0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔθνος [126]


000-00-00 Serial Number=0598406434
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00242]  ἀλλὰ γὰρ ἐπὶ τέλει μετέωρος καὶ ἱπτάμενος ἄγγελος εὐαγγέλιον ἔχων εὐαγγελιεῖται πᾶν ἔθνος, τοῦ ἀγαθοῦ πατρὸς οὐ πάντη καταλιπόντος τοὺς ἀποπεπτωκότας αὐτοῦ.
 [00244]  «Καὶ εἶδον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσασθαι ἐπὶ τοὺς καθη μένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλώσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ·
 [03570]  [13.12.79] Ἀκολούθως δὲ ταύταις ἑκάτερον ἔθνος ταῖς ὑπολήψεσιν νενόμικεν τοὺς πατέρας ἐν τῷδε ἢ τῷδε ὄρει προσκεκυνηκέναι τῷ θεῷ.
 [05221]  καὶ ὡς καταλιπόντες συγγένειαν οὐ καλὴν εἰς ἔθνος ἐσόμεθα μέγα καὶ μεῖζον ἢ κατὰ ἀνθρώπους·
 [06246]  ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσωσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
 [06247]  [28.12.86] Ὡς πρὸς τὸ ῥητὸν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἑώρων ὅτι διὰ τὸ μέγεθος ὧν πεποιήκει τεραστίων δυνάμεων ὁ Ἰησοῦς δυνατὸν ἦν καὶ πάντα τὸν λαὸν τῶν Ἰουδαίων ὑπαχθῆναι τῇ εἰς αὐτὸν πίστει καὶ ὑπαχθέντα καταφρονῆσαι τῆς ἐν τῷ τόπῳ σωματικῆς λευϊτικῆς καὶ ἱερατικῆς λατρείας, ὥστ' ἂν πρόφασιν τὸ τοιοῦτον γενέσθαι τοῦ, ἅτε μὴ περιεπόντων τὸν τόπον Ἰουδαίων, Ῥωμαίοις ὑπὸ τοῦ σωτῆρος γενέσθαι καὶ τὸν νομιζόμενον παρ' ἐκεί νοις ἱερὸν τόπον καὶ πᾶν τὸ ἔθνος Ἰουδαίων, οὐκέτι παντὶ τρόπῳ τηρεῖν ἐθελόντων τὴν περὶ τοῦ Ἰουδαίους ἑαυτοὺς εἶναι ὁμολογίαν.
 [06257]  ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν, οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ Ῥωμαίοις, μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ [28.12.91] ἔθνος.
 [06260]  ἦραν δὲ καὶ τὸ ἔθνος, ἐκβάλλοντες αὐτοὺς ἀπὸ τοῦ τόπου καὶ μόγις ἐπιτρέψαντες αὐτοῖς εἶναι ὅπου βούλονται καὶ ἐν τῇ διασπορᾷ.
 [06264]  καὶ τὸ ἔθνος δὲ ὑπὸ τῶν ἐξ ἐθνῶν ἤρθη·
 [06271]  Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
 [06454]  [28.18.152] Ὅρα γὰρ εἰ μὴ παροξῦναι βούλεται τοὺς ἀκροωμέ νους εἴτε ὁ Καϊάφας εἴτε τὸ ἐνεργοῦν αὐτὸν προφητεύειν πρὸς τὸ ἀποκτεῖναι τὸν Ἰησοῦν διὰ τοῦ «Ὑμεῖς οὐκ οἴδατε οὐδὲ λογίζεσθε «ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ [28.18.153] «μὴ ὅλον τὸ ἔθνος ἀπόληται».
 [06495]  οὐκοῦν ἀπέθανεν ὁ ἄνθρωπος οὗτος ὑπὲρ τοῦ λαοῦ, καὶ [28.19.169] διὰ τοῦτον οὐχὶ ὅλον τὸ ἔθνος ἀπώλετο.
 [06497]  ἀπέθανεν γὰρ οὗτος ὁ ἄνθρωπος οὐ μόνον ὑπὲρ τοῦ λαοῦ, ἀλλ' ἵνα καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, ὡς εἰ ἔλεγεν τὸ χρηματίζον ἔθνος καὶ πάντες οἱ ἐθνικοὶ ἀπόλωνται.
 [06505]  δοκεῖ δέ μοι ὅτι καὶ περίστασις αἰτία ποτὲ γίνεται τοῦ προ φητεύειν, ὥσπερ καὶ νῦν τῷ Καϊάφᾳ τὸ εἶναι αὐτὸν ἀρχιερέα τοῦ ἐνιαυτοῦ ἐκείνου, <ᾧ> ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ λαοῦ ἵνα μὴ ὅλον τὸ ἔθνος ἀπόληται·
 [06513]  [28.21.179] τίνα δὲ τὰ παρὰ τὸ ἔθνος διεσκορπισμένα τέκνα θεοῦ νῦν καιρὸς ἤδη ζητεῖν.
 [06520]  καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρ χας ἢ προφήτας ἤ τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας·
 [06537]  περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἂν λέ γοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγό μενον τῶν ζητούντων ὑπ' αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεκδεχόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαν τοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενο μένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἡμῖν ἵνα εἷς ἄν θρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ' ἐκείνης [28.22.191] συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.
 [06636]  τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν [28.25.233] «σε ἐμοί».
