Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἱερωσύνης [96]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἱερωσύνης


000-00-00 Serial Number=0517133355
Ad viduam juniorem Ante [Go Back]  
 [00035]  Οὐχ ὅτι ἡ χηρεία μείζων ἱερωσύνης ἐστίν, ἀλλ' ὅτι μείζονα αὗται πόνον ἐκείνων ἔχουσι, πραγμάτων αὐτὰς πολλῶν πολλαχόθεν περιρρεόντων δημοσίων καὶ ἰδιωτικῶν.
000-00-00 Serial Number=0915499985
Adversus Judaeos Ante [Go Back]  
 [02090]  βούλει σοι τοὺς περὶ τῆς ἱερωσύνης λαλήσω νόμους, πῶς τὸ παλαιὸν ἐγίνοντο, ἵνα μάθῃς ὅτι οὗτοι οἱ νῦν πατριάρχαι παρ' ὑμῖν λεγόμενοι οὐχ ἱερεῖς εἰσιν, ἀλλὰ ἱερεῖς ὑποκρίνονται, καὶ παίζουσι καθάπερ ἐν τῇ σκηνῇ, μᾶλλον δὲ οὐδὲ ὑπόκρισιν διατηρῆσαι δύνανται·
 [02120]  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς σεμνὸν τὸ τῆς ἱερωσύνης ἦν ἀξίωμα.
 [02278]  Πλὴν ἀλλ' ἐπειδὴ ἀγὼν ἡμῖν ἐστι καὶ σπουδὴ, οὐκ ἐκείνους ἐπιστομίσαι μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην σοφίσαι, φέρε τοῦτο αὐτὸ ἑτέρωθεν ἀποδείξωμεν, οἷον ὅτι καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῆς ἱερωσύνης αὐτῶν πέπαυται, ὡς μηκέτι πάλιν ἐπανελθεῖν ἐπὶ τὸ πρότερον ἔθος.
 [02380]  Φέρε δὴ λοιπὸν, ὃ πάλαι ἐσπουδάζομεν δεῖξαι, ὅτι καὶ τῆς ἱερωσύνης ὁ τρόπος ἐκεῖνος οὐκ ἔτι φαίνεται, οὐδὲ ἐπανήξει πάλιν, ῥητῶς τοῦτο καὶ σαφῶς ἀπὸ τῶν Γραφῶν αὐτῶν ποιήσωμεν φανερὸν, ὀλίγα πρότερον ὑμῖν προειπόντες, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν.
 [02390]  Ἀλλὰ καὶ πρὸ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσαὰκ, ἐπὶ τοῦ Ἀβραὰμ, οὔπω γενομένου Μωϋσέως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευϊτικῆς δήλης οὔσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἱερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων ἀρχὴν λαβόντος, ἐγένετό τις Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
 [02430]  Ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε·
 [02435]  Πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ' ἡμᾶς ἱερωσύνης, ὅταν Ἀβραὰμ ὁ πατριάρχης τῶν Ἰουδαίων, ὁ πρόγονος τῶν Λευϊτῶν, εὑρίσκηται ὑπὸ τοῦ Μελχισεδὲκ εὐλογούμενος, καὶ δεκάτας διδούς.
 [02460]  Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
 [02466]  ∆ιὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
 [02469]  Ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος ἔλεγε, Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται, καὶ τούτων δημιουργὸς εἷς ἐστιν.
 [02470]  Ἐπειδὴ γὰρ τὸ πλέον τῶν νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ δὲ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης, καὶ νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει.
 [02472]  Πρόδηλον [48.925] γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωσῆς ἐλάλησεν.
 [02475]  Εἰ γὰρ ὁ τύπος τοιοῦτος, καὶ τῆς ἱερωσύνης τῆς Ἰουδαϊκῆς λαμπρότερος ἦν, πολλῷ μᾶλλον αὐτὴ ἡ ἀλήθεια·
 [02486]  Ἤδη μὲν οὖν καὶ τοῦτο λοιπὸν συναποδέδεικται, ὅτι τῆς ἱερωσύνης μετατεθείσης, καὶ νόμου μετάθεσιν ἐξ ἀνάγκης εἰκὸς ἦν γενέσθαι.
