλεις μετὰ πολλῆς θεραπεύων ἐπιμελείας, νύκτα καὶ ἡμέραν εἰργάζετο, καὶ οὐδὲ μικρὸν ἀνέπνει τῶν πόνων ἐκείνων.
In illud Si qua in Christo nova creatura
Ante [Go Back]
000-00-00 Serial Number=0064040124
[00180]
οὐκ ἀπῆλθε πρὸς βασιλέας, οὐδὲ ἀπῆλθε πρὸς πλουσίους, οὐκ ἀπῆλθε πρὸς εὐπόρους, ἀλλὰ πρὸς σκηνοποιοὺς ἀπῆλθε διὰ τὸ ὁμότεχνον, καὶ οὐκ ᾐσχύνετο ἐκκαλύπτων ἑαυτοῦ τὸ ἐπιτήδευμα, ἀλλὰ πᾶσι τοῦτο κατάδηλον εἰργάζετο.
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0581725478
[00027]
Ὅτε δὲ τὸν παναρμόνιον τουτονὶ κόσμον εἰργάζετο, τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας.
In parabolam Samaritani
Ante [Go Back]
000-00-00 Serial Number=0813276350
[00011]
ὅτε δὲ παρήκουσε τοῦ Θεοῦ, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν, ἀλλ' ἀπηνέχθη τῇ ἀπάτῃ τοῦ ὄφεως, τότε κατέβη εἰς Ἱεριχὼ, τουτέστιν, εἰς τὴν γῆν, καὶ τὰ τῆς γῆς εἰργάζετο·
In poenitentiam Ninivitarum
Ante [Go Back]
000-00-00 Serial Number=0202302933
[00084]
Ἡ γῆ σειομένη κλόνον πολὺν εἰργάζετο ταῖς ψυχαῖς.
In sanctum Julianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0471685588
[00072]
ὅσῳ τὴν θλῖψιν ἐπέτεινεν εἰς χρόνου μῆκος, τοσούτῳ τὴν ὑπομονὴν αὐτοῦ δοκιμωτέραν εἰργάζετο.
In sanctum Stephanum protomartyrem
Ante [Go Back]
000-00-00 Serial Number=0291650414
[00054]
Θαυμάτων ὁ ἀριστεὺς ἐνεδείκνυτο πλήθη, τεραστίων πλῆθος ὁ Χριστοῦ εἰργάζετο στρατιώτης·
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0134917557
[00630]
Ἄλλως δὲ λανθανόντως τοῦτο εἰργάζετο, καὶ πρὸ τούτου Θεὸς ὢν, καὶ οὐ τότε φανεὶς, ὥστε εἰκότως ἀμφισβητοῖτε.
Quod nemo laeditur nisi a se ipso
Ante [Go Back]
[00238]
καὶ τῇ ἀρρωστίᾳ ἐρημία τῶν προστησομένων καὶ ἀπορία τῶν θεραπευόντων ἥτις καὶ τὴν ἀρρωστίαν καὶ τὴν πενίαν πικροτέραν εἰργάζετο.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»