0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄλλο [249]


000-00-00 Serial Number=0499773860
Adnotationes in Exodum Ante [Go Back]  
 [00019]  Ἄλλο προσκυνεῖν, καὶ ἄλλο λατρεύειν.
000-00-00 Serial Number=0789111674
Commentarii in Genesim Ante [Go Back]  
 [00008]  Ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ' οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχη κέναι τὸν Θεὸν, ἀγέννητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγέννητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔρ γον δυνατὸς ἦν ποιῆσαι, ἀλλ' ἔμενεν οὐ δημιουργὸς, οὐ πατὴρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθὸς, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ Θεοῦ.
 [00102]  Εἰ δὲ ἀμήχανον μὴ ἀδική σειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν, [12.64] καὶ ἀδύνατόν ἐστιν ἄλλο τι πρᾶξαι αὐτὸν ἣ ὅπερ ὁ Θεὸς ἔγνω.
 [00103]  Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους.
 [00305]  Τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολογουμένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας, εἶτ' ἐπιφέρεσθαι τὰ κατ [12.89] ηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται, οὕτως ἔχον, καὶ μάλιστα ἐπεὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλο-τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα.
000-00-00 Serial Number=0584855556
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00119]  καὶ ἐν εἰρήνῃ δέ ἐστι πᾶς ὁ ἀπερίσπαστος καὶ μὴ περιελκόμενος ὑπό τινος ἄλλο τι νοεῖν ἢ ποιεῖν παρὰ τὴν ἀλήθειαν, κατὰ τὸ καὶ ἡ εἰρήνη τοῦ θεοῦ φρουρήει τὰ καρδία ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριτῷ Ἰηοῦ, καὶ εἰρήνη ὑμῖν πληθυνθείη, καὶ τὸ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν·
 [00502]  τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι οὐδὲν ἄλλο ἐσμὲν ἤπερ τὸ θνητὸν σῶμα καὶ άρκε·
 [00537]  καὶ γὰρ τέλος τῶν τοιούτων ἔργων οὐκ ἄλλο ἢ θάνατός ἐστιν, ὁ ἐχθρὸς Χριστῷ τῷ εἰπόντι ἐγώ εἰμι ἡ ζωή, κυριεύων τῶν τοιούτους καρποὺς ἐνηνοχότων.
 [00774]  ταὐτὸν δὲ εἰπεῖν δοῦλος Ἰησοῦ Χριστοῦ καὶ δοῦλος λόγου καὶ ἀληθείας καὶ δικαιοσύνης καὶ σοφίας καὶ εἰρήνης καὶ ἤ τι ἄλλο ὄνομα ἀνα γέγραπται τοῦ υἱοῦ τοῦ θεοῦ.
000-00-00 Serial Number=0893851936
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00167]  Καὶ ἄλλο ἀγαθὸν κατ' ἐπίνοιαν παρὰ τὴν ζωὴν καὶ τὸ φῶς ἡ ἀλήθεια καὶ τέταρτον παρὰ ταῦτα ἡ ἐπὶ ταύτην φέρουσα ὁδός·
 [00339]  [1.20.124] Καὶ μακάριοί γε ὅσοι δεόμενοι τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτοι γεγόνασιν, ὡς μηκέτι αὐτοῦ χρῄζειν ἰατροῦ τοὺς κακῶς ἔχοντας θεραπεύοντος μηδὲ ποιμένος μηδὲ ἀπολυτρώ σεως, ἀλλὰ σοφίας καὶ λόγου καὶ δικαιοσύνης, ἢ εἴ τι ἄλλο τοῖς διὰ τελειότητα χωρεῖν αὐτοῦ τὰ κάλλιστα δυναμένοις.
 [00568]  Οὕτω δὲ τῷ λογικῷ κατα βατέον ἐπὶ ἔσχατον λογικόν, τάχα οὐκ ἄλλο τι τοῦ ἀνθρώπου τυγχάνον.
 [00605]  ἀλλὰ καὶ βλέπων τοσούτους τετρωμένους τῇ θείᾳ ἀγάπῃ ὁμοίως τῇ ὁμολογούσῃ τοῦτο πεπονθέναι ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διὰ τοῦ «Ὅτι τετρωμένη ἀγάπης ἐγώ» τὸ τρῶσαν βέλος τὰς τῶν τοσούτων εἰς ἀγάπην θεοῦ ψυχὰς οὐκ ἄλλο τι εὑρήσει ἢ τὸν εἰπόντα·
 [00710]  νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν», οὐκ ἄλλο νοητέον ἢ ὅτι ὁ λόγος φησίν, οἷς οὐδέπω συμπεπλήρωται μὴ εἶναι ἁμαρτίαν, τούτους δὲ ἐνόχους αὐτῆς τυγχάνειν, οἳ ἂν μετεσχη κότες ἤδη αὐτοῦ πράττωσι παρὰ τὰς ἐννοίας τὰς ἐξ ὧν οὗτος ἐν ἡμῖν συμπληροῦται, καὶ μόνως οὕτως ἀληθὲς τὸ «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν.».
 [00832]  [2.3.31] Τέταρτοι δὲ παρὰ τούτους οἱ πεπιστευκότες λόγοις πάντη διεφθορόσι καὶ ἀθέοις, τὴν ἐναργῆ καὶ σχεδὸν αἰσθητὴν πρόνοιαν ἀναιροῦσι καὶ ἄλλο τι τέλος παρὰ τὸ καλὸν ἀπο δεχομένοις.
 [01184]  Θρόνος γὰρ οὐκ εἶδος ζῴου οὐδὲ ἀρχὴ οὐδὲ κυριότης οὐδὲ ἐξουσία, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ' ὧν ἐτάχθησαν οἱ οὕτως προσαγορευόμενοι, ὧν τὸ ὑποκείμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ εἶναι ἢ κυριότητι ἢ ἀρχῇ ἢ ἐξουσίᾳ.
 [01271]  οὐκ ἄλλο γάρ τι ἡγοῦμαι εἶναι τοὺς σκοτεινοὺς θησαυροὺς ἐν Χριστῷ ἀποκαλυπτομένους τὸ «σκότος ἔθετο ὁ θεὸς ἀποκρυφὴν ἑαυτοῦ» ἢ «ὁ ἅγιος νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον».
 [01362]  [2.34.205] Τάχα δὲ αἱ προφητικαὶ μαρτυρίαι οὐ μόνον κηρύσσουσι Χριστὸν ἐλευσόμενον οὐδὲ τοῦθ' ἡμᾶς διδάσκουσι καὶ ἄλλο οὐθέν, ἀλλὰ πολλὴν θεολογίαν σχέσιν τε πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα ἔστι μαθεῖν οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν, δι' ὧν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ ἢ ἀπὸ τῶν ἀποστόλων διηγουμένων τὴν μεγαλειότητα <τοῦ> υἱοῦ τοῦ θεοῦ.
 [01598]  Ὡς ἐπὶ παραδείγματος καὶ ἄλλο τι τοιοῦτον ἐλαμβάνομεν·
 [01770]  Οὔ [6.15.88] Εἰ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, καὶ τί ἄλλο ἂν λέγοιμεν εἶναι Ἰωάννην ἢ προφήτην;
 [02036]  [6.30.153] Ὁ μὲν Ἡρακλέων οἴεται ὅτι ἀποκρίνεται ὁ Ἰωάννης τοῖς ἐκ τῶν φαρισαίων πεμφθεῖσιν, οὐ πρὸς ὃ ἐκεῖνοι ἐπηρώτων, ἀλλ' ὃ αὐτὸς ἐβούλετο, ἑαυτὸν λανθάνων ὅτι κατηγορεῖ τοῦ προφήτου ἀμαθίας, εἴγε ἄλλο ἐρωτώμενος περὶ ἄλλου ἀποκρίνεται·
 [02039]  Πρὸς γὰρ τὸ «Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός;» τί ἄλλο ἐχρῆν εἰπεῖν ἢ τὸ ἴδιον παραστῆσαι βάπτισμα σωματικώτερον τυγχάνον;
 [02419]  [6.56.291] Ἵνα γὰρ τολμηρότερον βασανίζων τὸν λόγον στῶ πρὸς τὰ ὑπὸ τῶν πλείστων ὑπονοούμενα, λεγέτωσαν ἡμῖν οἱ τὸ βάπτισμα τὸ μέγιστον, ὑπὲρ ὃ ἄλλο οὐκ ἔστι νοῆσαι βάπτισμα, νομίσαντες αὐτοῦ εἶναι τὸ μαρτύριον, τί δήποτε μετὰ τοῦτο λέγει τῇ Μαριάμ·
 [03009]  «Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κράξουσιν» οὐκ οἶδα εἰ μὴ βλακείαν τινὰ ἐμφαίνουσιν τοῦ ἐπὶ τοῖς τοιούτοις, εἰ μηδὲν ἄλλο ἀπ' αὐτῶν δηλοῦται, εὐφραινομένου.
 [03975]  [13.36.232] Καὶ τόδε γε τὸ ἅγιον παρὰ τόδε τὸ ἅγιον μεῖζον ἢ πλεῖον ἢ ἐκτυπώτερον συγκρίσει ἑτέρου χωρήσει ἀπὸ τοῦ πατρικοῦ θελήματος, καὶ πάλιν παρ' ἐκεῖνο ἔσται τι ἄλλο διαφερόντως χωροῦν·
 [04622]  [19.3.16] Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ·
 [05633]  πάντως γοῦν κἂν τοῦτο ἔχῃ ὁ διάβολος δόγμα ἀληθὲς περὶ αὑτοῦ ἐννοῶν ὅτι λογικός ἐστιν, καὶ ὅτι τὸ τοιόνδε μὲν ἄνθρωπός ἐστιν, τὸ τοιόνδε δὲ ἄγγελος, καὶ τὸ [20.28.251] τοιὸν μὲν σῶμα, καὶ ποιὸν σῶμα, ἄλλο δέ τι ἕτερον σώματος.