000-00-00 Serial Number=0420290232
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00258]  Ἐπειδὴ γὰρ τὸν νέον ἐκεῖνον ἀπώλεσεν ἀπὸ τοῦ φόνου πρὸς τὴν ὕβριν τὴν εἰς τὸν νεὼν ὥρμησε καὶ πάλιν ἐκ ταύτης ὁδῷ προβαίνων εἰς τὴν κατὰ τῆς ἱερωσύνης ἀπόνοιαν ἐπαπεδύσατο, καὶ τὸν ἅγιον σιδήρῳ δήσας καὶ εἰς δεσμωτήριον ἐμβαλὼν οὕτω τέως ἐκόλαζε δίκην αὐτὸν τῆς εὐεργεσίας ἀπαιτῶν καὶ ὑπὲρ ὧν θαυμάζειν ἔδει καὶ στεφανοῦν καὶ τῶν γεγεννηκότων μᾶλλον τιμᾶν ὑπὲρ τούτων τὰ τῶν κακούργων ὑπομένειν ἠνάγκαζε δεσμὰ καὶ τὴν ἀπὸ τῶν δεσμῶν ταλαιπωρίαν περιθείς.
 [00704]  ἤμυνε τοῖς τοῦ Θεοῦ νόμοις ὑβριζομένοις, ἔλαβεν ὑπὲρ τοῦ τετελευτηκότος δίκην ἣν ἔδει, ἔδειξεν ὅσον ἱερωσύνης καὶ βασιλείας τὸ μέσον, κατέλυσε πάντα τὸν τοῦ κόσμου τῦφον, κατεπάτησε τοῦ βίου τὴν φαντασίαν, ἐπαίδευσε τοὺς βασιλεῖς μὴ πέρα τοῦ δοθέντος αὐτοῖς παρὰ τοῦ Θεοῦ μέτρου τὴν ἐξουσίαν προάγειν, ἔδειξε τοῖς ἱερωμένοις πῶς ταύτης προίστασθαι τῆς ἀρχῆς δεῖ.
000-00-00 Serial Number=0493749082
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00090]  Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν, κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα, μετὰ τὸ μυρία ἐπεύξασθαι, καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν, τούτῳ σφραγίζομεν, ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν.
000-00-00 Serial Number=0447383761
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01032]  [7.6] Ὥσπερ γὰρ ὁ χειροτονούμενος ἄρχων, ἂν μὴ δεόντως τὸ πρᾶγμα μετίῃ, καὶ μείζονός ἐστι κολάσεως ἄξιος, οὕτω κἂν μὴ χειροτονηθῆ τις, μεταχειρίζῃ δὲ προσηκόντως, οὐ λέγω τὰ τῆς ἱερωσύνης, ἀλλὰ τὰ τῆς τῶν πολλῶν προνοίας, τοῦ παντὸς ἄξιός ἐστι.
000-00-00 Serial Number=0251946032
De sacerdotio Ante [Go Back]  
 [00051]  ἡ δὲ φήμη ἦν, εἰς τὸ τῆς ἱερωσύνης ἡμᾶς ἀξίωμα μέλλειν παράγεσθαι.
 [00598]  μάλιστα τῶν τῆς ἱερωσύνης ἀπείρξομεν περιβόλων·
 [00662]  Καὶ οὐ τὴν πολιὰν ἀτιμάσαι βουλόμενος, οὐδὲ νομοθετῶν τοὺς ἀπὸ χοροῦ μοναζόντων ἥκοντας πάντως ἀπείργεσθαι τῆς τοιαύτης ἐπιστασίας ταῦτα εἶπον νῦν συνέβη γὰρ πολλοὺς καὶ ἐξ ἐκείνης ἐλθόντας τῆς ἀγέλης εἰς ταύτην διαλάμψαι τὴν ἀρχήν , ἀλλ' ἐκεῖνο δεῖξαι σπουδάζων ὅτι εἰ μήτε εὐλάβεια καθ' ἑαυτήν, μήτε γῆρας μακρὸν ἱκανὰ γένοιτ' ἂν δεῖξαι τὸν κεκτημένον ἱερωσύνης ἄξιον ὄντα, σχολῇ γ' ἂν αἱ προειρημέναι προφάσεις τοῦτο ἐργάσαιντο.
