0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄξιον [165]


000-00-00 Serial Number=0935591877
Adnotationes in Judices Ante [Go Back]  
 [00015]  Θαυμάσαι δὲ ἄξιον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ὅτι, δικαίως τοῖς Βενιαμίταις ἐπελθόντες, καὶ ἡττηθέντες, οὐκ ἐνενόησάν τι πονηρὸν κατὰ τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον οὐδὲ ἐπαύσαντο προκλαίοντες, ἕως ὅτε δίκην ἔλαβον κατὰ τῶν ἠδικηκότων.
000-00-00 Serial Number=0893095613
Commentarii in Romanos Ante [Go Back]  
 [00127]  τ̣ί γὰρ πέπρακται καὶ κατώρθωται Ἰουδαίων τινὶ ἢ Ἕλληνι ἄξιον τοῦ τὸν πράξαντα δικαιωθῆναι;
 [00229]  Οὐ γὰρ ἐξ ἔργων ῥιζοῦται ἡ δικαιοσύνη ἀλλ' ἐκ τοῦ ἐρριζῶσθαι αὐτὴν | λογισαμένου τοῦ Θεοῦ τὴν πίστιν εἰς δικαιοσύνην *** μακάριοι ὧν ἀφέθησαν αἱ ἀνο μίαι οὐχὶ μηδαμοῦ μηδαμῶς μηδὲν ποιησάντων ἄξιον ἀφέσεως ἀνομιῶν καὶ τῆς ἐπ' αὐτῇ μακαριότητος ἀλλ' ἔτυχον ταύτης τῆς ἀφέσεως καὶ τοῦ μακα ρισμοῦ, πιστεύσαντες ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ *** ἐπιστῆσαι δὲ | εἰ ἔχει τινὰ τάξιν πρῶτον μὲν λεγόμενον τὸ «Ὧν ἀφέθησαναἱ ἀνομίαι», [188] δεύτερον δὲ τὸ «Ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·» μηκέτι μὲν γὰρ πραττομένου τοῦ χείρονος, ἄφεσις δύναται γενέσθαι ἀνομιῶν, ἀγαθοῦ δὲ ἐπιτελουμένου ἐπ̣ι`̣ τ̣ο̣σ̣ο̣υ῀̣τ̣ο̣ν̣ ὡς τὰ γινόμενα καλύμματα γενέσθαι τῶν προημαρτημέ|νων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι·
000-00-00 Serial Number=0351089776
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00071]  διὰ ταῦτα δὲ ἄξιον ἦν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ.
 [00535]  ἐξευτελίζων τὸν καρπὸν τῶν δούλων τῆς ἁμαρτίας ὡς οὐδενὸς ἄξιον λόγου τοῦτό φησιν·
000-00-00 Serial Number=0423091173
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00444]  [1.24.151] Καὶ ἔστιν ἄξιον ἐπιστῆσαι τοῖς τὰ τοσαῦτα τῶν ὀνομαζομένων παραπεμπομένοις καὶ τούτῳ ὡς ἐξαιρέτῳ χρωμένοις καὶ πάλιν ἐπ' ἐκείνοις μὲν διήγησιν ζητοῦσιν, εἴ τις αὐτοῖς προσάγοι αὐτά, ἐπὶ δὲ τούτῳ ὡς σαφὲς προσιεμέ νοις τὸ τί ποτέ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ λόγος ὀνομαζόμενος, καὶ μάλιστα ἐπεὶ συνεχῶς χρῶνται τῷ·
 [00527]  [1.28.194] Καὶ ἄξιον ἰδεῖν τίνι βασιλεῖ τὸ κρίμα εὔχεται δοθῆναι ὑπὸ θεοῦ ἡ προφητεία καὶ τίνι υἱῷ βασιλέως καὶ ποίου βασιλέως τὴν δικαιοσύνην.
 [01355]  [2.34.199] Τῶν ἑτεροδόξων τινὲς πιστεύειν φάσκοντες εἰς τὸν Χριστόν, καὶ διὰ τὸ ἀναπλάσσειν ἕτερον <θεὸν> παρὰ τὸν δημιουργὸν ὡς ἀκόλουθον αὐτοῖς οὐ προ σιέμενοι τὴν ἐπιδημίαν αὐτοῦ ὑπὸ τῶν προφητῶν προκατηγ γέλθαι, ἀνατρέπειν πειρῶνται τὰς διὰ τῶν προφητῶν περὶ Χριστοῦ μαρτυρίας, φάσκοντες μὴ δεῖσθαι μαρτύρων τὸν υἱὸν τοῦ θεοῦ, ἔχοντα τὸ τοῦ πιστεύεσθαι ἄξιον ἔν τε οἷς κατήγγειλε σωτηρίοις λόγοις δυνάμεως πεπληρωμένοις καὶ ἐν τεραστίοις ἔργοις αὐτόθεν καταπλήξασθαι πάνθ' ὁντινοῦν δυναμένοις.
 [01901]  ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετα νοίας.».
 [01908]  [6.22.122] Καὶ ἐπεὶ μὴ ποιήσαντες καρπὸν ἄξιον τῆς μετανοίας ἔρχονται ἐπὶ τὸ βάπτισμα, ἁρμονιώτατα πρὸς αὐτοὺς λέγεται τὸ «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται·
 [01982]  Ἔτι δὲ πρὸς μὲν τοὺς φαρισαίους καὶ σαδδουκαίους «Ποιή σατε» εἴρηται ἑνικῶς «καρπὸν ἄξιον τῆς μετανοίας»·
 [01997]  διόπερ ἐκκοπῆς ἐστιν ἄξιον.
 [02104]  [6.36.180] Οὐ ταὐτὸν δὲ τὸ μὴ εἶναι «ἱκανὸν» τῷ μὴ εἶναι «ἄξιον», <ὃ> ἀναγράφει ὁ Ἰωάννης.
 [02105]  ∆υνατὸν γὰρ μὴ ὄντα ἄξιον γενέσθαι ἱκανόν·
 [02106]  δυνατὸν δὲ καὶ ἄξιον ὄντα μηδέπω εἶναι ἱκανόν.
 [02108]  Οἰκεῖον δὲ τῆς χρηστότητος τοῦ θεοῦ νικᾶν ἐν τῷ εὐεργετεῖν τὸν εὐεργετούμενον, προλαμβάνοντα τὸν ἐσόμενον ἄξιον, καὶ πρὶν γένηται ἄξιος κοσμοῦντα αὐτὸν τῇ ἱκανότητι, ἵνα μετὰ τὴν ἱκανότητα ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἄξιος, καὶ μὴ πάντως ἀπὸ τοῦ εἶναι ἄξιος, φθάνων τὸν δωρούμενον καὶ προλαβὼν αὐτοῦ τὰς χάριτας, ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἱκανός.
 [02112]  [6.36.183] Εἰ μὴ ἄρα τις ἐρεῖ, ἐπὶ τὸ κατ' ἀξίαν τῆς λύσεως <καὶ> βαστάξεως αὐτῶν μὴ χωροῦσαν τὴν θνητὴν φύσιν † ἥκειν ποτὲ ἀληθευόμενον ἔχειν τὸ μηδέποτε γενέσθαι ἱκανὸν λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ ἄξιον τοῦ αὐτοῦ.
 [02166]  Πλὴν ἄξιον ἐπιστῆσαι πότερον τῷ τὸν λόγον καὶ τὴν σοφίαν διαπεφοιτηκέναι δι' ὅλου τοῦ κόσμου, τὸν δὲ πατέρα ἐν τῷ υἱῷ εἶναι, ὡς παρεθέμεθα, τὰ ῥητὰ δεῖ νοῆσαι, ἢ ὁ προηγου μένως περιζωσάμενος πᾶσαν τὴν κτίσιν παρὰ τὸ τὸν υἱὸν εἶναι ἐν αὐτῷ ἐχαρίσατο τῷ σωτῆρι, ὡς μετ' αὐτὸν δευτέρῳ καὶ θεῷ λόγῳ τυγχάνοντι, δι' ὅλης ἐφθακέναι τῆς κτίσεως.
