0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἀβραάμ [154]


000-00-00 Serial Number=0489894748
Commentarii in Romanos Ante [Go Back]  
 [00209]  οὐδεὶς γὰρ τῶν ἔξω τοῦ ἀπὸ τούτων γένους | καὶ τοῦ ἀπὸ Ἰακὼβ ὑγιῶς ἂν λέγοι κατὰ σάρκα ἑαυτοῦ πατέρα εἶναι τὸν Ἀβραάμ, εἰ καὶ πατέρα πολλῶν ἐθνῶν ἔθηκεν αὐτὸν ὁ Θεὸς καὶ εὐλογοῦνται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς *** Μόνος γὰρ [·]ν ἐκεῖνος υἱὸς ἂν εἴη τινὸς κατὰ σάρκα ὃς γεγέννηται ἐκ σπέρματός τινος κατὰ σάρκα, ὥσπερ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν εἴρηται κατὰ | τὴν ἀρχὴν τῆς ἐξεταζομένης ἐπιστολῆς τὸ «Τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» *** ὅτε καὶ ἀποσκηνώσας Ἀβραὰμ ἐλθὼν κατῴ[κησε παρὰ τὴ]ν δρῦν τὴν ἐν Μαμβρῇ, ἣ ἦν ἐν Χεβρών, καὶ ᾠκ[οδόμησεν ἐκ]εῖ θυσιαστήριον Κυρίῳ *** Ὑπερβολικῶς μὲν οὖν [·····
 [00239]  ὀκταη̣μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰσαάκ *** Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων, ἵν' οἱ μετὰ τὴν πίσ τιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν | ἐκ πίστεως δικαιωθησομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσι λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον *** καὶ κατὰ τὸν Παῦλον δὲ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται *** Ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ·
 [00253]  Νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ *** [τὸ] «ἘπίστευσενἈβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰ[ς δικαιοσύνην» γ]εγραμμένον ἐπὶ τῇ τοῦ ἐκ <τούτου> σπέρματος ἐπαγγελίᾳ εὐλόγως ἐπιφε´̣|ρο̣ις ἂν ἐπὶ τοὺς ἐν ἀκροβυστίᾳ πιστεύοντας ὡς γεγραμμένου τοῦ προειρημένου διὰ τὸ εἶναι τὸν Ἀβραὰμ πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην *** τὰ δὲ φαῦλα καὶ τὸν αὐχοῦντα εἶναι ἀπὸ τοῦ Ἀβραὰμ ἐκείνου μὲν ἀποκηρύττει, ποιεῖ δὲ χρηματίζειν φαύλου τινὸς καὶ χείρονος·
 [00323]  ἄξιοι γὰρ γεγόνασιν τηλικούτου πατριάρχου ἐπιγραφῆναι γονεῖς πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσαντες *** Ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος | Ἀβραὰμ ἔλαβεν γυ ναῖκα ᾗ ὄνομα Χεττούρα, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε, καὶ ἔλαβεν ταύτην μετὰ τὴν τελευτὴν Σάρρας ἥτις ἔζησεν ἔτη ˉρˉκˉζ, πρεσβύτερος δὲ τῆς Σάρρας δέκα ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ·
 [00324]  οὐκοῦν παρὰ τὸν καιρὸν τοῦ θανά|του Σάρρας ˉρˉλˉζ ἐτῶν ἦν ὁ Ἀβραάμ.
 [00335]  «Ἐνώπιον τοῦ Θεοῦ καὶ ἐναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν», καὶ χρησαμένου τῇ «ἐναντίον», ὡς καὶ πολλαχοῦ ἡ παλαιὰ διαθήκη περιέχει, λέξει ἁ|πλούστερον οἱονεὶ «ἐν ὀφθαλμοῖς» τοῦ Θεοῦ, οἱ ἀπὸ Μαρκίωνος κακουργότερον ἤκουσαν τοῦ «Κατεναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν» οἱονεὶ ἐναντίως τῷ βουλήματι τοῦ Θεοῦ οὗ λέγουσιν ἑτέρου παρ' αὐτὸν δημιουργοῦ, ἐν Χριστῷ δέ φασιν λαλεῖν τὸν Παῦλον ἀμφότερα τό τε ἐνώπιον τοῦ ὡς λέγουσιν ἀγαθοῦ καὶ τὸ ἐναντίον ὥς φασιν τοῦ δημιουργοῦ | *** Τὸ γὰρ πιστεύειν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ἐκεῖνοι μὲν ἀκούσονται ὡς ἕτερον τοῦ Θεοῦ ᾧ ἐπίστευσεν Ἀβραὰμ καί φασιν ὅτι Ἰουδαῖοι πιστεύουσιν μὲν τῷ Θεῷ ὡς ἐπίστευσεν Ἀβραάμ, οὐ μὴν πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν *** καὶ Ἰουδαῖοι δὲ μὴ πιστεύοντες | ὅτι ἠγέρθη Ἰησοῦς ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν οὐ πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν·
 [00346]  πίστεως λογιζομένης αὐτῷ εἰς δικαιοσύνην *** πῶς χρὴ ἕκαστον τ̣ὰ τοῦ Ἀβραὰμ <ἔργα> ποιεῖν τὸ ἐξελθεῖν τινα ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ εἰς τὴν γῆν ἣν | δείξει τῷ ἐξελθόντι ἀπὸ τούτων ὁ Κύριος, καὶ εἴ τίς γ' ἐξέρχεται ἀπὸ τούτων, ἐπιτεύξασθαι τῶν ἐπὶ τούτοις ὡσπερεὶ ἄθλων εἰρημένων πρὸς τὸν Ἀβραάμ *** [Ρom.
