0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὔλογον [81]


000-00-00 Serial Number=0086288989
Commentarii in Romanos Ante [Go Back]  
 [00262]  [4,] [14] [15]] τὸ εὔλογον τῆς ἐκ πίστεως μᾶλλον ἢ ἐκ ν̣όμου δικαιοσύνης καὶ παρίστησιν φάσκων·
 [00361]  | γινώσκομεν γὰρ ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ὡς παρὰ πᾶσιν ἂν ὁμολογηθείη ὅτι ἡ ὑπομονὴ δοκίμιον ἐμποιεῖ τῷ ὑπομείναντι *** ∆ιὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ ἀπαγορεύει μὲν τὴν ἐπὶ ἀδιαφόροις καύχησιν, προτρέπει δὲ ἐπὶ τὸ νοεῖν διὰ τὸ καλὸν κατὰ τὸ εὔλογον γινομένην ἐν τῷ Ἱερεμίᾳ φάσκουσα·
000-00-00 Serial Number=0518518925
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00060]  σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ἔδει ε βαλεῖν τὸ ἀργύριόν μου εἰ τράπεζαν.
000-00-00 Serial Number=0617275894
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00096]  Ἔστι τοίνυν τὸ εὐαγγέλιον λόγος περιέχων ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τὸν ἀκούοντα, ἐπὰν παραδέξηται τὸ ἀπαγγελλόμενον·
 [00100]  Ἕκαστον γὰρ εὐαγγέλιον, σύστημα ἀπαγγελλομένων ὠφελίμων τῷ πιστεύοντι καὶ μὴ παρεκδεξαμένῳ τυγχάνον ὠφέλειαν ἐμποιοῦν, κατὰ τὸ εὔλογον εὐφραίνει, διδάσκον τὴν δι' ἀνθρώπους τοῦ πρωτοτόκου πάσης κτίσεως Χριστοῦ Ἰησοῦ σωτήριον αὐτοῖς ἐπιδημίαν.
 [00117]  ὁ γὰρ νόμος καὶ οἱ προφῆται «λόγοι» πιστεύονται εἶναι «περιέχοντες ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν παραδέ ξωνται τὰ ἀπαγγελλόμενα».
 [00964]  [2.11.80] Καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ πνεῦμα τὸ ἅγιον τοῦ Χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸ ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας.
 [01746]  Πῶς δὲ οὐκ ἦν εὔλογον, εἰ πολλῶν τοῦτο δόγμα ἐτύγχανεν, ἐπισχεῖν τὸν Ἰωάννην περὶ αὑτοῦ, μήποτε ἡ ψυχὴ αὐτοῦ ποτε ἐν Ἠλίᾳ ἦν;
 [01964]  διόπερ εἰκὸς καὶ τοῦτο εὔλογον εἶναι αἴτιον τοῦ ἀκηκοέναι αὐτοὺς «Γεννήματα ἐχιδνῶν».
 [02444]  Οὐ γὰρ εὔλογον ἡγησάμην παλιλλογεῖν.
 [03002]  [10.27.164] Ἐὰν δὲ τὸ μῆκος τῆς ὁδοῦ αἰτιάσωνται, μηδὲν ἄξιον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἰκονομίας εὑρίσκοντες εἰς τὸν περὶ τῆς ὄνου καὶ πώλου λόγον, πρῶτον μὲν οἱ πεντεκαίδεκα σταδίοις βραχεῖ διαστήματι οὖσιν προσχρώμενοι οὐ πάνυ τι ἀπολογίαν εὔλογον κομιοῦσιν τῆς ὁδοῦ·
 [04122]  οὔτε γὰρ τὸ ἐν τῇ συνηθείᾳ «<ὁ> θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον», οὔτε περὶ τῶν θεριστῶν ἀγγέλων τὸ προτρεπτικὸν εἰς τὸ θερίζειν εὔλογον ἐν τῷ τόπῳ τούτῳ νοεῖν.
 [04711]  «Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν» ἐν [19.7.41] τῷδέ τινι τόπῳ, ἐπιστήσας εὑρήσεις τὸ τῆς προσθήκης εὔλογον.