000-00-00 Serial Number=0535938561
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00839]  Ἀλλ' ἐπεὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ παρὰ τὸ «κατ' ἐκλογὴν χάριτος λεῖμμα» ἠπείθησαν τῷ λόγῳ, διὰ τοῦτο «ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου, τὸν μὴ Ἰσραὴλ μηδὲ διορατικόν, ἵνα καταισχύνῃ τοὺς σοφοὺς» τοῦ Ἰσραήλ, καὶ ἐκάλεσε «τὰ μὴ ὄντα» συνετὸν ἔθνος, παραδοὺς αὐτοῖς ὃ ἠδύναντο χωρῆσαι, «τὴν μωρίαν τοῦ κηρύγματος», καὶ εὐδοκήσας «σῶσαι» τοὺς εἰς τοῦτο «πιστεύοντας», ἵνα διελέγξῃ «τὰ ὄντα», «ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων» καταρ τισάμενος αὐτῷ «αἶνον», ἐπεὶ γέγονεν ἐχθρὰ τῇ ἀληθείᾳ.
000-00-00 Serial Number=0966201067
Contra Celsum Ante [Go Back]  
 [00193]  οὐκ οἶδα δ' ὅπως μόνους Ἰουδαίους συκοφαντεῖ, οὐ συγκαταλέγων αὐτῶν τὸ ἔθνος τοῖς λοιποῖς, ὡς εἴτε συμφιλοπονῆσαν ἐκείνοις καὶ ὁμοφρο νῆσαν εἴτε παραπλήσια ἐν πολλοῖς δογματίσαν.
 [00204]  Καὶ οὐκ ἐβουλήθη ἔθνος σοφώτατον εἰπεῖν κἂν παραπλησίως Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ Ἰνδοῖς καὶ Πέρσαις καὶ Ὀδρύσαις καὶ Σαμόθρᾳξι καὶ Ἐλευσινίοις τοὺς Ἰουδαίους.
 [00217]  Μωϋσέως δὲ τοὺς νόμους ὅλον ἔθνος φέρει ἐπεσπαρμένον τῇ πάσῃ οἰκουμένῃ.
 [00276]  Καὶ οὕτως εὑρε θήσεται τῶν ἐπὶ γῆς δαιμόνων, λαχόντων διαφόρους τόπους, φέρεσθαι τὰ ὀνόματα οἰκείως ταῖς κατὰ τόπον καὶ ἔθνος διαλέκτοις.
 [00978]  Ποῖον γὰρ ἔθνος πεφυγάδευται ἀπὸ τῆς ἰδίας μητροπόλεως καὶ τοῦ οἰκείου τόπου τῇ πατρίῳ θρησκείᾳ ἢ μόνοι Ἰουδαῖοι;
 [01295]  ἐπεὶ ἐκ τοῦ με πιεῖν τουτὶ τὸ τῆς κολάσεως ποτήριον ὅλον ἔθνος ὑπὸ σοῦ ἐγκαταλειφθήσεται, εὔχομαι, εἰ δυνατόν ἐστι, παρελθεῖν ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἵνα μὴ ἡ μερίς σου τολμήσασα κατ' ἐμοῦ πάντῃ ὑπὸ σοῦ ἐγκαταλειφθῇ.
 [01365]  Οὐκ εἶδε δ' ὅτι οὐχ οὕτω Πιλᾶτος ἦν καταδικάσας αὐτόν, ὅς γε ᾔδει ὅτι διὰ φθόνον παρέδωκαν αὐτὸν οἱ Ἰουδαῖοι, ὡς τὸ Ἰουδαίων ἔθνος·
 [01533]  Οὐκ ἂν γὰρ πονηρία καὶ μαγγανεία ὅλον ἔθνος συνέστησαν, ὑπερβὰν μὲν οὐ μόνον ἀγάλματα καὶ τὰ ὑπ' ἀνθρώπων ἱδρυμένα ἀλλὰ καὶ πᾶσαν γενητὴν φύσιν, ἀναβαῖνον δὲ πρὸς τὴν ἀγένητον τοῦ θεοῦ τῶν ὅλων ἀρχήν.
 [01536]  Εἰ γὰρ τὸ τέλος καὶ ὅλον τὸ ἔθνος συστὰν διὰ τῶν ἐν Μωϋσεῖ τεραστίων τὴν ἐνάργειαν τοῦ θεὸν εἶναι τὸν ταῦτα ποιήσαντα γενέσθαι συνίστησιν ἐπὶ Μωϋσέως, πῶς οὐχὶ μᾶλλον τὸ τοιοῦτον ἐπὶ τῷ Ἰησοῦ δειχθήσεται, μεῖζον ποιήσαντι παρὰ τὸ Μωϋσέως ἔργον;
 [01838]  Πῶς δ' οὐ παραπλήσια αἷς λέγει ἀπειλαῖς ἐστι τὸ Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι καὶ τὰ ἑξῆς;
 [01886]  Καὶ ταῦτα δὲ προεῖπον οἱ προφῆται, ὡς ἄρα διὰ τὰ ἁμαρτήματα τοῦ τῶν Ἑβραίων λαοῦ ἐκλέξεται ὁ θεὸς οὐχὶ ἔθνος ἀλλὰ λογάδας πανταχόθεν, καὶ τὰ μωρὰ τοῦ κόσμου ἐκλεξάμενος ποιήσει τὸ ἀσύνετον ἔθνος γενέσθαι ἐν τοῖς θείοις λόγοις, αἰρομένης μὲν ἀπ' ἐκείνων τῆς τοῦ θεοῦ βασιλείας τούτοις δὲ διδομένης.