 [05795]  καὶ τρίτος δέ τις τὴν ἑρμηνείαν τοῦ Σαμαρείτου ἐκλαβών, σημαίνοντος [7τὸν] φύλακα7, φήσει ὅτι εἰ καὶ κατ' ἄλλο ἔλεγον Σα μαρείτην αὐτὸν οἱ Ἰουδαῖοι, αὐτὸς τὸ σημαινόμενον ἀπὸ τοῦ ὀνό ματος ἐκλαβὼν οὐκ ἠρνήσατο αὐτό, εἰδὼς ὅτι φύλαξ ἐστὶν τῶν ἀνθρωπίνων ψυχῶν καὶ περὶ οὗ εἴρηται <τὸ> «Ἰδοὺ οὐ νυστάξει οὐδὲ «ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ»·
 [05808]  ἀρέσκει κατὰ τὰς γραφὰς τοὺς ἁμαρτάνον τας τὰ πολλὰ ποιεῖν παρὰ τὸν λόγον οὐ δι' ἄλλο ἢ τῷ δεκτικοὺς αὐτοὺς γεγονέναι ἐνεργείας πονηροῦ πνεύματος ἢ θελήματος ἀκα [20.36.327] θάρτου δαιμονίου.
 [05837]  ἢ τίς ἄλλο τι παρὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ καὶ τὰ ὑπὸ τοῦ λόγου προστασσόμενα τιμῶν, ἑτέρῳ τὴν τιμὴν διδούς, δέον «τῷ τὴν τιμὴν» ἀποδιδόναι αὐτήν, εἴποι ἂν ὡς Ἰησοῦ μαθητής·
 [06511]  καὶ ἀεὶ ἄλλο μέρος στρατοπέδου βλέ πων ἀπὸ τῆς καινότητος τοῦ βλεπομένου ἐκινεῖτο πρὸς τὸ λέγειν περὶ τοῦ Ἰσραήλ.
 [06531]  διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἢ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν [28.22.188] προεξητάσαμεν.
 [06869]  εἴπερ οὖν ὁ Πέτρος ἔμελλεν ἀποφηνάμενος μὲν τὸ «Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα», καὶ ἀληθεύων ἐν τούτῳ μὴ ἕξειν μετὰ τοῦ Ἰησοῦ μέρος, ἔμελλεν δὲ ἔχειν μέρος μὴ ἀληθεύων, ἐφ' ᾧ φθάσας εἶπεν προπετῶς, τί ἄλλο πράττειν [32.8.93] ἐχρῆν ἢ μὴ ἀληθεύειν;
 [06924]  διδασκαλίᾳ γὰρ ὁ ἀπὸ γῆς καὶ τῶν κοσμικῶν πραγμάτων κονιορτός, φθάνων οὐκ ἐπὶ ἄλλο τι ἢ ἐπὶ τὰ τελευταῖα καὶ τὰ κάτω τῶν μαθητῶν, ἀποκαθαίρεται·
000-00-00 Serial Number=0815678716
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00146]  [229] ἄλλο τί ἐστιν ὁ ὅρκος παρὰ τὸν ἐξορκισμόν·
000-00-00 Serial Number=0691250622
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00386]  Μέχρι δὲ τοῦ δεῦρο νομίζω τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν ἢ τῆς Ἡρωδιάδος θυγατρός.
 [00436]  Καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ ὧν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον.
 [00508]  Παρατηρητέον ποσάκις εἴρηται κατὰ τοὺς αὐτοὺς τόπους τὸ ὄνομα οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν' ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελι κῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ·
 [00629]  Ταύτης τῆς πρὸς τοὺς γονεῖς τιμῆς μέρος ἦν καὶ τὸ κοινωνεῖν αὐτοῖς τῶν βιωτικῶν χρειῶν εἰς διατροφὰς καὶ σκεπάσματα καὶ εἴ τι ἄλλο οἷός τε ἦν χαρίζεσθαί <τις> τοῖς ἑαυτοῦ γονεῦσιν.
 [00710]  οὐδὲ γὰρ ἀπὸ ἀκολασίας οὐδὲ ἀπὸ φιληδονίας οὐδὲ μετὰ διακρίσεως περιελκούσης εἰς ἑκάτερα οἱ δίκαιοι χρῶνται τοῖς βρώμασιν ἢ πόμασι, μεμνημένοι τοῦ «εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν θεοῦ ποιεῖτε».
 [00773]  μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ' ἄλλο τι τῶν τοιούτων ἔσονται.
 [00827]  Γένους μὲν οὖν χάριν ἡ Χαναναία οὐδὲ ἀποκρίσεως ἀξία ἦν τῆς ἀπὸ Ἰησοῦ τυχεῖν, ὁμολογοῦντος οὐκ ἐπ' ἄλλο τι ἀπεστάλθαι παρὰ τοῦ πατρὸς ἢ πρὸς τὰ πρόβατα τὰ ἀπολω λότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀπολωλός.
 [00949]  ἔτι δὲ καὶ ἡ διδασκαλία ἐπὶ τὴν ἀγάπην τοῦ κτίσαντος προ[σ]καλουμένη συνᾳ δόντως νόμῳ καὶ προφήταις καὶ τὰς ὁρμὰς καταστέλλουσα καὶ τὰ ἤθη κατ' εὐσέβειαν μορφοῦσα, τί ἄλλο ἐδήλου τοῖς ὁρᾶν δυναμένοις ἢ ὅτι «ἀλη θῶς θεοῦ υἱὸς» ἦν ὁ τὰ τοσαῦτα ἐργαζόμενος;
 [01391]  ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μὲν εἶναι τὸ γεύσασθαι θανάτου, ἕτερον δὲ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεσθαι παρὰ τὰ προειρημένα ἐκ τοῦ «κατέπιεν ὁ θάνατος ἰσχύσας», καὶ πέμπτον τι παρὰ ταῦτα ἐκ τοῦ «ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς».
 [01744]  καὶ περὶ φόβου τοίνυν τὰ ὅμοια τοῖς ἀπο δεδομένοις νοήσεις ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι ὃ οἱ μὴ ἀκριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκεί νων λέγουσιν εἶναι φόβον, οἷον δὴ καὶ τὸ τῶν παιδίων ἀμνησίκακον παρ' αὐτοὺς τοὺς τῶν δακρύων και ροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νο μιζομένοις λελυπηκέναι καὶ πεφο
 [01819]  τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο.
 [02081]  καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντί μησίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων [ὃ] *** τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθέσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ' ἡμῖν ἐκ τῶν οὐκ ἐφ' ἡμῖν) <καὶ> λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρ τημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου.
 [02432]  εἰ γὰρ ἐν τοῖς καρποῖς «τοῦ πνεύ ματος» κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρ ποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμη τέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρησίμως λέγον·
 [02545]  καὶ <ἐπὶ> παντὸς δὲ τοῦ ὑποδεεστέρου, ᾧ ἐφαρμόζεται ἡ «ἀγαθὸς» φωνή, ἄλλο σημαινόμενον ἔχει τὸ ἐφ' αὑτοῦ λεγόμενον, εἴπερ ὡς μὲν πρὸς τὸν πατέρα «εἰκών» ἐστιν «ἀγαθότητος», ὡς δὲ πρὸς τὰ λοιπὰ ὅπερ ἡ τοῦ πατρὸς ἀγαθότης πρὸς αὐτόν.
 [02812]  καὶ σαφές γε κατὰ τὸ ῥητὸν ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν σωτῆρα ἡμῶν ἐμισήθησαν ὑπὸ συγ γενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ κληρονομῆσαι τὴν αἰώνιον ζωήν, πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς καὶ τὰς ἐν αὐτῇ οἰκίας, καὶ ἀφῆκεν οὐ δι' ἄλλο τι ἀλλ' ἕνεκεν τοῦ ὀνό ματος Ἰησοῦ, πολλαπλασίονα λήψεται·
 [02944]  ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ ὁ θεὸς διαθήκην.
 [03145]  «δύ νασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;») [16.6] Καὶ ἐν τούτοις δὲ ζητήσει τις τί τὸ ποτήριον καὶ τί τὸ βάπ τισμα, ὡς ἕτερα ἀλλήλων <ὄντα ἀμφότερα καὶ οὕτως ὠνομασμένα> καὶ δεόμενα οὐ τῆς τυχούσης δυ νάμεως τῆς τοῦ πιομένου ἢ τοῦ βαπτισθησομένου, καὶ πιομένου οὐκ ἄλλο ποτήριον ἢ ὃ ἔμελλε πίνειν ὁ Ἰησοῦς βαπτισθησομένου τε παρα πλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ κύριος.
 [03147]  ἡμεῖς δὲ οὐκ ἀποδοκιμάζομεν μὲν καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίστα μεν δὲ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα.