 [04891]  νυνὶ δὲ «ὁ Ἰησοῦς κράξας «φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα», καὶ ὡς βασιλέως καταλιπόντος τὸ σῶμα καὶ ἐνεργήσαντος μετὰ δυνάμεως καὶ ἐξουσίας ἅπερ ἔκρινεν εὔλογον εἶναι ποιεῖν, εὐθέως «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη «ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ «τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων «ἠγέρθησαν, καὶ ἐξελθόντες ἀπὸ τῶν μνημείων μετὰ τὴν ἔγερσιν «αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς»·
 [05481]  ἐπεὶ δὲ κατὰ τὰς θείας γραφὰς ἡ ἐπιθυμία τῶν μέσων ἐστίν, οὐκ εἰδυίας τὴν ἑλληνικὴν τῶν σημαινομένων παρὰ τοῖς τὰ τοιαῦτα διαρθροῦσιν ἀκρίβειαν, ὥστ' ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι, ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἥν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὗτος δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος πατρός·
 [06044]  «Ἄρατε τὸν λίθον», ἐν δὲ τῇ Γενέσει, ἡνίκα «λίθος ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο «ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον λίθον ἀπὸ τοῦ στόματος τοῦ «φρέατος, καὶ συνήγοντο καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων «τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ» καὶ τῷ μηδέπω τοῦτο γεγονέναι διὰ τὸ μὴ συνῆχθαι τὰ κτήνη, ὁ Ἰακὼβ ἰδὼν «Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ «πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, προσελθὼν αὐτὸς «ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν «τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ», βουλόμεθα ἀμφοτέρους τοὺς λίθους ἀλλήλοις συνεξετάσαι, ἵνα τὸ εὔλογον κατα νοήσωμεν τοῦ ἐνθάδε μὲν μὴ αὐτὸν τὸν Ἰησοῦν ἠρκέναι τὸν λίθον ἀπὸ τοῦ σπηλαίου, ἀλλ' εἰρηκέναι·
 [06816]  τοῦ δὲ μετὰ στίβους σιωπήσαντος καὶ τὸ κατὰ τὸν τόπον εὔλογον ἀνεξικακώτατα μὴ παραστήσαντος, [32.5.64] περὶ οὗ ἐν τῇ πρὸς Γαλάτας οἰκειότερόν τις διαλήψεται.
 [06822]  καὶ εἰ ἐφρό νει τε τῷ εὐλόγῳ μὴ δεῖν ἀντιλέγειν καὶ εὔλογον ἐνόμιζεν εἶναι τὸ γινόμενον ἐν τῷ νίπτεσθαι τοὺς πόδας τῶν μαθητῶν ὑπὸ τοῦ Ἰη [32.6.68] σοῦ, οὐκ ἂν ἀντέλεγεν τῷ γινομένῳ.
 [06881]  τὸ δὲ «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ» οὐδαμῶς ἔχει τὸ εὔλογον κατὰ τοῦ ἱσταμένου ἐν τῷ τοὺς σωματι [32.8.99] κοὺς πόδας μὴ ἠθεληκέναι νίψασθαι τὸν Πέτρον.
 [06988]  οὐ γὰρ τὸ τηλικοῦτον ὄνομα τὸ [7μακάριον7] εὔλογον ἐπὶ τοῖς τυχοῦσιν φῆσαι παρεῖναί τισιν, ἐφ' ᾧ καὶ οἰκέτης ἂν πλύνων τοὺς πόδας τοῦ δεσπότου μακάριος ἂν κατ' αὐτὸ τοῦτο δόξαι τυγχάνειν καὶ κόλαξ καὶ ὑποκριτής·
000-00-00 Serial Number=0072164655
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00073]  Ἐπειδὴ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστί, πολλῶν ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων, τῷ δὲ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας καὶ εὑρόντι ἕνα ἀντάξιον τῶν πολλῶν πολύτιμον μαργαρίτην ὃν ἀντὶ πάντων ἠγόρασεν, εὔλογον ἡγοῦμαι τυγχάνειν τὰ περὶ τῆς φύσεως τοῦ μαργαρίτου ἐξετάσαι.
 [00616]  Ἡμεῖς δὲ οὐ κατὰ τὴν τῶν παρ' ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρώμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὓς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ «τρεῖς ἄρτους»·
 [00844]  Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ τέκνα ἐσθίειν ἄρτους καὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, <ὡς> οὐχ οἷόν τε κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ' ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια.
 [01209]  καὶ εἴπερ ἐστὶν εὔλογον νοεῖν ὅτι πάν τως οὗπερ ὁ Ἰησοῦς ἤρξατο τοῦ το ἐτέλεσε, πάντως ποτὲ ἐτέλεσεν ὃ ἤρξατο δεικνύειν τοῖς μαθη ταῖς περὶ τοῦ δεῖν αὐτὸν τὰ γε γραμμένα παθεῖν.
