Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀναπαύσεως [73]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀναπαύσεως
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0913027585
[00231]
Τῶν γὰρ μοναχῶν ὡς ἐπιπολὺ πάντων ταῦτα εὐθέως πρῶτον ἀκούσῃ τὰ ῥήματα, εἴ ποτε αὐτοὺς εἰς οἰκονομίαν τινὰ παρακαλέσεις ἐλθεῖν, ἐρωτώντων εἴ γε ἀνάπαυσιν ἔστιν εὑρεῖν, καὶ εἴ γε δύναται ἀναπαῦσαι ὁ καλῶν, καὶ ἄνω καὶ κάτω πολὺ τὸ τῆς ἀναπαύσεως ὄνομα.
[00233]
τὴν τεθλιμμένην κελευσθεὶς βαδίζειν ὁδὸν περὶ ἀναπαύσεως ἐρωτᾷς, καὶ διὰ τῆς ἐστενοχωρημένης προσταχθεὶς πύλης εἰσελθεῖν εὐρύχωρον ἐπιζητεῖς;
[00237]
καὶ ὅλως ὁ περὶ τῆς ἀναπαύσεως λόγος ἦν πολὺς ἡμῖν.
[00240]
Ἡμεῖς δὲ, οὐ χρημάτων οὐδὲ γῆς προκειμένης ἡμῖν, ἀλλ' οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὑπὲρ ἀναπαύσεως πυνθανόμεθα·
[00249]
ἡμᾶς δὲ οὐκ ἀτόπῳ τινὶ, ἀλλὰ τῷ πάντων ἀνωτέρῳ ληφθέντας ἔρωτι μὴ μόνον παρούσης ἀναπαύσεως μὴ καταφρονεῖν, ἀλλὰ καὶ ἀποῦσαν ἐκζητεῖν;
[00277]
Οὐδὲ γὰρ ἐνόμιζεν εἶναι ἐν τῇ γῇ, οὐδὲ ἐν τῷ παρόντι βίῳ, οὐδὲ μετὰ ἀνθρώπων στρέφεσθαι, ἀλλ' ὡς ἤδη τὴν οὐράνιον λῆξιν ἔχων, καὶ μετὰ ἀγγέλων πολιτευόμενος, καὶ τὴν βασιλείαν ἀπολαβὼν, καὶ πρόσωπον πρὸς πρόσωπον ἀπολαύων, οὕτω κατεφρόνει τῶν ἐν τῷ παρόντι ἡδέων τε καὶ λυπηρῶν, καὶ ἀναπαύσεως αὐτῷ λόγος οὐδεὶς ἦν, ὃ συνεχῶς ἐπιζητεῖται παρ' ἡμῶν, ἀλλὰ ἐβόα λέγων·
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0481906652
[00798]
δεικνὺς ὅτι πάντα τὸν βίον ἐναγώνιον ἡμῖν εἶναι δεῖ καὶ ἐπίπονον, εἴ γε μέλλοιμεν τῆς ἀναπαύσεως τῆς αἰωνίου καὶ τῶν μυρίων ἀπολαύσεσθαι ἀγαθῶν.
[00813]
Τότε γὰρ ἀλγεῖν ἐχρῆν, εἰ ὃν προεῖπεν ὁ Χριστὸς θλίψεως εἶναι χρόνον, τοῦτον ἐποιούμεθα τρυφῆς καὶ ἀναπαύσεως καιρόν·
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0646302164
[00179]
Καὶ τὸ σκότος δὲ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τούτῳ συγκεκλήρωται τῷ καιρῷ, ἀλλ' ὑπὲρ ἀναπαύσεως πλείονος.
Ad viduam juniorem
Ante [Go Back]
000-00-00 Serial Number=0477517486
[00094]
Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνης οὐχ αἱ συγγένειαι αἱ σωματικαί, ἀλλ' ἡ τῶν βίων ἰσότης κληρονομεῖν πέφυκεν.
[00220]
Νῦν μὲν γὰρ θαρροῦμεν ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τὸ τῆς ἀναπαύσεως ἀπέπτη χωρίον, διὰ τὸ μηδὲν αὐτῷ τετολμῆσθαι τῶν ἀποκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν·
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0198165953
[00466]
Ὁ γὰρ καὶ τροφῆς καὶ ποτοῦ καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0830837250
[00148]
[1.29] Εἶτα διδάσκων ἡμᾶς καὶ τὸν τρόπον τῆς ἀναπαύσεως ἐπήγαγεν·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0236473262
[01280]
καὶ τὸ μέγιστον, ὅτι οὐδὲ ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσαμένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως δεῖ, καὶ ὅτι πάντων ἔσται λύσις τῶν δεινῶν.