 [01910]  Ἆρά γε τὸ τοσοῦτο τῶν Ἰουδαίων ἔθνος, πάλαι χώραν ἰδίαν εἰληφὸς οἰκεῖν, σὺν οὐδεμιᾷ πιθανότητι τινὰς μὲν ὡς προφήτας ἀνηγόρευον ἑτέρους δὲ ὡς ψευδοπροφήτας ἀπεδο κίμαζον;
 [01912]  Καὶ δύνανται ἡμῖν παραστῆσαι οἱ εὐήθειαν ἐγκαλοῦντες Ἰουδαίοις καὶ Χριστιανοῖς ὅτι ἐδύνατο συνεστηκέναι τὸ Ἰουδαίων ἔθνος, μηδεμιᾶς ἐπαγγελίας προγνώσεων οὔσης παρ' αὐτοῖς, καὶ ὅτι τὰ μὲν περὶ αὐτοὺς ἔθνη ἕκαστον κατὰ τὰ πάτρια ἐπίστευε χρησμοὺς λαμβάνειν καὶ μαντείας ἀπὸ τῶν παρ' αὐτοῖς νομιζομένων θεῶν, οὗτοι δὲ μόνοι, οἱ διδαχθέντες πάντων τῶν παρὰ τοῖς ἔθνεσι νομιζομένων θεῶν καταφρονεῖν ὡς οὐ θεῶν ἀλλὰ δαιμονίων ἐπεὶ ἔλεγον αὐτῶν οἱ προφῆται τὸ Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμό νια , οὐδένα τὸν ἐπαγγελλόμενον εἶχον προφητεύειν καὶ δυνάμενον περισπᾶν τοὺς πόθῳ προγνώσεως τῶν μελλόν των αὐτομολεῖν <βουλομένους> πρὸς τοὺς παρὰ τοῖς ἄλλοις δαίμονας;
 [01913]  Ἐπίστησον οὖν εἰ μὴ ἀναγκαῖόν ἐστιν ὅλον ἔθνος διδασκόμενον καταφρονεῖν τῶν παρὰ τοῖς λοιποῖς θεῶν εὐπορηκέναι προφητῶν, τὸ μεῖζον αὐτόθεν ἐμφαινόντων καὶ τὸ ὑπερέχον τὰ πανταχοῦ χρηστήρια.
 [01926]  Πολλὰ διαθέντες οἱ πάλαι Αἰγύπτιοι τὸ Ἑβραίων γένος, διὰ λιμὸν τὴν Ἰουδαίαν καταλαβόντα ἐπιδημήσαντας τῇ Αἰγύπτῳ, πεπόνθασιν ὡς ξένους καὶ ἱκέτας ἀδικήσαντες ἅπερ ἐχρῆν ὅλον ἔθνος ὑπὸ τῆς θείας προνοίας παθεῖν, συμφρονῆσαν κατὰ ὅλου τοῦ τῶν ἐπιξενω θέντων αὐτοῖς γένους μηδὲν αὐτοὺς ἀδικήσαντος·
 [01930]  [3.6] Ὁ τοίνυν Κέλσος, οὐ γενόμενος δίκαιος ἐξεταστὴς τῶν λεγομένων παρ' Αἰγυπτίοις ἑτέρως καὶ παρ' Ἑβραίοις ἄλλως, ἀλλὰ προκαταληφθεὶς ὡς ὑπὸ φιλτέρων τῶν Αἰγυπ τίων, τοῖς μὲν ἀδικήσασι τοὺς ξένους συγκατέθετο ὡς ἀληθέσι τοὺς δ' ἀδικηθέντας Ἑβραίους στασιάζοντας εἶπε τὴν Αἴγυπτον καταλελοιπέναι, οὐχ ὁρῶν τίνα τρόπον οὐ δύναται τηλικοῦτο στασιῶδες πλῆθος Αἰγυπτίων, ἀρχὴν ἔχον τὴν στάσιν, γενέσθαι ἔθνος ἅμα τῷ στασιάζειν καὶ τὴν διάλεκτον ἀμεῖβον, ἵν' οἱ τέως τῇ Αἰγυπτίων φωνῇ χρώμενοι αἰφνίδιον τὴν Ἑβραίων διάλεκτον συμπληρῶσιν.
 [01946]  Ὑπομνήσεως μὲν γὰρ χάριν, ἵνα ἐνορῶντες ὀλίγοις ἀγωνιζομένοις ὑπὲρ εὐσεβείας δοκιμώτεροι γίνωνται καὶ θανάτου καταφρονῶσιν, ὀλίγοι κατὰ καιροὺς καὶ σφόδρα εὐαρίθμητοι ὑπὲρ τῆς Χριστιανῶν θεοσεβείας τεθνήκασι, κωλύοντος θεοῦ τὸ πᾶν ἐκπολεμηθῆναι αὐτῶν ἔθνος·
 [02116]  Οὗ τὴν εἰς τὸν βίον ἐπιδημίαν πολλοῖς πρότερον ἔτεσιν οὕτω διὰ πλειόνων κεκηρύχθαι συμβέβηκεν, ὥστε τὸ Ἰουδαίων ὅλον ἔθνος ἠρτημένον τῆς περὶ τοῦ ἐλπιζομένου ἐπιδημήσειν προσδοκίας εἰς τὴν πρὸς ἀλλήλους ζήτησιν ἐληλυθέναι τοῦ Ἰησοῦ ἐπιδημήσαντος, καὶ πολὺ μὲν πλῆθος αὐτῶν ὡμολογηκέναι Χριστὸν καὶ πεπιστευκέναι αὐτὸν εἶναι τὸν προφητευόμενον τοὺς δὲ μὴ πιστεύοντας, καταφρο νήσαντας τῆς πρᾳότητος τῶν διὰ τὰ Ἰησοῦ μαθήματα οὐδὲ μέχρι τοῦ τυχόντος στασιάζειν βουληθέντων, τολμῆσαι κατὰ τοῦ Ἰησοῦ τοιαῦτα, ἅτινα φιλαλήθως καὶ εὐγνωμόνως ἀνέγραψαν οἱ μαθηταὶ αὐτοῦ, οὐχ ὑπεκκλέψαντες τῆς περὶ αὐτοῦ παραδόξου ἱστορίας τὸ δοκοῦν τοῖς πολλοῖς αἰσχύνην τῷ λόγῳ Χριστιανῶν φέρειν.