 [01436]  εὖ οἶδα δ' ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰο μένοις οὐ κατὰ τὸ εὔλογον δυσφη μεῖσθαι τὸν πρὸ μικροῦ μακα ρισθέντα ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ <οὐ σάρκα καὶ αἷμα, ἀλλὰ> τὸν «ἐν τοῖς οὐρανοῖς» πατέρα ἀποκεκαλυ φέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος, ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ «ὁ Χριστὸς» καὶ «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος».
 [01580]  καὶ γὰρ εὔλογον·
 [02034]  εἰ δέ τις ὑπερβὰς τὰ κατὰ τὸν κόσμον καὶ τὸν αἰῶνα τοῦτον ἁμαρτήσαι, ἐὰν καὶ τοῦτο μικρόν τι ᾖ, οὐκέτι ἂν ἔχοι εὔλογον ἁμαρτιῶν ἄφεσιν.
 [02313]  ὡς γὰρ «οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦντες ἀναίτιοί εἰσιν», οὕτως ἐν καιρῷ λαμβάνων γυναῖκα πορ νείας ὁ ἐκβάλλων τὴν προτέραν γυ ναῖκα [καὶ] ἀναίτιός ἐστι, ποιήσας αὐτὸ κατὰ τὴν πρόσταξιν τοῦ (ὅτ' ἔδει) εἰπόντος (καὶ ἕως ἐχρῆν) τὸ γυ ναῖκα «πόρνην οὐ λήψεται», καὶ (ὅτε εὔλογον ἦν) φήσαντος «λάβε σεαυτῷ γυναῖκα πορνείας».
 [02486]  φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἵνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἷς ὤφθη, καὶ εἴ τις αὐτῷ πιστεύειν βούλεται ἀπὸ «παντὸς ὀνόματος ὀνο μαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι».
 [02818]  πῶς δὲ πολ λαπλασίονας ἀγροὺς ἢ οἰκίας ὧν τις καταλέλοιπε κληρονομεῖ, οὐκέτι ὁμοίως ἀποδοῦναι δύναται, ἂν μὴ ἄρα τις βιασάμενος ἐπ' ὀλί γων τὸ τοιοῦτον παραστήσῃ, ὅπερ οὐκ εὔλογον·
 [02906]  καὶ πείθομαί γε ὅτι ὁ Ματθαῖος ᾔδει μὲν τὰ κατὰ τὴν παραβολὴν ταύτην μυστήρια, ὡς καὶ τὰ κατὰ τὴν τοῦ σπόρου καὶ τῶν ἐπεσπαρμένων τῷ σίτῳ ζιζα νίων, οὐκ ἔκρινε δὲ εὔλογον εἶναι ὁμοίως ταῖς περὶ ἐκείνων διηγή σεσι καὶ τὴν περὶ ταύτης ἀναγράψαι, μὴ πιστεύσας γράμμασι κἂν τὴν ἐπὶ ποσὸν τῆς παραβολῆς ταύτης σαφήνειαν, ὥσπερ ἐκείνων ἐξ ὅλων τὴν διήγησιν ἀνέγραψεν.
 [03041]  ταῦτ' οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικει μένους ἐπιπόνους πειρασμούς, ὁμόσε αὐτοῖς <ἡμεῖς αὐτοὶ> κατὰ τὸ εὔλογον χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μὲν τὸν σωτῆρα, μετὰ δὲ τοῦτον καὶ τὸν ἀπόστολον αὐτοῦ.
 [03210]  τούτων δὲ προειρημένων κατὰ τὸ εὔλογον ὁ Ἰησοῦς προσκα λεῖται ἤτοι τοὺς ἀγανακτήσαντας δέκα, ἢ καὶ μετὰ τῶν λοιπῶν δύο, καὶ διδάσκει τὴν ὁδὸν καθ' ἣν μέγας καὶ πρῶτός τις ἔσται παρὰ τῷ θεῷ.
 [04129]  [17.17] Ταῦτα μὲν οὖν ὁλοσχερέστε ρον εἰς τὴν παραβολὴν λελέχθω, πει ρασόμεθα δὲ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, ἐὰν ἄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι ἢ αἰνίξασθαι ἢ ἐκθέσθαι.
000-00-00 Serial Number=0641519368
Contra Celsum Ante [Go Back]  
 [00239]  Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατ' αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῷα προσκυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν.
