0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἴδωμεν [103]


000-00-00 Serial Number=0618508995
Commentarii in Genesim Ante [Go Back]  
 [00099]  Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖ νοι, ἔνδοξον μὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον, καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν, τῶν τε κακιῶν ψεκτόν·
000-00-00 Serial Number=0096785665
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00754]  μετὰ τοῦτο ἴδωμεν τίνα τὰ μέλλοντα καὶ ἤτοι <τὰ> πρὸς τὸν μέλλοντα χρόνον παλαίσοντα τῷ ἀποστόλῳ τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας, ὡς πρὸς τὰς ἐνεστηκυίας αὐτῷ τῆς γραφῆς τῆς ἐπιστολῆς ἡμέρας, ἢ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαντησόμενα, ὅτε ὁ ἄρχων τοῦ κόμου τούτου καί τινες ὑπ' αὐτῷ δυνάμεις βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
000-00-00 Serial Number=0482695401
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [01082]  [2.17.117] Καὶ πρῶτόν γε ἴδωμεν τὸ «Οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων» ἴσον δυνάμενον τῷ «οὐκ ἔστιν ἁμαρτωλῶν ἀλλὰ ἁγίων θεός».
 [01648]  [6.7.43] Ἤδη οὖν ἴδωμεν τὴν δευτέραν Ἰωάννου μαρτυρίαν.
 [01666]  [6.8.50] Πρὶν δὲ τῶν ἑξῆς μαρτυριῶν, καθ' ἃς δεικνύμενος μαρτυρεῖται, ἑκάστην λέξιν ἴδωμεν τῆς δευτέρας καὶ τρίτης μαρτυρίας, τοῦτο πρῶτον ἐπιτηρήσαντες ὅτι δύο ἀποστολαὶ γίνονται πρὸς τὸν βαπτιστήν·
 [01844]  Στῶμεν τοίνυν κατὰ τὰ ὑπὸ Ἱερεμίου εἰρημένα ἐπὶ ταῖς ὁδοῖς, καὶ ἰδόντες ἐρωτήσωμεν τρίβους κυρίου αἰωνίους καὶ ἴδωμεν ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορευθῶμεν ἐν αὐτῇ, ὥσπερ ἔστησαν οἱ ἀπόστολοι καὶ ἠρώτησαν τὰς τοῦ κυρίου αἰωνίους τρίβους τοὺς πατριάρχας καὶ τοὺς προφήτας, ὧν τὰ γράμματα ἐρωτή σαντες ὕστερον τῷ νενοηκέναι αὐτὰ εἶδον τὴν ἀγαθὴν ὁδόν, Ἰησοῦν Χριστὸν τὸν εἰπόντα·
 [02062]  [6.32.162] Ἔχοντες τοίνυν τὰς ὁμοίας λέξεις τῶν τεσσάρων, φέρε κατὰ τὸ δυνατὸν ἴδωμεν ἰδίᾳ τὸν νοῦν ἑκάστης καὶ τὰς διαφοράς, ἀρξάμενοι ἀπὸ τοῦ Ματθαίου, ὃς καὶ παρα δέδοται πρῶτος τῶν λοιπῶν τοῖς Ἑβραίοις ἐκδεδωκέναι τὸ εὐαγγέλιον, τοῖς ἐκ περιτομῆς πιστεύουσιν.
 [02698]  Πρὸς δὲ τὸ παραδέξασθαι τοῦθ' οὕτως ἔχειν περὶ τῆς διαφορᾶς τοῦ «πάσχα κυρίου» καὶ «πάσχα Ἰουδαίων», ἴδωμεν καὶ τὰ ἐν τῷ Ἡσαΐᾳ τοῦτον τὸν τρόπον εἰρημένα·
 [02931]  Καὶ πρῶτόν γε ἴδωμεν τὴν τοῦ Ἰωάννου λέξιν ἀρχομένην ἀπὸ τοῦ «Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς».
 [03021]  «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν» μεῖζον ἢ καθ' ἡμᾶς εἶναι πειθόμεθα.