[01498]
ἐμοὶ γὰρ τοῦ ἐν ἡμέρᾳ χαλεπώτερον εἶναι δοκεῖ, ὅταν τις αὐτὸν τῆς ἀναπαύσεως προσχώσῃ τὸν λιμένα.
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0046115518
[00302]
Εἶτα ἀντὶ τῆς μικρᾶς καὶ ψυχρᾶς ἀναπαύσεως ταύτης τοσαύτην οἴσομεν κακηγορίαν, τοσαῦτα ὑποστησόμεθα ὀνείδη;
[00394]
Ἀλλ' ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς;
[00398]
Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ' ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων;
Contra theatra
Ante [Go Back]
000-00-00 Serial Number=0725037873
[00103]
Κοινὸν ἦν ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμισθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ' ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς Παλαιστίνης ἀφετηρίῳ.
[00104]
Ηὐλίζου δὲ σὺ πανημέριος ὑπὸ τῇ δρυῒ, ἀγαθὸς τοῖς ὁδεύουσι προφαινόμενος ἀναπαύσεως ἄγγελος.
De Lazaro et divite
Ante [Go Back]
000-00-00 Serial Number=0802223444
[00128]
ἵνα τῷ οἴακι τῆς ὑπομονῆς κυβερνῶν σου τὴν ζωὴν εἰς τὸν αὐτὸν λιμένα τῆς ἀναπαύσεως φθάσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
De circo
Ante [Go Back]
000-00-00 Serial Number=0916308820
[00085]
ἔχεις γὰρ τὸ ὕδωρ ἐπὶ σὲ τῆς ἀναπαύσεως τοῦ βαπτίσματος διὰ τῆς κολοκύνθης, ἵνα προερχόμενόν σοι, τουτέστι, διὰ τῆς κηρυκείας τοῦ Ἰωνᾶ, ἀναλάβῃ σε.
[00095]
Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐφ' ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με·
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0474626422
[00283]
τὸν γὰρ πρῶτον εἴληχε τῆς ἀναπαύσεως τόπον, μετὰ τοῦ πατριάρχου τιμώμενος Ἀβραάμ·
De jejunio [2]
Ante [Go Back]
000-00-00 Serial Number=0285452425
[00102]
Εἰ δὲ ἐκεῖνοι καὶ τὰς τεσσαράκοντα ἐνήστευσαν, ἡμεῖς δὲ οὐδὲ μετὰ ἀναπαύσεως τὴν αὐτὴν ὁδὸν ἐκείνοις ὁδεύομεν, μηδὲ τολμήσωμεν μνημονεῦσαι ὧν τὴν μίμησιν οὐκ ἔχομεν.
De paenitentia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0833137989
[00227]
ἐδώκατέ μοι ποτήριον ὕδατος, ἀπολάβετε τὸ ὕδωρ τὸ ζῶν τῆς ἀναπαύσεως·
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0937090576
[00748]
Καὶ γὰρ τῆς εἰρημένης ἀναλώσεως ταύτην ἥττονα μὲν οὐδαμῶς, πολλάκις δὲ καὶ μείζονα εἶναι ἀνάγκη, καὶ τὸν ἐπιστατοῦντα ποριστικόν τινα μετ' εὐλαβείας καὶ φρονήσεως ὡς παρασκευάζειν καὶ φιλοτίμως καὶ ἀλύπως διδόναι τοὺς κεκτημένους τὰ παρ' αὐτῶν, ἵνα μὴ τῆς τῶν ἀσθενούντων ἀναπαύσεως προνοῶν τὰς τῶν παρεχόντων πλήττῃ ψυχάς.
De spe
Ante [Go Back]
000-00-00 Serial Number=0321704984
[00067]
τεύξῃ γὰρ καὶ αὐτὸς τῶν Ἀβραμιαίων τῆς ἀναπαύσεως κόλπων·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0265945256
[03078]
Καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶσαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται.