 [03327]  καὶ ἁψαμένου αὐτοῦ φεύξεται μὲν τὸ σκότος καὶ ἡ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν, ἀλλὰ καὶ ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ ἀναβλέπειν ἡμᾶς παρ' αὐτὸν συν εργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι ἢ ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσαντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ ὁδηγηθῶμεν ὑπ' αὐτοῦ πρὸς τὸν θεὸν καὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι' αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν θεὸν μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ καθαρὰν ἔχειν τὴν καρδίαν.
 [03504]  Ἔτι δ' ἐπανάγων τῷ λόγῳ τοὺς δύο μαθητὰς φήσεις ὅτι ἐστὶ μὲν ἓν τάγμα τῶν διακονου μένων τοῖς ἐκ περιτομῆς, ἄλλο δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν.
 [03608]  οὐδὲν γὰρ ἄλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπι σκοπήν, εἰς εὐχὴν παρὰ θεῷ λογιζο μένης, καθὸ καὶ τὸ «ἀδιαλείπτως προσεύχεσθε» δυνατόν ἐστιν.
 [03726]  καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ προσευχῇ πιστεύοντες οἱ Ἰη σοῦ μαθηταὶ λήψονται, ὡς μαθηταὶ οὐδὲν τῶν μὴ δεόντων αἰτήσοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἄλλο αἰτοῦντες ἢ τὰ μεγάλα καὶ τὰ ἐπουράνια·
 [03752]  κατὰ γὰρ ἑκάστην ἁμαρτίαν, ὅτε ἐσμὲν «σάρ κινοι καὶ κατὰ ἄνθρωπον» περιπα τοῦντες, οὐδὲν ἄλλο ἐνεργοῦμεν ἢ τὸ ἀποθνῄσκειν, καὶ φανερὸν ὅτι «εἰ κατὰ σάρκα» ζῶμεν, μέλλομεν «ἀπο θνῄσκειν», ὡς ἐδίδαξεν ὁ ἀπόστολος.
 [03775]  εἰ δὲ οὐδὲ ἐκεῖνος εἴποι ἂν ἐν τῇ τοῦ δια βόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέρατα τοῦ «ψεύδους», τὰ «ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμέ νοις» ἐπιτελούμενα, πόσῳ πλέον ὁ σωτὴρ οὐκ ἂν (εἰ καὶ μὴ ἀντηρώτη σεν) ἄλλο τι ἀπεκρίνατο ἢ ὅτι ἐν τῇ τοῦ θεοῦ;
 [03900]  ἆρα γὰρ δεήσει ταὐτὸν εἰπεῖν εἶναι τὴν βασι λείαν τοῦ θεοῦ τῷ ἀμπελῶνι, αἰρο μένην ἀπὸ τῶν προτέρων <γεωρ γῶν> διδομένην δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἢ ἄλλο μὲν εἶναι τὸν ἀμπελῶνα ἄλλο δὲ τὴν βασιλείαν τοῦ θεοῦ;
 [04016]  καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφη τευομένων δύναται δυσωπῆσαι τὸν ἀγνωμόνως ἐξετάζοντα τὰ γεγραμ μένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχ θείη.
 [04099]  οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προη γουμένως ὄντες κλητοὶ οἱ μὴ ἀκούον τες τῶν λόγων τῶν προφητῶν ἦσαν, οἱ δὲ ἀποστελλόμενοι ἄλλοι δοῦλοι ἄλλο ἄθροισμα προφητῶν, τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν ᾧ οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σι τευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστη ρίων τοῦ θεοῦ τροφαί·
 [04390]  καὶ ἄλλο ὄνομα οὐχ ἕξει ὁ μὴ οἰκο δομῶν τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς Ἰσραηλίταις ἢ τοῦτο ὅτι «οἶκός» ἐστιν οὗτος «τοῦ ὑπολυθέντος τὸ ὑπόδημα».
000-00-00 Serial Number=0578878164
Contra Celsum Ante [Go Back]  
 [00042]  ∆εύτερον δὲ ἄλλο τάγμα ἐκτιθέμενος τῶν πεφυκότων χωρίζειν τοὺς ἀνερματίστους ἐν θεοσεβείᾳ λέγει·
 [00145]  Εἴπερ οὖν ἄλλο τι κατα σκευαστικόν ἐστι τοῦ τὸ φιλάνθρωπον τοῦ λόγου οὐκ ἀθεεὶ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημηκέναι, καὶ τοῦτ' αὐτοῖς συγκαταριθμητέον.
 [00223]  Ὅρα μὴ τὸ συμφέρον εἴπῃς εἶναι τὸ δίκαιον μηδὲ τὸ δέον μηδ' ἄλλο τι τῶν παραπλησίων.
 [00401]  [1.37] ∆οκεῖ μοι οὖν μετρίως κατεσκευάσθαι οὐ μόνον ὅτι γεννηθήσεται ἐκ παρθένου ὁ σωτὴρ ἡμῶν ἀλλ' ὅτι καὶ προφῆται ἦσαν ἐν Ἰουδαίοις, προλέγοντες οὐ μόνον τὰ καθολικὰ περὶ μελλόντων, ὡς τὰ περὶ Χριστοῦ καὶ τὰ περὶ βασιλειῶν κοσμικῶν καὶ περὶ τῶν συμβησομένων τῷ Ἰσραὴλ καὶ περὶ τῶν πιστευόντων τῷ σωτῆρι ἐθνῶν καὶ πολλῶν ἄλλων τῶν περὶ αὐτοῦ λεχθέντων, ἀλλὰ καὶ τὰ καθ' ἕνα, ὡς περὶ τῶν ὄνων Κὶς ἀπολομένων, πῶς εὑρεθή σονται, καὶ περὶ τῆς νόσου, ἧς ἐνόσησεν ὁ τοῦ βασιλέως Ἰσραὴλ υἱός, ἢ εἴ τι ἄλλο ἀναγέγραπται τοιοῦτον.
 [00848]  Φησὶν αὐτοὺς καταλιπόντας τὸν πάτριον νόμον τῷ ἐψυχαγωγῆσθαι ὑπὸ τοῦ Ἰησοῦ ἠπατῆσθαι πάνυ γελοίως καὶ ἀπηυτομοληκέναι εἰς ἄλλο ὄνομα καὶ εἰς ἄλλον βίον, μηδὲ τοῦτο κατανοήσας, ὅτι οἱ ἀπὸ Ἰουδαίων εἰς τὸν Ἰησοῦν πιστεύοντες οὐ καταλελοίπασι τὸν πάτριον νόμον.
 [00871]  Τί παθόντες, ὦ πολῖται, κατελίπετε τὸν πάτριον νόμον καὶ ὑπ' ἐκείνου, πρὸς ὃν ἄρτι διειλέγμεθα, ψυχαγωγηθέντες πάνυ γελοίως ἐξηπατήθητε καὶ ἀφ' ἡμῶν ἀπηυτομολήσατε εἰς ἄλλο ὄνομα καὶ εἰς ἄλλον βίον;
 [00994]  Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, καὶ εἴ τι ἄλλο τούτοις παραπλήσιον.
 [01104]  Καὶ τίς γε οὐκ ἂν θαυμάσαι τὸ προειρημένον τὸ Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι, καὶ εἴ τι ἄλλο περὶ τοῦ διωχθήσεσθαι τοὺς μαθητὰς αὐτοῦ προεῖπε.
 [01175]  [2.18] Ἑξῆς δὲ τούτῳ καὶ ἄλλο εὔηθές φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ὅτι πῶς, εἴπερ προεῖπε καὶ τὸν προδώσοντα καὶ τὸν ἀρνησόμενον, οὐκ ἂν ὡς θεὸν ἐφοβήθησαν, ὡς τὸν μὲν μὴ προδοῦναι ἔτι τὸν δὲ μὴ ἀρνήσασθαι;
 [01293]  Οἶδα δέ τινα καὶ τοιαύτην εἰς τὸν τόπον διήγησιν, ὅτι ὁρῶν ὁ σωτὴρ οἷα ὁ λαὸς καὶ Ἱερουσαλὴμ πείσεται ἐπὶ τῇ ἐκδικήσει τῶν κατ' αὐτοῦ τετολμημένων ὑπὸ Ἰουδαίων, οὐ δι' ἄλλο τι ἢ διὰ τὸ πρὸς ἐκείνους φιλάνθρωπον θέλων μὴ παθεῖν τὸν λαὸν ἃ ἔμελλε πάσχειν φησὶ τὸ Πάτερ, εἰ δυνατόν ἐστι, παρελ θέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·
 [01428]  Ὅτι δ' ἄντικρυς καὶ σαφῶς οὐδὲν ὅμοιον ἔχει ὁ παθὼν τὰ ἀναγεγραμμένα Ἰησοῦς τοῖς κακοδαιμονέστερον ἀπαλλάξασι διὰ γοητείαν ἢ ὁτιδήποτε ἔγκλημα ἄλλο, παντί τῳ δῆλον.
 [01500]  Ὅρα δὴ εἰ μὴ ἐν τούτοις σαφῶς ὁ Κέλσος ἐλέγχεται κακουργῶν τὸν λόγον, ἄλλο μὲν τοῦ Ἰησοῦ λέγοντος περὶ τῶν ποιησόντων σημεῖα καὶ τέρατα, ἄλλο δὲ τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου φάσκοντος.
 [01717]  Καὶ οὐ δή που δι' ἄλλο ἐφυλάξατο ὀφθῆναι ἢ διὰ τὰς δυνάμεις τῶν μὴ χωρούντων αὐτὸν ἰδεῖν.