 [00848]  Καί, εἰ βούλει γε, ἀπὸ τῆς βασιλείας πρῶτον ἧς οὐ τοσοῦτος ὅσος τῆς ἱερωσύνης τῷ Θεῷ λόγος παρέξω σοι τούτων ὧν εἶπον τὴν πίστιν.
 [01450]  Ἐκ παραδειγμάτων παράστασις καὶ τῆς ὀδύνης τῆς διὰ τὴν προσδοκίαν τῆς ἱερωσύνης γενομένης καὶ τοῦ φόβου Ἆρά σοι δοκοῦμεν λόγον ἔχοντα πεφοβῆσθαι φόβον;
000-00-00 Serial Number=0279360294
De sacerdotio lib 7 Ante [Go Back]  
 [00001]  ΤΟΥ ΑΥΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Περὶ ἱερωσύνης λόγος ἕβδομος.
 [00002]  Ὦ θαῦμα παράδοξον! ὦ δύναμις ἄῤῥητος! ὦ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης·
 [00004]  Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης, τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως.
 [00017]  ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ τοῦ βαθμοῦ τῆς ἱερωσύνης.
 [00021]  Καὶ πρόσχωμεν, ἀδελφοὶ, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν διήγημα, ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις ἁμαρτιῶν βροτοῖς οὐ δίδοται·
 [00024]  Τί ἐστιν ὃ πρώην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης;
 [00041]  Πέτρος ὁ κληθεὶς Κηφᾶς, ὁ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ὁ μαρτυρηθεὶς ὑπὸ τοῦ μεγάλου ποιμένος ὅτι Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν.
 [00048]  Εἶδες θαυματουργίαν τῆς ἱερωσύνης;
 [00060]  Μάθωμεν οὖν, ἀδελφοὶ, ὅτι μέγα ἐστὶ καὶ ὑπέρογκον τὸ τῆς ἱερωσύνης ἀξίωμα.
 [00062]  Πάντες οὖν εἰλικρινῶς τιμήσωμεν τοὺς τὸν βαθμὸν ἔχοντας τῆς ἱερωσύνης, γινώσκοντες ὅτι εἴ τις τῶν φίλων τοῦ βασιλέως φιλεῖ, τοῦτον πολλῷ πλέον ἀγαπᾷ ὁ βασιλεύς.
 [00072]  Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὦ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν τῇ ἀλαζονείᾳ σου λαβεῖν ἀναξίως τὸν τῆς ἱερωσύνης βαθμὸν, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐν τοῖς ἀλαζονικῶς κεχειροτονημένοις.
 [00075]  Πάλιν δὲ καὶ Μαριὰμ ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσῇ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα λεπρωθεῖσα ἑπτὰ ἡμέρας ἀφορισθῇ ἔξω τῆς παρεμβολῆς.
 [00081]  Ἠξιώθης οὖν, ἀδελφὲ, κομίσασθαι βαθμὸν ἱερωσύνης;
000-00-00 Serial Number=0561314285
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03487]  Ἐπεὶ οὖν ὁ ἱερεὺς κατεφρονήθη, καὶ λόγος ἱερωσύνης ἐπατεῖτο, καὶ οὐδὲν ἠδύνατο οὐκέτι λοιπὸν, ἢ μόνον ἐλέγχειν, καὶ παῤῥησίαν ἐπιδείκνυσθαι, ὁ δὲ καὶ ὅπλα ἐκίνει, καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς φησιν·
 [04165]  Μείζων ὄντως ἡ τῆς ἱερωσύνης ἀρχὴ τῆς ἀρχῆς τῆς βασιλικῆς, καὶ τοσοῦτον μείζων, ὅσον ὁ μὲν βασιλεὺς σώματα ἐμπεπίστευται, ὁ δὲ ἱερεὺς ψυχάς.