 [03079]  [10.32.203] Πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σῴζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ.
 [04162]  [13.47.308] Ὡς γνήσιοι τοίνυν καὶ ἡμεῖς Ἰησοῦ μαθηταὶ ἐπάρωμεν τοὺς ὀφθαλμοὺς καὶ τὰς χώρας τὰς ἐσπαρμένας ὑπὸ Μωσέως καὶ τῶν προφητῶν θεασώμεθα, ἵνα ἴδωμεν τὴν λευκότητα αὐτῶν καὶ τίνα τρόπον ἤδη θερίσαι ἔστιν αὐτὰς καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον, μετὰ τοῦ καὶ μισθὸν ἐλπίζειν ἀπὸ τοῦ κυρίου τῶν χωρῶν καὶ χορηγοῦ τῶν σπερμάτων.
 [04867]  ἐπὰν δὲ ἴδωμεν ἐκ τῆς παραθέσεως τῶν ῥητῶν ἐκεῖνα, τότε ζητήσομεν εἰ καὶ τοῦτο ὑπ' αὐτῶν περὶ τοῦ σωτῆρος λέγεται βαθύτερόν τι βλεπόντων.
 [04875]  [19.15.98] ἴδωμεν οὖν καὶ εἰς τὸ «Μήτι ἀποκτενεῖ ἑαυτόν;» εἰ δύνανται μὴ κοι νότερόν τι καὶ ἁπλούστερον νενοηκέναι, ὡς ἑαυτὸν ἐξαγαγόντος τοῦ βίου ἤτοι ἀγχόνῃ ἢ ξίφει ἢ ὁποιᾳδήποτε ὁδῷ τῶν ἐντεῦθεν ἑαυτοὺς ἀπαλλαττόντων, καὶ μάλιστα ἐπεὶ οἴονται αὐτὸν <ἑαυτὸν> ἀποκτεί νοντα ἀπελεύσεσθαι εἰς τόπον εἰς ὃν ἀδύνατον ἦν αὐτοὺς γενέσθαι·
 [05067]  ἵν' οὖν ταῦτα θεωρηθῇ, ἴδωμεν πρῶτον σωματικῶς [7σπέρματος7] καὶ [7τέκνου7] διαφοράν.
 [05851]  [20.38.350] Μετὰ ταῦτα ἴδωμεν, τί ἐστιν τὸ «Ἐγὼ δὲ οὐ «ζητῶ τὴν δόξαν μου·
 [06765]  ἀλλὰ μή πως ἐὰν ἴδωμεν ἀξίως τοῦ Ἰησοῦ τὰ ἐνδύ ματα αὐτοῦ, ἃ περιέκειτο δειπνῶν καὶ εὐφραινόμενος μετὰ τῶν μα θητῶν, ἐννοήσωμεν τίνα κόσμον περίκειται ὁ γενόμενος σὰρξ λόγος.
 [07010]  [32.14.152] Μετὰ τοῦτο ἴδωμεν τὸ «Ἐγὼ οἶδα τίνας ἐξελεξάμην», ὅπερ ἁπλούστερον μὲν τοιοῦτόν ἐστιν·
000-00-00 Serial Number=0300246954
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00553]  «καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ», ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς ὀλίγης παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης·
 [00572]  Εἶτ' ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογι ζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς ναυαγῆσαι «περὶ τὴν πίστιν» ἤ τινα τῶν ἀρετῶν.
 [00575]  Καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐμφανιζόμενον, ταραχθη σόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβού μενοι κεκραξόμεθα·
 [00770]  [11.15] Ἑξῆς τούτῳ ἴδωμεν πῶς τὰ ἐκπορευόμενα καὶ κοινοῦντα τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ' αὐτῆς, πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος, διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·
 [01125]  [12.14] Μετὰ ταῦτα ἴδωμεν πῶς λέλεκται τῷ Πέτρῳ καὶ παντὶ *** Πέτρῳ τὸ δώσω σοι τὰς κλεῖ δας τῆς βασιλείας τῶν οὐ ρανῶν.