 [02022]  Ἀλλ' ἐὰν τοῦτο λέγῃ οὐ γὰρ ἄλλο τι οἶμαι φήσειν αὐτόν , ἀπαντήσομεν ὅτι πλείονα ἐν τοῖς ἀνωτέρω ἡμῖν εἰς κατασ κευὴν τῶν κατὰ τὸν Ἰησοῦν εἴρηται, ὅτι καὶ τὰ δοκοῦντα κατ' ἄνθρωπον αὐτῷ συμβεβηκέναι χρησίμως γέγονεν τῷ παντὶ καὶ σωτηρίως τῷ ὅλῳ κόσμῳ.
 [02069]  Τινὲς δὲ σημεῖα τοῦ εἰληφέναι τι διὰ τὴν πίστιν ταύτην παραδο ξότερον ἐπιδείκνυνται ἐν οἷς θεραπεύουσιν, οὐδὲν ἄλλο καλοῦντες ἐπὶ τοὺς δεομένους θεραπείας ἢ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸ τοῦ Ἰησοῦ ὄνομα μετὰ τῆς περὶ αὐτοῦ ἱστορίας.
 [02316]  οὕτως καὶ πολλῶν ὄντων δογμάτων, τὰ μὲν συναγορεύοντα ὕλῃ καὶ σώμασι καὶ πάντα φάσκοντα εἶναι σώματα τὰ προηγουμένως ὑφεστηκότα καὶ μηδὲν παρὰ ταῦτα εἶναι ἄλλο, εἴτε λεγόμενον ἀόρατον εἴτ' ὀνομαζόμενον ἀσώματον, φησὶν εἶναι σοφίαν τοῦ κόσμου καταργουμένην καὶ μωραινομένην καὶ σοφίαν τοῦ αἰῶνος τούτου·
 [02358]  Χριστιανοὶ δὲ κατὰ τὸ δυνατὸν αὐτοῖς προβασανίσαντες τῶν ἀκούειν σφῶν βουλο μένων τὰς ψυχὰς καὶ κατ' ἰδίαν αὐτοῖς προεπᾴσαντες, ἐπὰν δοκῶσιν αὐτάρκως οἱ ἀκροαταὶ πρὶν εἰς τὸ κοινὸν εἰσελθεῖν ἐπιδεδωκέναι πρὸς τὸ θέλειν καλῶς βιοῦν, τὸ τηνικάδε αὐτοὺς εἰσάγουσιν, ἰδίᾳ μὲν ποιήσαντες τάγμα τῶν ἄρτι ἀρχομένων καὶ εἰσαγομένων καὶ οὐδέπω τὸ σύμβολον τοῦ ἀποκεκαθάρθαι ἀνειληφότων, ἕτερον δὲ τὸ τῶν κατὰ τὸ δυνατὸν παραστησάντων ἑαυτῶν τὴν προαίρεσιν οὐκ ἄλλο τι βούλεσθαι ἢ τὰ Χριστιανοῖς δοκοῦντα·
 [02366]  Τούτους δή, οἷς ἡμᾶς ὁ Κέλσος ὁμοιοῖ, τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσι, φησὶν εἰς μὲν φρονίμων ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε παρελθεῖν οὐδ' ἐν τούτοις τὰ ἑαυτῶν καλὰ τολμᾶν ἐπιδεικνύειν, ἔνθα δ' ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνθρώπων ἀνοήτων ὅμιλον, ἐνταῦθα ὠθουμένους τε καὶ καλλωπιζομένους, καὶ ἐν τούτῳ οὐδὲν ἄλλο ποιῶν ἢ λοιδορούμενος ἡμῖν παραπλησίως ταῖς ἐν ταῖς τριόδοις γυναιξί, σκοπὸν ἐχούσαις τὸ κακῶς ἀλλήλας λέγειν.
 [02526]  Ὁ γὰρ λόγος τῶν ταῦτα τὴν ἀρχὴν πρεσβευσάντων καὶ καμόντων, ἵνα συστήσωσιν ἐκκλησίας θεοῦ, ἀλλὰ καὶ τὸ κήρυγμα αὐτῶν ἐν πειθοῖ μὲν γέγονεν οὐ τοιαύτῃ δέ, ὁποία ἐστὶ πειθὼ ἐν τοῖς σοφίαν Πλάτωνος ἐπαγγελλομένοις ἤ τινος τῶν φιλοσοφησάντων, ὄντων ἀνθρώπων καὶ οὐδὲν ἄλλο πλὴν ἀνθρωπίνης φύσεως ἐχόντων·
 [02973]  παρ' οἷς οὐδὲν ἄλλο θεὸς νενόμιστο ἢ ὁ ἐπὶ πᾶσι, καὶ οὐδεὶς τῶν εἰκόνας ποιούντων ἐπολιτεύετο.
 [03118]  Ὁ δ' Ἰησοῦς τὸ Ἀρθήσεται ἀφ' ὑμῶνἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς Ἰουδαίοις λέγων τί ἄλλο ᾠκονόμει ἢ εἰς φῶς αὐτὸς θείᾳ δυνάμει προαγαγεῖν πᾶσαν τὴν ἰουδαϊκὴν γραφήν, περιέχουσαν μυστήρια τῆς τοῦ θεοῦ βασιλείας;
 [03195]  ἐπεὶ δ' αὐτοὶ οἱ πατέρες τῶν δογμάτων καὶ συγγραφεῖς τὰ τοιαῦτα τροπολογοῦσι, τί ἐστιν ἄλλο ὑπονοῆσαι ἢ ὅτι οὕτως ἐγράφη, ὥστε τροπολογεῖσθαι αὐτὰ κατὰ τὸν προηγούμενον νοῦν;
 [03370]  κακὰ δὲ καὶ αἱ ἀπ' αὐτῆς πράξεις, καὶ ἄλλο οὐδὲν ὡς πρὸς ἀκριβῆ λόγον καθ' ἡμᾶς ἐστι κακόν.
 [03433]  Εἴπερ οὖν ὁ ὕπνος ἄλλο τι σημαίνει καὶ οὐχ ὅπερ ἡ πρόχειρος ἐκδοχὴ τῆς λέξεως δηλοῖ, διὰ τί οὐχὶ καὶ ἡ ὀργὴ παραπλησίως νοηθήσεται;
 [03437]  οὐδὲ τὸ προκείμενον τοῖς ἐν ἡμῖν συνετῶς πρεσβεύουσι τοῦ λόγου ἄλλο ἐστὶν ἢ εὐηθείας μὲν ἀπαλλάξαι κατὰ τὸ δυνατὸν τοὺς ἀκούοντας ποιῆσαι δ' αὐτοὺς φρονίμους.
 [03452]  Καὶ ἡγοῦμαί γε ὅτι, ὥσπερ ἐν ταῖς πόλεσιν οἱ προνοούμενοι τῶν ὠνίων καὶ τῆς ἀγορᾶς δι' οὐδὲν ἄλλο προνοοῦνται ἢ διὰ τοὺς ἀνθρώπους, παραπολαύουσι δὲ τῆς δαψιλείας καὶ κύνες καὶ ἄλλα τῶν ἀλόγων·
 [03579]  Εἰ μὲν γὰρ λόγος ἦν ὁ εὑρίσκων, οὐκ ἂν ἀποτεταγμένως τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, ἔστω καὶ δεύτερον καὶ τρίτον, καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὕτως ἐν τοῖς λοιποῖς ζῴοις, ἀλλὰ τοσαῦτα ἄν, ὅσα καὶ ἐν ἀνθρώποις·
 [03660]  [4.93] Ὅθεν εἴπερ ἄλλο τι Μωϋσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος ἀποφανοῦμαι ἄξιον εἶναι, ὅτι φύσεις κατανοήσας ζῴων διαφόρους καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζῴῳ συγγενῶν δαιμόνων εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρών, ἐν τῇ περὶ ζῴων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικά, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα.
 [03681]  ∆ιόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωϋσέως νόμῳ, καὶ τὰ τοιαῦτα ἐν τοῖς τοιούτοις κατατακτέον·
 [03761]  Εἰ δέ τινας ἀγγέλους φατέ, τίνας τούτους λέγετε, θεοὺς ἢ ἄλλο τι γένος;
 [03775]  θεοὺς ἢ ἄλλο τι γένος;
 [03776]  Εἶτα πάλιν οἱονεὶ ἀποκριναμένους ἄγει ὅτι ἄλλο τι ὡς εἰκός, τοὺς δαίμονας·
 [03787]  Ὡς μὴ ἀναγνοὺς δὲ τὰς ἱερὰς ἡμῶν γραφὰς ὁ Κέλσος ἑαυτῷ ἀποκρίνεται ὡς ἀφ' ἡμῶν ὅτι ἄλλο τι γένος παρὰ θεοῦ φαμεν τοὺς καταβαί νοντας ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀγγέλους καί φησιν ὡς τὸ εἰκὸς λεχθῆναι ἂν αὐτοὺς ὑφ' ἡμῶν δαίμονας·
 [03797]  οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, οὐδὲν ἄλλο σέβουσιν ἢ τὸν ἐπὶ πᾶσι θεόν, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὰ λοιπὰ πάντα.
 [03897]  Ἠλίθιον δ' αὐτῶν καὶ τὸ νομίζειν, ἐπειδὰν ὁ θεὸς ὥσπερ μάγειρος ἐπενέγκῃ τὸ πῦρ, τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν, οὐ μόνον τοὺς ζῶντας ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας αὐταῖς σαρξὶν ἐκείναις ἀπὸ τῆς γῆς ἀναδύντας, ἀτεχνῶς σκωλήκων ἡ ἐλπίς.