 [02874]  Ἐλεγχέτω δὴ τὸ λεγόμενον ὡς ψεῦδος ὁ βουλόμενος, εἰ μὴ ἀνάστατον τὸ πάντων Ἰουδαίων ἔθνος γεγένηται οὐδὲ μετὰ γενεὰν ὅλην μίαν τοῦ ταῦτα πεπονθέναι ὑπ' αὐτῶν τὸν Ἰησοῦν·
 [02881]  Ἐχρῆν οὖν ἐκείνην τὴν πόλιν, ὅπου ταῦτα πέπονθεν Ἰησοῦς, ἄρδην ἀπολωλέναι καὶ τὸ Ἰουδαίων ἔθνος ἀνάστατον γεγονέναι καὶ ἐπ' ἄλλους τὴν τοῦ θεοῦ εἰς μακαριότητα κλῆσιν μεταβεβηκέναι, τοὺς Χριστιανοὺς λέγω, ἐφ' οὓς ἐλήλυθεν ἡ περὶ τῆς εἰλικρινοῦς καὶ καθαρᾶς θεοσεβείας διδασκαλία, παραλαβόντας νόμους καινοὺς καὶ ἁρμόζοντας τῇ πανταχοῦ καθεστώσῃ πολιτείᾳ·
 [02983]  Καὶ ἦν ἰδεῖν ἔθνος ὅλον φιλοσοφοῦν, καὶ διὰ τὴν πρὸς τὸ ἀκούειν τῶν θείων νόμων σχολὴν τὰ καλούμενα σάββατα καὶ αἱ λοιπαὶ παρ' αὐτοῖς ἑορταὶ ἐγίνοντο.
 [02997]  ὅτε δ' ἐχρῆν αὐτοὺς ὡς ὅλον ἔθνος ἁμαρτάνον διὰ πόνων ἐπιστρέφεσθαι πρὸς τὸν θεὸν αὐτῶν, ὁτὲ μὲν ἐπὶ πλεῖον ὁτὲ δ' ἐπ' ἔλαττον ἐγκατε λείποντο, ἕως ἐπὶ Ῥωμαίων τὴν μεγίστην ποιήσαντες ἁμαρτίαν ἐν τῷ ἀποκτεῖναι τὸν Ἰησοῦν τέλεον ἐγκατε λείφθησαν.
 [03000]  Εἰκὸς δὲ καὶ τὴν κατὰ τὸν τόπον ἀσάφειαν ἐπιτετηδευκέναι αὐτόν, ἐπείπερ ἑώρα ἰσχυρὸν τὸν λόγον τὸν κατασκευάζοντα ἀπὸ τοιωνδὶ προγόνων εἶναι τὸ Ἰουδαίων ἔθνος·
 [03015]  πῶς οὖν Ἰουδαῖοι ἅτε ἐπιχειρήσαντες ἑαυτοὺς γενεαλογεῖν ἀπὸ πρώτης σπορᾶς τούτων, οὓς γόητας καὶ πλανήτας ἀνθρώπους ὑπείληφεν εἶναι ὁ Κέλσος, ἀναισχύντως ἐπιχειροῦσιν ἑαυτοὺς καὶ τὴν ἀρχὴν αὑτῶν ἐπὶ τούτους ἀνάγειν, ὧν τὰ ὀνόματα ἑβραϊκὰ τυγχάνοντα μαρτυρεῖ Ἑβραίοις, τὰ ἱερὰ αὐτῶν βιβλία ἐν Ἑβραίων ἔχουσι διαλέκτῳ καὶ γράμμασιν, ὅτι οἰκεῖόν ἐστι τὸ ἔθνος αὐτῶν τοῖς ἀνδράσι τούτοις;
 [03074]  μόνοι δὲ Ἰουδαῖοι ἔδοξάν σοι καὶ ὁ τούτων νομοθέτης καὶ οἱ συγγραφεῖς πάντων ἀνθρώπων εἶναι ἀνοητότατοι, καὶ μόνον τοῦτο τὸ ἔθνος οὐδεμιᾶς δυνάμεως θεοῦ μετειληφέναι, τὸ οὕτως μεγαλοφυέστατα δεδιδαγμένον ἀναβαίνειν ἐπὶ τὴν ἀγένητον τοῦ θεοῦ φύσιν κἀκείνῳ μόνῳ ἐνορᾶν καὶ τὰς ἀπ' αὐτοῦ μόνου ἐλπίδας προσδοκᾶν;
 [03584]  καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
 [03837]  Γένος τοίνυν ἐκλεκτὸν καὶ βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον καὶ λαὸς εἰς περιποίησιν κληθέντες ὑπὸ θεοῦ εἶναι ὁ Ἑβραίων λαός, περὶ οὗ τῷ Ἀβραὰμ προείρητο ἀπὸ τῆς πρὸς αὐτὸν τοῦ κυρίου φωνῆς·
 [03915]  Ὅτι δὲ οὐχ ὡς μάγειρόν φαμεν τὸ πῦρ ἐπιφέρειν τὸν θεὸν ἀλλ' ὡς θεὸν εὐεργέτην τῶν χρῃζόντων πόνου καὶ πυρός, μαρτυρήσει καὶ ὁ προφήτης Ἡσαΐας ἐν ᾧ γέγραπται λελέχθαι πρός τι ἔθνος ἁμαρτωλόν·
 [04020]  Ἰουδαῖοι μὲν οὖν ἔθνος ἴδιον γενόμενοι καὶ κατὰ τὸ ἐπιχώριον νόμους θέμενοι καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες καὶ θρησκείαν ὁποίαν δή, πάτριον δ' οὖν, φυλάσσοντες ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν, ὅτι ἕκαστοι τὰ πάτρια, ὁποῖά ποτ' ἂν τύχῃ καθεστηκότα, περιέπουσι.