 [01421]  [12.39] Εἶτ', ἐπεὶ κατὰ τὸν Μᾶρ κον δεήσει διηγήσασθαι τὸ «καὶ ἐν τῷ προσεύχεσθαι αὐτὸν μετεμορ φώθη ἔμπροσθεν αὐτῶν», λεκτέον ὅτι μήποτε μάλιστα ἔστιν ἰδεῖν τὸν λόγον ἔμπροσθεν ἡμῶν μεταμορ φούμενον, ἐὰν τὰ προειρημένα ποιή σωμεν καὶ ἀναβῶμεν εἰς τὸ ὄρος καὶ ἴδωμεν τὸν αὐτόλογον κοινο λογούμενον πρὸς τὸν πατέρα καὶ εὐχόμενον αὐτῷ, ὑπὲρ ὧν εὔξαιτ' ἂν ἀληθινὸς ἀρχιερεὺς ἀληθινῷ μόνῳ θεῷ.
 [01453]  [12.41] Ἐπεὶ δὲ μηδέπω περιερ γασάμενοι τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασα νίζοντες ταῦτα εἴπομεν, τούτοις ἀκολούθως ἴδωμεν, μήποτε ἀνα βιβασθέντες εἰς τὸ ὕψος τῶν τῆς ἀληθείας δογμάτων καὶ τὴν μετα μόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων «ἐν δόξῃ» μετ' αὐτοῦ Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδο-μένος Πέτρος καὶ οἱ τῆς «βροντῆς υἱοὶ» βούλοιντ' ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοι κήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ «τὴν ἔξοδον» λαλούσῃ τοῦ Ἰησοῦ «ἣν ἔμελλε πληροῦν», καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον καὶ τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλή σεως ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι.
 [01579]  [13.4] Ἐπεὶ δὲ νῦν οὐ περὶ πάν των, ἀλλὰ τοῦ ἐκκειμένου ῥητοῦ πρόκειται ἐξετάζειν, ἴδωμεν τρο πολογοῦντες τίνα δυνάμεθα εἰπεῖν τὸν σεληνιαζόμενον εἶναι καὶ τὸν ἀξιοῦντα περὶ αὐτοῦ πατέρα αὐτοῦ, καὶ τί τὸ πίπτειν τὸν πάσχοντα οὐκ ἀεὶ ἀλλὰ πολλάκις, ὁτὲ μὲν εἰς πῦρ ἐνίοτε δὲ εἰς ὕδωρ, καὶ τί τὸ μὴ δεδυνῆσθαι αὐτὸν ὑπὸ τῶν μαθητῶν θεραπευθῆναι ἀλλ' ὑπ' αὐτοῦ τοῦ Ἰησοῦ.
 [02068]  φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπότου ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ' ἐλάττονα λαμβάνει.
 [02872]  θεῷ δὲ εὐξάμενοι καὶ ἐπικαλεσά μενοι «τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ <Χριστοῦ>«ἐκθώμεθα τὴν παραβολὴν καὶ ἴδωμεν, τίνα ἡμῖν ἐξετάσαι καὶ εἰπεῖν εἰς αὐτὴν ἢ καὶ ὑπαγορεῦσαι δοθήσεται·
 [02909]  <καὶ> πρῶτον τοίνυν ἴδωμεν τὰ περὶ τῆς ἐν τῇ ζητουμένῃ παρα βολῇ ἡμέρας.
 [03577]  ἀλλ' ἐπεὶ καὶ νῦν ὁ εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν Ματθαίου λέξιν περὶ τῶν ἐκκειμένων, τὸν πατέρα τῆς σοφίας ἐπικαλεσάμε νοι φέρ' ἴδωμεν εἰ ἄξιόν τι δυνάμεθα τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τὸν τόπον.
 [03624]  [16.23] Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἴδωμεν εἰ δύναται καὶ οὕτω τὰ κατὰ τὸν τόπον νοηθῆναι.