 [02167]  [6.39.203] Καὶ μάλιστα τοῖς δυναμένοις κατανοεῖν τὴν τοῦ τηλι κούτου οὐρανοῦ ἀδιάλειπτον κίνησιν, ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς συμπεριάγοντος ἑαυτῷ τὸ τοσοῦτο τῶν ἀστέρων πλῆθος, ἄξιον ἔσται ζητήσεως περὶ τοῦ τίς ἡ ἐνυπάρχουσα δύναμις τοσαύτη καὶ τηλικαύτη τῷ παντὶ κόσμῳ.
 [02987]  [10.26.160] Τί δὲ ἄξιον ἀναγραφῆς ἦν γενόμενον τῷ ἐπικαθεσθέντι ὄνῳ καὶ πώλῳ καὶ εἰσεληλυθότι εἰς τὴν πόλιν;
 [03002]  [10.27.164] Ἐὰν δὲ τὸ μῆκος τῆς ὁδοῦ αἰτιάσωνται, μηδὲν ἄξιον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἰκονομίας εὑρίσκοντες εἰς τὸν περὶ τῆς ὄνου καὶ πώλου λόγον, πρῶτον μὲν οἱ πεντεκαίδεκα σταδίοις βραχεῖ διαστήματι οὖσιν προσχρώμενοι οὐ πάνυ τι ἀπολογίαν εὔλογον κομιοῦσιν τῆς ὁδοῦ·
 [03006]  εὐθὺς δὲ ἀποστέλλει αὐτούς» οὐκ οἶμαι ἄξιον εἶναι τοῦ μεγέθους τῆς τοῦ υἱοῦ τοῦ θεοῦ θειότητος, ὥστε εἰπεῖν τὴν τηλικαύτην φύσιν χρείαν ὁμολογεῖν ἔχειν ὄνου ἀπὸ δεσμῶν λυομένης, καὶ πώλου σὺν αὐτῇ ἐρχομένου·
 [03007]  δεῖ γὰρ μέγα εἶναι πᾶν, οὗ χρείαν ἔχει ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἄξιον τῆς χρηστότητος αὐτοῦ.
 [03081]  [10.32.205] Ἔστι δὲ χαί ρειν ἄξιον ἐπὶ τῷ ἐξολοθρεύεσθαι ὑπὸ τοῦ ὀχουμένου τῷ ὑπο ζυγίῳ καὶ τῷ νέῳ πώλῳ πᾶν «τόξον πολεμικόν», οὐκέτι τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ κατισχυόντων τοῦ παρα δεξαμένου τὸν Ἰησοῦν εἰς τὸ ἑαυτοῦ ἱερόν.
 [03218]  [10.39.263] Εἰ τὸ σῶμα τοῦ Ἰησοῦ ναὸς αὐτοῦ εἴρηται, ζητῆσαι ἄξιον πότερον ἁπλούστερον τοῦτο ἐκδεκτέον, ἢ ἕκαστον τῶν ἀναγεγραμμένων περὶ τοῦ ναοῦ φιλοτιμητέον
 [03238]  [10.40.273] Οὐδὲν δὲ ἄτοπον ἔσται διὰ μέσου τοῖς μηδὲν πέρα τῆς ἱστορίας οἰομένοις διὰ τούτων δηλοῦσθαι δυσωπη τικοὺς λόγους προσαγαγεῖν πρὸς τὸ ὡς πνεύματος γραμμάτων ζητῆσαι τοῦ πνεύματος νοῦν ἐν τούτοις ἄξιον.
 [03664]  [13.21.123] Πολλῶν πολλὰ περὶ τοῦ θεοῦ ἀποφηναμένων καὶ τῆς οὐσίας αὐτοῦ, ὥστε τινὰς μὲν εἰρηκέναι καὶ αὐτὸν σωματικῆς φύσεως λεπτομεροῦς καὶ αἰθερώδους, τινὰς δὲ ἀσωμάτου καὶ ἄλλους ὑπερέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνά μει, ἄξιον ἡμᾶς ἰδεῖν εἰ ἔχομεν ἀφορμὰς ἀπὸ τῶν θείων γραφῶν πρὸς τὸ εἰπεῖν τι περὶ οὐσίας θεοῦ.
 [03697]  [13.23.135] Τούτων οὕτως ἐχόντων ἄξιον ἰδεῖν, τί ἁρμόζει νοεῖν ἡμᾶς περὶ θεοῦ λεγομένου φῶς, ἐν ᾧ οὐδεμία ἐστὶν σκοτία.
 [03870]  οὔτε γὰρ εἶχεν δοῦναι τῷ Ἰησοῦ ἄξιον αὐτοῦ πόμα, εἰ κἀκεῖνος ἐν τῷ ἐκείνην αἰτηθεῖσαν ὀρέξαι ἐβούλετο εὐεργετῆσαι διὰ τούτου τὴν πιεῖν δεδωκυῖαν.
 [03881]  [13.32.197] ∆ιὰ τί δὲ «αὐτὸν ἠρώτων», καὶ οὐχὶ <ἔλεγον αὐτῷ> ἄξιον ἰδεῖν·
 [03891]  [13.32.201] Πῶς δὲ οἶμαι * * * τὰ αὐτὰ ἔχειν * * λέγονται * * * * ταῖς ἀπο κλεισθείσαις μωραῖς παρθένοις ἄξιον ἰδεῖν κατηγορίαν περιέ χοντα τῶν μαθητῶν τοῖς αὐτοῖς κοιμωμένων ταῖς μωραῖς παρθένοις.
 [03960]  «Οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ», ἄξιον ἡμᾶς ἰδεῖν, μήποτε βλέποντές τι θειότερον οἱ μαθηταί φασιν πρὸς ἀλλήλους·
 [04209]  [13.50.327] Ἐὰν δὲ ταῦθ' οὕτως ἔχῃ, θεωρῆσαι ἄξιον εἰ καματηρά ἐστιν ἡ τῶν ἀγγέλων πρὸς τὸ ἐνσπεί ρεσθαι ψυχὰς σώμασιν λειτουργία, δύο τινὰ συναγόντων τῇ φύσει ἐναντία εἰς κρᾶσιν μίαν, καὶ ἐν καιρῷ τῷ τεταγμένῳ ἀρχομένων τε τὴν περὶ ἑκάστου ποιεῖν οἰκονομίαν καὶ εἰς τελεσφόρησιν προαγόντων τὸν προπεπλασμένον.
 [04985]  ἄξιον γὰρ ἰδεῖν τί τὸ ἐκ τῶν ἄνω [19.20.130] εἶναι καὶ τί τὸ μὴ ἐκ τοῦ κόσμου τούτου εἶναι.
 [05760]  εἰ δὲ διπλασιόνως ἕτερος παρ' ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλα σιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ' εἰληφότας πνεῦμα [20.34.304] υἱοθεσίας;
 [05780]  ἄξιον δὲ ἔστιν ζητῆσαι πῶς Σαμαρειτῶν τὸν μέλλοντα αἰῶνα ἀρνουμένων καὶ μηδὲ τὴν τῆς ψυχῆς ἐπιδιαμονὴν προσιεμένων, τὸν σωτῆρα <Σαμαρείτην> ἐτόλμη σαν εἰπεῖν, περὶ ἀναστάσεως καὶ κρίσεως πλεῖστα ὅσα διδάξαντα.
 [06088]  διόπερ ἐπαίρονται οἱ ὀφθαλμοὶ τοῦ διδασκάλου εἰς αὐτούς, οἷς ἄξιον ἦν ἐπᾶραι αὐτὸν τοὺς ἑαυτοῦ ὀφθαλμούς·
 [06172]  καὶ τοῦτο δὲ νομιστέον ἄξιον εἶναι τοῦ Ἰησοῦ ἔργον, τὸ μὴ μόνον εὔξασθαι ἵνα ζήσῃ ὁ νεκρός, ἀλλὰ καὶ ἐμβοῆσαι αὐτῷ καὶ καλέσαι τὸν ἔνδον τοῦ σπηλαίου καὶ τοῦ μνημείου ἐπὶ τὰ [28.7.54] ἔξω αὐτοῦ.
000-00-00 Serial Number=0556635320
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00342]  τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ' αὐτοῦ σοφία καὶ ἡ ἀπ' αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά.
 [00437]  Ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώσ τημα, ἄξιον ἀπὸ τῆς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων παραμυθήσασθαι.