 [00484]  καὶ σημεῖον ἔλαβεν περιτομὴν σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων [4.12] δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
 [00489]  ∆ιὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως [4.17] Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς [4.18] ὄντα·
 [00679]  καὶ γὰρ ἐγὼ Ισραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς [11.2] Βενιαμίν.
000-00-00 Serial Number=0155663073
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00334]  νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ.
 [00361]  καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
 [00363]  ἵν' οἱ μετὰ τὴν πίστιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθη σομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσιν λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον·
 [00369]  οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν·
 [00424]  πρεσβύτερος δὲ τῆς Σάρρας δεκὰ ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ.
000-00-00 Serial Number=0474459171
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00071]  «Βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβίδ, υἱοῦ Ἀβραάμ», καὶ Μάρκος, εἰδὼς ὃ γράφει, «ἀρχήν» διηγεῖται «τοῦ εὐαγγελίου», τάχα εὑρισκόντων ἡμῶν τὸ τέλος αὐτοῦ παρὰ τῷ Ἰωάννῃ * * * * τὸν «ἐν ἀρχῇ» λόγον, θεὸν λόγον.
 [01905]  Πατέρα ἔχομεν τὸν Ἀβραάμ»·
 [01906]  καὶ διδασκαλικὸς ὁ περὶ τοῦ καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἵους τε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ, ἐπεὶ γεγόνασιν ἐν ὀφθαλμοῖς τοῦ προφήτου, μὴ φεύγοντες τὴν θείαν αὐτοῦ ὄψιν·
 [01907]  διόπερ τὸ «Λέγω ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ» ὑπ' αὐτοῦ λέγεται.
 [01988]  Πατέρα ἔχομεν τὸν Ἀβραάμ.».
 [01991]  «Πατέρα ἔχομεν τὸν Ἀβραάμ».
 [01993]  Πλὴν ἑκάτεροι τοὺς προειρημένους λίθους δεικνυμένους ἀκούουσιν δύνασθαι ἐγερθῆναι τέκνα τῷ Ἀβραάμ, ἀπὸ τῆς ἀναισθησίας καὶ νεκρότητος ἀναστησομένους.
 [03827]  [13.29.177] Ῥεβέκκα μέντοι καὶ αὐτὴ ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων, πρὶν συντελέσαι λαλοῦντα ἐν τῇ διανοίᾳ τὸν παῖδα τοῦ Ἀβραάμ, ἐξεπορεύετο καλὴ τῇ ὄψει παρθένος·
 [03830]  [13.29.178] Ἐπεὶ γὰρ παῖς ἦν τοῦ Ἀβραάμ, ἠγάπα κἂν μικροῦ ὕδατος ἀπὸ τῆς ὑδρίας Ῥεβέκκας λαβεῖν·
 [04396]  [13.58.399] Ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω τὸν πάντα λαὸν υἱὸν εἶναι τοῦ Ἀβραάμ, ὡς καὶ αὐτοὶ αὐχοῦντές φασιν·
 [04397]  «Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε» καὶ «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέ θανεν», [13.58.400] ὡς ἐπ' αὐτῷ γὰρ καυχωμένου τοῦ λαοῦ παρὰ τοὺς λοιποὺς καὶ μετ' αὐτὸν πατέρας, φησὶ καὶ ὁ σωτήρ·
 [04398]  «Μὴ ἄρξησθε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραὰμ» ἢ «Μὴ δόξητε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ·
 [04399]  δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.».
 [04403]  Ὑπονοοῦμεν τοίνυν τὸν μὲν βασιλικὸν εἶναι τὸν Ἀβραάμ, τὸν δὲ ἀσθενήσαντα αὐτοῦ υἱὸν ἐν Καφαρ ναοὺμ καὶ μέλλοντα ἀποθνῄσκειν τὸ Ἰσραηλιτικὸν γένος, ἀσθενῆσαν ἐν τῇ θεοσεβείᾳ καὶ τῇ τηρήσει τῶν θείων νόμων καὶ πρὸς τῷ ἀποθανεῖν τῷ θεῷ γενόμενον, <καὶ διὰ> τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ πεπυρωμένον καὶ διὰ τοῦτο πυρέσσειν λεγόμενον.
 [04413]  [13.59.407] Ἔχει δὲ οὗτος ὁ βασιλικὸς οὐ μόνον υἱόν, ἀλλὰ καὶ δούλους, ὧν σύμβολον ἦσαν οἱ οἰκογενεῖς καὶ ἀργυ ρώνητοι τοῦ Ἀβραάμ, εἶδός τι πιστευόντων ταπεινότε ρον καὶ ὑποβεβηκός.