 [04024]  Ἐν τούτοις δὴ ὁ Κέλσος ἐμφαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι.
 [04027]  Ἔοικεν οὖν δηλοῦν ὅτι καὶ τὴν Ἰουδαίων χώραν καὶ τὸ ἐπ' αὐτῆς ἔθνος ἐποπτεύει τις ἤ τινες, ὑφ' οὗ ἢ ὑφ' ὧν οἱ Ἰουδαίων νόμοι συνεργοῦντος ἢ συνεργούντων Μωϋσεῖ ἐτέθησαν.
 [04034]  Ἆρα γάρ, ὡς ὀνομάσαι ἂν ὁ Κέλσος, ὁ Ζεύς τινι ἤ τισι διένειμε τὸ Ἰουδαίων ἔθνος καὶ τὴν χώραν αὐτῶν καὶ ἐβούλετο τὸν λαχόντα τὴν Ἰουδαίαν τοιούτους θέσθαι ἐν Ἰουδαίοις νόμους;
 [04121]  Οὐκέτι γὰρ λαμβάνομεν ἐπ' ἔθνος μάχαι ραν οὐδὲ μανθάνομεν ἔτι πολεμεῖν, γενόμενοι διὰ τὸν Ἰησοῦν υἱοὶ τῆς εἰρήνης, ὅς ἐστιν ἡμῶν ἀρχηγός, ἀντὶ τῶν πατρίων, ἐν οἷς ξένοι τῶν διαθηκῶν ἐτυγχάνομεν, λαμβάνοντες νόμον, ἐφ' ᾧ χάριτας ὁμολογοῦντες τῷ ἡμᾶς ῥυσαμένῳ ἀπὸ τῆς πλάνης λέγομεν·
 [04151]  Χριστιανοὺς δὲ τὰ πάτρια κατα λιπόντας καὶ οὐχ ἕν τι τυγχάνοντας ἔθνος ὡς Ἰουδαῖοι ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.
 [04244]  ἵν' ἔχωμεν παράδειγμα πόλεως οὐρανίας, ἣν ἐζήτησε μὲν διαγράψαι καὶ Πλάτων οὐκ οἶδα δὲ εἰ τοσοῦτον δεδύνηται, ὅσον Μωϋσῆς ἴσχυσε καὶ οἱ μετ' αὐτόν, γένος τι ἐκλεκτὸν καὶ ἔθνος ἅγιον καὶ θεῷ ἀνακείμενον ἐντρέφοντες λόγοις καθαροῖς ἀπὸ πάσης δεισιδαιμονίας.
 [04277]  ἀλλ' ἡμεῖς οὐ πεισόμεθα, τιθέντες μὲν τὸν ἐπὶ πᾶσι θεόν, ὡς δὲ φίλον τῷ λαχόντι τὴν Σκυθῶν ἐρημίαν καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν διάλεκτον οὐκ ὀνομάζοντες τὸν θεὸν ὡς κυρίῳ ὀνόματι τῷ Παπαῖον.
 [04320]  Ἐλέγξομεν οὖν καὶ τοῦτο, λέγοντες ὅτι τὸ εὐδοκιμηκέναι τὸ ἔθνος τοῦτο παρὰ θεῷ δηλοῦται καὶ ἐκ τοῦ τὸν ἐπὶ πᾶσι θεὸν καὶ ὑπὸ τῶν ἀλλοτρίων τῆς ἡμετέρας πίστεως Ἑβραίων καλεῖσθαι θεόν.
 [05446]  νῦν δὲ ἔδοξε Κέλσῳ ἐνθεώτατον εἰπεῖν καὶ τὸ Αἰγυπτίων ἔθνος, καὶ ἐνθεώτατον ἐξ ἀρχῆς, τάχα ἐπεὶ Ἰουδαίοις ἐξ ἀρχῆς προσ πεπολεμήκασι.