 [00735]  [11.14] Μετὰ ταῦτα ἄξιον ἰδεῖν λέξιν συκοφαντουμένην ὑπὸ τῶν φασκόντων οὐ τὸν αὐτὸν εἶναι νόμου καὶ εὐαγγελίου Ἰησοῦ Χριστοῦ θεόν·
 [01124]  εἰ δὲ μὴ οὕτως ἀκούοις τοῦ «ἐμί σησαν ἐν πύλαις ἐλέγχοντα», ἤτοι παρελκόντως ἔσται εἰρημένον τὸ «ἐν πύλαις», ἢ ζήτει πῶς ἂν ἄξιον προφητικοῦ πνεύματος εἴη τὸ λελεγμένον.
 [01153]  εἴτε γὰρ ἐβούλετο, ἄξιον ζητῆσαι τί δήποτε νῦν διαστέλλεται τοῖς μαθηταῖς ἵνα μὴ εἴπωσιν ὅτι αὐτὸς εἴη ὁ Χριστός;
 [01215]  [12.21] Ἐπεὶ δὲ ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι Χριστοῦ τοῦ υἱοῦ «τοῦ θεοῦ τοῦ ζῶντος», ἥττονα δὲ καὶ τοῦ ἀπο καλύψαντος αὐτῷ πατρὸς τὰ τηλι καῦτα περὶ αὐτοῦ (οὐ γὰρ ἀποκεκά λυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι) διὰ τοῦτο προσλαβόμενος αὐτὸν καὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας τοῦ Χριστοῦ, καὶ ὅτι «ὁ υἱὸς τοῦ ζῶντος θεοῦ» οὐδὲν ἐπιτιμήσεως λέ γει ἢ πράττει ἄξιον, ἤρξατο ἐπι τιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλα σμοῦ (οὐ γὰρ ᾔδει πω ὅτι τοῦτον «προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι») εἶπεν·
 [01223]  νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ καὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκο λουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγ χάνειν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ ποιῆσαι αὐτόν, δι' ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
 [01333]  ἄξιον δὲ ἐπιστῆσαι, εἰ ἐπὶ τούτους ἀναφέρεται τὸ καθίσαι «ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων» τοῦ σωτῆρος «ἐν τῇ βασιλείᾳ» αὐτοῦ, ὡς τὸ «ἀλλ' οἷς ἡτοίμασται» διὰ τούτους λελέχθαι.
 [01607]  Εἰκὸς δὲ ὅτι, ὥσπερ τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον σεληνια σμὸν πνεῦμα ἀκάθαρτον ἐπιτηρεῖ τοὺς τῆς σελήνης σχηματισμούς, ἵνα ἐνερ γήσῃ εἰς τὸν διά τινας αἰτίας παρα διδόμενον αὐτῷ καὶ μὴ ποιήσαντα ἑαυτὸν ἄξιον φρουρᾶς ἀγγελικῆς, οὕ τως καὶ ἄλλα πνεύματα καὶ δαιμόνια πρός τινας σχηματισμοὺς τῶν ἄλ λων ἀστέρων, ἵνα μὴ μόνον σελήνη ἀλλὰ καὶ οἱ λοιποὶ λοιδορηθῶσιν ἀστέρες ὑπὸ τῶν «ἀδικίαν εἰς τὸ ὕψος» λαλούντων.
 [01870]  οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γε νέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι <τῆς κεφαλῆς> Χριστοῦ καὶ τοῦ ὅλου σώματος.
 [02104]  «μέγα γὰρ ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων», τίμιον ὡς ταλάντου εἶναι ἄξιον ἤτοι χρυσοῦ (ὁποία ἡ λυχνία ἡ ταλαντιαία ἦν ἡ <ἐκ> χρυσοῦ) ἢ ἀργύρου ἢ ὁποίας δήποτε νοητῶς παραλαμβανομένης ὕλης.
 [02125]  [14.12] Πότε δὲ ὁ (κατὰ τὴν παρα βολὴν) βασιλεὺς ἄνθρωπος ἠθέ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψα σθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀνα φέρειν τὰ λεγόμενα.
 [02337]  καὶ γὰρ ἐδόκει μοι ζητήσεως ἄξιον εἶναι τὸ τοιοῦτον, τῷ ἐνδέχεσθαι ἀτυχήσαντά τινα περὶ δύο γάμους, ἔτι νέον ὄντα ἀποβαλόντα τὴν δευτέ ραν, ἐγκρατέστατα καὶ καθαρώτατα βεβιωκέναι παρὰ τὸν λοιπὸν μέχρι γήρως χρόνον.
 [02448]  τὸ δ' ἀποδοχῆς ἄξιον, εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον «ὑπὲρ πᾶσαν μάχαιραν δίστομον» καὶ «τὴν» (ὡς ὠνόμασεν ὁ ἀπόστο λος) «μάχαιραν τοῦ πνεύματος» ἐκ τέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ *** καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρα νῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθη τικὸν τῆς ψυχῆς αὐτοῦ.
 [02474]  Εἶτ' ἐπεὶ οἱ μνησθέντες εὐαγγε λισταὶ τῶν κατὰ τὸν τόπον, ὅτι μὲν (ὡς ὁ Ματθαῖός φησι) προσηνέχθη παιδία τῷ Ἰησοῦ ἢ (ὡς ὁ Μᾶρκος) «προσέφερον αὐτῷ <παιδία» ἢ (ὡς ὁ Λουκᾶς) «προσέφερον δὲ αὐτῷ> καὶ βρέφη» ἀνέγραψαν, ὑπὸ τίνος δὲ προση νέχθη ἢ τίνες προσέφερον, ἅμα <πάντες> παραλελοίπασιν, ἡμῖν κατα λιπόντες ἐξετάζειν τὸ παραλελειμ μένον, ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι·
 [02754]  καὶ πρόσχες ἐπι μελῶς ὅτι ἀξιολόγως πληγέντες ὑπὸ τῆς προστάξεως τοῦ Ἰησοῦ καὶ τῆς ἐπαγγελίας αὐτοῦ, καὶ πιστεύ σαντες ὅτι ὀλίγην ἁλιευτικὴν κατα λιπόντες τὴν ἰχθύων ἀνθρώπους ἔμελλον ἀγρεύειν πρὸς σωτηρίαν, καὶ οἱονεὶ τρωθέντες ὑπό τε τῆς εἰς τὸν Ἰησοῦν καὶ ἧς ἐπηγγείλατο αὐτοῖς διακονίας φιλανθρώπου μέλ λουσιν ἀνθρώπους θηρεύειν, «εὐθέως ἀφέντες τὰ δίκτυα» καὶ ὡσπερεὶ ἐπιλαθόμενοι τῶν οἴκοι «ἠκολούθησαν αὐτῷ», ὡς ἄξιον γε γονέναι <τοῦ> ἐπ' ἐκείνῃ τῇ ὁρμῇ τὸν Πέτρον σεμνύνασθαι καὶ εἰρη κέναι τὸ προειρημένον.
 [02904]  μὴ διδάσκοντος γὰρ τοῦ παρακλήτου πάντα ἃ εἶπεν ὁ Ἰη σοῦς καὶ ταύτην τὴν παραβολήν, οὐκ ἂν λέγοιτό τι ἄξιον Ἰησοῦ εἰς αὐτήν.
 [03022]  Εἰκὸς μὲν οὖν, τὸν ἡμῶν σοφώ τερον καὶ κριθέντα παρὰ θεῷ ἄξιον τρανοτέρου τοῦ ἐν λόγῳ σοφίας διὰ πνεύματος θεοῦ χαρίσματος καὶ πλουσιωτέρου καὶ δωρεᾶς τῆς ἐν λόγῳ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα [καὶ] μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορή σειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ μεγαλοφυέστερα.
 [03024]  τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον.
 [03125]  Καὶ τί με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον <μετὰ> τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι <καὶ> μυστικωτέραν, ἵν' εὐλόγως δυ νηθῇ ὑπὸ τῶν ἐπὶ τὰ θεῖα νοήματα ἀναβαίνειν οἵων τε ὄντων ἐξετασθῆ ναι καὶ εὑρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος «πάντα» πνευματικοῦ καὶ «ὑπ' οὐδενὸς» ἀνακρινομένου, ἀνάλογον ταῖς τοῦ Παύλου περὶ πνευματικῶν φωναῖς <καὶ περὶ> τῶν εὐαγγελικῶν ἐροῦντος.
