Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἱερέων [126]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἱερέων


000-00-00 Serial Number=0503045440
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00895]  Εἰ δὲ τότε ταῦτα ἐγίνετο, καὶ νόμων ὄντων, καὶ ἀρχόντων, καὶ δικαστηρίων, καὶ ἱερέων, καὶ προφητῶν, καὶ κολάσεων, ἐννόησον μεθ' ὅσης ὑπερβολῆς ἅπαντα ἐτολμᾶτο ἐπὶ τοῦ Νῶε, ὅτε τούτων οὐδὲν κατεῖχεν αὐτούς.
 [01520]  Βλέπων γὰρ εἰς αὐτὸν, ἀεὶ τῆς ἀπωλείας ἐμέμνητο τῶν ἱερέων·
 [01522]  Καὶ γὰρ εἰ μηδὲν ἕτερον τὸ ἐνοχλοῦν ἦν, ἱκανὸν τρῶσαι ψυχὴν καὶ ἀνελεῖν τὸ ἱερέων σφαγέα λογίζεσθαι τοσούτων ἑαυτόν.
 [01689]  Μετὰ τὴν παῤῥησίαν τὴν πρὸς τὸν Ἀχαὰβ, μετὰ τὴν τοῦ πυρὸς καταπομπὴν, μετὰ τὴν τῶν ἱερέων σφαγὴν, μετὰ τὸ κλεῖσαι καὶ ἀνοῖξαι τὸν οὐρανὸν, καθ' ὃν ἐβούλετο ἀμφότερα χρόνον, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα, οὕτως ἐκρατεῖτο τῷ φόβῳ καὶ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ὡς ταῦτα τὰ ῥήματα φθέγγεσθαι·
000-00-00 Serial Number=0512207091
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00001]  Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς τοὺς σκανδαλιζομένους ἐπὶ ταῖς παρανομίαις ταῖς γινομέναις καὶ τῇ τοῦ λαοῦ καὶ πολλῶν ἱερέων διώξει καὶ διαστροφῇ καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας καὶ περὶ ἀκαταλήπτου.
 [00714]  [13.1] Ποίων γὰρ ἱερέων ἀπήλαυσεν ὁ Ἀβραάμ, εἰπέ μοι;
 [00802]  καίτοι μὴ προφητῶν, μὴ εὐαγγελιστῶν, μὴ ἱερέων, μὴ διδασκάλου, μὴ ἄλλου τινὸς ἀκούσας ὑπὲρ ἀρετῆς συμβουλεύοντος.
 [01044]  καίτοι τί γένοιτ' ἂν πονηρότερον ἱερέων, ὧν ὁ ζῆλος ἀπολλύειν ἔμελλε τοὺς μιμουμένους;
000-00-00 Serial Number=0716838837
Adversus Judaeos Ante [Go Back]  
 [00873]  ἀλλὰ ἓν μόνον ζητῶ, ὅπως ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἅπαντα ποιῶμεν, ὅπως μὴ, νηστευόντων ἡμῶν καὶ τοῦ δήμου παντὸς, καὶ τῶν ἱερέων τὰς κοινὰς ποιουμένων ὑπὲρ τῆς οἰκουμένης ἱκετηρίας, σὺ μένῃς μεθύων ἐπὶ τῆς οἰκίας.
 [02430]  Ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε·
 [02434]  οἱ γὰρ λαϊκοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται.
 [02656]  μὴ εἴπῃς πρὸς σεαυτὸν, Κοσμικός εἰμι ἀνὴρ, γυναῖκα ἔχω καὶ παῖδας, ταῦτα τῶν ἱερέων ἐστὶ, ταῦτα τῶν μοναχῶν.
000-00-00 Serial Number=0094093502
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00191]  Οὐδὲν σωματικὸν ἐνταῦθα πωλεῖται, ἀλλὰ ἀκρόασις θείων λογίων, εὐχαὶ Πατέρων, εὐλογίαι ἱερέων, ὁμόνοια, καὶ εἰρήνη καὶ συμφωνία, πνευματικὰ τὰ δῶρα, πνευματικὸς ὁ μισθός.
000-00-00 Serial Number=0926379800
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00186]  ὑπὲρ τῶν συνεδρευόντων ἡμῖν ἱερέων πολλὰ αὐτῷ διαλέχθητε, ὑπὲρ τοῦ ἀνθρωπείου γένους, ὥστε μὴ ἡμῖν χρημάτων λοιπάδας ἀλλὰ ἁμαρτημάτων ἀφεῖναι.
000-00-00 Serial Number=0724870026
De Anna i Ante [Go Back]  
 [00430]  Ἀκουέτωσαν ὅσοι καταφρονοῦσιν ἱερέων, μανθανέτωσαν ὅσην εὐλάβειαν οὗτος περὶ βασιλέα ἐπεδείξατο.