 [03925]  Τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν.
 [03932]  Τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν.
 [04009]  καὶ ἄλλο ὅτι ψυχῆς αἰώνιον βιοτὴν δύναται παρασχεῖν ὁμολογοῦμεν, καὶ οὐ μόνον δύναται ἀλλὰ καὶ παρέχει.
 [04205]  Κἂν δεύτερον οὖν λέγωμεν θεόν, ἴστωσαν ὅτι τὸν δεύτερον θεὸν οὐκ ἄλλο τι λέγομεν ἢ τὴν περιεκτικὴν πασῶν ἀρετῶν ἀρετὴν καὶ τὸν περιεκτικὸν παντὸς οὑτινοσοῦν λόγου τῶν κατὰ φύσιν καὶ προηγουμένως γεγενημένων καὶ εἰς χρήσιμον τοῦ παντὸς λόγον·
 [04265]  ὁ θεὸς πατρὸς ἐκλεκτοῦ τῆς ἠχοῦς καὶ ὁ θεὸς τοῦ γέλωτος καὶ ὁ θεὸς τοῦ πτερνιστοῦ, οὕτως οὐδὲν ποιεῖ τὸ ὀνομαζόμενον ὡς οὐδ' ἄλλο τι τῶν μηδεμίαν δύναμιν ἐχόντων.
 [04616]  Ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δι' οὐδὲν ἄλλο ἢ διὰ σοφίαν τοῦτο τὸ ὄνομα ἔσχηκα.
 [04696]  Περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα ἀπὸ Πλάτωνος εἰλήφαμεν, ἀλλὰ τούτων κρειττόνως εἰρημένα ἀπὸ τῶν προφητῶν μεμαθήκαμεν, σαφηνίσαντος τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ τὸ βούλημα τοῦ ἐν τοῖς προφήταις πνεύματος ὅπερ οὐκ ἄλλο ἦν τοῦ πνεύματος τοῦ Χριστοῦ , οὔτε τὰ περὶ τοῦ ὑπερουρανίου τόπου πρῶτος ὁ φιλόσοφος παρίστησιν, ἀλλὰ ∆αυῒδ τὴν βαθύτητα τοῦ πλήθους τῶν ἐν τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ ὑπαρχόντων περὶ θεοῦ θεωρημάτων πάλαι παρέστησεν εἰπὼν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν·
 [04715]  [6.21] Ἑπτὰ δὲ οὐρανοὺς ἢ ὅλως περιωρισμένον ἀριθμὸν αὐτῶν αἱ φερόμεναι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ οὐκ ἀπαγ γέλλουσι γραφαί, ἀλλ' οὐρανούς, εἴτε τὰς σφαίρας τῶν παρ' Ἕλλησι λεγομένων πλανήτων εἴτε καὶ ἄλλο τι ἀπορ ρητότερον ἐοίκασι διδάσκειν οἱ λόγοι.
 [04901]  τῷ δὲ δευτέρῳ κύκλῳ ἐνεγέγραπτο, περιπεπλεγμένῳ καὶ ἐμπεριει ληφότι ἄλλους δύο κύκλους καὶ ἄλλο σχῆμα ῥομβοειδές, σοφίας πρόνοια, καὶ ἔνδον μὲν τῆς κοινῆς αὐτῶν τομῆς σοφίας φύσις, ἀνωτέρω δὲ τῆς κοινῆς αὐτῶν τομῆς κύκλος ἦν, ἐν ᾧ ἐπεγέγραπτο γνῶσις, κατωτέρω δὲ ἄλλος, ἐν ᾧ ἐπεγέγραπτο σύνεσις.
 [05045]  Ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἢ ἄλλο τι τῶν περὶ τῆς ἀνθρώπων γενέσεως εἰρημένων καὶ ὑπὸ τῶν παρ' Ἑβραίοις σοφῶν πεφιλοσοφημένων.
 [05193]  ἐὰν δὲ κυρίως ἀκούῃς τοῦ χειρουργεῖν, οὐδὲ τὸν δεύτερον οὐδ' ἄλλο τι τῶν θειοτέρων.
 [05201]  Ἀλλ' οὐδ' ἄλλο φησὶν εἶναι τῷ θεῷ ὧν ἡμεῖς ἴσμεν·
 [05335]  Κατὰ μὲν οὖν τοὺς ἀπὸ τῆς Στοᾶς, σωματικὰς λέγοντας εἶναι τὰς ἀρχὰς καὶ διὰ τοῦτο πάντα φθείροντας κινδυνεύοντας δὲ καὶ αὐτὸν φθεῖραι τὸν ἐπὶ πᾶσι θεόν, εἰ μὴ πάνυ ἀπεμφαῖνον τοῦτ' αὐτοῖς ἐδόκει τυγχάνειν, καὶ ὁ λόγος τοῦ θεοῦ ὁ μέχρι ἀνθρώπων καὶ τῶν ἐλαχίστων καταβαίνων οὐδὲν ἄλλο ἐστὶν ἢ πνεῦμα σωματικόν·
 [05587]  Τί γὰρ ἄλλο ἦν θεῷ τὸ προβάτων σάρκας ἐσθίειν καὶ χολὴν ἢ ὄξος πίνειν πλὴν σκατοφαγεῖν;
 [05593]  Φέρε ἐὰν προείπωσιν οἱ προφῆται τὸν μέγαν θεόν, ἵνα μηδὲν ἄλλο φορτικώτερον εἴπω, δουλεύειν ἢ νοσήσειν ἢ ἀποθανεῖν, τεθνήξεσθαι δεήσει τὸν θεὸν ἢ δουλεύειν ἢ νοσήσειν, ἐπειδὴ προείρητο, ἵνα πιστευθῇ ἀποθανὼν ὅτι θεὸς ἦν;
 [05802]  Σαφῶς δ' ὁ Ἀγγαῖος παρίστησιν ἄλλο μὲν εἶναι τὴν ξηρὰν ἄλλο δὲ τὴν γῆν, ξηρὰν καλῶν ταύτην, ἐφ' ᾗ ἐσμεν.
 [05817]  [7.32] Ἐπεὶ δὲ τὸν περὶ τῆς ἀναστάσεως λόγον πολὺν ὄντα καὶ δυσερμήνευτον καὶ δεόμενον σοφοῦ εἴπερ τι ἄλλο τῶν δογμάτων καὶ ἐπὶ πλεῖον διαβεβηκότος, ἵνα τὸ ἄξιον τοῦ θεοῦ παραστήσῃ καὶ τὸ μεγαλοφυὲς τοῦ δόγματος, διδάσκοντος λόγον ἔχειν σπέρματος τὸ καλούμενον κατὰ τὰς γραφὰς σκῆνος τῆς ψυχῆς, ἐν ᾧ οἱ δίκαιοι ὄντες στενάζουσι βαρούμενοι, μὴ θέλοντες αὐτὸ ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι μὴ νοήσας ὁ Κέλσος τῷ ἀπὸ ἰδιωτῶν καὶ μηδενὶ λόγῳ παραστῆσαι δυναμένων ἀκηκοέναι περὶ αὐτοῦ χλευάζει τὸ λεγόμενον, χρήσιμον πρὸς τοῖς ἀνωτέρω εἰρημένοις ἡμῖν περὶ τούτου τοῦτο μόνον ὑποση μειώσασθαι πρὸς τὸν λόγον, ὅτι οὐχ, ὡς οἴεται Κέλσος, τῆς μετενσωματώσεως παρακούσαντες τὰ περὶ ἀναστάσεώς φαμεν ἀλλ' εἰδότες ὅτι ἡ τῇ ἑαυτῆς φύσει ἀσώματος καὶ ἀόρατος ψυχὴ ἐν παντὶ σωματικῷ τόπῳ τυγχάνουσα δέεται σώματος οἰκείου τῇ φύσει τῷ τόπῳ ἐκείνῳ·
 [05832]  Καὶ τὸ ὁρῶν δὲ θεὸν καθαρά ἐστι καρδία, ἀφ' ἧς οὐκέτι ἐξέρχονται διαλογισμοὶ πονηροί, οὐ φόνοι, οὐ μοιχεῖαι, οὐ πορνεῖαι, οὐ κλοπαί, οὐ ψευδομαρτυρίαι, οὐ βλασφημίαι, οὐκ ὀφθαλμὸς πονηρὸς οὐδ' ἄλλο τι τῶν ἀτόπων·
 [05935]  ὅπερ εἰ ἦν ἀληθὲς καὶ θεὸς κατ' ἀλήθειαν εὕρητο Πλάτωνι ἤ τινι Ἑλλήνων, οὐκ <ἂν> ἄλλο τι ἔσεβον καὶ θεὸν ἐκάλουν καὶ προσεκύνουν, ἤτοι τοῦτον καταλιπόντες ἢ συμπαραλαμβά νοντες τὰ μὴ συμπαραληπτὰ τῷ τηλικούτῳ θεῷ·
 [06199]  Εἰ μὲν γὰρ φθάνει τὸ διοικεῖσθαι καὶ ἐπὶ τὰ ἁμαρτανόμενα οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ δαίμοσι καὶ εἴ τι ἄλλο τῶν ἔξω σωμάτων πέφυκεν ἁμαρτάνειν, ὁράτω τὴν ἀτοπίαν ὁ τοῦτο λέγων τοῦ πάντα κατὰ γνώμην διοικεῖσθαι τοῦ θεοῦ·
 [06224]  Χρεία δὲ τῷ μέλλοντι εἰς ταῦτα λέγειν καλῶς, ἵνα περὶ Χριστιανῶν ἀπολογήσηται, ἐκτρεπομένων ἄλλο τι σέβειν παρὰ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν πρωτότοκον πάσης κτίσεως λόγον αὐτοῦ, διηγήσασθαι καὶ τὸ Πάντες, ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα καὶ τὸ Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, καὶ εἴ τι ἄλλο τούτοις εἴρηται παραπλήσιον ἐν τοῖς ἱεροῖς γράμμασιν, ὥσπερ καὶ τὸ Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ καὶ τὸ Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δρά κοντα.