 [03901]  ἴδωμεν δὲ πρῶτον, παραστήσαντες ἀπὸ τῆς γραφῆς ὅτι ἀμπελὼν καλεῖ ται ὁ λαός, εἰ δύναται ἐφαρμόσαι πάντα τὰ κατὰ τὸν τόπον τῇ τοιαύτῃ διηγήσει.
 [04190]  οἱ δὲ λοιποὶ παρὰ τούτους ἴδωμεν τίνες εἰσί.
 [04341]  ἴδωμεν δὲ καὶ τὸ «οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι», καὶ τίς μὲν γυνὴ ψυχὴ παραβαίνει τοῦτον τὸν νόμον τίς δὲ τηρεῖ.
000-00-00 Serial Number=0609250009
Contra Celsum Ante [Go Back]  
 [00344]  καὶ ἴδωμεν εἰ μὴ τυφλῶς οἱ μυθοποιή σαντες τὴν μοιχείαν τῆς παρθένου καὶ τοῦ Πανθήρα καὶ τὸν τέκτονα ἐξωσάμενον αὐτὴν ταῦτα πάντα ἀνέπλασαν ἐπὶ καθαιρέσει τῆς παραδόξου ἀπὸ ἁγίου πνεύματος συλλήψεως·
 [00437]  Φέρ' οὖν ἴδωμεν, τί ποτε καὶ λέγει διαβάλλων τὸ οἷον σωματικῶς ἑωραμένον ὑπὸ τοῦ σωτῆρος πνεῦμα ἅγιον <ἐν> εἴδει περιστερᾶς·
 [01198]  [2.20] Μετὰ ταῦτα ἴδωμεν, πῶς λέγει·
 [01871]  ἵνα ἴδωμεν καὶ πιστεύσωμεν, ἐροῦμεν πρὸς αὐτόν·
 [01873]  ἵνα ἴδωμεν καὶ πιστεύσωμεν ὅτι μερίς ἐστι τοῦ θεοῦ.
 [02236]  Πολλὰς γὰρ τὰς περὶ αὐτῶν ἱστορίας ἀναγνόντες, ἴδωμεν εἰ ἐκαθάρευσαν ἀπὸ ἀκολασίας ἢ ἀδικίας ἢ ἀφροσύνης ἢ δειλίας.
 [02356]  [3.51] Εἰ δ' ἐκεῖνοι οὐκ ἔγκλητοι τοῦτο πράττοντες, ἴδωμεν εἰ μὴ Χριστιανοὶ μᾶλλον καὶ τούτων βέλτιον πλήθη ἐπὶ καλοκἀγαθίαν προκαλοῦνται.
 [02396]  [3.55] Ἐπεὶ δ' ἐνηδόμενος τῷ τῶν καθ' ἡμῶν λοιδοριῶν λόγῳ προσέθηκε καὶ ἕτερα, φέρε καὶ ταῦτα ἐκθέμενοι ἴδωμεν, πότερον Χριστιανοὶ ἀσχημονοῦσιν ἢ Κέλσος ἐπὶ τοῖς λεγομένοις, ὅς φησιν·
 [05011]  οἷς εἰς ταῦτα ἀρκεσθέντες ἴδωμεν καὶ ἄλλην τοῦ Κέλσου λέξιν καὶ πρὸς αὐτὴν κατὰ τὸ δυνατὸν ἀγωνισώμεθα.
 [05477]  ἴδωμεν οὖν εἰ μὴ καὶ οὕτως δύναται τοῖς φιλαλήθως ἐξετάζουσι τὰ πράγματα ἀποδείκνυσθαι ὅτι καὶ τῷ παραδεχομένῳ εἶναι ταῦτα τὰ μαντεῖα οὐκ ἀναγκαῖον προσέσθαι ὅτι θεοί τινες εἰσὶ παρ' αὐτοῖς, ἀλλ' ἐκ τοῦ ἐναντίου δαίμονές τινες φαῦλοι καὶ πνεύματα ἐχθρὰ τῷ γένει τῶν ἀνθρώπων καὶ κωλύοντα τὴν τῆς ψυχῆς ἄνοδον καὶ δι' ἀρετῆς πορείαν καὶ τῆς ἀληθινῆς εὐσεβείας ἀποκα τάστασιν πρὸς τὸν θεόν.