 [00440]  Ταῦτα δὲ λέγω, οὐχὶ τῶν ἱερέων κατηγορεῖν βουλόμενος·
000-00-00 Serial Number=0880851984
De incomprehensibili dei natura Ante [Go Back]  
 [00800]  Ἐνταῦθα γάρ ἐστί τι πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία καὶ τῆς ἀγάπης ὁ σύνδεσμος καὶ αἱ τῶν ἱερέων εὐχαί.
000-00-00 Serial Number=0446048200
De paenitentia sermo 1 Ante [Go Back]  
 [00160]  Μετὰ τοῦτο ὅτε λοιπὸν προκηρυχθῇ πάντα, καὶ καταπαύσουσιν οἱ πρόδρομοι καὶ λειτουργοὶ κηρύσσειν καὶ μηνύειν τοῦ ∆εσπότου τὴν ἐπὶ τοῦ ἄμβωνος ἄνοδον, τῶν ἱερέων τέως καθεζομένων, καὶ τῶν λειτουργῶν σιωπησάντων, καὶ τῆς ὥρας καταφθανούσης τοῦ ἀναφανῆναι ἐφ' ὑψηλοῦ τόπου τὸν ἀκόρεστον ∆εσπότην καὶ Κύριον τῆς δόξης, καὶ τοῦ λαοῦ τὰς ἀκοὰς ἑτοιμάζοντος πρὸς ἀκρόασιν τῶν θεολέκτων καὶ ζωοποιῶν ῥημάτων, καὶ ὠθούντων ἑαυτοὺς, καὶ τῷ ἄμβωνι πλησιαζόντων, καὶ σιγῆς πολλῆς γενομένης, ὅτε λοιπὸν οὐκ ἔξεστί τινα καθέζεσθαι, οὐκ ἀρχιερέα, οὐχ ἱερέα, οὐ βασιλέα ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης τοῦ ἀναφαινομένου, κράζουσιν ἐν δυνάμει οἱ τὴν τῶν ἀγγέλων ἐπέχοντες τάξιν, λέγοντες πρὸς πάντας μικρούς τε καὶ μεγάλους·
000-00-00 Serial Number=0588533282
De precatione [2] Ante [Go Back]  
 [00034]  Τῶν γὰρ ἱερέων τῆς Βάαλ πανημέριον ἐπικαλουμένων τὸ εἴδωλον, αὐτὸς ἐκ καθαρᾶς καρδίας τὴν φωνὴν ἀνατείνας, καὶ βοήσας καρδίᾳ καὶ στόματι, τὸ πῦρ κατήγαγεν ἐξ οὐρανῶν, μαρτυρία τῆς εὐχῆς τῆς δικαίας.
000-00-00 Serial Number=0834356844
De prophetiarum obscuritate Ante [Go Back]  
 [00575]  ∆ύνασαι μὲν εὔξασθαι, οὐ τοσαύτην δὲ δύναμιν ἔχει ἡ εὐχὴ, ὡς ὅταν [56.182] μετὰ τῶν μελῶν τῶν οἰκείων γίνηται, ὡς ὅταν ὁλόκληρον τὸ σῶμα τῆς Ἐκκλησίας ὁμοθυμαδὸν ἀναπέμπῃ τὴν δέησιν μιᾷ φωνῇ, ἱερέων παρόντων, καὶ τὰς εὐχὰς τοῦ κοινοῦ πλήθους ἀναφερόντων.
000-00-00 Serial Number=0514549732
De sacerdotio Ante [Go Back]  
 [00259]  ∆ιὰ τοῦτο πολλῆς χρεία τῆς μηχανῆς ἵνα πεισθῶσιν ἑκόντες ἑαυτοὺς ὑπέχειν ταῖς παρὰ τῶν ἱερέων θεραπείαις οἱ κάμνοντες, καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ χάριν εἰδῶσι τῆς ἰατρείας αὐτοῖς.
 [00457]  Ὅτι πολλὴ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή Εἰ γάρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἄνθρωπον ὄντα καὶ ἔτι σαρκὶ καὶ αἵματι πεπλεγμένον τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις.
 [00480]  Λέπραν σώματος ἀπαλλάττειν, μᾶλλον δὲ ἀπαλλάττειν μὲν οὐδαμῶς, τοὺς δὲ ἀπαλλαγέντας δοκιμάζειν μόνον εἶχον ἐξουσίαν οἱ τῶν Ἰουδαίων ἱερεῖς, καὶ οἶσθα πῶς περιμάχητον ἦν τὸ τῶν ἱερέων τότε·
 [00537]  καὶ ἐπειδὴ δι' ἑαυτῶν ἰσχύουσιν οὐδέν, δι' ἑτέρων ἅπαντα πράττουσι καὶ τοσαύτην περιβέβληνται δύναμιν ὡς τῶν ἱερέων καὶ ἐγκρίνειν καὶ ἐκβάλλειν οὓς ἂν θέλωσι·
 [00616]  Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ μικρότατα ταχέως κατάδηλα γίνεται.
 [00633]  Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσι προχωροῦν ἐκεῖνο, τὴν μεθ' ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι καὶ πάντα αὐτοῦ τὰ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων, οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες.