 [05447]  Καὶ Πέρσαι δὲ οἱ τὰς μητέρας γαμοῦντες καὶ θυγατράσι μιγνύμενοι ἔνθεον ἔθνος εἶναι τῷ Κέλσῳ δοκοῦσιν, ἀλλὰ καὶ Ἰνδοί, ὧν τινας ἐν τοῖς προειρημένοις ἔλεγε καὶ ἀνθρωπείων γεγεῦσθαι σαρκῶν.
 [05667]  Ἆρ' οὖν ἔμεινε τὸ ἔθνος τοσούτοις χρόνοις ἐν τῇ κατὰ Μωϋσέα θεοσεβείᾳ, προφανῶς βλέπον ψευδόμενον ὅσον ἐπὶ τῷ Κέλσῳ τὸν νομοθέτην;
 [06641]  [8.43] Καινὸν οὖν γέγονεν, ἐξ οὗ πέπονθε χρόνου ὁ Ἰησοῦς, κἀκεῖνο, λέγω δὲ τὸ κατὰ τὴν πόλιν καὶ πᾶν τὸ κατὰ τὸ ἔθνος καὶ τὸ κατὰ τὴν ἀθρόαν γένεσιν ἔθνους Χριστιανῶν ὡσπερεὶ τεχθέντος εἰσάπαξ καινὸν δὲ καὶ τὸ τοὺς ξένους τῶν διαθηκῶν τοῦ θεοῦ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν τοὺς μακρὰν τῆς ἀληθείας δυνάμει τινὶ θείᾳ παραδέχεσθαι αὐτήν.
 [06684]  Ἐκ γὰρ ὧν ἔχρησαν οἱ προφῆται καὶ πόλεις ὠρθώθησαν καὶ ἄνθρωποι ὑγιάσθησαν καὶ λιμοὶ ἐπαύσαντο, ἀλλὰ καὶ εἰς ἀποικίαν σαφῶς τὴν ἀπ' Αἰγύπτου εἰς τὴν Παλαιστίνην κατὰ χρησμοὺς ἐλήλυθεν ὅλον τὸ Ἰουδαίων ἔθνος·
 [06695]  φέρ' ἅπαντα παραθῶμεν ἀλλήλοις καὶ τὸ τέλος ἴδωμεν τοῦ βουλήματος τῶν ἐνεργησάντων καὶ τὴν ἀπὸ τούτου ὠφέλειαν ἢ βλάβην ἢ οὐδέτερα τῶν τὰς νομιζομένας εὐεργεσίας πεπονθότων, εἰ μὴ φιλόσοφον μὲν ὄψεται τὸ πάλαι Ἰουδαίων ἔθνος, πρὶν ἐξυβρίσωσιν εἰς τὸ θεῖον, ὑφ' οὗ διὰ τὴν πολλὴν κακίαν ἐγκατελείφθησαν, παραδόξως δὲ συστάντας Χριστιανοὺς κατὰ τὴν ἀρχὴν μᾶλλον ὑπὸ τῶν τεραστίων ἤπερ τῶν προτρεπτικῶν λόγων προσαγομένους τῷ καταλιπεῖν μὲν τὰ πάτρια αἱρεῖσθαι δὲ τὰ τῶν πατρίων ἀλλότρια.
000-00-00 Serial Number=0634336889
De principiis Ante [Go Back]  
 [00505]  καλεῖται γὰρ τοῦτο τὸ πᾶν ἔθνος Ἰσραήλ, λέγεται δὲ καὶ Ἰακώβ.
 [00514]  εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικῶν ἐστι γένος, οὕτω τῶν «ἐν κρυπτῷ Ἰουδαίων» ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης.
000-00-00 Serial Number=0690659404
Epistula ad Africanum Ante [Go Back]  
 [00041]  ἀλλ' οὐδὲ ἡ τῷ Ἀμμὰν ἐπὶ καθαιρέσει τοῦ τῶν Ἰουδαίων ἔθνους γεγραμμένη, οὐδὲ ἡ τοῦ Μαρδοχαίου ἐξ ὀνόματος Ἀρταξέρξου ἀπολύουσα τοῦ θανάτου τὸ ἔθνος.
 [00335]  καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν·
 [00344]  καὶ οὐκέτι μὴ ἄρῃ ἔθνος ἐπ' ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.».
000-00-00 Serial Number=0527001917
Exhortatio ad martyrium Ante [Go Back]  
 [00037]  περὶ δὲ εὐσεβείας μόνον «τὸ ἐκλεκτὸν» ἀγωνίζεται «γένος, τὸ βασίλειον ἱεράτευμα, τὸ ἔθνος τὸ ἅγιον, ὁ λαὸς ὁ εἰς περιποίησιν·» οὐδὲ μέχρι τοῦ δοκεῖν δεικνύντων τῶν λοιπῶν ἀνθρώπων ὅτι, εἰ ἔστι τὰ ἀνταγωνιζόμενα τοῖς εὐσε βέσι, προτίθενται ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν προτιμῶντες τὸν μετ' εὐσεβείας θάνατον τοῦ μετὰ ἀσεβείας ζῆν.
 [00280]  ἔφασκε δὲ καὶ ἐν τούτοις ὢν τὸ ἔθνος μὴ «καταλελεῖφθαι» ὑπὸ θεοῦ τοῦ ὅσον οὐδέπω τὸν Ἀντίοχον «καὶ τὸ σπέρμα» αὐτοῦ βασανίσοντος.