 [04793]  ἀλλ' ἐρεῖς ὅτι καὶ περὶ ἐπιβουλευόντων ποτὲ λέγεται τὸ ζητεῖν, ὥσπερ ἐν τῷ «Ἐζήτουν αὐ «τὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτε οὔπω «ἐληλύθει ἡ ὥρα αὐτοῦ», καὶ ἐν τῷ «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε·
 [05063]  [20.2.n] Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε·
 [05065]  [20.2.2] ∆όξει μάχην περιέχειν τοῖς μὴ κατανοοῦσιν τὰ σημαινόμενα ἀπὸ τῆς [7σπέρμα7] φωνῆς καὶ τῆς [7τέκνον7] τὸ «Οἶδα ὅτι σπέρμα «Ἀβραάμ ἐστε» πρὸς τὸ εὐθέως ἐπενεχθησόμενον καὶ πρὸς τοὺς αὐτοὺς λεγόμενον·
 [05066]  «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ [20.2.3] «ποιεῖτε».
 [05071]  τούτων δὲ ἡμῖν προδιαληφθέντων, εἰ μὲν σωματι κῶς ἐχρῆν νοεῖν τὸ «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε», ἔδοξεν ἂν πάντως ἀκολουθεῖν τὸ καὶ τέκνα εἶναι τοῦ Ἀβραὰμ πρὸς οὓς ὁ λό γος, συγχωρουμένου ὅτι ἔτι σπέρμα ἐστὶν τὸ τέκνον, καὶ οὐ κατὰ [20.2.5] τὸ ἀκριβὲς διδομένου.
 [05072]  ἐπεὶ δὲ ἀπὸ ἤθους κρίνεται καὶ ἔργων τὰ τέκνα τοῦ Ἀβραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγ καταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χαρακτηρίζειν τοὺς ὄντας σπέρμα τοῦ Ἀβραάμ.
 [05073]  καὶ εἴπερ, ὡς κατὰ τὸ σωματικὸν οὐ πάντες ἄνθρωποι σπέρμα εἰσὶν τοῦ Ἀβραάμ, οὕτω <καὶ> κατὰ τὰ νῦν ἀποδιδόμενα περὶ τοῦ τίνες εἰσὶν σπέρμα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐ πάντες ἄνθρωποι μετὰ πάντη σπερματικῶν λόγων τῶν [αὐτῶν] ἐγκατασπαρέντων αὐτῶν ταῖς ψυχαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐπι [20.2.6] δεδημήκασιν.
 [05078]  «Τίς ἄρα «ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ κύριος «ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς «συνδούλοις ἑαυτοῦ;» οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ·
 [05079]  οὐδὲ γὰρ ἔχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυχαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.
 [05080]  [20.3.9] Καὶ ζητήσαι τις ἂν πρὸς ταῦτα φάσκων ὅτι δύναται μὲν ψεκτὸς εἶναι ὁ γενόμενος σπέρμα τοῦ Ἀβραάμ, εἰ μὴ καὶ τέκνον αὐτοῦ γένοιτο·
 [05081]  πῶς δ' ἂν εὐλόγως μεμφθείη μὴ ποιῶν τὰ ἔργα τοῦ Ἀβραὰμ ὁ μηδὲ τὴν ἀρχὴν ἔχων τὸ εἶναι σπέρμα τοῦ Ἀβραάμ, ἀφ' [20.3.10] οὗ ἔρχεται τὸ γενέσθαι τέκνα τῷ Ἀβραάμ;
 [05085]  δέκα γὰρ γενεαὶ ἀπὸ Ἀδὰμ ἐπὶ Νῶε, καὶ δέκα ἀπὸ Νῶε ἐπὶ Ἀβραάμ·
 [05088]  Ναχὼρ μὲν οὖν καὶ Ἀρρὰμ οὐκ ἦσαν σπέρμα τοῦ Ἀβραάμ·
 [05089]  ἀλλ' οὐδ' αὐτὸς Ἀβραὰμ σπέρμα ἦν [20.3.12] τοῦ Ἀβραάμ.