 [00657]  Ἐγὼ δὲ τοσούτου δέω ταύτας ἡγεῖσθαι τὰς αἰτίας ἀξιοπίστους εἶναι πρὸς τὴν τῶν ἱερέων δοκιμασίαν ὡς μηδὲ εἴ τις πολλὴν εὐλάβειαν ἐπιδείξαιτο, τὴν οὐ μικρὸν ἡμῖν πρὸς τὴν ἀρχὴν συντελοῦσαν ἐκείνην, μηδὲ τοῦτον ἀπὸ ταύτης εὐθέως ἐγκρίνειν τολμᾶν, εἰ μὴ μετὰ τῆς εὐλαβείας πολλὴν καὶ τὴν σύνεσιν ἔχων τύχοι.
 [01124]  καὶ γὰρ περὶ ἱερέων ἡμῖν ὁ λόγος νῦν.
 [01131]  Ὅταν δὲ περὶ ἱερέων διαλέγηται·
 [01314]  Σὺ δὲ οὔπω φρίττεις εἰς οὕτως ἱερὰν τελετὴν τοιαύτην εἰσάγων ψυχὴν καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια εἰς τὸ τῶν ἱερέων ἀναφέρων ἀξίωμα ὃν καὶ τοῦ λοιποῦ τῶν δαιτυμόνων χοροῦ ἐξέωσεν ὁ Χριστός;
 [01380]  τούτους γὰρ οὐδ' εἰς νοῦν βάλλεσθαι δεῖ, ὅταν ἱερέων ἐξέτασις ᾖ, ἀλλ' εἴ τις μετὰ τοῦ πᾶσιν ὁμιλεῖν καὶ συναναστρέφεσθαι δύναιτο τὴν καθαρότητα καὶ τὴν ἀταραξίαν, τήν τε ἁγιωσύνην καὶ καρτερίαν καὶ νῆψιν καὶ τὰ ἄλλα τὰ τοῖς μοναχοῖς προσόντα ἀγαθὰ φυλάττειν ἀκέραια καὶ ἀπαρασάλευτα μᾶλλον τῶν μεμονωμένων ἐκείνων.
 [01433]  Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα ἢ τὰ τῶν ἰδιωτῶν ∆ιά τοι τοῦτο καὶ τῶν Ἰσραηλιτῶν κατηγορῶν σφοδρότερον, τούτῳ δείκνυσιν αὐτοὺς μείζονος ὄντας κολάσεως ἀξίους τῷ μετὰ τὰς παρ' αὐτοῦ γενομένας εἰς αὐτοὺς τιμὰς ἁμαρτεῖν, ποτὲ μὲν λέγων·
 [01437]  Καὶ πρὸ τῶν προφητῶν δεῖξαι βουλόμενος ὅτι τὰ ἁμαρτήματα μείζονα ἐκδέχεται πολλῷ τὴν τιμωρίαν ὅταν ὑπὸ τῶν ἱερέων γίνηται ἢ ὅταν ὑπὸ τῶν ἰδιωτῶν, προστάττει τοσαύτην ὑπὲρ τῶν ἱερέων προσάγεσθαι τὴν θυσίαν ὅσην ὑπὲρ παντὸς τοῦ λαοῦ·
 [01442]  Αἱ γὰρ θυγατέρες τῶν ἱερέων αἷς οὐδεὶς πρὸς τὴν ἱερωσύνην λόγος ὅμως διὰ τὸ πατρικὸν ἀξίωμα τῶν αὐτῶν ἁμαρτημάτων πολὺ πικροτέραν ὑπέχουσι τὴν τιμωρίαν·
000-00-00 Serial Number=0908480346
De sacerdotio lib 7 Ante [Go Back]  
 [00040]  Ὦ δύναμις ἄῤῥητος ἡ καταπαύσασα οἰκῆσαι ἐν ἡμῖν δι' ἐπιθέσεως τῶν χειρῶν τῶν ἱερέων! ὦ τί μέγαν βαθμὸν ἔχει ἡ φρικτὴ ἱερωσύνη! Μακάριος ὑπάρχει ὅστις πολιτεύεται ἐν αὐτῇ ἁγνῶς καὶ ἀμώμως.
000-00-00 Serial Number=0360660672
De sancta pentecoste Ante [Go Back]  
 [00418]  διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἱερέων βλέπομεν χοροὺς, διδασκάλων ἔχομεν τάγματα·
000-00-00 Serial Number=0289703190
De siccitate Ante [Go Back]  
 [00035]  οἱ λαϊκοὶ, ἀφέντες τὰ ἑαυτῶν, ἕκαστος περισκοπεῖν τὰ τῶν ἱερέων περιεργάζονται, καὶ δικαστής ἐστιν ἀπαραίτητος.
000-00-00 Serial Number=0083325148
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00593]  Ἐνταῦθα γάρ ἐστι τὸ πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία, καὶ τῆς ἀγάπης ὁ σύνδεσμος, καὶ αἱ τῶν ἱερέων εὐχαί.