 [05538]  Ὃ δέ φησιν εἶναι τελεώτατον παρὰ τοῖς τῇδε ἀνδράσιν ἴδωμεν.
 [05828]  Πῶς οὖν γνῶμεν καὶ ἴδωμεν τὸν θεόν;
 [06087]  [7.58] Μετὰ ταῦτα δὲ ἴδωμεν καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν οὕτως ἔχουσαν·
 [06136]  [7.62] Φέρε δὲ ἴδωμεν καὶ τὰ ἑξῆς, ἐν οἷς ταῦτά φησι·
 [06191]  Τοῦτο μὲν αὐτίκα διὰ τοῦτο παραλιπόντες ἴδωμεν τὰς ἑξῆς τοῦ Κέλσου λέξεις, ἐν αἷς φησι·
 [06695]  φέρ' ἅπαντα παραθῶμεν ἀλλήλοις καὶ τὸ τέλος ἴδωμεν τοῦ βουλήματος τῶν ἐνεργησάντων καὶ τὴν ἀπὸ τούτου ὠφέλειαν ἢ βλάβην ἢ οὐδέτερα τῶν τὰς νομιζομένας εὐεργεσίας πεπονθότων, εἰ μὴ φιλόσοφον μὲν ὄψεται τὸ πάλαι Ἰουδαίων ἔθνος, πρὶν ἐξυβρίσωσιν εἰς τὸ θεῖον, ὑφ' οὗ διὰ τὴν πολλὴν κακίαν ἐγκατελείφθησαν, παραδόξως δὲ συστάντας Χριστιανοὺς κατὰ τὴν ἀρχὴν μᾶλλον ὑπὸ τῶν τεραστίων ἤπερ τῶν προτρεπτικῶν λόγων προσαγομένους τῷ καταλιπεῖν μὲν τὰ πάτρια αἱρεῖσθαι δὲ τὰ τῶν πατρίων ἀλλότρια.
 [06748]  [8.53] Τοσαῦτα δὲ καὶ εἰς τοῦτον εἰπόντες τὸν τόπον ἴδωμεν τοῦ Κέλσου καὶ ἄλλην λέξιν, οὕτως ἔχουσαν·
 [06811]  Κἂν ἴδωμεν δὲ μὴ δαίμονάς τινας ἀγγέλους δὲ τεταγμένους ἐπὶ τῶν τῆς γῆς καρπῶν καὶ ἐπὶ τῆς τῶν ζῴων γενέσεως, εὐφημοῦμεν αὐτοὺς καὶ μακαρίζομεν, ἐγχειρισθέντας ὑπὸ τοῦ θεοῦ τὰ χρήσιμα τῷ γένει ἡμῶν·
000-00-00 Serial Number=0334767699
De engastrimytho Ante [Go Back]  
 [00056]  ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις.
 [00112]  Λέγω δὲ ὅτι ἀναγκαία καὶ ἡ ἱστορία καὶ ἡ ἐξέτασις ἡ περὶ αὐτῆς, ἵνα ἴδωμεν τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον.