 [09999]  Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε, Χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα.
 [09999]  Οὐκ ἐμοῦ καταφρονεῖς, ἀλλὰ τῆς ἱερωσύνης·
000-00-00 Serial Number=0560361981
Expositiones in Psalmos Ante [Go Back]  
 [02677]  Νῦν δὲ ὁ μὲν Φινεὲς, ἵνα μίαν ἀνέλῃ πόρνην, οὕτως εὐδοκίμησε παρὰ τῷ Θεῷ, ὡς καὶ ἱερωσύνης ἀξιωθῆναι, καὶ τοσαύτης τιμῆς·
 [02681]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
 [04440]  Νῦν δὲ ὁ μὲν Φινεὲς, ἵνα μίαν ἀνέλῃ πόρνην, οὕτως εὐδοκίμησε παρὰ τῷ Θεῷ, ὡς καὶ ἱερωσύνης ἀξιωθῆναι, καὶ τοσαύτης τιμῆς·
 [04444]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
000-00-00 Serial Number=0215989888
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04553]  τὸ γὰρ αἰδέσιμον τῆς ἱερωσύνης, ἱκανὸν αὐτοὺς ποιῆσαι ἀξιοπίστους, οὓς ἔδει τοὺς ἄλλους καταστέλλειν, οὗτοι τὸν δῆμον ἐκκαίουσιν, οὗτοι τὴν ὀργὴν τοῦ πλήθους ἀναῤῥιπίζουσι, καὶ οὐδὲ ἀναμένουσι τὴν ψῆφον τῶν δικαζόντων.
000-00-00 Serial Number=0728293180
In Acta apostolorum Ante [Go Back]  
 [01138]  Ὅταν ἐπιθυμήσῃς ἱερωσύνης, ἀντίστησον τὴν γέενναν, ἀντίστησον τὰς εὐθύνας τὰς ἐκεῖ, ἀντίστησον τὸν ἀπράγμονα βίον, ἀντίστησον τῆς κολάσεως τὸ μέτρον·
000-00-00 Serial Number=0441322267
In adorationem venerandae crucis Ante [Go Back]  
 [00082]  χαίροις, σταυρὲ, πίστεως κρηπὶς, καὶ ἱερωσύνης τελείωσις·
000-00-00 Serial Number=0489918113
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01197]  Ὅταν γὰρ αὐτὸν ἴδῃς πῦρ ἔχοντα καὶ μάχαιραν καὶ θυσιαστηρίῳ ἐφεστῶτα, τί λοιπὸν ἀμφιβάλλεις ὑπὲρ τῆς ἱερωσύνης;
 [02271]  ∆ιὸ καὶ σαφῶς ὁ Παῦλος ἑρμηνεύων αὐτὸ, φησὶν, ὅτι Μετατιθεμένης τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
000-00-00 Serial Number=0968581259
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01010]  Τὸ τῆς διδασκαλίας καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα μέγα ἐστὶ καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγαγεῖν.
000-00-00 Serial Number=0096739769
In epistulam ad Colossenses Ante [Go Back]  
 [01067]  Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα.
 [01087]  Οὐκ ἐμοῦ καταφρονεῖς, ἀλλὰ τῆς ἱερωσύνης·
000-00-00 Serial Number=0707320392
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02452]  ∆ιὰ τοῦτο ὁρίζεται πρῶτον τί ἐστιν ἱερεὺς, καὶ δείκνυσι τίνα ἔχει ἱερέως, καὶ τίνα σύμβολα γίνεται ἱερωσύνης·
 [02456]  Οὕτω δὴ καὶ ἐνταῦθα τέμνει τῆς ἱερωσύνης τὴν ἑτέραν ὁδὸν, ἀπὸ τῶν φθασάντων αὐτὴν προτιθείς.
 [02481]  Ἐνταῦθά μοι δοκεῖ καὶ τῶν Ἰουδαίων αἰνίττεσθαι τοὺς ἱερέας, ὡς οὐκ ὄντας ἱερέας, τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας.