 [05097]  ὅπερ οὖν εἴπομεν περὶ τοῦ σπέρματος τοῦ Ἀβραάμ, τοῦτο νοητέον περὶ τοῦ σπέρματος τοῦ Σὴμ καὶ Νῶε καὶ τῶν ἀνωτέρω δικαίων, ὧν τὰς ἰδιότητας σπερματικῶς δοκοῦσιν κοινῇ ἀνειληφέναι εἰς γένεσιν ἐρχόμενοι Ἀβραὰμ καὶ Ναχὼρ καὶ Ἀρράμ·
 [05098]  ἀλλ' ὁ μὲν Ἀβραὰμ γεγεωργηκέναι οὓς εἶχεν ἐν ἑαυτῷ σπερματικοὺς λόγους πάντων τῶν πρὸ αὐτοῦ δικαίων, καὶ τούτοις προσ τεθεικέναι ἁγίαν ἰδίαν ποιότητα, τὴν κατὰ τὸ ἴδιον αὐτοῦ σπέρμα, οὗ ἐδύναντο μετέχειν οἱ μετ' αὐτὸν καλούμενοι «σπέρμα Ἀβραάμ»·
 [05101]  [20.3.14] Ἔξεστιν τοίνυν μὴ ὄντα σπέρμα τοῦ Ἀβραάμ, τῷ πάντως διὰ τὴν κατὰ τὸν κατακλυσμὸν ἱστορίαν ἀπὸ Νῶε τοὺς ἑξῆς γεγονέναι, εἶναι σπέρμα Νῶε·
 [05105]  ἐφίστημι δὲ μήποτε δυνατὸν ἔχοντα τὰς ἀφορμὰς ἃς εἶχεν ὁ Ἀβραὰμ ἐκ τῶν προτέρων σπερμάτων γενέσθαι τὸν μὴ ὄντα σπέρμα τοῦ Ἀβραὰμ τοιοῦτον, ὥστε αὐτὸν οὐκ ὄντα ἀπὸ τοῦ [20.3.16] Ἀβραὰμ ἐξομοιωθῆναι τῷ Ἀβραάμ.
 [05106]  ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ καὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.
 [05136]  ταῦτα προκείμενα τῇ ἐξε τάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον εἴρηται τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε» καὶ τὸ «Εἰ [20.4.31] «τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε».
 [05139]  οὗτοι μέντοι γε ἔτι ἐλπίδων ἦσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἦσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ Ἀβραάμ·
 [05142]  «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ [20.5.33] «Ἀβραὰμ ποιεῖτε».
 [05143]  ὡς δέ εἰσίν τινες σπέρμα τοῦ Ἀβραάμ, οὕτως ἄλλοι, ὡς ὁ ∆ανιήλ φησι, «Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα», καὶ [20.5.34] ἄλλοι, ὡς ἡ Σοφία <φησίν·> «Σπέρμα κατηραμένον ἀπ' ἀρχῆς».
 [05150]  ὧν γεωργουμένων ἔσται τις τέκνον ὅδε μὲν τοῦ Ἀβραάμ, δῆλον δ' ὅτι ὁ αὐτὸς ὢν καὶ τοῦ Νῶε, ἄλλος δὲ τοῦ Νῶε, οὐχ ὥστε δὲ εἶναι καὶ τοῦ Ἀβραάμ, καὶ ἄλλος τοῦ Χαναάν, καὶ ἄλλος τινὸς τῶν δι [20.5.38] καίων ἢ τῶν ἀδίκων.
 [05152]  εἰ μὴ ἄρα δυσωπήσαι τις ἡμᾶς, καὶ εἰς τοῦτο ἅμα παρατιθέμενος τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν οὐκ ἀπογινώσκουσαν καὶ τοὺς κακίστους καὶ χωρὶς ἀρίστων σπερμάτων εἰσεληλυθότας εἰς τὸν βίον, καὶ δυσωπήσαι ἀπὸ τοῦ «∆ύναται ὁ θεὸς ἐκ τῶν λίθων «τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ».
 [05160]  εἴπερ οὖν τις ἡμῶν ἐστιν σπέρμα τοῦ Ἀβραάμ, καὶ ἔτι ὁ λόγος τοῦ θεοῦ οὐ χωρεῖ ἐν αὐτῷ, μὴ ζητείτω ἀποκτεῖναι τὸν λόγον, ἀλλὰ μεταβαλὼν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐπὶ τὸ γενέσθαι τέκνον τοῦ Ἀβραάμ, δυνήσεται χωρῆσαι ὃν τέως οὐκ ἐχώρει λόγον θεοῦ.
 [05179]  καὶ ἐρεῖ ὅτι οὗτοί εἰσιν οἱ καὶ καλούμενοι σπέρμα Ἀβραάμ.
 [05181]  τὸ δὲ «Καὶ ὑμεῖς οὖν ἃ ἠκού «σατε παρὰ τοῦ πατρὸς ποιεῖτε» ἀπαγγελλόμενον πρὸς τοὺς ζητοῦν τας ἀποκτεῖναι τὸν υἱὸν τοῦ θεοῦ Ἰουδαίους, οἷς καὶ ὡς μηδέπω οὖσιν τέκνοις τοῦ Ἀβραὰμ λέγεται τὸ «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, «τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε», παρίστησιν τὸ μηδέπω τούτους καρ ποὺς ἔχειν τοῦ ἐληλυθέναι πρὸς τὸν σωτῆρα·
 [05184]  οἱ δὲ ἀκούσαν τες μὲν μὴ πάντως δὲ καὶ μεμαθηκότες οὐδέπω τέκνα εἰσὶν τοῦ Ἀβραάμ.
 [05192]  Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν.
 [05196]  «Ὁ [20.9.59] «πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν».
 [05199]  «Ὁ πατὴρ ἡμῶν [20.9.60] Ἀβραάμ ἐστιν».