 [01371]  ταῦτα τῶν ἱερέων ἐστὶ, ταῦτα τῶν μοναχῶν.
 [09452]  μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία.
 [09478]  καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν;
 [09999]  ∆ιὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων.
 [09999]  Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προσφερόμενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώματος;
 [09999]  καὶ περὶ τῶν ἱερέων.
000-00-00 Serial Number=0647710741
Epistula ad Cyriacum Ante [Go Back]  
 [00096]  Πόσους οἴει πρῶτον ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαρίζοντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἄλλα τεράστια ἐργαζόμενον, σκανδαλισθῆναι κατὰ τὸν καιρὸν ἐκεῖνον θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον ὑπὸ εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόμενον καὶ ἱερέων ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων καὶ τοὺς ἐχθροὺς μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως;
000-00-00 Serial Number=0056299567
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00202]  Πόσους τοίνυν οἴει πρώην ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαίροντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἄλλα τεράστια ἐργαζόμενον, σκανδαλίζεσθαι κατὰ τὸν καιρὸν ἐκεῖνον, θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον, εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόντων καὶ ἱερέων ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων καὶ τοὺς ἐχθροὺς ἅπαντας μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως;
000-00-00 Serial Number=0712796271
Expositiones in Psalmos Ante [Go Back]  
 [06414]  Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν, παρόντων τῶν ἀδελφῶν, τῶν ἱερέων, τῶν διδασκάλων, ὡμολόγησα καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
000-00-00 Serial Number=0534016609
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00065]  Ἱερεμίας ὁ τοῦ Χελκίου ἐκ τῶν ἱερέων.
 [00073]  Πολλὴν δέ τινα δυσχέρειαν ἐν τοῖς χρόνοις τοῖς αὐτοῦ ἔσχε, πάντων ἤδη εἰς ἀσέβειαν ἐκκλινάντων, καὶ ἱερέων ἀνθισταμένων, οἷος ἦν ὁ Σοφονίας, καθ' οὗ καὶ φαίνεται λέγων, καί τινων τῶν ἐν τέλει ὄντων·
 [00086]  Ἐκ τῶν ἱερέων.
 [01298]  Λέγει τοίνυν περὶ τῶν ἱερέων, καὶ βασιλέων, καὶ ψευδοπροφητῶν, καὶ τοῦ πλήθους.
 [02208]  Καὶ Γαλαὰδ πόλις ἦν τῶν ἱερέων, καὶ ἔστι.
 [02573]  Ἀλλὰ πανταχόθεν σε ἐκόσμησα, καὶ τοῖς νομίμοις, καὶ τῇ λατρείᾳ, καὶ τῇ τῶν ἱερέων ἐπιστασίᾳ, καὶ τῇ παρ' ἐμαυτοῦ προνοίᾳ.
 [05164]  συνελθόντες ὅρκους ἔθεντο, καὶ σπονδὰς ἐποιήσαντο ἐπὶ τῶν ἱερέων, ἐπὶ τῶν ἀρχόντων, ἐπὶ τῶν ἄλλων ἁπάντων ἅπαντες, τοῦ Σεδεκίου μεταξὺ τῶν γιγνομένων ὄντος, ὥστε γενήσεσθαι τοῦτο, καὶ ἕκαστον, ἀφεῖναι τὸν δοῦλον καὶ τὴν δούλην.
 [05670]  Ἦν δὲ καὶ ἱερέων πόλις, διό φησι·
000-00-00 Serial Number=0385724247
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00024]  τῶν ἱερέων τὰ τάγματα;
000-00-00 Serial Number=0821995378
In Acta apostolorum Ante [Go Back]  
 [03947]  Οὗτος καὶ τῶν νῦν ἱερέων ἥψατο ὁ λόγος, καὶ σφόδρα κατὰ κράτος.
 [04522]  πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει.
 [04599]  Καὶ πολὺς ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει.
 [04651]  Καὶ πολλοὶ, φησὶ, τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
 [07312]  Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προσφερόμενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώματος;
 [09999]  ταῦτα γὰρ οὐχ ἱερέων, ἀλλὰ λῃστάρχων, ταῦτα οὐκ ἀρχόντων, ἀλλὰ λυμεώνων.