 [00348]  Ἆρα γὰρ εὔλογον τὸν τοσαῦτα ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων τολμήσαντα, ἵνα τὸ ὅσον ἐπ' αὐτῷ πάντες Ἕλληνες καὶ βάρβαροι κρίσιν θείαν προσδοκήσαντες ἀποσ τῶσι μὲν τῆς κακίας πάντα δὲ πράττωσιν ἀρεσκόντως τῷ τῶν ὅλων δημιουργῷ, παράδοξον μὲν μὴ ἐσχηκέναι γένεσιν πασῶν δὲ γενέσεων παρανομωτάτην καὶ αἰσχίστην;
 [00961]  Πρὸς τοῦτο δὲ ἀπολογήσασθαι πάνυ εὔηθες ὂν οὐ δοκεῖ μοι εἶναι εὔλογον.
 [01168]  Καὶ Σωκράτης γοῦν ᾔδει τὸ κώνειον πιόμενος καὶ τεθνηξόμενος καὶ ἐδύνατο, εἴπερ ἐπείσθη τῷ Κρίτωνι, ὑπεξελθὼν τὴν φυλακὴν μηδὲν τούτων παθεῖν, ἀλλ' εἵλετο κατὰ τὸ φαινόμενον αὐτῷ εὔλογον κρεῖττον αὐτῷ εἶναι φιλοσόφως ἀποθανεῖν ἢ ἀφιλοσόφως ζῆν.
 [01452]  ∆έον λέγειν ἀκολουθίαν σῴζοντα ὅτι, εἴπερ ἀποθανόντος αὐτοῦ πείθουσιν οὐχ ἁπαξαπλῶς οἱ βουλόμενοι ἀλλ' οἱ βουλόμενοι καὶ δυνάμενοι τοὺς τοσούτους, πόσῳ μᾶλλον εὔλογον αὐτόν, ἡνίκα τῷ βίῳ ἐπεδήμει, πολλαπλασίους καὶ δυνατωτέρῳ λόγῳ καὶ πράξεσι πεπει κέναι;
 [01747]  Εἴπερ οὖν ἀπὸ τῶν εὐαγγελίων μεμαθηκότες ὅτι οὐ γέγονεν εὐθὺς ἀφανὴς ἀπὸ τοῦ σκόλοπος ἐγκαλεῖν οἴονται τῷ λόγῳ, μὴ πλασαμένῳ, ὡς ἐκεῖνοι ἠξίωσαν, τὸ εὐθὺς αὐτὸν ἀφανῆ γενέσθαι ἀπὸ τοῦ σκόλοπος ἀλλὰ τὸ ἀληθὲς ἱστορήσαντι, πῶς οὐκ εὔλογον πιστεῦσαι αὐτοὺς καὶ τῇ ἀναστάσει αὐτοῦ, καὶ ὡς βουληθεὶς ὁτὲ μὲν τῶν θυρῶν κεκλεισμένων ἔστη ἐν μέσῳ τῶν μαθητῶν, ὁτὲ δὲ δοὺς ἄρτον δυσὶ τῶν γνωρίμων εὐθὺς ἄφαντος ἐγένετο ἀπ' αὐτῶν μετά τινας, οὓς ἐλάλησεν αὐτοῖς, λόγους;
 [01852]  Καὶ Χριστιανοὶ δὲ ἕνα θεὸν γινώσκοντες, τὸν ἐν τοῖς προφήταις καὶ τῷ κυρίῳ, παραστήσουσι τὸ εὔλογον τῶν νομιζομένων ἀπειλῶν καὶ λεγομένων παρὰ τῷ Κέλσῳ λοιδοριῶν.