000-00-00 Serial Number=0388134062
De oratione Ante [Go Back]  
 [00523]  [19.1] Ἐπεὶ δὲ, ὡς ἐν τοῖς ἀνωτέροις εἰρήκαμεν, πρῶτον δεῖ καταστῆναί πως καὶ διατεθῆναι τὸν προσευχόμενον εἶθ' οὕτως εὔξασθαι, ἴδωμεν πρὸ τῆς ἐγκειμένης προσευχῆς παρὰ τῷ Ματθαίῳ τοὺς περὶ αὐτῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἀπηγγελμένους <λόγους>, οἵ τινες οὕτως ἔχουσιν·
 [00685]  ἐπεὶ οὖν περὶ θεοῦ πάντες μὲν ὑπολαμβάνομέν τι, ἐννοοῦντες ἅτινα δή ποτε περὶ αὐτοῦ, οὐ πάντες δὲ ὅ ἐστι (σπάνιοι γὰρ καὶ, εἰ χρὴ λέγειν, τῶν σπανίων σπανιώτεροι οἱ τὴν ἐν πᾶσιν ἁγιότητα καταλαμβάνοντες αὐτοῦ), εὐλόγως διδασκόμεθα τὴν ἐν ἡμῖν ἔννοιαν περὶ θεοῦ ἁγίαν γενέσθαι, ἵν' ἴδωμεν αὐτοῦ τὴν ἁγιότητα κτίζοντος καὶ προνοοῦντος καὶ κρίνοντος καὶ ἐκλεγομένου καὶ ἐγκαταλείποντος ἀποδεχομένου τε καὶ ἀποστρεφομένου καὶ γέρως ἀξιοῦντος καὶ κολάζον τος ἕκαστον κατὰ τὴν ἀξίαν.
 [01098]  ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;» [29.14] ἴδωμεν οὖν τὴν ἱστορίαν, εἰ χρησίμως ὑμῖν παρεβάλομεν αὐτὴν πρὸς λύσιν τοῦ ἀπεμφαίνοντος ἐν τῷ «0μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν» καὶ ἐν ταῖς ἀποστολικαῖς λέξεσιν.
000-00-00 Serial Number=0975776672
De principiis Ante [Go Back]  
 [00071]  καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινές, σχεδὸν καὶ αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες διὰ τὸ φύσεις εἰσάγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι, καὶ ἑτέρας σωζο μένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι, τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἐλεοῦντος μὲν τοὺς πνευματικούς, σκληρύνοντος δὲ τοὺς χοϊκούς, φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι.
 [00121]  [3.1.12] Ἀλλ' ἐπεὶ δυσπειθεῖς αἱ τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι καὶ †μὴ† βιώσαντες καλῶς, ἀλλὰ μετὰ ταῦτα ἁμαρτήσαντες.
000-00-00 Serial Number=0657123744
Dialogus cum Heraclide Ante [Go Back]  
 [00362]  Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρωπίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τούτων ἀθάνατος.
000-00-00 Serial Number=0217757821
Enarrationes in Job Ante [Go Back]  
 [00046]  Μὴ τοίνυν τοῦτο ἴδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβου λεύει.
000-00-00 Serial Number=0909329712
Exhortatio ad martyrium Ante [Go Back]  
 [00296]  ἵν' ἴδωμεν, ὅσον δύναται κατὰ τῶν τραχυτάτων πό νων καὶ τῶν βαρυτάτων βασάνων εὐσέβεια καὶ τὸ πρὸς θεὸν φίλτρον παντὸς φίλτρου καθ' ὑπερβολὴν πλεῖον δυνάμενον.
000-00-00 Serial Number=0151691675
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00026]  καὶ πρῶτον τί ποτέ ἐστι παραβολὴ ἴδωμεν, ἀφ' ὧν ἔχομεν εὐαγγε λικῶν ἀφορμῶν.
000-00-00 Serial Number=0160872877
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00207]  οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵνα οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης.
 [00498]  ἴδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὀνομάζεσθαι χρὴ ἐν τοῖς ἁγίοις.
000-00-00 Serial Number=0862028003
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00003]  [2] Ἐὰν ἴδωμεν ὑποχείριον γινομένην τὴν ψυχὴν τῷ διαβόλῳ ἢ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἁπαξαπλῶς ταῖς ἐχθραῖς δυνάμεσι τὴν τῇ φύσει θεωρητικὴν καὶ συνορᾶν τὰ ὄντα <καὶ> ἐπιστῆσαι δυναμένην, νοήσομέν πως τὴν αἰχμαλωσίαν καὶ τὸν αἰχμαλωτίσαντα .