 [05200]  δῆλον δὲ ὅτι καὶ τοῦτο εὐθύνει ὁ σωτὴρ ὡς ψευδῶς εἰρημένον διὰ τοῦ «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ [20.9.61] «ποιεῖτε».
 [05201]  οὐκ ἀτόπως δὲ καὶ πρὸς ταῦτα ζητήσαι τις ἄν, ὅτι Πῶς κατὰ τὸν σωτῆρά ἐστιν, μὴ συγκατατιθέμενον εἶναι αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, τὸ λέγειν αὐτοῖς·
 [05205]  [7καὶ] ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν <ἢ> παρὰ τοῦ πατρὸς ἡμῶν7, ἀλλὰ «παρὰ τοῦ πατρός», ὅστις κἂν ᾖ πατήρ, οὐ πάντως καὶ τῶν μὴ τέκνων τοῦ Ἀβραάμ ἐστιν πατὴρ καὶ μὴ μεμορφωμένων ἀπὸ σπέρματος Ἀβραὰμ ἐπὶ τὰ τέκνα τοῦ Ἀβραάμ·
 [05213]  Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.
 [05215]  «Εἰ τέκνα «τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε» ἑνικῶς, ἀλλὰ πληθυντικῶς·
 [05217]  εἰ δὲ ἴσον ἐστὶν τῷ [7πάντα7] «τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆ ρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματι κῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ' αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου «τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω», εἰρημένου οὐ μόνῳ [20.10.68] τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.
 [05219]  «Εἰ τέκνα «τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε»·
 [05223]  «Ἐπορεύθη», ὡς εἴρη ται περὶ Ἀβραάμ·
 [05224]  «Καὶ ἐπορεύθη Ἀβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ «κύριος»·
 [05226]  καὶ ὀφθήσεται ἡμῖν κύριος ὁ θεός, ὁ ὀφθεὶς τῷ Ἀβραάμ, καὶ ἐπαγγελεῖται <τὴν> περὶ τὴν ὑψηλὴν δρῦν γῆν δοῦναι [20.10.71] τῷ νοητῷ τῆς ψυχῆς ἡμῶν σπέρματι.
 [05230]  καὶ ἑξῆς ἀπαίρων κἀκεῖθεν ὁ ἐσόμενος τέκνον τοῦ Ἀβραάμ, γενόμενός πως στρατηγικώτερος καὶ συνιεὶς πρὸς ὅσους πολεμίους αὑτὸν παρασκευάσασθαι δεῖ, στρατοπεδεύσει ἐν τῇ [20.10.73] ἐρήμῳ.
 [05236]  τί γὰρ δεῖ λέγειν ὅσης σοφίας χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ;
 [05239]  «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε»·
 [05245]  νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς «πατέρας σου»·
 [05265]  [20.12.87] Τὸ μηδαμῶς δυνατὸν πραχθῆναι τῷ Ἀβραάμ, εἰ μὴ πε ποίηκεν Ἀβραάμ, ὡς ἔτυχεν ἀνειρῆσθαι δόξει τὸ «Τοῦτο Ἀβραὰμ «οὐκ ἐποίησεν».
 [05268]  ἀλλ' ἐπεὶ τὸ «Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν» οἱονεὶ ἐν ἐπαίνῳ ὑπολαμβάνω εἰρῆσθαι τῷ περὶ τοῦ Ἀβραάμ, εἴποιμ' ἂν ὅτι κατὰ τὸν διδάξαντα λόγον τὸ «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιά «σατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη» ἔστιν τὸ γεγονέναι μὲν καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἄνθρωπον λαλοῦντα ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ ἀλήθειαν, οὐ μὴν ἐζητῆσθαι αὐτὸν ἀνῃρῆσθαι ὑπὸ [20.12.89] τοῦ Ἀβραάμ.
 [05283]  ἐὰν δὲ ἀνάγαγῃς ταῦτα, ὥσπερ ὑπονενοήκαμεν ἐν ἄλλοις, ἑτέρως παρὰ τὸ κοινότερον ἐπὶ μυστικώτερον Ἀβραάμ, ὁμοίως πάντα τὰ κατὰ τὸν τόπον ἐξομαλίσαι πειράσει, ζητῶν τὴν ἑκάστου τού των ἀκολουθίαν.
 [05347]  [20.15.126] «Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν».
 [05348]  εἰ γὰρ τὰ τέκνα τοῦ Ἀβραὰμποιεῖ τὰ ἔργα τοῦ Ἀβραάμ, πρῶτον δὲ τῶν ἔργων ἐστὶν τὸ ἐξελθεῖν ἐκ τῆς γῆς ἑαυτοῦ καὶ ἐκ τῆς συγγενείας ἑαυτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ καὶ ἀπελθεῖν εἰς τὴν γῆν ἣν δείκνυσιν αὐτῷ ὁ θεός, καὶ διὰ τοῦτο οὗτοι, πρὸς οὓς ὁ λόγος, ἐλέγχονται ὡς οὐκ ὄντες τέκνα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐκ ἐξεληλυθότες ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῶν ὀνειδίζονται ὡς ἔτι τοῦ πονηροῦ πατρὸς ὄντες [20.15.127] καὶ ἔτι ποιοῦντες τὰ ἐκείνου τοῦ πατρὸς ἔργα.