 [02056]  Πῶς οὖν οἷόν τε κατὰ τὸ εὔλογον τούτων νομισθῆναί τινα θεὸν ἢ ἥρωα;
 [02065]  Καὶ τίς ἂν κατὰ τὸ εὔλογον πάντα πράττειν θέλων ἀποκληρωτικῶς συγκαταθοῖτο μὲν <τοῖς> περὶ ἐκείνων εἰς δὲ τὰ περὶ τούτου ἀνεξετάστως ὁρμῶν ἀπιστήσαι τοῖς περὶ αὐτοῦ;
 [02135]  [3.31] Εἰ δὲ ταῦθ' οὕτως ἔχει, πῶς οὐκ εὔλογον μὲν νομίζειν περὶ τοῦ Ἰησοῦ, τοσαῦτα συστῆσαι δεδυνημένου, ὅτι οὐχ ἡ τυχοῦσα θειότης ἦν ἐν αὐτῷ, οὐκέτι δὲ οὔτε ἐν τῷ Προκον νησίῳ Ἀριστέᾳ, κἂν ὁ Ἀπόλλων αὐτὸν βούληται ἐν θεῶν μοίρᾳ νέμειν, οὔτ' ἐν οἷς ἐξαριθμεῖται ὁ Κέλσος λέγων ὅτι οὐδεὶς νομίζει θεὸν Ἄβαριν τὸν Ὑπερβόρειον, ὃς δύναμιν εἶχε τοσήνδε, ὥστε ὀϊστῷ συμφέρεσθαι;
 [03396]  Καὶ ὥσπερ γεωργὸς κατὰ τὰς διαφόρους τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν διάφορα ἔργα γεωργικὰ ποιεῖ ἐπὶ τὴν γῆν καὶ τὰ ἐπ' αὐτῆς φυόμενα, οὕτως ὁ θεὸς οἱονεὶ ἐνιαυτούς τινας, ἵν' οὕτως ὀνομάσω, οἰκονομεῖ ὅλους τοὺς αἰῶνας, καθ' ἕκαστον αὐτῶν ποιῶν ὅσα ἀπαιτεῖ αὐτὸ τὸ περὶ τὰ ὅλα εὔλογον, ὑπὸ μόνου θεοῦ ὡς ἀληθείας ἔχει τρανότατα καταλαμβανόμενον καὶ ἐπιτε λούμενον.
 [03782]  [5.5] Ἀγγέλους γὰρ καλέσαι μὴ ἀναλαβόντας τὴν ὑπὲρ ἀνθρώπους περὶ αὐτῶν ἐπιστήμην οὐκ εὔλογον.
 [03853]  Οὐ τοίνυν ἦν εὔλογον τοὺς διδαχθέντας μεγαλοφυῶς ὑπεραναβαίνειν πάντα τὰ δημιουργήματα καὶ ἐλπίζειν τὰ ἄριστα περὶ αὐτῶν παρὰ τῷ θεῷ ἐπὶ τῷ καλλίστῳ βίῳ καὶ ἀκούσαντας τὸ Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου καὶ τὸ Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἀσκοῦντας ἔχειν τὴν λαμπρὰν καὶ ἀμάραντον σοφίαν, ἢ καὶ ἀνειληφότας αὐτὴν οὖσαν ἀπαύ γασμα φωτὸς ἀϊδίου, καταπλαγῆναι τὸ αἰσθητὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων φῶς ἐπὶ τοσοῦτον, ὥστε διὰ τὸ αἰσθητὸν φῶς ἐκείνων νομίσαι ἑαυτοὺς κάτω που εἶναι, ἔχοντας τηλικοῦτον νοητὸν γνώσεως φῶς καὶ φῶς ἀληθι νὸν καὶ φῶς τοῦ κόσμου καὶ φῶς τῶν ἀνθρώπων, κἀκείνοις προσκυνῆσαι·
 [03973]  [5.20] Ἀλλ' ἐπεὶ τὰ μὲν ἡμέτερα περὶ ἀναστάσεως, ὡς ἐνεχώρει, ἀπὸ τοῦ μέρους ἐπὶ τοῦ παρόντος λέλεκται συντέτακται γὰρ ἡμῖν περὶ ἀναστάσεως ἐν ἄλλοις, ἐπὶ πλεῖον ἐξετάσασι τὰ κατὰ τὸν τόπον , τὰ δὲ τοῦ Κέλσου νῦν χρὴ κατὰ τὸ εὔλογον διαλαβεῖν, μήτε νοήσαντος τὸ παρ' ἡμῖν γεγραμμένον μήτε κρῖναι δυναμένου ὅτι οὐ δεῖ τὸ βούλημα τῶν σοφῶν ἐκείνων ἀνδρῶν νομίζειν πρεσβεύεσθαι ὑπὸ τῶν πλεῖον πίστεως μηδὲν ἐπαγγελλομένων τῆς πρὸς τὸν Χριστιανῶν λόγον·
 [04173]  Εἴπερ δὲ εὔλογον ἐπὶ τῶν ἄλλων τὸν τῆς φύσεως προτιμᾶν νόμον, ὄντα νόμον τοῦ θεοῦ, παρὰ τὸν γεγραμμένον καὶ ὑπὸ τῶν ἀνθρώπων ἐναντίως τῷ νόμῳ τοῦ θεοῦ νενομοθε τημένον, πῶς οὐχὶ τοῦτο μᾶλλον ἐν τοῖς περὶ θεοῦ νόμοις ποιητέον;
 [04187]  εἰ δὲ τὴν ἐπὶ θανάτῳ ἀπαχθείη, παραστησάτω τὸ εὔλογον τοῦ αἱρεῖσθαι θάνατον, οὐκ οἶδα εἰ τοῦ Αἰθιόπων λόγου φιλοσοφεῖν διδάσκοντος περὶ ψυχῆς ἀθανασίας καὶ τιμῆς τῆς ἐπὶ εὐσεβείᾳ, εἰ <κατὰ> τοὺς πατρίους νόμους σέβοιεν νομιζομένους θεούς.