 [03419]  ὁ γὰρ τηλικοῦτος κύριος, χρείαν ἔχων ὄνου καὶ πώλου τῶν πάλαι δεδεμένων, ἐμφαινέτω *** τι ἄξιον αὐτοῦ τῆς μεγαλοπρεπείας.
 [03481]  πῶς δὲ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἄξιον τὸ οὕτως ἔρχεσθαι τὸν δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἔμελλεν ἐξολοθρεύεσθαι πᾶν «τόξον πολεμικόν», ἵνα μηκέτι «οἱ ἁμαρτω λοὶ» ἐκτείνωσι τόξα μηδὲ ἑτοιμάζωσι «βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρ δίᾳ»;
 [03676]  αἴρεται γὰρ ἀφ' ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰη σοῦ τὸ βαρὺ τῆς κακίας ὄρος, ὁ σα τανᾶς, αἴροντος αὐτὸν τοῦ νικήσαντος αὐ τόν, καὶ βάλλεται εἰς τὴν θάλασσαν, τὴν ἄβυσσον, βάλλοντος αὐτὸν εἰς τὸν ἄξιον αὐτοῦ τόπον τῆς κολάσεως.
 [03764]  Τριῶν εὐαγγελιστῶν ὡς ἀναγ καῖον ἀναγραψάντων τὸν προκείμε νον λόγον, ἄξιον ἰδεῖν ὅ τί ποτε νοοῦν τες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσ βύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, οὐχ ἓν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;
 [04065]  παρὰ τοῦτο δ' ἂν ποιήσαις ὅτι οἱ ὄχλοι, κἂν μὲν τῇ λέξει ὡς προ φήτην αὐτὸν ἔχωσιν, εἰς ὅ τι ποτ' ἂν ἔχωσιν αὐτόν, πολλῷ ἔλαττον ἔχουσιν αὐτὸν οὗ ἐστιν, οὐ φθάνοντες οὐδὲ ἐπὶ τὴν «ἐκ μέ ρους» γνῶσιν τῶν «ἐκ μέρους» αὐτὸν γινωσκόντων καὶ οὐδὲν <ἄξιον> τρανοῦντες περὶ αὐτοῦ.
 [04308]  [17.30] ἄξιον οὖν εἰς τοῦτό μοι δοκεῖ παραθέσθαι τὴν Μωσέως λέξιν, εἰς ἣν ἀνέφερον Σαδδου καῖοι τὰ ἐν τῷ εὐαγγελίῳ γεγραμ μένα ὑπ' αὐτῶν εἰρῆσθαι.
 [04311]  τούτου δὴ τοῦ ῥητοῦ οἱ Σαδδου καῖοι, ὡς τὴν ἐλπίδα τῆς ἀναστάσεως μὴ ἔχοντες, φαύλως ἀκούσαντες καὶ μηδὲν θεοῦ ἄξιον ἐνθυμηθέντες εἰς τὸν ἐκκείμενον νόμον, ᾠήθησαν ἀκολουθεῖν τῷ εἶναι ἀνάστασιν τὸ καὶ τὸν ἄνδρα ἄνδρα πάλιν ἔσεσθαι ἀναστάντα ἄρρενα μόρια ἔχοντα, καὶ τὴν γυναῖκα γυναῖκα ἀναστήσεσθαι σῶμα γυναικεῖον περικειμένην.
 [04328]  ὅτι μὲν οὖν σεμνόν τι εἶναι καὶ αἰδοῦς ἄξιον χρὴ πεπεῖσθαι πάντα νόμον ἐπαγγελλόμενον εἶναι θεοῦ ἢ μὴ ὄντα σεμνὸν μὴ εἶναι νόμον θεοῦ, πᾶς ὁ μὴ πάντη ἀσύνετος ὁμολογή σαι ἄν·
000-00-00 Serial Number=0044857860
Contra Celsum Ante [Go Back]  
 [00026]  Π.2 Καὶ γὰρ θαυμασμοῦ ἄξιον ἦν παρὰ τοῖς καὶ μετρίως φρονεῖν δυναμένοις τὸ τὸν κατηγορούμενον καὶ ψευδομαρ τυρούμενον, δυνάμενον ἀπολογήσασθαι καὶ παραστῆσαι ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματι καὶ ἐγκώμια τοῦ ἑαυτοῦ βίου διεξελθεῖν καὶ τῶν δυνάμεων, ὡς ἀπὸ θεοῦ γεγένηνται, ἵνα δῷ τῷ δικαστῇ ὁδὸν τοῦ χρηστότερα περὶ αὐτοῦ ἀποφή νασθαι, τοῦτο μὲν μὴ πεποιηκέναι καταπεφρονηκέναι δὲ καὶ μεγαλοφυῶς ὑπερεωρακέναι τοὺς κατηγόρους.
 [00044]  Π.4 Καὶ ἀληθῶς ἄξιον μὲν ἡμᾶς σεμνύνεσθαι ἐπὶ θλίψει μὴ χωριζούσῃ ἢ τοῖς ἑξῆς αὐτῇ κατειλεγμένοις, οὐχὶ δὲ Παῦλον καὶ τοὺς ἀποστόλους, καὶ εἴ τις ἐκείνοις γέγονε παραπλήσιος, διὰ τὸ πάνυ ὑπεράνω τῶν τοιούτων εἶναι λέγοντα τό·
 [00100]  ἱερὸν γὰρ οὐδὲν χρὴ νομίζειν οὐδὲ πολλοῦ ἄξιον καὶ ἅγιον, οἰκοδόμων τε ἔργον καὶ βαναύσων.
 [00246]  εἰ δ' ὡς σὺ φῄς, συγκατέθετο δόγμασι σοφοῖς καὶ ἀληθέσι καὶ ἐπαίδευσε τοὺς οἰκείους δι' αὐτῶν, τί κατηγορίας ἄξιον πεποίηκεν;
 [00315]  [1.28] Ἐπεὶ δὲ καὶ προσωποποιεῖ, τρόπον τινὰ μιμησάμενος ἓν ῥήτορος εἰσαγόμενον παιδίον, καὶ εἰσάγει Ἰουδαῖον πρὸς τὸν Ἰησοῦν λέγοντά τινα μειρακιωδῶς καὶ οὐδὲν φιλοσόφου πολιᾶς ἄξιον·
 [00322]  Ταῦτα δὲ πάντα τῷ μηδὲν δυναμένῳ ἀβασάνιστον ἐᾶν τῶν λεγομένων ὑπὸ τῶν ἀπιστούντων ἀλλὰ τὴν ἀρχὴν τῶν πραγμάτων ἐξετάζοντι δοκεῖ μοι συμπνεῖν τῷ θεῖον γεγονέναι καὶ ἄξιον τῆς προρρήσεως περὶ τοῦ θεοῦ υἱὸν εἶναι τὸν Ἰησοῦν.
 [00426]  Τί οὖν ταῦτα διαφέροι ἂν τῶν ἐν ταῖς τριόδοις λοιδορουμένων τισὶ καὶ οὐδὲν σπουδῆς ἄξιον λεγόντων;
 [00466]  Τίνι δὲ καὶ πιστεύειν μᾶλλον ἄξιον, φάσκοντι ἀνεῷχθαι αὐτῷ τοὺς οὐρανοὺς καὶ φωνῆς ἀκηκοέναι ἢ ἑωρακέναι τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, Ἡσαΐᾳ καὶ Ἰεζεκιὴλ ἢ τῷ Ἰησοῦ;
 [00933]  λεκτέον πρὸς αὐτὸν ὅτι ὁ Ἰησοῦς ἡμῶν, ὁρῶν Ἰουδαίους μηδὲν ἄξιον τῶν ἐν τοῖς προφήταις μαθημάτων πράττοντας, ἐδίδαξε διὰ παραβολῆς ὅτι ἡ βασιλεία τοῦ θεοῦ ἀρθή σεται μὲν ἀπ' ἐκείνων καὶ δοθήσεται τοῖς ἀπὸ τῶν ἐθνῶν.