 [05364]  εἰπόντες γὰρ πρότερον τὸ «Σπέρμα «Ἀβραάμ ἐσμεν», καὶ οἷον τοῦτο τρανότερον ὁμολογήσαντες διὰ τοῦ.
 [05365]  «Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν», ἀκούσαντες πρὸς τοῦτο τὸ «Εἰ «τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε», μείζονα τοῦ Ἀβραὰμ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν πατέρα λέγοντες·
 [05441]  [20»∆ιατί] «δὲ οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, ἢ ὅτι ὑμεῖς «ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ;» ἀντὶ τοῦ «ἐκ τῆς «οὐσίας τοῦ διαβόλου», φανερῶν αὐτοῖς λοιπὸν τὴν φύσιν αὐτῶν, καὶ προσελέγξας αὐτοὺς ὅτι οὔτε τοῦ Ἀβραάμ εἰσιν τέκνα (οὐ γὰρ ἂν ἐμίσουν αὐτόν), οὔτε τοῦ [20.20.169] θεοῦ, διὸ οὐκ ἠγάπων αὐτόν20.
 [05935]  μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν;
 [05967]  εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ' ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει [20.42.395] ἀφ' οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη.
 [05970]  [20.42.396] εἰ <δὲ> μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδὼν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον, ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύ [20.42.397] της ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὗ ἐθεώρησεν.
 [06023]  [20.44.419] «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν;» οὐχ ὁρῶσιν δὲ ὅτι οὐ μόνον <μείζων> τοῦ Ἀβραὰμ ἀλλὰ καὶ παντὸς ἐν γεννητοῖς γυναικῶν ὁ ἐκ τῆς παρθένου γεγεννημένος, καὶ τῶν προ φητῶν πάντων ὁ προφητευόμενος ὑπ' αὐτῶν, καὶ τῶν ἀποθανόντων ὁ ζωοποιήσας αὐτούς, οὐχ ἑαυτὸν ποιήσας τοιοῦτον ἀλλ' ἀπὸ τοῦ [20.44.420] πατρὸς λαβών.
 [07270]  εἰ μὴ ταπεινότερον δὲ ἀκούομεν καὶ τοῦ «Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτω «χὸν καὶ ἀπενεχθῆναι αὐτὸν † ἀπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον «Ἀβραάμ», τοιοῦτόν τι καὶ περὶ τοῦ κόλπου Ἀβραὰμ νοήσομεν·
 [07272]  εἰ γὰρ ἀνέ κειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἦν <ἂν> ἐν τῷ κόλπῳ τοῦ Ἀβραάμ, καὶ πρὸ [32.20.266] ἐκείνου ἄλλος.
000-00-00 Serial Number=0257267654
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00047]  [112] ἐν δὲ ἀναγωγῇ νεφέλαι, ἐφ' ὧν ἔρχεται ὁ κύριος, αἱ θεῖαι γραφαὶ δεικνύουσαι τὴν ἔνδοξον τοῦ θεοῦ λόγου ἐπιδημίαν [113] συνά γονται δὲ ὑπὸ τῶν ἀγγέλων τοῦ θεοῦ ἤτοι οἱ ἀπὸ τῆς παρουσίας τοῦ Χριστοῦ μέχρι τῆς συντελείας κλητοὶ καὶ ἐκλεκτοὶ ἢ καὶ οἱ ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου χαρέντες ἐπὶ τῷ ἰδεῖν τὴν ἡμέραν Χριστοῦ ὡς Ἀβραάμ.
000-00-00 Serial Number=0628751874
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00831]  Καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρας καὶ πολλὰς μητέρας, ἀνάλογον τοῖς πατράσιν Ἀβραάμ, πρὸς οὓς ἀπῄει ὁ πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρί, ὡς Παῦλός φησι περὶ ἑαυτοῦ καὶ τῶν ὁμοίων αὐτῷ.
 [01338]  ἀλλ' ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπο γαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ πάσῃ γραφῇ <στερεωτέραν τροφήν>, ἑτέραν (οἶμαι) οὖσαν τοῦ βρώ ματος μὲν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λα χάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἰσχυρῷ δέ, ἀλλ' ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ «ὁ ἀσθενῶν λάχανα ἐσθίει».
 [02823]  εἰ δὲ γίνονταί ποτε οὗτοι (ἀνάλογον ἐκείνοις τοῖς πατράσιν) ἑτέρων πατέρες, πολλα πλάσιον καὶ τέκνα λήψονται ὁμοίως τῷ Ἀβραάμ.
 [02843]  εἰσὶ γὰρ καὶ πρῶτοι <γενόμενοι καὶ οὐδὲν ἧττον διαμένοντες> πρῶτοι, ὡς οἱ τοῦ Χριστοῦ ἀπόστο λοι, Ἰσραηλῖται τυγχάνοντες καὶ ἐκ σπέρματος Ἀβραάμ.