000-00-00 Serial Number=0726499856
In Bassum martyrem Ante [Go Back]  
 [00005]  Ἔδει μὲν ἡμᾶς τοσαύτης λόγων πηγῆς συνήθως εἰς ὑμᾶς χεομένης, νῦν δὲ διὰ τῶν προλαβόντων ἡμῶν ἱερέων τε καὶ διδασκάλων πλουσίας ὑμῖν τῆς πνευματικῆς παρατεθείσης τραπέζης, τὰς πενιχρὰς τῶν ἡμετέρων ῥημάτων ἀναστεῖλαι ψεκάδας, καὶ μάλιστα τῇ πολυχρονίῳ τοῦ σώματος ἀῤῥωστίᾳ, καὶ τῇ ἀσθενείᾳ τῆς φωνῆς, ἔτι γε μὴν καὶ ταῖς ὑπαλλήλοις φροντίσι κεκρατημένους, φιλόχριστοι, ἀλλ' ἐπειδὴ καὶ ἡμᾶς πρὸς τὸ λέγειν ἐπιτρέπεσθε ἀκορέστῳ περὶ τὴν θείαν ἀκρόασιν κεκρατημένοι τῷ πόθῳ, φέρε τῇ χάριτι τοῦ Σωτῆρος διὰ βραχέων τὰ πρόσφορα καὶ ἁρμόζοντα τῷ καιρῷ παραθώμεθα τῇ ὑμετέρᾳ χρηστότητι.
000-00-00 Serial Number=0810532808
In Genesim sermo 3 Ante [Go Back]  
 [00043]  ∆ιὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν.
000-00-00 Serial Number=0853294790
In Jordanem fluvium Ante [Go Back]  
 [00053]  Καὶ ἔσται, ὅταν εἰσέλθωσιν οἱ πόδες τῶν ἱερέων τῶν βασταζόντων τὴν κιβωτὸν, ὁ Ἰορδάνης ἐκλείψει, οὐ τοὺς ἱερεῖς αἰδούμενος, ἀλλὰ τὴν κιβωτόν.
000-00-00 Serial Number=0777926326
In Kalendas Ante [Go Back]  
 [00005]  Καθάπερ χορὸς τὸν κορυφαῖον ἐπιζητεῖ, καὶ ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱερέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον.
000-00-00 Serial Number=0032779276
In Psalmos 101-107 Ante [Go Back]  
 [01489]  Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυλῶνι δου λεύοντες καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λα τρείαν πληροῦν οὐκ ἐδύναντο·
000-00-00 Serial Number=0619477749
In Psalmum 118 Ante [Go Back]  
 [00586]  Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο.
000-00-00 Serial Number=0493110359
In Psalmum 139 Ante [Go Back]  
 [00106]  Ὁ γοῦν ∆αυῒδ ἀπὸ προσώπου Σαοὺλ ἦν φεύγων εἰς Νομβᾶ τὴν πόλιν τῶν ἱερέων, κἀκεῖ ὁ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ τὸ δόρυ τοῦ Γολιὰθ τοῦ ἀλλοφύλου καὶ ἐπισιτισμόν.
000-00-00 Serial Number=0908528447
In Zacchaeum publicanum Ante [Go Back]  
 [00032]  ἐπεθύμει ἰδεῖν τὸν τῶν ἱερέων ζωοδότην, καὶ ἐξυπνιστὴν τοῦ Λαζάρου.
000-00-00 Serial Number=0740826428
In adorationem venerandae crucis Ante [Go Back]  
 [00059]  χαίροις, σταυρὲ, ἱερέων στολιστὰ, καὶ πρεσβυτέρων σεμνότης·
 [00222]  χαίροις, ἀξιοθαύμαστε σταυρὲ, ἱερέων στολιστὰ, μοναζόντων καύχημα, διωκομένων ἐπιζητητὰ, τεταπεινωμένων ἀνεῴκτα·
000-00-00 Serial Number=0445775747
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00048]  Παρὰ τῶν ἱερέων δηλονότι.
000-00-00 Serial Number=0412898004
In centurionem Ante [Go Back]  
 [00134]  Οἶδά σε τῶν ἱερέων ἁπάντων ἡγεμόνα, καὶ τοῦ Πατρὸς ἀρχιερέα·
000-00-00 Serial Number=0203120589
In diem natalem Ante [Go Back]  
 [00165]  καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ τὴν ἁγίαν, καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ ἐξιλάσεται περὶ τῶν ἁμαρτιῶν τῶν ἱερέων, καὶ περὶ πάσης τῆς συναγωγῆς ἐξιλάσεται.
000-00-00 Serial Number=0945184767
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00509]  Τοῦτο ἱερέων μάλιστά ἐστι κατόρθωμα, ἐπειδὴ μέγιστον ἀγαθόν.
 [03341]  Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴμ ἐλάβομεν τὴν ἄνω μητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδομεν πνευματικὸν, ἀντὶ πλακῶν λιθίνων σαρκίνας, ἀντὶ περιτομῆς βάπτισμα, ἀντὶ τοῦ μάννα σῶμα ∆εσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷμα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ γῆς τῆς ἐπαγγελίας τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ μυρίων ἱερέων ἕνα ἀρχιερέα, ἀντὶ ἀμνοῦ ἀλόγου ἀμνὸν πνευματικόν.
000-00-00 Serial Number=0818296432
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00420]  πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει.