 [00120]  ἴδωμεν δὲ καὶ τὰ πρῶτα νοήματα τοῦ Θρήνου.
000-00-00 Serial Number=0759966433
Fragmentum ex commentariis in Osee Ante [Go Back]  
 [00004]  ἀναγκαίως καὶ ἐνθάδε τοῦ ὁμοίου ἐμπεσόντος, ὅσον κατὰ τὴν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν.
000-00-00 Serial Number=0499439716
In Jeremiam Ante [Go Back]  
 [00299]  [2.2] Μετὰ ταῦτα ἴδωμεν τὸ «ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος.».
 [00381]  Εἰ νενόηται τὸ ῥητόν, ἴδωμεν τί βούλεται ἐν τούτοις δηλοῦσθαι.
 [00448]  Καὶ ἡμεῖς δὲ οὐκ ἦμεν δοῦλοι τοῦ θεοῦ, ἀλλὰ εἰδώλων καὶ δαιμόνων, ἐθνικοί, ἐχθὲς καὶ πρώην προσεληλύθαμεν τῷ θεῷ, ἀνα γινώσκωμεν τὴν γραφήν, ἴδωμεν τις ἐδικαιώθη, τίς κατε δικάσθη, μιμησώμεθα τοὺς δικαιωθέντας, φυλασσώμεθα περιπεσεῖν τούτοις, οἷς περιπεπτώκασιν οἱ αἰχμαλω τευθέντες, οἱ ἐκβληθέντες ἀπὸ τοῦ θεοῦ.
 [00747]  Ἐὰν δέ τις μὴ ἀποθῆται «τὴν ἀκροβυστίαν τῆς καρδίας» αὐτοῦ, ἴδωμεν τί ἀπειλεῖ αὐτῷ ὁ λόγος·
 [00818]  [6.2] Εἶτα περὶ τῶν ἁμαρτωλῶν ἴδωμεν τὸ λεγόμενον·
 [00833]  ἴδωμεν δὲ εἰ ἔχομεν καὶ ἑτέραν.
 [00936]  Καίτοιγε καὶ θέλοντες τὸν ἀλλότριον τῶν τῆς ἁμαρτίας πραγμάτων προσκυνεῖν θεὸν ἐν τῇ γῇ ταύτῃ τῆς κακώσεως, τί ποιοῦμεν ἴδωμεν.
 [01030]  [8.4] Εἰ δὲ νενόηται ἡμῖν, τίνες εἰσὶν αἱ νεφέλαι, ἴδωμεν πῶς ὁ θεὸς «ἀνάγων» ἐστὶν «νεφέλας ἐξ ἐσχάτου τῆς γῆς».
 [01278]  εἶτα ὁ σωτὴρ ἐν τῷ προφήτῃ ἴδωμεν τίνα λέγει·
 [01452]  ἴδωμεν δὲ καὶ ἑξῆς ἐπίπληξιν ἀναγκαίαν, ἣν καλὸν εἰς τὸν ἠθικὸν τόπον ἀναλαβεῖν, λέγουσαν·
 [01475]  Μετὰ ταῦτα ἴδωμεν τὰ περὶ τοῦ περιζώματος.
 [01667]  [12.7] Περιγεγραμμένου δὲ τοῦ ἑνὸς κεφαλαίου ἴδωμεν καὶ τὸ ἕτερον τί ἡμᾶς διδάσκει·
 [01780]  ἐπὰν δὲ ἔλθῃ τις ἐπὶ τὰ ὄρη τὰ σκοτεινά, ἴδωμεν τί ἐστιν ἐκεῖ·
 [02267]  πλὴν εἰ καὶ πανταχόθεν ἔστι τοῦτο ποιεῖν, ἴδωμεν καὶ <ἐκ> τῶν σήμερον ἀναγνωσθέντων.