 [02940]  οὐ φάγητε ἀπ' αὐτοῦ οὐδ' οὐ μὴ ἅψησθε αὐτοῦ», ὄσφρησις δὲ κατὰ τὴν δευτέραν ὅθεν ἐπὶ τοῦ Νῶε «καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐω δίας», γεῦσις δὲ κατὰ τὸν Ἀβραάμ διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, ἀκοὴ δὲ ἐπὶ Μωσέως ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν ἡ φωνὴ τοῦ θεοῦ, ὅρασις δὲ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν Χριστοῦ ἐπιδημίαν ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ὀφθαλ μοῖς.
 [02945]  εἶτα αἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ κατα-λήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως·
 [02946]  καὶ ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε ἀρξάμενος ὁ Ἀβραάμ.
 [04424]  καὶ κατὰ τοῦτο ἐν τῷ μέλλοντι αἰῶνι οὐ χρηματίσει πατὴρ τοῦ Ἀβραὰμ ὁ Θάρρα οὐδὲ τοῦ Ἰσμαὴλ καὶ τῶν ἀπὸ Χεττού ρας ὁ Ἀβραάμ, τάχα δὲ οὐδὲ τοῦ Ἰσαάκ·
000-00-00 Serial Number=0542070210
Contra Celsum Ante [Go Back]  
 [00251]  [1.22] Μετὰ ταῦτα τὸ περιτέμνεσθαι τὰ αἰδοῖα μὴ διαβαλὼν ὁ Κέλσος ὑπὸ Ἰουδαίων γινόμενον, φησὶν ἀπὸ Αἰγυπτίων αὐτὸ ἐληλυθέναι, Αἰγυπτίοις μᾶλλον ἢ Μωϋσεῖ πιστεύσας, λέγοντι πρῶτον ἐν ἀνθρώποις περιτετμῆσθαι τὸν Ἀβραάμ.
 [00252]  Τοῦ δ' Ἀβραὰμ τὸ ὄνομα οὐ Μωϋσῆς ἀναγράφει μόνος οἰκειῶν αὐτὸν θεῷ, ἀλλὰ γὰρ καὶ πολλοὶ τῶν ἐπᾳδόντων δαίμονας χρῶνται ἐν τοῖς λόγοις αὐτῶν τῷ Ὁ θεὸς Ἀβραάμ, ποιοῦντες μέν <τινα> διὰ τὸ ὄνομα καὶ τὴν πρὸς τὸν δίκαιον τοῦ θεοῦ οἰκειότητα, διὸ παραλαμβάνουσι τὴν <ὁ> θεὸς Ἀβραὰμ λέξιν, οὐκ ἐπιστάμενοι δέ, τίς ἐστιν ὁ Ἀβραάμ.
000-00-00 Serial Number=0156302214
De engastrimytho Ante [Go Back]  
 [00272]  οὕτω διὰ τῆς φλογίνης ῥομ φαίας Σαμουὴλ οὐκ ἠδύνατο διελθεῖν, οὐκ Ἀβραάμ.
 [00273]  διὰ τοῦτο καὶ Ἀβραὰμ βλέπεται ὑπὸ τοῦ κολαζομένου, καὶ «ὑπάρχων ἐν βασάνοις ὁ πλούσιος ἐπάρας τοὺς ὀφθαλμοὺς ὁρᾷ Ἀβραάμ», εἰ καὶ «ἀπὸ μακρόθεν ὁρᾷ», ἄλλ' ὁρᾷ, «καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ».
000-00-00 Serial Number=0938545167
De principiis Ante [Go Back]  
 [00520]  οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὧν τύπος ἦσαν οἱ σωματικοί, οὐχὶ ἐκ δήμων εἰσί, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπὸ ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικὴν ἔχοντος ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαάκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραάμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδάμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν Χριστόν;
000-00-00 Serial Number=0654499412
Dialogus cum Heraclide Ante [Go Back]  
 [00326]  Κατὰ δὲ ὑμᾶς τοὺς λέγοντας ὅτι ἡ ψυχὴ κεῖται ἐν τῷ μνημείῳ μετὰ τοῦ σώματος, οὐκ ἐξῆλθεν ἀπὸ τοῦ σώματος, οὐκ ἀνα παύεται, οὐ γέγονεν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, οὐκ ἀναπαύεται ἐν κόλποις Ἀβραάμ·
000-00-00 Serial Number=0506087363
Excerpta in Psalmos Ante [Go Back]  
 [00558]  Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ·
000-00-00 Serial Number=0390471458
Exhortatio ad martyrium Ante [Go Back]  
 [00030]  [5] Τῷ μὲν οὖν Ἀβραάμ ποτε ὑπὸ θεοῦ εἴρητο·
 [00160]  εἴπερ δέ εἰσι πατέρες, περὶ ὧν εἴρηται τῷ Ἀβραάμ·
 [00499]  «οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε» καὶ τό·
000-00-00 Serial Number=0107375324
Expositio in Proverbia Ante [Go Back]  
 [00910]  ταύτας Ἀβραάμ·
000-00-00 Serial Number=0783995271
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00009]  Οὐ γὰρ ὅσοι σπέρμα τοῦ Ἀβραὰμ, πάντως καὶ τέκνα, τῷ μὴ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ.