000-00-00 Serial Number=0588548839
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01746]  Εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἂν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁμάρτοι·
 [04701]  Εἰ γὰρ περὶ ἱερέων ἔλεγε διεφθαρμένων, ᾐνίξατο ἂν αὐτοὺς ἄνω εἰπὼν, ὅτι Ἐν ὑμῖν κρίνεται ὁ κόσμος·
 [06450]  Καὶ τίνος ἕνεκεν ἐμνήσθη τούτου, τὸ τῶν ἱερέων ὑπόδειγμα ἔχων;
 [06660]  Οὐ τοίνυν ἐκβιαζόμενος ὑμᾶς ἐνταῦθα κομίζειν τὰ χρήματα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κακῶς ἀκουόντων ἱερέων.
 [06672]  Τὸν δεῖνα καὶ τὸν δεῖνα εἰς μέσον οἴσομεν τὸν παρακούσαντα τούτων, καί τινας τῶν ἱερέων τῶν ὑπόπτων;
 [06710]  Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς μέσον, καὶ ῥητῶς περὶ ἱερέων νόμον κείμενον εἰς μέσον ἀγαγεῖν.
 [06730]  καὶ τὰ τῶν ἱερέων, ὡς οἷόν τέ ἐστιν, ἐπαίρει λέγων·
 [06740]  Καὶ οὐδὲ ἐνταῦθα ἐκ τῶν ἀνθρώπων λέγει τρέφεσθαι, ἀλλ' ὥσπερ ἐπὶ τῶν ἱερέων, Ἐκ τοῦ ἱεροῦ, καὶ Ἐκ τοῦ θυσιαστηρίου, οὕτω καὶ [61.182] ἐνταῦθα, Ἐκ τοῦ εὐαγγελίου, φησί·
 [06756]  Πολλῶν γάρ μοι παρεχόντων ἐξουσίαν, τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ' ἡμῶν εἰς ὑμᾶς γινομένων, τῶν παρ' ὑμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν.
 [07086]  καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν·
000-00-00 Serial Number=0046529412
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02275]  Ἐπειδὴ περὶ ἱερέων διαταττόμενος οὐδὲν τοιοῦτον εἶπεν, οἷον ἐν τῷ Λευϊτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα, λέγων, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, τουτέστιν, Ὁ δημιουργὸς ὤφθη, φησὶν, ἐν σαρκί.
000-00-00 Serial Number=0553874314
In epistulam ad Ephesios Ante [Go Back]  
 [03249]  Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν τὰς χεῖρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι, παρίτωσαν πάντες, εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόμηται τοῦτο, εἰκῆ τὸ πλήρωμα τῆς Ἐκκλησίας, εἰκῆ τῶν ἱερέων ὁ ἀριθμός·
000-00-00 Serial Number=0825479746
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00098]  Ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο.
 [03778]  Εἰ δὲ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων·
 [03958]  Ἔδειξεν ὅτι πολὺ καὶ τοῦ Λευῒ καὶ τοῦ Ἀβραὰμ βελτίων ἦν ὁ Μελχισεδὲχ, ἐν τάξει ἱερέων αὐτοῖς γενόμενος.
 [04379]  Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, φησὶν, οὐδ' ἂν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα.
000-00-00 Serial Number=0317243040
In epistulam ad Philippenses Ante [Go Back]  
 [03003]  ἂν δέ τις τῶν ἱερέων λαμπρότερον ἱμάτιον περιβάληται, ἢ τῆς ἀναγκαίας εὐπορήσῃ τροφῆς, ἢ τὸν διακονούμενον ἔχῃ, ἵνα μὴ ἀναγκάζηται αὐτὸς ἀσχημονεῖν, πλοῦτον τὸ πρᾶγμα τίθενται.
 [03328]  τὰ γὰρ τῶν ἱερέων ἐν τῷ κλήρῳ ταύτης ἦν τῆς φυλῆς.
000-00-00 Serial Number=0859714389
In epistulam ad Romanos Ante [Go Back]  
 [05156]  Οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι, καὶ καιόμενοι, καὶ ἀκρωτηριαζόμενοι παρὰ τῶν ἱερέων, οὕτω καὶ ἡμεῖς ἐπιστρεφόμεθα, ἀλλὰ ἀρκεῖ τραπέζης ἐκβληθῆναι πατρικῆς, καὶ ἀπὸ ὄψεως ῥητὰς γενέσθαι ἡμέρας.
000-00-00 Serial Number=0366516650
In illud Homo quidam descendebat Ante [Go Back]  
 [00008]  ὁ δὲ ἄπιστος Σαμαρείτης, πιστότερος δὲ μᾶλλον καὶ τῶν ἱερέων, τῶν οἰκείων ἐπιλαθόμενος πραγμάτων, παρεμυθήσατο τὸν ξένον, καὶ τῆς ἐπειγούσης αὐτὸν χρείας ἐπιλαθόμενος, πρὸς τὴν θεραπείαν τοῦ πεπληγότος ἠπείγετο, καὶ τὸν νόμον οὐκ εἰδὼς, ἐπλήρωσε, πάντα πεποιηκὼς τὰ τοῦ νόμου.