 [00955]  Ἢ ἀνόσιον μὲν τὸ ἀφιστάνειν σωματικῆς περιτομῆς καὶ σωματικοῦ σαββάτου καὶ σωματικῶν ἑορτῶν καὶ σωματικῶν νουμηνιῶν καὶ καθαρῶν καὶ ἀκαθάρτων, μετατιθέναι δὲ τὸν νοῦν ἐπὶ νόμον θεοῦ ἄξιον καὶ ἀληθῆ καὶ πνευματικὸν μετὰ τοῦ τὸν πρεσ βεύοντα ὑπὲρ Χριστοῦ εἰδέναι τοῖς Ἰουδαίοις Ἰουδαῖον γίνεσθαι, ἵνα Ἰουδαίους κερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσῃ;
 [01740]  Καὶ ἐπίστησον εἰ δύναται κινῆσαί τινα ἡ συμφωνία τῶν τριῶν εὐαγγελιστῶν, φροντι σάντων ἀναγράψαι τὸ λατομητὸν ἢ λαξευτὸν τὸ μνημεῖον ἐν πέτρᾳ, ἵν' ὁ τοὺς λόγους τῶν γεγραμμένων ἐξετάζων καὶ περὶ τούτων θεάσηταί τι λόγου ἄξιον καὶ περὶ τῆς καινότητος τοῦ μνημείου, ἥντινα Ματθαῖος καὶ Ἰωάννης ἱστόρησε, καὶ περὶ τοῦ μηδένα ἐκεῖ νεκρὸν γεγονέναι κατὰ τὸν Λουκᾶν καὶ τὸν Ἰωάννην.
 [02132]  οἱ δὲ πανταχοῦ βουλευταὶ οὐδὲν ἄξιον τῆς ἐκ κατατάξεως ὑπεροχῆς, ἣν ὑπερέχειν δοκοῦσι τῶν πολιτῶν, φέρουσιν ἐν τοῖς ἑαυτῶν ἤθεσιν.
 [02163]  Εἰ μὲν γὰρ ἀξιόλογόν τι παραστήσει καὶ βούλημα θεοῦ ἄξιον τὸ δωρησάμενον τὸ τοιοῦτον τῷ Κλεομήδει, κρινοῦμεν, τί χρὴ λέγειν πρὸς αὐτόν·
 [02187]  Οὐ γὰρ συνελθόντες γόητες, χάριν τίνοντες βασιλεῖ τινι κελεύοντι ἢ ἡγεμόνι προστάσσοντι, πεποιηκέναι ἔδοξαν αὐτὸν εἶναι θεόν, ἀλλ' αὐτὸς ὁ τῶν ὅλων δημιουργὸς ἀκολού θως τῇ ἐν τῷ λέγειν τεραστίως πειστικῇ δυνάμει συνέστησεν αὐτὸν ὡς τιμῆς ἄξιον οὐ τοῖς εὖ φρονεῖν ἐθέλουσι μόνον ἀνθρώποις ἀλλὰ καὶ δαίμοσι καὶ ἄλλαις ἀοράτοις δυνάμεσιν·
 [02520]  Ἀλλ' ὅμως ἴσχυσε λόγος καὶ τούτους ἐπιστρέψας ποιῆσαι ἐπὶ τοσοῦτον διαβε βηκέναι ἐν φιλοσοφίᾳ, ὥστε τὸν μὲν ὑπὸ Πλάτωνος κριθῆναι ἄξιον τοῦ τὸν περὶ τῆς ἀθανασίας διεξοδεῦσαι Σωκράτους λόγον καὶ τὴν ἐν τῷ δεσμωτηρίῳ εὐτονίαν αὐτοῦ παραστῆσαι, οὐ φροντίσαντος τοῦ κωνείου ἀλλ' ἀδεῶς καὶ μετὰ πάσης γαλήνης τῆς ἐν τῇ ψυχῇ διεξοδεύσαντος τοσαῦτα καὶ τηλι καῦτα, οἷς μόγις παρακολουθεῖν καὶ οἱ πάνυ καθεστηκότες καὶ ὑπὸ μηδεμιᾶς ἐνοχλούμενοι περιστάσεως δύνανται·
 [03246]  Οὐδὲν δ' ἧττον ἐβουλόμην πάνθ' ὁντινοῦν, ἀκούσαντα δεινολογοῦντος Κέλσου καὶ φάσκοντος τὸ ἐπιγεγραμμένον σύγγραμμα Ἰάσονος καὶ Παπίσκου ἀντιλογίαν περὶ Χριστοῦ οὐ γέλωτος ἀλλὰ μίσους ἄξιον εἶναι, λαβεῖν εἰς χεῖρας τὸ συγγραμμάτιον καὶ ὑπομεῖναι καὶ ἀνασχέσθαι ἀκοῦσαι τῶν ἐν αὐτῷ, ἵν' αὐτόθεν καταγνῶ τοῦ Κέλσου, μηδὲν εὑρίσκων μίσους ἄξιον ἐν τῷ βιβλίῳ.
 [03248]  [4.53] Οὐκ οἶδα δ' ὅπως τὰ ἄμικτα καὶ οὐ πεφυκότα ἅμα συμβαίνειν ἀνθρωπίνῃ φύσει συναγαγὼν εἶπε τὸ βιβλίον ἐκεῖνο ἐλέους καὶ μίσους ἄξιον εἶναι.
 [03660]  [4.93] Ὅθεν εἴπερ ἄλλο τι Μωϋσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος ἀποφανοῦμαι ἄξιον εἶναι, ὅτι φύσεις κατανοήσας ζῴων διαφόρους καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζῴῳ συγγενῶν δαιμόνων εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρών, ἐν τῇ περὶ ζῴων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικά, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα.
 [03791]  Πρῶτον οὖν τῶν Ἰουδαίων θαυμάζειν ἄξιον, εἰ τὸν μὲν οὐρανὸν καὶ τοὺς ἐν τῷδε ἀγγέλους σέβουσι, τὰ σεμνότατα δὲ αὐτοῦ μέρη καὶ δυνατώτατα, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ἀπλανεῖς τε καὶ πλανήτας, ταῦτα παραπέμ πουσιν·
 [04383]  Οἱ γὰρ τὸ ἀνεξαπάτητον ἀσκοῦντες μετὰ πολλῆς καὶ ἀκριβοῦς ἐρεύνης καὶ ἐξετάσεως τῶν κατὰ τοὺς τόπους βράδιον καὶ ἀσφαλῶς ἀποφαίνονται περὶ τοῦ τοὺς τοιουσδὶ μὲν ἀληθεύειν τοὺς τοιουσδὶ δὲ ψεύδεσθαι ἐν οἷς ἱστοροῦσι παραδόξοις, οὔτε πάντων τὸ τοῦ πιστεύεσθαι ἄξιον ἐπιδεικνυμένων οὔτε πάντων ἐναργῶς ἀποδεικνυμένων πλάσματα καὶ μύθους τοῖς ἀνθρώποις παραδεδωκέναι.
 [04669]  [6.17] Ἐπεὶ δ' ἑξῆς ἐξευτελίσαι βουλόμενος τὰ περὶ βασιλείας θεοῦ γεγραμμένα παρ' ἡμῖν τούτων μὲν οὐδὲν παρέθετο ὡς οὐδὲ τῆς παρ' αὐτῷ ἄξιον ἀναγραφῆς, τάχα ἐπεὶ μηδὲ ᾔδει αὐτά, Πλάτωνος δὲ λέξεις ἐκτίθεται ἀπό τε τῶν ἐπιστολῶν καὶ τοῦ Φαίδρου, ὡς τούτων μὲν ἐνθέως εἰρη μένων, οὐδὲν δὲ τοιοῦτον ἐχόντων τῶν ἡμετέρων γραμμάτων·
 [04718]  περὶ ἧς καὶ τῷ Φίλωνι συντέτακται βιβλίον, ἄξιον φρονίμου καὶ συνετῆς παρὰ τοῖς φιλαλήθεσιν ἐξετάσεως.
 [05496]  [7.6] Νυνὶ δὲ ὁ θαυμαζόμενος παρ' Ἕλλησι Πύθιος οὐδένα μὲν σοφὸν ἀλλ' οὐδ' ὅλως ἄνδρα ἄξιον ἔκρινε τῆς, ὡς Ἕλληνες ὑπολαμβάνουσι, θείας κατακωχῆς.
 [05717]  Καὶ τοιοῦτόν γε ἔστω τὸ τοὺς μὴ πειθομένους νόμῳ καὶ λόγῳ θεοῦ, ὁμοιωθέντας τοῖς πολεμίοις καὶ ποιωθέντας ἀπὸ τῆς κακίας, πάσχειν ταῦτα, ἅπερ ἄξιον πάσχειν τοὺς ἀποστάντας λόγων θεοῦ.