000-00-00 Serial Number=0439544201
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00187]  Αἰλὰμ δὲ ἔθνος Ἀραβικὸν πρὸς τῇ ἐρυθρᾷ κείμενον θαλάσσῃ.
 [00296]  διόπερ πυρὶ τὸ ἄκαρπον ἔθνος καθάπερ δή τινα δρυμὸν κατηνάλωσε.
000-00-00 Serial Number=0124707878
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00490]  [89] Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν.
 [00496]  τὸ τοίνυν συντελέσαι δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη ματίζειν ἔθνος θεοῦ.
000-00-00 Serial Number=0738345265
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00401]  ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ.
 [00415]  «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα «ποιεῖς;» ∆υνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] [33] Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ.
000-00-00 Serial Number=0077547848
In Jeremiam Ante [Go Back]  
 [00540]  Ἃ μὲν γὰρ ἐποίει Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ ἃ μὲν ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας, ἃ δὲ ἐποίουν οἱ Αἰγύπτιοι, σημεῖα μὲν ἦν καὶ τέρατα ψεύδους, οὕτως δὲ καὶ ἃ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν ὁ μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας καὶ νομίζεσθαι αὐτὸν εἶναι «δύνα μιν θεοῦ», καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους.
 [01178]  «Εἰ ἐτέχθη ἔθνος <εἰς> ἅπαξ»·
 [01179]  ἐτέχθη δὲ ἔθνος εἰς ἅπαξ, ὅτε ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ ἐπίστευσαν ἐν μιᾷ ἡμέρᾳ «χιλιάδες πέντε» καὶ προσετέθησαν ἄλλῃ ἡμέρᾳ χιλιάδες τρεῖς, καὶ ἔστιν ἰδεῖν ὅλον λαὸν τικτό μενον λόγῳ θεοῦ καὶ ἀθρόως τίκτουσαν τὴν στεῖραν, τὴν πρότερον οὐ τεκοῦσαν, πρὸς ἣν λέγεται·
 [02829]  πέρας λαλήσω ἐπ' ἔθνος καὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα πρὸς αὐτό, καὶ μετανοήσω ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
 [02830]  καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύειν, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς, φησὶ κύριος».
 [02833]  «πέρας λαλήσω ἐπὶ ἔθνος».
 [02834]  ζήτει καὶ τὸ πέρας καὶ τὸ πρότερον ἔθνος, <ἐφ' ὃ λαλεῖ> τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας αὐτῶν·
 [02836]  καὶ πάλιν λαλεῖ ἐπ' ἄλλο ἔθνος δεύτερον «τοῦ ἀνοικοδομεῖ σθαι καὶ τοῦ καταφυτεύεσθαι» ὅλον ἔθνος·
 [02837]  καὶ ἐπεὶ τοῦτο <τὸ> ἀνοι κοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ λαλῆσαι ταῦτα, ἐὰν ἀποστῶσι τῶν ἔργων τῶν ἀγαθῶν·
 [02841]  ἐπαγγέλλεται ὥστε, εἰ μεταπέσοι καὶ ἄξιον μὴ γένοιτο τὸ δεύτερον ἔθνος τῶν ἐπαγγελιῶν, μὴ τεύξεσθαι αὐτῶν.
 [02843]  γέγονε πρῶτον ἔθνος ἐκεῖνο ὁ Ἰσραήλ, δεύτερον ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας τοῦτο τὸ ἔθνος.
 [02849]  ὁρᾷ δὲ ὅτι καὶ τοῦτο τὸ ἔθνος ἄνθρωποί εἰσι δυνάμενοι πάλιν παραπεσεῖν.
 [02851]  εἰ καὶ προεῖπον τὰ περὶ τῆς οἰκοδομῆς καὶ τὰ περὶ τῆς καταφυτεύ σεως καὶ τῆς γεωργίας, μέλλει δὲ ἁμαρτάνειν καὶ τοῦτο τὸ ἔθνος, καὶ τούτῳ ἁμαρτήσαντι συμβήσεται ταὐτὰ ἅπερ εἴρηται ἐκείνοις διὰ τὰ ἁμαρτήματα, καὶ πείσονται ἐὰν μὴ μετανοήσωσι.
 [02857]  εὐθέως ἦλθεν ἐπισκοπὴ ἐπὶ τὸ ἔθνος, ἠρημώθη ὁ τόπος ἔνθα ἐσταύ ρωταί μου ὁ Ἰησοῦς, ἐξελέξατο ὁ θεὸς ἄλλο ἔθνος.
 [02864]  ἐπὶ μὲν» τὸ πρότερον ἔθνος καὶ πεσὸν «ἀποτομία, ἐπὶ δὲ σὲ» τὸ δεύτερον ἔθνος ἐπαγγελίαι καὶ «χρηστότης, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι·
 [02874]  εἰσήγαγεν αὐτοῦ τὸ ἔθνος ὁ θεὸς εἰς ὄρος κληρονομίας αὐτοῦ.
 [02883]  [18.6] «Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν».
 [02886]  ἐν τῷ «λαλήσω ἐπ' ἔθνος ἢ βασιλείαν», τὸ πέρας τοιοῦτόν ἐστι·
 [02893]  «πέρας λαλήσω» φησὶν «ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν, καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα ἐπ' αὐτό, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
 [02894]  καὶ πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύε σθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον ἐμοῦ τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς».
 [02930]  «ἐὰν μετανοήσῃ τὸ ἔθνος, κἀγὼ μετα νοήσω».