 [02573]  Μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιμᾷ, δεικνὺς, ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους εἶναι, πλέον ἐνδιέτριβε τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται.
 [03788]  Τοσαύτη, φησὶ, τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὥστε τοὺς ὁμοτίμους ἀπὸ προγόνων καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων.
 [03950]  μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
 [03952]  Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐ δὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν.
 [03954]  Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, φησίν.
 [03956]  Καὶ οὐδέπω εἰς αὐτὰ τὰ πράγματα ἐμβαίνει, ἀλλ' ἀπὸ τῆς ἱερωσύνης τέως μάχεται καὶ τῆς διαθήκης.
 [03961]  Τῆς νῦν ἱερωσύνης, καὶ τῆς Ἰουδαϊκῆς.
 [03963]  ἀφ' οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τῆς ἱερωσύνης, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν [63.102.30] Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν;
 [03967]  Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν.
 [03971]  εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δῆλον ὅτι ὡς ἀτελεστέρων ὄντων ἐκείνων.
 [03975]  Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης, φησὶν, ἦν·
 [03976]  τουτέστι, τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν.
 [03990]  Τίς οὖν ἑτέρας ἦν ἱερωσύνης χρεία, εἰ τὸ τέλειον εἶχε;
 [03991]  Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται·
 [03997]  τέως δὲ ἀπὸ τῆς ἱερωσύνης μάχεται.
 [04011]  Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, φησί.
 [04020]  Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερωσύνης οὐδὲν Μωϋσῆς ἐλάλησεν.
 [04022]  Κἀγώ φημι καὶ οἶδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν αὕτη ἡ φυλὴ, οὐδέ τις ἀπὸ ταύτης ἱεράτευσε·
 [04042]  Τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρας, τὸ διάφορον, ὅσον κρείττων ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε.
 [04390]  πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης.
 [04620]  Ἔδειξεν ἀπὸ τοῦ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἔμελλεν ἔχειν ἐκείνη·
000-00-00 Serial Number=0827910066
In epistulam ad Philippenses Ante [Go Back]  
 [03036]  Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ οὐ φείδομαι, ἀλλ' ἀνάξιον αὐτὸν εἶναι τῆς ἱερωσύνης φημί.
000-00-00 Serial Number=0796646416
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  ἐνταῦθα δὲ ἀνάγκην ἱερωσύνης τίθησιν.
000-00-00 Serial Number=0336421251
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00108]  Ἄλλως δὲ, ὅταν λέγῃ, Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, περὶ τῆς ἐν τῷ βήματι διδασκαλίας λέγει, περὶ τῆς ἐν κοινῷ διαλέξεως, καὶ τῆς κατὰ τὸν ἱερωσύνης λόγον·
 [00509]  Ἀλλ' ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ πῶς οὐ θέμις τὸν ὑποτεταγμένον καὶ ἐν τάξει λαϊκῶν ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους πάντας ἐκ πολλῆς φοβῶν τῆς ὑπερβολῆς, καὶ πείθων μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις.
 [00510]  Εἰ γὰρ δὴ μέλλοιεν ἕκαστοι ἐπὶ προφάσει τοῦ τὰ κακῶς γινόμενα διορθοῦν εἰς τὸ τῆς ἱερωσύνης εἰσάγειν ἑαυτοὺς ἀξίωμα, οὔτε πρόφασις ἐπιλείψει διορθώσεώς ποτε, οὔτε ἄρχοντα, οὔτε ἀρχόμενον διαγνωσόμεθα, ἀναμεμιγμένων πάντων ἀλλήλοις.
000-00-00 Serial Number=0066645086
In illud Vidi dominum Ante [Go Back]  
 [00414]  Μείζονα γὰρ τῆς οἰκείας φρονήσας ἀξίας, ἐπεπήδησε τῇ τῆς ἱερωσύνης ἀρχῇ.
 [00937]  Βασιλεὺς ὢν ἱερωσύνης ἀρχὴν ἁρπάζει.