 [05817]  [7.32] Ἐπεὶ δὲ τὸν περὶ τῆς ἀναστάσεως λόγον πολὺν ὄντα καὶ δυσερμήνευτον καὶ δεόμενον σοφοῦ εἴπερ τι ἄλλο τῶν δογμάτων καὶ ἐπὶ πλεῖον διαβεβηκότος, ἵνα τὸ ἄξιον τοῦ θεοῦ παραστήσῃ καὶ τὸ μεγαλοφυὲς τοῦ δόγματος, διδάσκοντος λόγον ἔχειν σπέρματος τὸ καλούμενον κατὰ τὰς γραφὰς σκῆνος τῆς ψυχῆς, ἐν ᾧ οἱ δίκαιοι ὄντες στενάζουσι βαρούμενοι, μὴ θέλοντες αὐτὸ ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι μὴ νοήσας ὁ Κέλσος τῷ ἀπὸ ἰδιωτῶν καὶ μηδενὶ λόγῳ παραστῆσαι δυναμένων ἀκηκοέναι περὶ αὐτοῦ χλευάζει τὸ λεγόμενον, χρήσιμον πρὸς τοῖς ἀνωτέρω εἰρημένοις ἡμῖν περὶ τούτου τοῦτο μόνον ὑποση μειώσασθαι πρὸς τὸν λόγον, ὅτι οὐχ, ὡς οἴεται Κέλσος, τῆς μετενσωματώσεως παρακούσαντες τὰ περὶ ἀναστάσεώς φαμεν ἀλλ' εἰδότες ὅτι ἡ τῇ ἑαυτῆς φύσει ἀσώματος καὶ ἀόρατος ψυχὴ ἐν παντὶ σωματικῷ τόπῳ τυγχάνουσα δέεται σώματος οἰκείου τῇ φύσει τῷ τόπῳ ἐκείνῳ·
 [06081]  Καὶ τὸν μὲν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τεραστίως ποιήσαντα καὶ παραδόξως τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐβούλετο ἡμᾶς ἀναγορεῦσαι θεόν, τὸν δ' ἀναδεξάμενον ὑπὲρ ἀνθρώπων ἀποθανεῖν οὐκ ἤθελε Κέλσος, μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ διὰ τῶν προφητῶν, ἄξιον εἶναι τῆς δευτερευούσης μετὰ τὸν θεὸν τῶν ὅλων, δι' ἃ ἐποίησεν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἀνδρα γαθήματα, τιμῆς.
 [06522]  ἄξιον γὰρ τὸ τῆς λογικῆς ψυχῆς οἰκητήριον μὴ παραρριπτεῖν ἀτίμως καὶ ὡς ἔτυχεν ὁμοίως τῷ τῶν ἀλόγων, καὶ μάλιστα ὅτε οἱ <Χρισ τιανοὶ> τὴν τιμὴν τοῦ σώματος, ἔνθα λογικὴ ψυχὴ ᾤκησε, πεπιστεύκασι καὶ ἐπ' αὐτὸν φθάσαι <τὸν> δεξάμενον καλῶς ἀγωνισαμένην διὰ τοιούτου ὀργάνου ψυχήν.
 [06712]  Ἀλλὰ τοῖς μὲν τοῦτο πειθομένοις καὶ τῷ σώματι συντετηκόσιν οὐκ ἄξιον τοῦτο διαλέγεσθαι·
000-00-00 Serial Number=0101125300
De oratione Ante [Go Back]  
 [00043]  καὶ τοῦτο τῷ λόγῳ προστίθησιν, ὅθεν ἀναπληροῦται τὸ ἐλλεῖπον τῷ μὴ εἰδότι μὲν ἑαυτὸν δὲ ἄξιον τοῦ ἀναπληρωθῆναι ἐν αὐτῷ τὸ ἐλλεῖπον παρασκευάσαντι, λέγει γὰρ ὅτι «αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ·
 [00357]  [13.5] ὅπερ δὲ μέγιστον πεποιηκέναι λέγεται Σαμουὴλ διὰ προσ ευχῆς, τοῦτο πνευματικῶς δυνατόν ἐστιν ἕκαστον τῶν ἀνακειμένων γνησίως τῷ θεῷ καὶ νῦν ἐπιτελεῖν, ἄξιον τοῦ ἐπακούεσθαι γεγενη μένον.
 [00474]  βούλεται δὲ σοφῶς, εἰ καὶ ἡμεῖς μὴ δυνάμεθα ἑκάστῳ τῶν διδομένων αἰτίαν καὶ λόγον ἄξιον τοῦ διδόντος εἰπεῖν.
 [00536]  δέον δὲ μεμνημένους τοῦ «πῶς δύνασθε πιστεῦσαι ὑμεῖς, δόξαν παρὰ ἀνθρώπων λαβόντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;» πάσης τῆς παρὰ ἀνθρώποις δόξης, κἂν ἐπὶ τῷ καλῷ γίνεσθαι νομίζηται, καταφρονεῖν καὶ ζητεῖν τὴν κυρίαν δόξαν καὶ ἀληθῆ τὴν ἀπὸ τοῦ μόνου τὸν τῆς δόξης ἄξιον πρεπόντως ἑαυτῷ ὑπὲρ τὴν ἀξίαν τοῦ δοξαζομένου δοξάζοντος.
 [00578]  ἄξιον ἐπιμε λέστερον ἐπιτηρῆσαι τὴν λεγομένην παλαιὰν διαθήκην, εἰ ἔστι που εὑρεῖν ἐν αὐτῇ εὐχήν τινος λέγοντος τὸν θεὸν [20πατέρα20·]
 [00788]  ἐπεί τινες ὑπολαμβάνουσι περὶ τοῦ σωματικοῦ ἄρτου λέγεσθαι εὔχεσθαι ἡμᾶς, ἄξιον αὐτῶν τὴν ψευδο δοξίαν διὰ τούτων περιελόντας παραστῆσαι τὸ ἀληθὲς περὶ [20τοῦ] ἐπιουσίου ἄρτου20.
 [01007]  εἰ μὴ ἀδύνατα προσ τάττει ὁ σωτὴρ ἡμᾶς εὔχεσθαι, ζητήσεώς μοι ἄξιον φαίνεται, πῶς κελευόμεθα, παντὸς τοῦ ἐπὶ γῆς ἀνθρώπων βίου πειρατηρίου ὄντος, προσεύχεσθαι μὴ εἰσελθεῖν «0εἰς πειρασμόν20.».
 [01065]  ἄξιον ἰδεῖν, πῶς χρὴ νοεῖν τὸν θεὸν εἰσάγειν τὸν μὴ εὐξάμενον ἢ τὸν μὴ ἐπα κουόμενον «0εἰς» τὸν «0πειρασμόν20.».
 [01119]  «εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,» καὶ «ἄνευ» τῆς βουλῆς «τοῦ πατρὸς» οὐδὲ τὸ εὐτελέστερον τῶν ἐπτερωμένων στρου θίον ἐμπίπτει «εἰς τὴν παγίδα» (τοῦ ἐμπίπτοντος «εἰς τὴν παγίδα» διὰ τοῦτο ἐμπίπτοντος, ἐπεὶ μὴ καλῶς τῇ τῶν πτερῶν ἐχρήσατο δεδομένων ἐπὶ τὸ ὑψοῦσθαι ἐξουσίᾳ), εὐχώμεθα μηδὲν ἄξιον ποιῆσαι τοῦ ὑπὸ τῆς δικαίας κρίσεως τοῦ θεοῦ [20εἰσενεχθῆναι] «εἰς» τὸν «0πειρασμὸν20,» εἰσφερομένου παντός τε τοῦ παραδιδομένου ὑπὸ τοῦ θεοῦ «ἐν ταῖς ἐπιθυμίαις» τῆς καρδίας ἑαυτοῦ «εἰς ἀκαθαρσίαν» καὶ παντὸς τοῦ παραδιδομένου «εἰς πάθη ἀτιμίας» καὶ παντὸς τοῦ, «καθὼς οὐκ ἐδοκίμασε τὸν θεὸν ἔχειν ἐν» ἑαυτῷ, παραδιδομένου «εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.».
000-00-00 Serial Number=0807017803
De principiis Ante [Go Back]  
 [00256]  οὐ κατὰ τὸν αὐτὸν δὴ ἀπόστολόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν εὖ πεποιηκότα, πάλιν δ' αὖ ὡς μη δενὸς ὄντος ἐφ' ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι «τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν».