 [04382]  Ἀλλ' οὐκ εὔλογον οὕτω κρίνειν τὰ περὶ ἀληθευόντων ἢ ψευδομένων.
 [04916]  Περὶ ὧν οὐκ ἀπαιτεῖ ἡμᾶς ἀπολογήσασθαι τὸ εὔλογον, ἅτε οὐδὲ κατὰ ποσὸν ἐνεχομένους τοιαύταις ὑπονοίαις.
 [05010]  Τοσαῦτα δὴ ἀπὸ πλειόνων ἔδοξεν εὔλογον εἶναί μοι παραθέσθαι εἰς τὸ κἂν ἐπ' ὀλίγον συνιέναι τὸν ἀκροατὴν περὶ τοῦ βουλήματος τῶν θείων λόγων, διδασκόντων τὰ περὶ τοῦ διαβόλου καὶ τοῦ Ἀντιχρίστου·
 [05035]  οὐκ εὔλογον δέ μοι φαίνεται πρὸς τὴν ἀπόφασιν αὐτοῦ κατασκευάσαι, τίνα τρόπον οὐκ ἔστιν εὐηθική.
 [05439]  ὁ δὲ λόγος, ἄϋπνον ἐπιστάμενος φύσιν τὴν τοῦ θεοῦ, διδασκέτω ἡμᾶς ὅτι κατὰ καιροὺς οἰκονομεῖ τὰ τοῦ κόσμου πράγματα ὁ θεός, ὡς ἀπαιτεῖ τὸ εὔλογον.
 [05924]  Εἰ δ' ἐτίθει τὰ ὀνόματα ἑκάστου τούτων, κἂν ἀγωνίζεσθαι εὔλογον ἡμῖν ἐφαίνετο, ὅτι τυφλώττοντας περὶ τὴν ἀλήθειαν ὁδηγοὺς ἡμῖν δίδωσιν, ἵνα σφάλωμεν, ἢ εἰ καὶ μὴ πάνυ τυφλώττοντας, περὶ πολλά γε τῆς ἀληθείας δόγματα ἐσφαλμένους.
 [05936]  ἡμεῖς δὲ ἀποφαινόμεθα ὅτι οὐκ αὐτάρκης ἡ ἀνθρωπίνη φύσις ὁπωσπο τανοῦν ζητῆσαι τὸν θεὸν καὶ εὑρεῖν αὐτὸν καθαρῶς, μὴ βοηθηθεῖσα ὑπὸ τοῦ ζητουμένου, εὑρισκομένου τοῖς ὁμολο γοῦσι μετὰ τὸ παρ' αὐτοὺς ποιεῖν ὅτι δέονται αὐτοῦ, ἐμφα νίζοντος ἑαυτὸν οἷς ἂν κρίνῃ εὔλογον εἶναι ὀφθῆναι, ὡς πέφυκε θεὸς μὲν ἀνθρώπῳ γινώσκεσθαι ἀνθρώπου δὲ ψυχὴ ἔτι οὖσα ἐν σώματι γινώσκειν τὸν θεόν.
 [06058]  μονογενὲς δὲ τοῦτο περὶ Ἀναξάρχου ἴσασι θαυμαζόμενον Ἕλληνες, ἐφ' ᾧ εἰ καί, ὡς Κέλσος ἀξιοῖ, ἐχρῆν τινας σέβειν ἄνθρωπον δι' ἀρετήν, οὐκ ἦν εὔλογον ἀναγορεύεσθαι τὸν Ἀνάξαρχον θεόν.
 [06291]  Εἰ δ' οὐδὲ τοῦτο εὔλογον, μάτην αὐτῷ παρείληπται τὸ παράδειγμα κατηγοροῦν τοῦ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ μᾶλλον ὁ περὶ τῆς <πρὸς> τὸν θεὸν τῶν ὅλων δουλείας μόνον διὰ τοῦ προσά γοντος τῷ θεῷ υἱοῦ αὐτοῦ κρατήσει λόγος.