 [00940]  ἄλλοι ὅροι βασιλείας καὶ ἄλλοι ὅροι ἱερωσύνης·
 [00944]  ὁ δὲ τῆς ἱερωσύνης θεσμὸς ἄνω κάθηται.
 [00951]  οὐκ ἔγκλημα τῆς ἱερωσύνης, ἀλλὰ τῆς κακῆς γνώμης.
 [00961]  Ἐὰν ἦ χριστιανὸς φαῦλος, μὴ τοῦ δόγματος κατηγόρει καὶ τῆς ἱερωσύνης, ἀλλὰ τὸν ἀπὸ ῥᾳθυμίας φαῦλον γενόμενον μέμφου, μᾶλλον δὲ μὴ μέμφου, ἀλλ' ὥστε μεταβάλλεσθαι αὐτὸν εὔχου καὶ δάκρυε.
 [00999]  Ἐπεὶ οὖν οὐ καλῶς ὁ ἱερεὺς κατεφρονήθη καὶ λόγος ἱερωσύνης ἐπατεῖτο καὶ οὐδὲν ἠδύνατο οὐκέτι ὁ ἱερεύςἱερέως γὰρ ἐλέγχειν ἐστὶ μόνον καὶ παρρησίαν ἐπιδείκνυσθαι, οὐχ ὅπλα κινεῖν, οὐδὲ ἀσπίδας ἁρπάζειν, οὐδὲ δόρυ σείειν, οὐδὲ τόξον τείνειν, οὐδὲ βέλος πέμπειν, ἀλλὰ μόνον ἐλέγχειν καὶ παρρησίαν ἐπιδείκνυσθαι, ἐπειδὴ οὖν ἤλεγχεν ὁ ἱερεύς, οὐκ εἶξε δὲ ὁ βασιλεύς, ἀλλὰ ὅπλα ἐκίνει καὶ ἀσπίδας καὶ δόρατα καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς, ὥσπερ δικαιολογούμενος πρὸς τὸν Θεόν, φησίν·
 [01112]  ὁ δὲ τῆς ἱερωσύνης θρόνος ἐν τοῖς οὐρανοῖς ἵδρυται καὶ τὰ ἐκεῖ διέπειν ἐπιτέτραπται.
 [01124]  Ἀλλὰ περὶ μὲν ἱερωσύνης καὶ ὅσον τῆς ἀξίας τὸ μέγεθος ἐν ἑτέρῳ καιρῷ δηλώσομεν·
000-00-00 Serial Number=0764828563
In principium Actorum Ante [Go Back]  
 [00272]  κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας.
000-00-00 Serial Number=0191213191
Oratio de hypapante Ante [Go Back]  
 [00007]  Ἀλλ' ἐπειδή τινες ἐθρύλησαν περὶ τοῦ ἀρτίως ἀναγνωσθέντος, ὅτι διατί τὸ μὴ συντεῖνον εἰς τὴν παροῦσαν πανήγυριν νῦν προσεφωνήσαμεν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην τοῖς θεσπίσμασι τῆς ἱερωσύνης ἄγεσθαι, καὶ μηδὲν ἀμφιβάλλειν τῶν παρὰ τῶν πατέρων θεσπιζομένων.
000-00-00 Serial Number=0786754131
Post reditum a priore exsilio Ante [Go Back]  
 [00069]  οὐδὲ τὸν τόπον ᾐδέσθης, ἄθλιε καὶ ταλαίπωρε, οὐδὲ τῆς ἱερωσύνης τὸ ἀξίωμα, οὐδὲ τῆς ἀρχῆς τὸ μέγεθος.
000-00-00 Serial Number=0063546836
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00069]  Ὑπεξαιρεῖται ἡ τοῦ Λευὶ, καὶ ἀφορίζεται τῇ τάξει τῆς ἱερωσύνης·
 [01220]  Ἀναιρεῖ τὸν Ὀρνίαν ὁ Σολομῶν, ὅτι τὴν Ἀβισὰκ ᾔτησε, καὶ τὸν Ἀβιάθαρ ἐξέβαλε τῆς ἱερωσύνης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»