[09999]
Οὐχ ὁρᾶτε ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει;
Epistula ad abbatem
Ante [Go Back]
000-00-00 Serial Number=0576473951
[00142]
Οἱ οὖν ἀποτασσόμενοι καὶ σπουδάζοντες εὐαρεστῆσαι τῷ Κυρίῳ ὀφείλουσιν ἑαυτοὺς εἰς πάντα ταπεινῶσαι καὶ θλιβῆναι, ἵνα μόνον ἐπιτύχωσι τῶν μελλόντων ἀγαθῶν καὶ τῆς ἀτελευτήτου ἀναπαύσεως.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0902639329
[01376]
Τούτῳ αἱ νύκτες οὐκ ἀναπαύσεως, ἀλλὰ θρήνων καὶ ὀδυρμῶν νύκτες ἦσαν.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0088388801
[00990]
οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας, καὶ τὸ μέγιστον, ὅτι οὐδ' ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσομένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως, διότι πάντων ἐστὶ λύσις τῶν δεινῶν.
[01227]
ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην, καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι;
[01289]
διὸ ἔλεγεν, Ἐν ὁράμασί με καταπλήσσεις, καὶ αὐτὸν, φημὶ τῆς ἀνέσεως τὸν καιρὸν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς, καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύσεως, φοβερά μοι τὰ ἐνύπνια ἐφίσταται·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0225903571
[08933]
μᾶλλον ἐπικάμπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν.
[09999]
ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος.
[09999]
μεγάλης γὰρ ὄντως ψυχῆς, τῆς μὲν οἰκείας καταφρονεῖν ἀναπαύσεως, τῆς δὲ ἑτέρων φροντίζειν.
In Ecclesiasten
Ante [Go Back]
000-00-00 Serial Number=0166569710
[00295]
Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0972439945
[05099]
Οὗτος μὲν γὰρ τοῦτο ἔργον ἐτίθετο, καὶ ὃν ἄλλοι καιρὸν ἀναπαύσεως εἶχον, τοῦτον οὗτος καιρὸν ἀκροάσεως ἐποιεῖτο.
In Psalmum 050
Ante [Go Back]
000-00-00 Serial Number=0608723283
[00068]
Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0725691140
[00619]
Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.
In Samaritanam
Ante [Go Back]
000-00-00 Serial Number=0734833956
[00083]
Ἔρχεται ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ ὥραν ἕκτην, παυσαμένη τοῦ ἱστοῦ, ἐπὶ τὸ ὑδρεύσασθαι ὕδωρ τῇ ὥρᾳ τῆς ἀναπαύσεως, καὶ, ὡς πολλάκις εἴρηται, ὥρᾳ ἕκτῃ·
In ascensionem domini nostri Jesu Christi
Ante [Go Back]
000-00-00 Serial Number=0314766347
[00304]
διὰ δὲ τῆς κλίνης καὶ τῆς ἀναπαύσεως τοὺς ἐν πλούτῳ καὶ τιμῇ πάντας ᾐνίξατο.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0690386653
[02944]
Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει;
[08127]
οὕτω πολὺς αὐτῷ λόγος ἐστὶ τῆς ἀναπαύσεως τῆς σῆς.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0404773295
[00193]
ὁ μὴ γεγαμηκὼς οὐδὲν ἀνελευθεριώτερόν φησι τοῦ μὴ γαμεῖν, καὶ οἰκίας ἀπεστερῆσθαι καὶ ἀναπαύσεως.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0175370693
[01582]
Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0809806526
[03253]
καὶ ὅταν ἡμεῖς ἀρξώμεθα τῶν ἔργων, ἐκεῖνοι καιρὸν ἔχουσι τῆς ἀναπαύσεως.
[03784]
Κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως, καὶ οὐκ ὀφείλουσι πολλῆς ἀπολαύειν τιμῆς παρὰ τῶν οἰκετῶν;
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0005314946
[00192]
Ὅτι πᾶς ὁ ἐν τῷ ἀγῶνι καταναλωθεὶς, ἐπειδὰν ἀκούσῃ τοῦ ἀγῶνος τὸ τέλος, ἀναπνεῖ μικρὸν, εἰδὼς ὅτι τῶν πόνων μέν ἐστι τὸ τέλος, τῆς δὲ ἀναπαύσεως ἀρχή.