 [06293]  [8.9] Ὅρα δὲ πῶς ἀβασάνιστόν ἐστι τὸ εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, ἐν ᾧ ἐμφαίνεται τὴν τοῦ θεοῦ θεραπείαν χωρὶς πάσης βλάβης ἡμῶν ἡμᾶς προσάγειν ἁπαξαπλῶς τινι τῶν τοῦ θεοῦ.
 [06295]  Εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, εἶτ' ἐπαναλαμβάνει καὶ διόρθωσιν προσάγει τῷ λεγομένῳ ἐν τούτῳ·
 [06375]  κατ' ἄλλο δὲ σημαινόμενον τοῦ κρατεῖν καὶ αὐτῶν κρατεῖ ὡς τῶν ἀλόγων ζῴων φαμὲν τὸν ἄνθρωπον κρατεῖν, οὐχ ὑποτάξαντα αὐτῶν τὸ ἡγεμονικόν, ὡς τιθασσεύσας κρατεῖ τινων λεόντων καὶ κτηνῶν δεδαμασμένων , πλὴν πάντα ποιεῖ, ἵνα καὶ τοὺς νυνὶ μὴ πειθομένους αὐτῷ πείσας κρατήσῃ καὶ αὐτῶν.
 [06436]  Ἑορτὴ γάρ, ὥς φησι τὶς καὶ τῶν ἑλληνικῶν σοφῶν καλῶς λέγων, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰ δέοντα πράττειν·
 [06536]  Εἰ δὲ καὶ ἄλλο τι παρὰ ταῦτα γίνεται ὅθ' οἱ δαίμονες ἐπιτρέπονται, ἀεὶ μὲν βουλόμενοι ταῦτα ποιεῖν οὐκ ἀεὶ δὲ δυνάμενοι διὰ τὸ κωλύεσθαι, ὁ δυνάμενος ἐξεταζέτω, τὴν θείαν κρίσιν κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει φανταζόμενος περὶ ἀθρόας πολλῶν ψυχῶν ἀπαλλαγῆς ἀπὸ σώματος, τοιαῖσδε ταῖς ἐπὶ τὸν μέσον θάνατον φερούσαις ὁδοῖς χρωμένων.
 [06781]  Εἰ μὲν ἀπαξιοῦσι θεραπεύειν τὰ εἰκότα τοὺς τῶνδε ἐπιστάτας, μήτ' εἰς ἀνδρὸς ἰέναι μήτ' ἄγεσθαι γυναῖκα μήτ' ἀναιρεῖσθαι τέκνα μήτ' ἄλλο πράττειν μηδὲν ἐν τῷ βίῳ, χωρεῖν δ' ἔνθεν πασσυδὶ μηδὲν σπέρμα ἐλλειπομένους, ὡς ἂν ἐρημωθείη πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον γένος·
 [06816]  Ὅτι μὴν ἐν τοῖσδε μέχρι τῶν ἐλαχίστων ἔστιν ὅτῳ δέδοται ἐξουσία, μάθοι τις ἂν ἐξ ὧν Αἰγύπτιοι λέγουσιν, ὅτι ἄρα τοῦ ἀνθρώπου τὸ σῶμα ἓξ καὶ τριάκοντα διειληφότες δαίμονες ἢ θεοί τινες αἰθέριοι εἰς τοσαῦτα μέρη νενεμημένον οἱ δὲ καὶ πολὺ πλείους λέγουσιν ἄλλος ἄλλο τι αὐτοῦ νέμειν ἐπιτέτακται.
 [06876]  Ἐὰν μέντοι γε κελεύῃ τις, εἰ τύχοις θρησκεύων θεόν, ἢ ἀσεβεῖν ἢ ἄλλο τι αἰσχρὸν εἰπεῖν, οὐδαμῇ οὐδαμῶς πιστευτέον ἀλλὰ πρὸ τούτων πάσας βασάνους ἐγκαρτερητέον καὶ πάντας θανάτους ὑπομενετέον, πρίν τι ἀνόσιον περὶ θεοῦ μὴ ὅτι γε εἰπεῖν ἀλλὰ μελῆσαι·
 [06985]  Ἡμεῖς δὲ ἐν ἑκάστῃ πόλει ἄλλο σύστημα πατρίδος κτισθὲν λόγῳ θεοῦ ἐπιστάμενοι τοὺς δυνατοὺς λόγῳ καὶ βίῳ ὑγιεῖ χρωμένους ἄρχειν ἐπὶ τὸ ἄρχειν ἐκκλησιῶν παρακαλοῦμεν, οὐκ ἀποδεχόμενοι μὲν τοὺς φιλάρχους βιαζόμενοι δὲ τοὺς διὰ πολλὴν μετριότητα τὴν κοινὴν φροντίδα τῆς ἐκκλησίας τοῦ θεοῦ μὴ βουλομένους προπετῶς ἀναδέξασθαι·
 [06992]  Ἴσθι μέντοι ἐπαγγελλόμενον τὸν Κέλσον ἄλλο σύνταγμα μετὰ τοῦτο ποιήσειν, ἐν ᾧ διδάξειν ἐπηγγείλατο, ὅπῃ βιωτέον τοὺς βουλομένους αὐτῷ καὶ δυναμένους πείθεσθαι.
000-00-00 Serial Number=0060465753
De engastrimytho Ante [Go Back]  
 [00174]  [7] Εἶτα καὶ ἄλλο τι θέλω εἰπεῖν ἀπ' αὐτῆς τῆς γραφῆς.
000-00-00 Serial Number=0119792342
De principiis Ante [Go Back]  
 [00160]  τὸ γὰρ «ἐξαι ρεθῆναι τὰς λιθίνας καρδίας» οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθ' ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφ' οὗ ὁ θεὸς βούλεται·
 [00161]  καὶ τὸ ἐγγενέσθαι καρδίαν «σαρκίνην», ἵνα ἐν τοῖς «προστάγμασί» τις «πορεύη ται» τοῦ θεοῦ καὶ «φυλάσσῃ» αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἢ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτι κὸν τῶν ἀρετῶν;
 [00366]  εἰ γοῦν ἐπαπορήσαι τις περὶ τῆς τοῦ Λὼτ θυγατρομιξίας καὶ τῶν δύο γυναικῶν τοῦ Ἀβραὰμ δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φή σουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν ὑφ' ἡμῶν μὴ νοούμενα.
 [00441]  [4.2.9] Ἀλλ' ἐπείπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρή σιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλα φυρόν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς, ᾠκονόμησέ τινα οἱονεὶ «σκάνδαλα» καὶ «προσκόμματα» καὶ «ἀδύνατα» διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος, ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες, τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν.
000-00-00 Serial Number=0617044508
Dialogus cum Heraclide Ante [Go Back]  
 [00094]  Τί ἄλλο περὶ τῆς πίστεως;
 [00121]  Ἄλλο ἐστὶν χαρίσασθαι, καὶ ἄλλο παραδοῦναι, καὶ ἄλλο τὸ παρακαταθέσθαι.
 [00172]  Ἐγὼ δὲ κατὰ τὰ ἐμὰ μέρη, εὐχόμενος βοηθεῖσθαι ἐν τῷ ἀναγινώσκειν τὰ θεῖα (βοηθείας γὰρ δεόμεθα ἵνα μὴ ἄλλο τι παρὰ τὴν ἀλήθειαν φρονήσωμεν) ...
 [00185]  Οἱ γὰρ ὑλακτικοί, οἱ κυνώδεις, οἱ ταῖς πορ νείαις, οἱ ταῖς λοιδορίαις τεταμένοι οὐδὲν ἄλλο ποιοῦσιν ἢ βαϋβίζουσιν, καὶ οὐ δεῖ τὰ ἅγιά με τοῖς τοιούτοις παραβάλλειν.
000-00-00 Serial Number=0537092209
Enarrationes in Job Ante [Go Back]  
 [00203]  Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός.
 [00212]  Ἰώβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν.
000-00-00 Serial Number=0229036510
Epistula ad Africanum Ante [Go Back]  
 [00143]  ∆ιὸ οὐδὲν οἶμαι ἄλλο οἰκονομεῖσθαι, ἢ τοὺς νομιζομένους σοφοὺς, καὶ
 [00208]  Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρημένον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος μίμῳ.
000-00-00 Serial Number=0734441400
Epistula ad Gregorium Ante [Go Back]  
 [00027]  τὸ δ' ἄλλο ἀνάπλασμα ἐν ∆άν φησιν ὁ λόγος ἀνατεθεῖσθαι.
000-00-00 Serial Number=0662013352
Exhortatio ad martyrium Ante [Go Back]  
 [00301]  καὶ οὐδὲν ἄλλο εὑρίσκει οἱονεὶ ἰσόῤῥοπον ταῖς εὐερ γεσίαις δυνάμενον ἀπὸ ἀνθρώπου εὐπροαιρέτου ἀποδοθῆναι θεῷ, ὡς τὴν ἐν μαρτυρίῳ τελευτήν.