000-00-00 Serial Number=0459640801
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00233]  ὡς γὰρ ἐπὶ τῶν σωζομένων πάντων καὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ λαμβανόντων γράφεται ὅτι γενήσονται εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ, οὐκ ἄλλο τι ἢ ὅτι πατὴρ πιστῶν χρηματίζει·
000-00-00 Serial Number=0753688097
Homiliae in Lucam Ante [Go Back]  
 [00086]  Καὶ μὴ θαυμάσῃς ἐπὶ τοῦ παρ όντος, εἰ ὁ θεὸς θέλων «ὤφθη» τῷ Ἀβραάμ, μὴ θέλων δὲ οὐκ «ὤφθη» τῷ δεῖνι, καὶ «ἄγγελος ὤφθη» τῷ Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν «ὤφθη» αὐτῷ.
 [00430]  ἀπολυ [15.94] θῆναι θέλων, ἀλλ' «ἐν εἰρήνῃ» κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ·
 [00575]  πατέρα ἔχομεν τὸν Ἀβραάμ», εἶτα περὶ τῶν ἐθνῶν λέγει·
 [00576]  «λέγω γὰρ ὑμῖν, ὅτι δύ ναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ».
 [00577]  Φησὶ [22.138] γὰρ πρὸς τὸν Ἀβραάμ·
000-00-00 Serial Number=0596094549
In Jeremiam Ante [Go Back]  
 [00011]  Οἱ ἐν Σοδόμοις καὶ Γομόρροις ἦσαν καταδεδικα σμένοι, ὡς δῆλον ἐκ τῶν λόγων τοῦ Θεοῦ τῶν πρὸς τὸν Ἀβραάμ·
 [00047]  «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε», ἀλλὰ ὕστερόν ποτε ἡγιάσθη ὁ Ἀβραάμ, ὅτε ἐξῆλθεν «ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ κα
 [00436]  «Εἰ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε» λέγει αὐτοῖς ὁ σωτήρ, καὶ πάλιν ὁ Ἰωάν νης·
 [00437]  «Μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ·
 [00438]  λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ»·
 [01190]  «Ἐγώ» φησιν «θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ», καὶ διηγούμενος τὸ τοιοῦτον ὁ σωτήρ φησιν·
 [03056]  ὡς τῷ Ἰακὼβ Ἰσραήλ, ὡς τῷ Ἄβραμ Ἀβραάμ, ὡς τῇ Σαρᾷ Σάρρα, οὕτως σοι ὄνομα τέθεικε Μέτοικον.
000-00-00 Serial Number=0832730174
In Jesu Nave homiliae Ante [Go Back]  
 [00232]  Ἀπέστω δὲ τοῦτο καὶ γενοίμεθα τέκνα μεμορφωμένα Ἀβραάμ τε καὶ πατέρων τῶν ἐκλεκτῶν, ὑπὲρ πάντας δὲ τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0018758357
Philocalia sive Ecloga Ante [Go Back]  
 [00291]  ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκληρωτικῶς καὶ <οὐχ> ὡρισμένως ἔρχεσθαι ἐπὶ τὸ φέρ' εἰπεῖν χρηματίσαι τι τῷ Ἀβραάμ, καὶ ποιῆσαί τι τῷ Ἰσαάκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακώβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου.
000-00-00 Serial Number=0210368633
Scholia in Lucam Ante [Go Back]  
 [00301]  Ἐκείνοις γὰρ αὐ χοῦσι τὸν Ἀβραάμ φησι·
 [00303]  Πατέρα ἔχομεν τὸν Ἀβραάμ·
 [00304]  τὰ δέ γε ἔθνη δύνασθαι τὸν Θεὸν ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.
 [00745]  τὸ δὲ, ἕξει φίλον, ἵνα εἴπῃ τὸν Θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς Μωϋσῇ καὶ τῷ Ἀβραάμ.
 [00839]  τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ·
 [00848]  γεῦσις δὲ κατὰ τὸν Ἀβραάμ·
000-00-00 Serial Number=0073953331
Selecta in Deuteronomium Ante [Go Back]  
 [00200]  Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ.».
000-00-00 Serial Number=0105452657
Selecta in Exodum Ante [Go Back]  
 [00162]  Οὕτως οἶδα καὶ ἄλλους πατέρας, κατὰ τὸ γεγραμμένον τῷ Ἀβραάμ·
000-00-00 Serial Number=0331694424
Selecta in Genesim Ante [Go Back]  
 [00350]  Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ.
 [00366]  Ἐγκώμιον τοῦτο τοῦ Ἀβραάμ.
000-00-00 Serial Number=0128249884
Selecta in Numeros Ante [Go Back]  
 [00147]  Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου ἐπηγγείλατο τῷ Ἀβραάμ.
000-00-00 Serial Number=0000241220
Selecta in Psalmos Ante [Go Back]  
 [05292]  Ὅσοι συνάγονται μετὰ τοῦ Ἀβραὰμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»