 [00441]  [4.2.9] Ἀλλ' ἐπείπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρή σιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλα φυρόν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς, ᾠκονόμησέ τινα οἱονεὶ «σκάνδαλα» καὶ «προσκόμματα» καὶ «ἀδύνατα» διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος, ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες, τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν.
 [00446]  καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται διὰ τοὺς ἐντρε χεστέρους καὶ ζητητικωτέρους, ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν.
000-00-00 Serial Number=0752755821
Enarrationes in Job Ante [Go Back]  
 [00465]  Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι.
000-00-00 Serial Number=0662795186
Excerpta in Psalmos Ante [Go Back]  
 [00387]  Καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ.
 [00511]  ἀλλ' ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ ταπεινὸν τῇ καρδίᾳ, ὃν καὶ ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι.
000-00-00 Serial Number=0878416836
Exhortatio ad martyrium Ante [Go Back]  
 [00165]  ἄξιον οὖν ὥσπερ τοῖς μὴ ἐξετασθεῖσιν ἐν βασάνοις καὶ πόνοις παραχωρεῖν πρωτείων πρὸς τοὺς ἐν ἀρθρεμβό λοις καὶ ποικίλοις στρεβλωτηρίοις καὶ πυρὶ ἐνεπιδειξαμένους τὴν ὑπομονὴν, οὕτως καὶ ἡμῖν τοῖς πένησι, κἂν μαρτυρήσωμεν, ὁ λόγος ὑποβάλλει ἐξίστασθαι πρωτείων ὑμῖν τοῖς διὰ τὴν ἐν Χριστῷ πρὸς θεὸν ἀγάπην πατοῦσι τὴν ἀπατηλὴν δόξαν καὶ τῶν πολλῶν καθικ νουμένην καὶ τὴν τοσαύτην κτῆσιν καὶ τὴν πρὸς τέκνα φιλοστοργίαν.
 [00247]  ὁποῖος ἦν ὁ Ἐλεάζαρος «τὸν μετ' εὐ κλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος καὶ αὐτο προαιρέτως ἐπὶ τὸ τύμπανον προάγων», ὅστις «λογισμὸν ἀστεῖον ἀνα λαβὼν ἄξιον τῆς ἐνενηκονταετοῦς αὐτοῦ ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀνατροφῆς μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας» εἶπεν·
 [00248]  ὅτι «οὐκ ἔστι τῆς ἡμετέρας ἡλικίας ἄξιον ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ἐλεάζαρον τὸν ἐνενηκονταετῆ μετα βεβληκέναι εἰς ἀλλοφυλισμὸν, καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηθῶσι δι' ἐμὲ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσομαι.
 [00468]  εἴπερ δὲ «οὐχ ὁ αὑτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκι μος, ἀλλὰ ὃν ὁ κύριος συνίστησι», πῶς οὐ χρὴ νομίζειν εἶναι δόκιμον τὸν ἄξιον κριθέντα τῆς πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ τῆς πρὸς τοὺς ἀγγέλους τοῦ θεοῦ συστάσεως;
 [00469]  εἰ δὲ δόκιμος οὗτος καὶ οἱ παραπλή σιοι αὐτῷ, οὓς «ὡς χρυσὸν ἐν χωνευτηρίῳ» ταῖς βασάνοις καὶ ταῖς ἐξετάσεσιν «ἐδοκίμασεν» ὁ κύριος «καὶ ὡς ὁλοκάρπωμα θυσίας προσ εδέξατο», τί χρὴ λέγειν περὶ τῶν ἐλεγχθέντων ἐν τῇ καμίνῳ τοῦ πειρασμοῦ καὶ ἀρνησαμένων, οὓς ὡς ἀδοκίμους ἀρνεῖται ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ «ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» ὁ τὸν ἄξιον ἀρνήσεως ἀρνούμενος;
000-00-00 Serial Number=0831832647
Expositio in Proverbia Ante [Go Back]  
 [00066]  ὁ δὲ διάβολος οὐδὲν πιστὸν, ἀντὶ τοῦ, πίστεως ἄξιον·
 [00709]  [17.205] Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ·
000-00-00 Serial Number=0858242929
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00019]  Ἐπ' οὐ δὲν γὰρ ἀναφέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ' ὅπως δίκαιον θεὸν, κἂν καθάπερ διηγεῖσθε βούλωνται, πα ραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φα ραώ·
000-00-00 Serial Number=0056538939
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00029]  πῶς δὲ ἤδη ἐστὶν εὐλογήσας ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ ἐν τοῖς ἐπουρανίοις, ἄξιον ἐπισκέψασθαι·
000-00-00 Serial Number=0816570342
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00176]  ἔστι δὲ καὶ γεωργὸς καταφυτεύων καὶ ἐγκεντρίζων οὓς ἄξιον.
000-00-00 Serial Number=0909217834
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00097]  Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾖ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς , οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος , τῷ μὴ ὑπάρ χειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμε ρῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν , πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν .
 [00446]  [79] ∆ιὰ τούτων μανθάνομεν μὴ εἰρηκέναι τὸν κύριον μηδὲ αἴτιον εἶναι τοῦ ταπεινωθῆναι τοὺς δεσμίους τῆς γῆς ὑπὸ τῆς ἁμαρτίας, οὐδὲ τὰ ἀνθρώπινα κρίματα ἐγκλίνειν κατέναντι τοῦ θεοῦ, τὸ γὰρ δίκαιον ἀγαπᾷ καὶ εὐθύ, ἀλλ' οὐδὲ τοῦ ἄξιον γενέσθαι καταδικάσαι ἄνθρωπον ·
000-00-00 Serial Number=0200550258
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00506]  [38] Ζητῆσαί γε ἄξιον πῶς ὁ σωτὴρ ἐπίγεια εἶπεν εἰρηκέναι, περὶ βασιλείας θεοῦ καὶ τῆς ἄνωθεν γεννήσεως, καὶ περὶ τοῦ ἁγίου πνεύ ματος 〚καὶ τοῦ ἐξ αὐτοῦ γεννηθῆναι διδάξας〛.
 [00866]  ἐπεὶ ἀκούσας τὸ τοιοῦτον τῆς ἀκοῆς αὐτοῦ ἄξιον εὑρίσκει τὸν περὶ οὗ ἤκουσεν.
000-00-00 Serial Number=0556228280
Homiliae in Lucam Ante [Go Back]  
 [00774]  [35.201] «Ὡς τοίνυν», φησίν, «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου», ὅστις σε τῷ ἄρχοντι προσαγαγεῖν βούλεται τῷ ἰδίῳ καὶ ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος ἕως οὖν «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχον τα», πρὶν ἀπελθεῖν «πρὸς τὸν κριτήν», πρὶν ἄξιον γενέσθαι τῆς φυλακῆς, ἕως ἔτι ὁδεύεις, «δὸς ἐργασίαν ἀπηλλάχ θαι» <ἀπὸ τοῦ ἀντιδίκου ἢ ἀπὸ τοῦ κριτοῦ>, πρὸς ὃν σύρει σε ὁ ἀντίδικος·
000-00-00 Serial Number=0987668335
In Jeremiam Ante [Go Back]  
 [00130]  οὐδὲν γὰρ ἦν ἄξιον κατασκαφῆς ἐκεῖ, οὐδὲν ἦν ἄξιον ἐκριζώσεως.
 [00201]  ἐπεὶ δὲ οὗτος ἡγιάσθη «ἐκ μήτρας», οὐ «λαβὶς» αὐτῷ πέμπεται οὐδὲ «ἀπὸ τοῦ θυσιαστηρίου ἄνθραξ», οὐκ εἶχεν οὐδὲν ἄξιον τοῦ πυρός, ἀλλ' αὐτὴ ἡ χεὶρ τοῦ κυρίου ἥψατο αὐτοῦ.