 [06717]  Περὶ ἀναστάσεως δὴ εἰ καὶ αὐτὸς ἤδη πολλάκις ὀνειδίζει, ἀλλ' ἡμεῖς τὸ κατὰ τὸν τόπον ἡμῖν φανὲν εὔλογον, ὡς οἷόν τ' ἦν, παραστήσαντες οὐ μέλλομεν πρὸς ἓν ἔγκλημα πολλάκις λεγόμενον πολλάκις ἀπολογεῖσθαι.
000-00-00 Serial Number=0568892241
De oratione Ante [Go Back]  
 [00146]  εὔλογον δὲ πατέρα καὶ δημιουργὸν αὐτὸν ὄντα τοῦ παν τὸς, ἀγαπῶντα «τὰ ὄντα πάντα» καὶ μη<δὲν> βδελυσσόμενον ὧν πεποίηκε, σωτηρίως τὰ περὶ ἕκαστον καὶ χωρὶς τοῦ εὔξασθαι οἰκο νομεῖν δίκην πατέρος, νηπίων προϊσταμένου καὶ μὴ περιμένοντος ἐκείνων τὴν ἀξίωσιν, ἤτοι μηδ' ὅλως δυναμένων αἰτεῖν ἢ διὰ ἄγνοιαν πολλάκις τὰ ἐναντία τοῖς συμφέρουσι καὶ λυσιτελοῦσι θελόντων λα βεῖν.
 [00169]  αὐτόθεν δὲ ἀπεμφαίνει, ἀτρέπτου ὄντος τοῦ θεοῦ καὶ τὰ ὅλα προκατειληφότος μένοντός τε ἐν τοῖς προδιατεταγμένοις, εὔχεσθαι, οἰόμενον μετατρέψειν διὰ τῆς εὐχῆς αὐτοῦ τὴν πρόθεσιν ἢ ὡς μὴ προδιαταξαμένῳ ἀλλὰ περιμένοντι τὴν ἑκάστου εὐχὴν ἐντυγχάνειν, ἵνα διὰ τὴν εὐχὴν διατάξηται τὸ πρέπον τῷ εὐχομένῳ, τότε τάσσων τὸ δοκιμαζόμενον εἶναι εὔλογον οὐ πρό τερον αὐτῷ τεθεωρημένον.
 [00196]  [6.4] εἰ τοίνυν τὸ ἑκάστου ἐφ' ἡμῖν αὐτῷ ἔγνωσται, καὶ διὰ τοῦτο προεωραμένον αὐτῷ διατάττεσθαι ἀπὸ τῆς προνοίας τὸ κατ' ἀξίαν παντί τῳ εὔλογον καὶ τὸ τί εὔξηται <καὶ> ποίαν διάθεσιν ἔχων ὁ δεῖνα οὕτως πιστεύων καὶ τί βουλόμενος αὐτῷ γενέσθαι προκατ ειλῆφθαι·
 [00205]  οἶδα δὲ καὶ Ἰούδαν, ἐπιδημήσαντός μου τοῦ υἱοῦ τῷ τῶν ἀνθρώπων γένει, κατὰ μὲν τὰς ἀρχὰς ἐσόμενον καλὸν καὶ ἀγαθὸν ὕστερον δὲ ἐκτρα πησόμενον καὶ εἰς τὰ ἀνθρώπινα ἁμαρτήματα ἐκπεσούμενον, ὅντινα ἐπὶ τούτοις εὔλογον ἔσται παθεῖν τάδε τινά.
 [00464]  ἀδελφῷ δὲ προσεύχεσθαι τοὺς κατηξιωμένους ἑνὸς αὐτῶν πατρὸς οὐκ ἔστιν εὔλογον·
 [00934]  ἔστι τις καὶ πρὸς πολίτας ὀφειλὴ καὶ ἄλλη κοινὴ πρὸς πάντας ἀν θρώπους, ἰδίᾳ μὲν ξένους ἰδίᾳ δὲ καὶ ἡλικίαν πατέρων ἔχοντας, καὶ ἄλλη πρός τινας, οὓς εὔλογον ὡς υἱοὺς ἢ ὡς ἀδελφοὺς τιμᾶν.