000-00-00 Serial Number=0880960941
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00257]  Οἱ γὰρ πρὸς τὰ εἴδωλα τρέχοντες, καὶ τοὺς υἱοὺς αὐτῶν κατασφάττοντες τοῖς δαιμονίοις, οὗτοι τοσούτων ἱερέων τῆς Βάαλ ἀναιρου μένων, οὐκ ἐδυσχέραναν, οὐκ ἠγανάκτησαν, ἀλλ' ἤνεγκαν σιγῇ καὶ φόβῳ τὸ γινόμενον, ἀπὸ τοῦ λιμοῦ βελτίους γενόμενοι.
000-00-00 Serial Number=0920574844
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00070]  ∆ι' αὐτῶν τῶν ἱερέων·
000-00-00 Serial Number=0990392804
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00505]  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐκ πολλῆς τῆς περιουσίας ἔστιν ἰδεῖν, πῶς πόῤῥω που τὰ τῶν ἱερέων διορθοῦν τὸν ἀρχόμενον ἑστηκέναι χρή.
 [00509]  Ἀλλ' ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ πῶς οὐ θέμις τὸν ὑποτεταγμένον καὶ ἐν τάξει λαϊκῶν ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους πάντας ἐκ πολλῆς φοβῶν τῆς ὑπερβολῆς, καὶ πείθων μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις.
 [00511]  Καὶ μή μέ τις νομίσῃ τῶν ἱερέων κατεγνωκότα ταῦτα λέγειν (διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, πολλὴν, ὡς καὶ ὑμεῖς ἴστε, τὴν ἐπιείκειαν ἐν ἅπασιν ἐπιδείκνυνται, καὶ [51.206] οὐδεμίαν οὐδενί ποτε παρεσχήκασι λαβὴν), ἀλλ' ἵνα ὑμεῖς μάθητε, ὅτι εἰ καὶ μοχθηροὺς εἴχετε πατέρας καὶ φορτικοὺς διδασκάλους, οὐδὲ οὕτως ἀκίνδυνον ὑμῖν ἦν, οὐδὲ ἀσφαλὲς βλασφημεῖν αὐτοὺς καὶ λοιδορεῖσθαι.
 [00515]  Καὶ γὰρ ὑποκριτῶν ἔργον, τὸ δημοσίᾳ μὲν καὶ πάντων ὁρώντων τὰς χεῖρας φιλεῖν τῶν ἱερέων, καὶ γονάτων ἅπτεσθαι, καὶ παρακαλεῖν ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ δεομένους βαπτίσματος ἐπὶ τὰς ἐκείνων τρέχειν θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων ἀγαθῶν αἰτίους ἡμῖν καὶ διακόνους μυρίοις πλύνειν ὀνείδεσιν, ἢ ἑτέρων ὀνειδιζόντων ἀνέχεσθαι.
000-00-00 Serial Number=0402459919
In illud Vidi dominum Ante [Go Back]  
 [01266]  Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες, ἀλλ' ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα.
000-00-00 Serial Number=0739195585
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00051]  Τὰ τῆς ἀρχῆς ὁ βασιλεὺς σύμβολα ῥίψας, τὴν τῶν ἱερέων μετέλαβε τάξιν.
000-00-00 Serial Number=0697677553
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00011]  Οὔτε γὰρ ἀρχιερέων ἐφοβήθη μανίαν, οὐχ ἱερέων ἐδειλίασε θρασύτητα, οὔτε πρεσβυτέρων αὐτὸν κατέπληξαν λόγοι, οὐ γραμματέων αὐτὸν ἀπειλὴ διετάραξεν, οὐ λόγοι συκοφαντῶν τὴν αὐτοῦ προθυμίαν ἐνέκοψαν, γενναίῳ δέ τινι φρονήματι εἰς τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας κατέσπευδε.
000-00-00 Serial Number=0853664756
In sanctum pascha [1] Ante [Go Back]  
 [00144]  ἀκρόα σιν θείων λογίων, εὐχὰς Πατέρων, εὐλογίας ἱερέων, τῶν θείων καὶ ἀποῤῥήτων μυστηρίων τὴν κοινωνίαν, εἰρήνην καὶ ὁμόνοιαν, καὶ πνευματικὰ δῶρα καὶ ἄξια τῆς τοῦ δωρουμένου φιλοτιμίας.
000-00-00 Serial Number=0478903830
In venerabilem crucem sermo Ante [Go Back]  
 [00114]  Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη·
000-00-00 Serial Number=0761084557
In venerandum crucem Ante [Go Back]  
 [00130]  ∆ιὰ ταῦτα ὁ φιλάγαθος Θεὸς οὐ παρεῖδε τὰ δάκρυα καὶ τοὺς στεναγμοὺς τῶν αὐτοῦ ἱερέων καὶ ὁσίων ὑπὲρ αὐτοῦ παρακαλούντων αὐτὸν, ὁ εἰπὼν διὰ τοῦ προφήτου Ἡσαΐου, Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν.