 [01522]  [12.1] Ὃ προστάσσεται ὁ προφήτης λέγειν ὑπὸ θεοῦ, ὀφείλει ἄξιον εἶναι τοῦ θεοῦ, [οὐ] φαίνεται δὲ ὅτι οὐκ ἄξιόν ἐστι τοῦ θεοῦ, μενόντων ἡμῶν ἐπὶ τοῦ γράμματος, ὥστε εἰπεῖν ἄλλον τινὰ ἀκού σαντα τοῦ γράμματος·
 [01529]  τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ» ὃ λέγει «κύριος ὁ θεὸς Ἰσραήλ, ἄξιον ἔστω κυρίου τοῦ θεοῦ Ἰσραήλ» πᾶς ἀσκὸς πληρωθήσεται οἴνου·
 [01695]  οὐδὲν τούτων ἐστὶ λόγου ἄξιον, οὐ χρὴ ἐπαίρεσθαι ἐπί τινι τούτων.
 [02010]  τί ἄξιον τοῦ αἵματος, οὗ ἐξέχεα ὑπὲρ αὐτῶν, πεποιήκασι;
 [02013]  τί αὐτῶν ἄξιον κατώρθωται τοῖς ἀνθρώποις;
 [02206]  τάχα δὲ κἂν βαθύτερον ἐξετάσῃς τὸ «κατὰ μόνας ἐκαθήμην», εὑρήσεις τινὰ ἄξιον νοῦν βάθους προφητικοῦ.
 [02535]  ἄξιον οὖν ἐστι τοὺς μὲν ἀπὸ τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα·
 [02841]  ἐπαγγέλλεται ὥστε, εἰ μεταπέσοι καὶ ἄξιον μὴ γένοιτο τὸ δεύτερον ἔθνος τῶν ἐπαγγελιῶν, μὴ τεύξεσθαι αὐτῶν.
 [03270]  ἀλλ' ἕκαστον τούτων παρὰ τῷ εἰδότι «ἀκούειν σκοτεινῶν λόγων» εὑρεθήσεται ἄξιον θεοῦ.
000-00-00 Serial Number=0635425806
In Jesu Nave homiliae Ante [Go Back]  
 [00041]  Οὐχ ἁπλῶς οἱ πολυ χρόνιοι λέγονται «πρεσβύτεροι» τῇ Γραφῇ, ἀλλ' οἱ φρόνημα ἔχοντες ἄξιον τιμῆς ἐπουρανίου πρεσβυτερίου.
 [00279]  Λαβὼν δὲ μερίδα οἰκοδομεῖ τὸν τόπον, ὃν εἴληφεν, κοσμῶν αὐτόν, ὡς ἂν ποιήσειε κλῆρον ἄξιον μερίδος Θεοῦ.
 [00286]  [454] Καὶ νῦν δὲ κατανοεῖν ἄξιον τῶν κλήρων τὴν ἄνισον ἰσότητα καὶ ἀναλογίαν καὶ τὴν πρὸς τὰς φυλὰς τῶν ἱερέων καὶ τῶν ἄλλων ἀνάκρασιν.
000-00-00 Serial Number=0553420484
Philocalia Ante [Go Back]  
 [00368]  ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κι νούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν.
 [00376]  ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς, πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν.
 [02028]  [20.20] Ὅθεν εἴπερ ἄλλο τι Μωσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις κατανοήσας ζώων διαφόρους, καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζώῳ συγγενῶν δαιμόνων, εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρὼν, ἐν τῇ περὶ ζώων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικὰ, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα.
 [02466]  οὐ κατὰ τὸν αὐτὸν δὴ ἀπόστολόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν εὖ πεποιηκότα, πάλιν δ' αὖ ὡς μηδενὸς ὄντος ἐφ' ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν;
 [03257]  διὰ ταῦτα δὲ ἄξιον ἦν αὐ τὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ.
 [03456]  ἐπ' οὐδὲν γὰρ ἀναφέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ' ὅπως δίκαιον θεὸν, κἂν καθ' ἃ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ.
000-00-00 Serial Number=0153135180
Philocalia sive Ecloga Ante [Go Back]  
 [00414]  ∆ιὰ ταῦτα δὲ ἄξιον ἦν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ.
 [00607]  Ἐπ' οὐδὲν γὰρ ἀνα φέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραώ, οὐκ οἶδ' ὅπως δίκαιον θεόν, κἂν καθ' ἃ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύ νοντα τὴν καρδίαν Φαραώ.
000-00-00 Serial Number=0480394900
Selecta in Exodum Ante [Go Back]  
 [00009]  Τὸ, «Βεβά ρυται ἡ καρδία Φαραὼ,» λεγόμενον ὑπὸ τοῦ Κυρίου, μετὰ τὴν μεταβαλοῦσαν εἰς δράκοντα ῥάβδον τοῦ Ἀα ρὼν, καὶ καταπιοῦσαν τὰς τῶν Μάγων ῥάβδους, ἄξιον ἰδεῖν, εἰ ἕτερόν ἐστι τοῦ, «ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ,» λεγομένου πολλάκις, καὶ τοῦ, «κατισχυκέναι.».
 [00184]  Καλὸν μὲν γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι.
 [00185]  Εἰ δέ τι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐν θάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι.
000-00-00 Serial Number=0556904316
Selecta in Ezechielem Ante [Go Back]  
 [00355]  ἥντινα ὁ ἐνεγκὼν ὃν δεῖ τρόπον ῥάβδον φέρειν Θεοῦ, ὕστερον οὐ μόνον ἄνθος, ἀλλὰ καὶ καρπὸν ὄψε ται ἐν αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ.
000-00-00 Serial Number=0840010345
Selecta in Genesim Ante [Go Back]  
 [00202]  Ὅθεν ἄξιον ἐπιστῆσαι μὴ κατὰ τὸ, Ὅταν ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, ἢ ἀπὸ τοῦ φύσει νόμου ταῦτα ἠπίστατο ὁ Νῶε.
000-00-00 Serial Number=0390289426
Selecta in Leviticum Ante [Go Back]  
 [00008]  Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ ∆ημιουργοῦ ἐχούσης, ἢ αὐτοῦ τοῦ ∆ημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς κα ταψηφίζονται.
000-00-00 Serial Number=0728160679
Selecta in Psalmos Ante [Go Back]  
 [00461]  Τί δὲ τὸ φύλλον τῆς ζωῆς, τουτέστι τῆς σο φίας, οὐκ ἀποῤῥεῦσον, κατιδεῖν ἄξιον·
 [00469]  τῶν δὲ διὰ ταῦτα κτισθέντων τὰ φύλλα, ὧν οὐδὲν μάταιόν ἐστιν, οὐδὲ ἐξουθενεῖσθαι πάντη ἄξιον ὡς εὐτελὲς, ἵνα ἔλθῃ πίπτειν καὶ ἀποῤῥεῖν μὴ φρου ρούμενον.
 [01054]  Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Ἑβδομήκοντα ἐχόντων ἐπιγραφὴν «εἰς τὸ τέλος,» κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ «εἰς τὸ τέλος» ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δη [12.1133] λούμενον ὑπὸ τῆς λέξεως νοῦν.
 [04049]  Ὁρῶν μηδὲν ἄξιον ἡμᾶς ποιοῦν τας τοῦ τιμίου αἵματος, οὗ ἠγοράσθημεν, ταῦτά φη σιν ὁ Σωτήρ.
 [04889]  Τί ἀνύεται ἄξιον τοῦ, ἀπωσθέντα με ὑπὲρ σωτηρίας ἀνθρώπων, ἀπὸ σοῦ σκυθρωπά ζοντα πορεύεσθαι, ἐκθλίβοντος ἐχθροῦ;
 [08703]  ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύ ριος ἔδωκε λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ ∆εσπότῃ·
 [09081]  Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιον ὀνειδίζεσθαι τὸν τοιαῦτα δόγματα ἔχοντα.
 [09223]  αἰσχύνης γὰρ ἄξιον πᾶν ἁμάρτημα.
 [09681]  ἅτινα ἐὰν κατὰ τὴν θεμελίωσιν τεθῇ, ἔχει τις ἑαυτοῦ οἰκοδόμη μα τέλειον, ἄξιον τοῦ ἐνοικῆσαι ἐν αὐτῷ τὸν Θεὸν καὶ ἐμπεριπατῆσαι.
 [09781]  Τίς δὲ τούτων ἡ διαφορὰ ἄξιον ἤδη θεωρῆσαι.
 [09999]  Ποιοῦσιν οἱ ὅσιοι κρῖμα ἔγγραφον καὶ γραφῆς τῆς ἐν πνεύματι ἄξιον ἐν τοῖς προειρημένοις βασι λεῦσι καὶ ἐνδόξοις·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»