 [00338]  καὶ πρόσχες εἰ δυνατὸν ἐνορῶντα τὸν σωτῆρα τοῖς εἴδεσιν, ἵν' οὕτως ὀνομάσω, τῶν ποτηρίων καὶ τοῖς δι' ἕκαστον γενομέ νοις ἂν, καὶ καταλαμβάνοντα μετά τινος βαθυτάτης σοφίας τὰς διαφορὰς τόδε τὸ εἶδος τῆς ἐξόδου παραιτεῖσθαι τοῦ μαρτυρίου ἄλλο δὲ τάχα βαρύτερον αἰτεῖν λεληθότως, ἵνα καθολικώτερόν τι καὶ ἐπὶ πλείους φθάνον εὐεργέτημα ἀνυσθῇ δι' ἑτέρου ποτηρίου·
000-00-00 Serial Number=0985437632
Expositio in Proverbia Ante [Go Back]  
 [00361]  ἔστι δὲ καὶ ἄλλο εἶδος κέμφου ἐν τῇ θαλάσσῃ κατ' ἀγέλας ἱπτά μενον ὧδε κἀκεῖσε·
 [01112]  Ὁ θυμὸς πάντα τὸν ἔχοντα αὐτὸν, οὐδὲν ἄλλο, ἢ ὅτι κακοποιεῖν καὶ ποιναλίζειν βιάζεται, καταλαλεῖν τε καὶ ὑβρίζειν, καὶ συκοφαντεῖν οὐ παύεται.
000-00-00 Serial Number=0384244382
Fragmenta de principiis Ante [Go Back]  
 [00058]  (Οὕτω δὴ ποικιλωτάτου κόσμου τυγχάνοντος καὶ τοσαῦτα διάφορα λογικὰ περιέχοντος τί ἄλλο χρὴ λέγειν αἴτιον γεγονέναι τοῦ ὑποστῆναι αὐτὸν ἢ τὸ ποικίλον τῆς ἀποπτώσεως τῶν οὐχ ὁμοίως τῆς ἑνάδος ἀπορρεόντων;) [19] Just.
000-00-00 Serial Number=0018085361
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00138]  καὶ εἴ ποτε ὦφθαι ἀναγέγραπται ∆όξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι ἢ τὸν υἱὸν τοῦ Θεοῦ.
 [00612]  καὶ αὐτὸς δὲ ὁ σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν οὐ τοσοῦτον δι' ἄλλο τι ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰ τὸν νιπτῆρα πλύνειν τοὺ πόδα τῶν μαθητῶν.
 [00743]  vi23 [εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.] [Ὠριγένης φησίν] εἰ καί τι ἄλλο δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰρήνη·
000-00-00 Serial Number=0813278735
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00139]  ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν.
 [00233]  ὁ μέν τίς ἐστι πούς, ὁ δὲ κεφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν «ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν» καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ.
000-00-00 Serial Number=0775049686
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00084]  εὐπρέπειαν δὲ αὐτῆς καὶ ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων;
 [00152]  τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ;
000-00-00 Serial Number=0535183609
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00233]  ὡς γὰρ ἐπὶ τῶν σωζομένων πάντων καὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ λαμβανόντων γράφεται ὅτι γενήσονται εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ, οὐκ ἄλλο τι ἢ ὅτι πατὴρ πιστῶν χρηματίζει·
 [00314]  ἄνοιξιν δὲ ἢ σχίσιν οὐρανῶν αἰσθητικῶς οὐκ ἔστιν ἰδεῖν, ὁπότε οὐδὲ τῶν παχυτέρων σωμάτων, ὕδατος καὶ ἀέρος λέγω, ἔστω δὲ καὶ αἰθέρος, εἴ γε ἄλλο παρὰ τοὺς οὐρανούς ἐστι.
 [00411]  οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν.
 [00840]  [67] Πρὸς τῷ διεψεῦσθαι καὶ ἄλλο ἥμαρτον εἰς προὖπτον κακὸν περιβάλλοντες ἑαυτῶν τὸν υἱόν.
000-00-00 Serial Number=0255941510
Fragmentum ex commentariis in Osee Ante [Go Back]  
 [00042]  Ὅταν δὲ καὶ ἀλλήλων μέλη λέγωνται εἶναι οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι;
 [00043]  Καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ Γραφή;
000-00-00 Serial Number=0277688801
Homiliae in Ezechielem Ante [Go Back]  
 [00067]  «Ἐφύτευσε» γὰρ ἐν τῇ αἰχμαλωσίᾳ λαβὼν τοὺς υἱοὺς Ἰσραὴλ σὺν «τοῦ βασιλικοῦ σπέρματος» καὶ τοῦ ἀρχοντικοῦ καὶ τὸ ἄλλο πλῆθος γέγονεν εἰς «ἄμπελον», οὐχ οὕτως ἰσχυρὰν ὡς ὅτε ἦν μετὰ Θεοῦ.
000-00-00 Serial Number=0097883940
Homiliae in Job Ante [Go Back]  
 [00582]  Ἢ περὶ τοῦ πειρασμοῦ φησιν, [386] χρηματισμὸν τὴν συγχώρησιν λέγων, του [386] τέστι προτεταχέναι με δι' ἄλλο τι τοῦτο γενέσθαι·
000-00-00 Serial Number=0668487489
Homiliae in Lucam Ante [Go Back]  
 [00316]  [11.68] Ἄλλο δὲ τὸ «αὐξάνειν» καὶ ἄλλο τὸ «κραταιοῦσθαι».
 [00330]  [12.73] Ἆρ' ὁ λόγος οὐδὲν αἰνίσσεται, ἀλλ' ὄντως τὸ προκείμενον ἦν, ποιμέσι προβατίων τοιούτων αἰσθητῶν τὸν ἄγγελον ἐπιστάντα λελαληκέναι, καὶ οὐδὲν ἄλλο ἐμφαίνει παρὰ τοῦτο;
 [00424]  οὐδὲν γὰρ ἄλλο πρὸ τοῦ Χριστοῦ τῆς μήτρας ἐκείνης τῆς ἱερᾶς ἥψατο·
 [00585]  ἓν μὲν ὠνό μασεν «ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα», ἄλλο δὲ ὠνόμασε «τε λώνας», τρίτον δὲ ὠνόμασε «στρα τιώτας».
 [00815]  [38.216] Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω;
000-00-00 Serial Number=0800609946
In Jeremiam Ante [Go Back]  
 [00421]  ἄλλο γὰρ τὸ ἀλσῶδες ξύλον, ἄλλο τὸ καρποφόρον·
 [00450]  Ὅταν ἁμαρτάνωμεν, οὐδὲν ἄλλο ποιοῦμεν ἢ λιθοκάρδιοι γινόμενοι μοιχεύομεν «τὸν λίθον»·
 [00508]  ἀλλὰ περὶ τί ἄλλο ἀσχοληθῶ μεν;
 [00521]  οὐ τὸ ἀργύριον ὡς οἱ φιλάργυροι, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, οὐδὲ ἄλλο τι ἐκθεοῦμεν καὶ θεο ποιοῦμεν, ὧν οἱ πολλοὶ θεοποιοῦσιν, ἀλλὰ ἡμῖν ὁ ἐπὶ πᾶσι θεός, ὁ «ἐπὶ πάντων», ὁ «διὰ πάντων», ὁ «ἐν πᾶσι» θεός ἐστιν, καὶ <ἐπεὶ> ἠρτήμεθα τῆς ἀγάπης τῆς πρὸς τὸν θεόν ἡ γὰρ ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ λέγομεν·
 [01502]  Ἄλλο γὰρ τὸ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα, ἄλλο τὸ ἀπὸ τῆς ἐργασίας·
 [01513]  οὐ γὰρ ἀποβαλὼν τὸ περίζωμα ἔμεινε γυμνός, ἀλλὰ ἄλλο περίζωμα ἑαυτῷ ὕφανεν.
 [01574]  Ὁρᾷς τὴν ἐπαγγελίαν τὸ ποτήριον «τῆς καινῆς διαθήκης» οὖσαν, ὁρᾷς τὰς κολάσεις ποτήριον οἴνου ἀκράτου, καὶ ἄλλο εἶδος κολάσεως ποτήριον κεκερασμένον·
 [01752]  καὶ τὰ περὶ προνοίας ζητεῖται, ὥς τινας διστάζειν εἰ ἔστι πρόνοια [πρόνοια], δι' οὐδὲν ἄλλο ὡς διὰ τὴν κακίαν.
 [02028]  οὐκοῦν κἂν δικάζηται Χριστιανὸς οὐ δι' ἄλλο τι, οὐ διὰ τὰς ἰδίας ἁμαρτίας, ἀλλ' ὅτι Χριστιανός ἐστι, Χριστός ἐστιν ὁ δικαζόμενος.
 [02044]  ἐὰν δὲ μὴ παραδέξῃ περὶ Χριστιανισμοῦ ἀκούων, οὐδὲν ἄλλο πεποίηκας ἢ κατε δίκασας τὸν Ἰησοῦν <ὡς> ψευδόμενον, ὡς πλανήσαντα τοὺς ἀνθρώ πους, ὡς οὐκ ἀληθεύοντα, διὰ τοῦ μὴ πεπιστευκέναι τῷ λόγῳ ᾧ διδάσκει.