[02042]
Ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο σφόδρα ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται·
[02053]
Εἶτα, ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν εἰπών·
[08925]
∆ιὸ καὶ προνοῶν τῆς ἀναπαύσεως τῆς προσκαίρου, καὶ μέχρι τῶν πρωτοτοκίων ἔφθασεν.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0309841931
[00359]
Ἵνα δὲ εἰδῆτε ὅτι ὑμῶν ἕνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως κηδόμενος·
[00621]
Κατέλαβεν ἑσπέρα, κατέλαβε νὺξ, καὶ τὸν τῆς ἀναπαύσεως καιρὸν οὗτος θορύβου καιρὸν καὶ ἀηδίας καὶ λύπης ἔχει καὶ μερίμνης.
[00635]
Ἀλλ' ἡμεῖς οὐκ ἐλεοῦμεν ἑαυτοὺς, ἀλλ' ἐπενοήσαμεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως μείζονα τυραννίδα, τὴν ἀπὸ τοῦ πλούτου ἀγρυπνίαν.
[02011]
Ἐβουλόμην τὰ περὶ βασιλείας ὑμῖν διηγεῖσθαι ἀεὶ, τὴν ἀνάπαυσιν, τὸ ὕδωρ τὸ τῆς ἀναπαύσεως, τὸν τόπον τῆς χλόης.
[02012]
Ἐπὶ ὕδατος γὰρ, φησὶν, ἀναπαύσεως ἐξέθρεψέ με, καὶ εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν.
[03077]
τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν·
[04566]
ἐπειδὴ οὐ σωματικὴ ἦν ἡ χαρὰ, οὐδὲ ὑπὲρ τῆς αὐτοῦ ἀναπαύσεως ἔχαιρεν, ἀλλ' ὑπὲρ τῆς ἐκείνων προκοπῆς.
[04662]
ἵνα οὖν μὴ τοῦτο γένηται, μηδέ τις εἴπῃ, ὅτι Ἐπεὶ καταφρονεῖ τῆς ἀναπαύσεως Παῦλος, ἀνάγκη τούτους ῥᾳθυμοτέρους γενέσθαι·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0160604239
[09999]
Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες καὶ τὰ ἄλλα πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0002787530
[00252]
ἀποδημίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετίθεσαν τὰς ἑαυτῶν.
In parabolam de ficu
Ante [Go Back]
000-00-00 Serial Number=0230327010
[00184]
καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλλουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη.
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0472940505
[00200]
Πολλάκις δὲ καὶ ἑτέραν χαλεπωτέραν ἐκείνης λαβὼν, τὴν μὲν ἁμαρτίαν εἰργάσω, ἀναπαύσεως δὲ οὐκ ἀπέλαυσας.
Oratio secunda
Ante [Go Back]
000-00-00 Serial Number=0406904221
[00091]
χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας μου καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ σου ἔπιδε, καὶ εἰς ἀνέσεως καὶ εἰς ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὀδηγήσας, ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοὶ ἑκάστῳ κατ' ἀξίαν διανεμόμεναι.
Precatio
Ante [Go Back]
000-00-00 Serial Number=0307100475
[00048]
καὶ ἐπουρανίων, καὶ φρικτῶν αὐτοῦ μυστηρίων, καὶ ἑνωθῆναι τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ εἰς τόπον χλόης κατασκηνοῦντα, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενον, καὶ ὑπὸ βακτηρίας τοῦ σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Prooemia in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0437749505
[00121]
τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ κατὰ τὸν ἠθικὸν λόγον, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
000-00-00 Serial Number=0739589036
[00200]
Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μή τί γε ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν.
[00279]
Οὐ τοίνυν οὐκ ἀναπαύσεως δεόμεναι ἕλκετε τοὺς ἄνδρας ἔνδον.
[00290]
ὅταν γὰρ μήτε ἀναπαύσεως δέωνται, καθάπερ ἀποδέδεικται, μήτε διαφθείρωνται μετ' αὐτῶν, εὔδηλον ὅτι τοῦτο λείπεται ὑποπτεύειν μόνον.
Synopsis scripturae sacrae
Ante [Go Back]
[00512]
Καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ περὶ ἀναπαύσεως τῆς γῆς κατὰ ζʹ ἔτη ὀφειλούσης γίνεσθαι.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»