 [02271]  [15.2] πρῶτον γὰρ ἀπὸ τοῦ προφητικοῦ λόγου ἴδωμεν, εἶτα καὶ κατὰ ἀναγωγήν, ἐὰν πρό τερον ἀναλάβωμεν εὐτονίαν καὶ ἐλευθερίαν καὶ δύναμιν καὶ παρ ρησίαν προφήτου.
 [02337]  ἴδωμεν καὶ τὰ ἑξῆς·
 [02540]  ἴδωμεν τί προφητεύει περὶ ἡμῶν ἤδη μανθανόντων εὔχεσθαι, μᾶλλον δὲ μεμαθηκότων.
 [02968]  ἀλλ' ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρην ται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα.
 [03439]  ἐνίοτε λόγους <τοῖς> ἀπὸ τῶν ἐθνῶν προσάγομεν βουλόμενοι αὐτοὺς προσαγαγεῖν τῇ πίστει, καὶ ἐὰν ἴδωμεν ὅτι διαβεβλημένοι εἰσὶ πρὸς Χριστιανισμὸν καὶ βδελύσσονται τὸ ὄνομα καὶ μισοῦσι τὸ ἀκοῦσαι, ὅτι οὗτος ὁ λόγος Χριστιανῶν ἐστιν, οὐ προσποιούμεθα Χριστιανῶν λέγειν λόγον ὠφέλιμον.
000-00-00 Serial Number=0668654144
Philocalia Ante [Go Back]  
 [00764]  ἀναγκαίως καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τὴν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν.
 [01124]  [15.8] Μετὰ ταῦτα ἴδωμεν καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν, τοῦ Κέλσου δηλονότι, οὕτως ἔχουσαν·
 [01780]  ἴδωμεν δὴ τίνα ἐστὶν ἃ περὶ ὅλης τῆς φύσεως ἐπαγγέλλεται λέξειν, καὶ τίνα ἐμφανίσειν.
 [02192]  ἴδωμεν δὲ πῶς καὶ ὁ Παῦλος ὡς αὐτεξουσίοις ἡμῖν δια λέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτη ρίας.
 [02210]  ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τοὺς πυθομένους, διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ·
 [02233]  φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι.
 [02296]  [21.11] Ἀλλ' ἐπεὶ δυσπειθεῖς αἱ τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι, καὶ μὴ βιώσαντες καλῶς ἀλλὰ μετὰ ταῦτα ἁμαρτήσαντες.
 [02696]  [23.7] Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε κακιῶν ψεκτόν.
000-00-00 Serial Number=0935608029
Philocalia sive Ecloga Ante [Go Back]  
 [00089]  [23.7] (αʹ) Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες τινὲς τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σῴζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἢ προσέσθαι τό, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε κακιῶν τὸ μεμπτόν.
000-00-00 Serial Number=0998454869
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00025]  Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν·
 [00582]  ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυ πρισμὸς, ἤνθησαν αἱ ῥόαι.
000-00-00 Serial Number=0656288862
Scholia in Lucam Ante [Go Back]  
 [00504]  Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα.
000-00-00 Serial Number=0831163347
Selecta in Psalmos Ante [Go Back]  
 [00781]  Ἐπειδὴ δὲ μᾶλλον προσετιθέμεθα τῷ βασιλεῖς εἶναι τοὺς ἐπὶ τὴν σύνεσιν καλουμένους ἁγίους, φέρε παραπλησίως ἴδωμεν καὶ τοὺς κρίνοντας τὴν γῆν.
 [00863]  Ἑξῆς δὲ ἴδωμεν τίς ὁ Ἀβεσσαλὼμ ὁ υἱὸς τοῦ ∆αυΐδ.
 [01314]  «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύμα τος, πνευματικὰ πνευματικοῖς συγκρίνοντες.».
 [03816]  Ἀλλ' ὅπως ἴδωμεν τίνες οἱ καταβαίνοντες εἰς λάκκον, ἡ ἱερὰ Γραφὴ τὰ θεῖα λέγει εἶναι θερμὰ, τὰ δὲ τῆς ἁμαρτίας καὶ τῆς ὕλης πράγματα ψυχρά.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»