 [02932]  ἆρα ὅτε ἠπείλεις, οὐκ ᾔδεις πότερον μετανοήσει τὸ ἔθνος ἢ οὐ μετανοήσει;
 [02934]  ὅτε ἐπηγγείλω, οὐκ ᾔδεις πότερον μενεῖ ἄξιος τῶν ἐπαγγελιῶν ὁ ἄνθρωπος, ἢ τὸ ἔθνος, πρὸς ὃν ὁ λόγος, ἢ οὐ μενεῖ;
000-00-00 Serial Number=0957095861
Philocalia Ante [Go Back]  
 [00463]  καλεῖται γὰρ τοῦτο τὸ πᾶν ἔθνος Ἰσραήλ·
 [00477]  εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικόν ἐστι γένος, οὕτω τῶν ἐν κρυπτῷ Ἰου-δαίων ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης.
 [01322]  καὶ οὕτως εὑρεθήσεται τῶν ἐπὶ γῆς δαιμόνων, λαχόντων διαφόρους τόπους, φέρεσ θαι τὰ ὀνόματα οἰκείως ταῖς κατὰ τόπον καὶ ἔθνος δια λέκτοις.
 [01373]  ἀλλ' ἡμεῖς οὐ πεισόμεθα, τιθέντες μὲν τὸν ἐπὶ πᾶσι θεὸν, ὡς δὲ φίλον τῷ λαχόντι τὴν Σκυθῶν ἐρημίαν καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν διάλεκτον, οὐκ ὀνομάζοντες τὸν θεὸν ὡς κυρίῳ ὀνόματι τῷ Παππαῖον.
 [01934]  καὶ οἱ χοιρογρύλιοι, ἔθνος οὐκ ἰσχυρὸν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
 [02510]  «Ἰουδαῖοι μὲν οὖν ἔθνος ἴδιον γενόμενοι, καὶ κατὰ τὸ ἐπιχώριον νόμους θέμενοι, καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες, καὶ θρησκείαν ὁποίαν δὴ πάτριον δ' οὖν φυλάσσοντες, ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν·
 [02515]  ἐν τούτοις δὴ ὁ Κέλσος ἐμ φαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίγνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι.
 [02518]  ἔοικεν οὖν δηλοῦν ὅτι καὶ τὴν Ἰουδαίων χώραν καὶ τὸ ἐπ' αὐτῆς ἔθνος ἐποπτεύει τις ἤ τινες, ὑφ' οὗ ἢ ὑφ' ὧν οἱ Ἰουδαίων νόμοι συνεργοῦντος ἢ συνεργούντων Μωσεῖ ἐτέθησαν.
 [02525]  ἆρα γὰρ, ὡς ὀνομάσαι ἂν ὁ Κέλσος, ὁ Ζεύς τινι ἤ τισι διένειμε τὸ Ἰουδαίων ἔθνος καὶ τὴν χώραν αὐτῶν;
 [02550]  χριστιανοὺς δὲ τὰ πάτρια καταλι πόντας, καὶ οὐχ ἕν τι τυγχάνοντας ἔθνος ὡς Ἰουδαῖοι, ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.».
000-00-00 Serial Number=0314484537
Scholia in Apocalypsem Ante [Go Back]  
 [00051]  τούτο<υ> οὖν τοῦ Ἰσραὴλ <ἐὰν τοσοῦτο> λέγωμεν πλῆθος ἀνδρῶν παρθένων εἶναι, οὐκ ἀδύνατόν τί φαμεν, οἱ γὰρ Χριστῷ προσεληλυθότες πάντες Ἰουδαῖοί τε καὶ Ἕλληνες συμπληροῦσι τὸ νοητὸν τοῦτο ἔθνος.
000-00-00 Serial Number=0191720366
Selecta in Ezechielem Ante [Go Back]  
 [00929]  Τίς δύναται ἕκαστον ἔθνος διηγήσασθαι, καὶ ἀναγαγεῖν ἕκαστον ἐφ' ὃν δεῖ τρόπον [13.825] μοχθηρόν;
000-00-00 Serial Number=0899307311
Selecta in Genesim Ante [Go Back]  
 [00432]  ὅθεν τὸ Μαδιανιτῶν ἔθνος ἀπὸ Μαδιὰμ υἱοῦ Ἀβραὰμ καὶ Χεττούρας·
000-00-00 Serial Number=0196163177
Selecta in Psalmos Ante [Go Back]  
 [02124]  Ἓν γὰρ ἔθνος πᾶσα ἡ γῆ, ἐὰν ὁμονοῇ.
 [03353]  ὑπὸ τοῦ Θεοῦ γὰρ τὸ εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος μνη σθήσονται, καὶ μνησθέντες ἐπιστραφήσονται, οὐχ ἓν ἔθνος, ὡς εἴρηται, οὐδὲ δύο, ἀλλὰ πάντα τὰ πέρατα τῆς γῆς, τῷ τῆς θεογνωσίας φωτὶ φωτιζόμενα.
 [04907]  Εἰ μὲν ὁ Σω τὴρ λέγει, ἔθνος οὐχ ὅσιον Ἰουδαῖοι·
 [07151]  Θαρσεῖς ἔθνος Αἰθιοπικόν ἐστιν.
 [08385]  Σημειωτέον, ὅτι καὶ εἷς ἅγιος, ὡς ὁ Μωϋσῆς, δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ' ἔθνος ὅλον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»