000-00-00 Serial Number=0128348529
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00124]  Ἐπειδὴ γὰρ τὴν λαμπάδα κατήνεγκεν ἐκείνην, καὶ τὴν νίκην ἤρατο, καὶ λαμπρὸν τὸ τρόπαιον ἔστησε, καὶ τὴν σφαγὴν τῶν ἱερέων εἰργάσατο, ἀπῄει χαίρων, καὶ μέγα φρονῶν ἐπὶ τοῖς γεγενημένοις.
 [00126]  Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, ἐὰν μὴ θῶ τὴν ψυχήν σου αὔριον ὡς ἑνὸς τῶν ἱερέων τούτων.
000-00-00 Serial Number=0322638154
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00370]  ἰδοῦ γοῦν νεότης καὶ αἰχμαλωσία καὶ ὀρφανία καὶ εἰς ἀλλοτρίαν ἀπαγωγὴ καὶ μόνωσις καὶ ἐρημία τῶν βοηθησόντων καὶ ἐπίταγμα χαλεπὸν καὶ φόβος θανάτου πολὺς ἐπιτειχίζων τοῦ εὐνούχου τὴν δειλίαν καὶ πενία καὶ ὀλιγότης καὶ τὸ ἐν μέσῳ βαρβάρων εἶναι καὶ τὸ τοὺς ἐχθροὺς ἔχειν δεσπότας καὶ τὸ εἰς αὐτὰς ἐκδεδόσθαι τὰς χεῖρας τὰς βασιλικὰς καὶ τῶν οἰκείων ἁπάντων ὁ χωρισμὸς καὶ ἱερέων καὶ προφητῶν καὶ τῶν ἄλλων τῶν ἐπιμελουμένων αὐτῶν ἀλλοτρίωσις καὶ σπονδῶν καὶ θυσιῶν ἀργία καὶ ναοῦ καὶ ψαλμῶν ἀφαίρεσις καὶ οὐδὲν τούτων αὐτοὺς παρέβλαψεν·
 [00404]  Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα·
000-00-00 Serial Number=0039024651
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00138]  Εἴ τις ὑμῖν καὶ ἡμῶν λόγοςοὐ γὰρ δὴ μετὰ τῶν ἱερέων ἑαυτοὺς καταλέγειν τολμήσομεν, ἐπεὶ μηδὲ θέμις τὰ ἐκτρώματα μετὰ τῶν ἀρτιοτόκων ἀριθμεῖν, εἰ δέ τις ὑμῖν καὶ ἐμοῦ λόγος ὥσπερ ἀμβλωθριδίου τινός, δεήθητε πολλὴν ἡμῖν ἄνωθεν γενέσθαι τὴν ῥοπήν.
000-00-00 Serial Number=0429599047
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00476]  Ἤκουσε δὲ τὴν διάταξιν τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ, καὶ τῆς ἱερατικῆς στολῆς, καὶ τῆς χρίσεως τῶν ἱερέων, καὶ τῶν λύτρων.
 [00505]  Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ ἡ χρῖσις τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ ἡ γνῶσις τῶν σημείων, περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων καὶ τοίχου οἰκίας, καὶ ὁ νόμος ὁ περὶ καθαρισμοῦ αὐτῶν.
 [01161]  Τότε πέμπει διὰ τῶν υἱῶν τῶν ἱερέων, καὶ ἀπαγγέλλει ταῦτα τῷ ∆αυῒδ ὁ Χουσί.
 [01402]  Οὗτος ἐκαθῆρε τὴν Ἱερουσαλὴμ, καὶ πάντα τόπον, ἀνασκάψας τόπους τῶν ἱερέων τῶν εἰδώλων, συντρίψας τὰ εἴδωλα.
 [02395]  Οἱ δὲ ταμίαι, τουτέστιν, οἱ φύλακες τῶν ἐν τῷ ἱερῷ χρημάτων, ἀπὸ τῶν ἱερέων ἦσαν.
 [02482]  Καὶ συλλαμβάνεται ἐπὶ θανάτῳ Ἱερεμίας ὑπὸ τῶν ἱερέων, καὶ ἐκφεύγει τὸν κίνδυνον.
 [02559]  Καὶ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας λέγει τοῦ Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ τῶν ἀρχόντων καὶ ψευδοπροφητῶν.
 [02663]  Συνάπτει δὲ καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐκ Βαβυλῶνος, ἐγκλήματα, κατηγορίας τῶν ἀρχόντων τοῦ λαοῦ καὶ τῶν ἱερέων, καὶ ψευδοπροφητῶν.
000-00-00 Serial Number=0326174200
Visio Danielis Ante [Go Back]  
 [00052]  καὶ ἀρθήσεται ἡ τιμὴ τῶν ἱερέων καὶ ἐκλείψει ἡ θυσία ἀπὸ τῶν ἐκκλησιῶν καὶ πληρωθήσεται ἡ κακία ἐπὶ τοὺς ἀνθρώπους καὶ γενήσονται ὁ λαὸς ὡς ἄγρια θηρία καὶ ἔσονται ἱερεῖς ὡς ὁ κοινὸς λαός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»