 [01220]  εἰ δὲ ἐκεῖ προκριτέον τὰς ἀνατολὰς κατὰ τὸ εὔλογον, διὰ τί τοῦτο οὐ πανταχοῦ ποιητέον;
 [01250]  [33.6] εὔλογον δὲ ἀρξάμενον ἀπὸ δοξολογίας εἰς δοξολογίαν καταλήγοντα καταπαύειν τὴν εὐχὴν, ὑμνοῦντα καὶ δοξάζοντα τὸν τῶν ὅλων πατέρα «διὰ Ἰησοῦ Χριστοῦ» ἐν ἁγίῳ πνεύματι, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.».
000-00-00 Serial Number=0567962587
De principiis Ante [Go Back]  
 [00447]  οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλὰ γὰρ ἅτε τὸ αὐτὸ τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν εὐαγγελίων πεποίηκε καὶ ἐπὶ τῶν ἀποστόλων, οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικὸν ἐχόντων μὴ γεγενημένων, οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα.
000-00-00 Serial Number=0164684653
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00514]  δόξαις ἄρ' ἂν εὔλογον εἶναι τὸ λέγεσθαι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ἢ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
000-00-00 Serial Number=0780219138
In Jeremiam Ante [Go Back]  
 [01687]  μετὰ γὰρ τῶν ἄλλων ἀνθρωπίνων κακῶν καὶ τοῦτο τὸ ἁμάρτημα πολὺ ἐν ἡμῖν ἐστιν, ὁτὲ μὲν γὰρ πάνυ ἀλόγως ἐπαιρομένοις καὶ ἐφ' ᾧ οὐδὲ κατὰ τὸ ποσὸν ἐπαίρεσθαι χρή, ὁτὲ δὲ μετὰ πιθανότητος, ὅτι εὔλογον τὸ ἐφ' ᾧ ἐπαιρόμεθα, οὐ μὴν ὑγιὲς καὶ ἐπ' ἐκείνῳ τὸ ἐπαίρεσθαι.
 [01690]  οἱ τοιοῦτοι ἐπὶ ἀπροαιρέτῳ καὶ ἀδιαφόρῳ πράγματι ἐπαιρόμενοι οὐδὲ πιθανότητα εὔλογον ἔχουσι τὴν παραβαλλομένην αὐτοὺς ἐπὶ τὸ ἐπαίρεσθαι.
 [02499]  οὐδὲ τοῦτο εὔλογον.
 [02688]  πρὸς οὐδένα γὰρ ἐκείνων εὔλογον ἦν εἰπεῖν·
000-00-00 Serial Number=0154013634
Philocalia Ante [Go Back]  
 [00379]  οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα.
 [00732]  ἀλλ' ἐλθὼν ὁ πεπαιδευμένος τὴν τοῦ θεοῦ μουσικὴν, σοφός τις ἐν ἔργοις καὶ λόγοις τυγχάνων, καὶ διὰ τοῦτο χρηματίζων ἂν ∆αυεὶδ, ὃς ἑρμηνεύεται ἱκανὸς χειρὶ, ἀποτελέσει φθόγγον μουσικῆς θεοῦ, ἀπὸ ταύτης μαθὼν ἐν καιρῷ κρούειν χορδὰς νῦν μὲν νομικὰς νῦν δὲ συμφώνως αὐταῖς εὐαγγελικὰς, καὶ νυνὶ μὲν προφητικὰς, ὅτε δὲ τὸ εὔλογον ἀπαιτεῖ, τὰς ὁμοτονούσας ἀποστολικὰς αὐταῖς, οὕτω δὲ καὶ ἀποστολικὰς εὐαγγελικαῖς.
 [01426]  [18.5] Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατ' αὐτὸν σοφώ τατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσ κυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνα κεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν.
 [02384]  λεκτέον πρὸς αὐτὸν ὅτι ὁ πάντων τὰς διαθέσεις κατανοῶν τῶν αἰτιωμένων αὐτοῦ τὴν πρόνοιαν, ὡς παρ' ἐκείνην οὐ πεπιστευκότων μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο, καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων ἃ ἄλλοι ἀκούσαντες ὠφέληνται, τὴν ἀπο λογίαν οὐκ εὔλογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι τὴν διοίκησιν αὐτοῦ ᾔτησαν·
 [03234]  σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ·
000-00-00 Serial Number=0058936298
Philocalia sive Ecloga Ante [Go Back]  
 [00394]  Σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ·
000-00-00 Serial Number=0202749848
Scholia in Matthaeum Ante [Go Back]  
 [00313]  Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»