 [02063]  [14.10] Ἴδωμεν εἰ αὐτοῦ διδόντος τοῦ λόγου δυνάμεθα καὶ ἄλλο σαφέστερόν τι παρὰ τὰ εἰρημένα εἰπεῖν εἰς τὸ «ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με».
 [02178]  μόνον εἴη με ὑβριζόμενον εἰδέναι ὅτι οὐ δι' ἄλλο τι ὑβρίζομαι ἢ διὰ Χριστόν, ἐν ἀνάγκαις γενόμενον εἰδέναι ὅτι ἡ ὑπόθεσις τῶν ἀναγκαίων ὁ Χριστός ἐστιν.
 [02200]  καταλέλοιπε γὰρ ὁ λόγος τοῦ θεοῦ τὸ Ἰουδαίων συνέδριον καὶ ἄλλο συνέδριον καὶ ἐκκλησίαν ἑαυτῷ πεποίηκε τὴν ἀπὸ τῶν ἐθνῶν.
 [02836]  καὶ πάλιν λαλεῖ ἐπ' ἄλλο ἔθνος δεύτερον «τοῦ ἀνοικοδομεῖ σθαι καὶ τοῦ καταφυτεύεσθαι» ὅλον ἔθνος·
 [02857]  εὐθέως ἦλθεν ἐπισκοπὴ ἐπὶ τὸ ἔθνος, ἠρημώθη ὁ τόπος ἔνθα ἐσταύ ρωταί μου ὁ Ἰησοῦς, ἐξελέξατο ὁ θεὸς ἄλλο ἔθνος.
 [02872]  νῦν δὲ ἄλλο γεώργιον γεγένηται ἀνάλογον τῷ προ τέρῳ, περὶ οὗ εἴρηται·
 [02976]  καὶ τῶν ἀκουόν των οὖν ταῦτα, εἴτε κατηχουμένων καταλιπόντων τὸν ἐθνικὸν βίον εἴτε πιστῶν ἤδη προκεκοφότων ἐν τῷ «τοῖς ἔμπροσθεν ἐπεκτεί νεσθαι», εἰ ὁ βίος <γε>γένηται μοχθηρός, οὐδὲν ἄλλο λέγουσιν ἢ καὶ τὸ «ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ» οὐχ ἁπλῶς, ἀλλὰ «τῆς πονηρᾶς ποιήσομεν».
 [03055]  ἄλλο ὄνομά σοι τέθειται·
 [03317]  ἐπεὶ οὖν ἄλλο μὲν προσεδόκησεν, ἄλλο δὲ αὐτῷ ἀπήντησεν, ἐπὶ τούτῳ δή φησιν·
 [03346]  ἀλλ' ἐνίοτε ἄλλο λέγει, καὶ ἔκρυψεν ὑπὸ τὸν σπόγγον ἐκεῖνο τὸ τέμνον, τὸ διαιροῦν σιδήριον, καὶ πάλιν κρύπτει, ἵν' οὕτως ὀνομάσω, ὑπὸ τὸ μέλι τὴν τοῦ πικροῦ φύσιν καὶ τὸ ἀηδὲς φάρμακον, βουλόμενος οὐ βλάψαι ἀλλ' ἰάσασθαι τὸν θεραπευόμενον.
 [03375]  Ἐπεὶ τοίνυν ὁ ἰατρὸς ἐνίοτε ἀποκρύπτει τὸν ἰατρικὸν σίδηρον ὑπὸ τὸν ἁπαλὸν καὶ τρυφερὸν σπόγγον, κρύπτει δὲ καὶ ὁ πατὴρ τὴν φιλοστοργίαν διὰ τῆς ἐμφάσεως τῆς ἀπειλῆς, καὶ αἱ ἀπάται αἱ μὲν ἀφαιροῦσι τὰ στεατώματα καὶ τοὺς κιρσοὺς καὶ εἴ τι ἄλλο βλάπτει τὴν τοῦ σώματος κατασκευήν, ἡ δὲ περιαιρεῖ τὴν ἀπαιδευσίαν καὶ τὴν χαύνωσιν·
 [03401]  ἐὰν δὲ ἄλλο τι φαντασθέντες παρὰ τὴν πρώτην αὐτῶν ἔννοιαν «μέλλωσι τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖν», ὅρα εἰ μὴ ἀληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς «ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ», οὐκ ἂν θησαυρίσαντες εἰ ἠπατήθησαν.
 [03618]  ὁ ἄμεμπτος, ὁ μακάριος Ἱερεμίας (καθ' ὑπεξαίρεσιν λέγω τούτου τοῦ μικροῦ ἁμαρτή-ματος καὶ εἴ τι ἄλλο βραχὺ πεποίηκεν) ἐψέγετο ὑπὸ πολλῶν.
 [03647]  καὶ μήποτε ἄλλο ἐστὶ τὸ «συνιέναι νεφροὺς καὶ καρδίας», ἄλλο τὸ «ἐτάζειν καρδίας καὶ νεφρούς».
000-00-00 Serial Number=0059943259
In Jesu Nave homiliae Ante [Go Back]  
 [00038]  τὸ δὲ ἄλλο τὸ ὕδωρ ἐστὶ τῶν δικαίων.
 [00133]  Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζο μένην ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν·
000-00-00 Serial Number=0752341270
Philocalia Ante [Go Back]  
 [00263]  εἰ γοῦν ἐπαπο ρήσαι τις περὶ τῆς τοῦ Λὼτ θυγατρομιξίας, καὶ τῶν δύο γυναικῶν τοῦ Ἀβραὰμ, δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ, καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φήσουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν, ὑφ' ἡμῶν μὴ νοούμενα.
 [00366]  [1.16] Ἀλλ' εἴπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστο ρίας ἀκόλουθον καὶ γλαφυρὸν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς·
 [00815]  ὅταν δὲ καὶ ἀλλήλων μέλη εἶναι λέγωνται οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι;
 [00816]  καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου, διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ γραφή;
 [00948]  [12.2] Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζομένην, ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν·
 [00986]  τὸ δ' ἄλλο ἀνάπλασμα ἐν ∆άν φησιν ὁ λόγος ἀνατεθεῖσθαι.
 [01028]  τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολο γουμένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας, εἶτ' ἐπιφέρεσθαι τὰ κατηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται οὕτως ἔχον, καὶ μάλιστα ἐπεὶ καὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλοτιμού μενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα.
 [01359]  οὕτως οὐδὲν ποιεῖ τὸ ὀνομαζόμενον, ὡς οὐδ' ἄλλο τι τῶν μηδεμίαν δύναμιν ἐχόντων.
 [01402]  εἴπερ οὖν ἄλλο τι κατασκευαστικόν ἐστι τοῦ τὸ φιλάν θρωπον τοῦ λόγου οὐκ ἀθεεὶ τῷ βίῳ τῶν ἀνθρώπων ἐπι δεδημηκέναι, καὶ τοῦτ' αὐτοῖς συγκαταριθμητέον.
 [01607]  οὕτω καὶ πολλῶν ὄντων δογμάτων, τὰ μὲν συναγορεύοντα ὕλῃ καὶ σώμασι καὶ πάντα φάσ κοντα εἶναι σώματα τὰ προηγουμένως ὑφεστηκότα καὶ μηδὲν παρὰ ταῦτα εἶναι ἄλλο, εἴτε λεγόμενον ἀόρατον εἴτ' ὀνομαζόμενον ἀσώματον, φησὶν εἶναι σοφίαν τοῦ κόσμου καταργουμένην καὶ μωραινομένην καὶ σοφίαν τοῦ αἰῶνος τούτου·
 [01666]  ἕτερον δὲ τὸ τῶν κατὰ τὸ δυνατὸν παραστησάντων ἑαυτῶν τὴν προαίρεσιν οὐκ ἄλλο τι βούλεσθαι ἢ τὰ χριστιανοῖς δοκοῦντα·
 [01674]  «ἔνθα δ' ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνθρώπων ἀνοήτων ὅμιλον, ἐνταῦθα ὠθουμένους τε καὶ καλλωπιζομένους·» καὶ ἐν τούτῳ οὐδὲν ἄλλο ποιῶν ἢ λοιδορούμενος ἡμῖν παραπλησίως ταῖς ἐν ταῖς τριόδοις γυναιξὶ, σκοπὸν ἐχούσαις τὸ κακῶς ἀλλήλας λέγειν.
 [01788]  καὶ ἡγοῦμαί γε ὅτι, ὥσπερ ἐν ταῖς πόλεσιν οἱ προνοούμενοι τῶν ὠνίων καὶ τῆς ἀγορᾶς δι' οὐδὲν ἄλλο προνοοῦνται ἢ διὰ τοὺς ἀνθρώπους, παραπολαύουσι δὲ τῆς δαψιλείας καὶ κύνες καὶ ἄλλα τῶν ἀλόγων·
 [01928]  εἰ μὲν γὰρ λόγος ἦν ὁ εὑρίσκων, οὐκ ἂν ἀποτεταγμένως τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, ἔστω καὶ δεύτερον καὶ τρίτον, καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὕτως ἐν τοῖς λοιποῖς ζώοις·
 [02028]  [20.20] Ὅθεν εἴπερ ἄλλο τι Μωσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις κατανοήσας ζώων διαφόρους, καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζώῳ συγγενῶν δαιμόνων, εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρὼν, ἐν τῇ περὶ ζώων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικὰ, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα.
 [02053]  διόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωσέως νόμῳ, καὶ τὰ τοιαῦτα ἐν τούτοις κατατακτέον·
 [02341]  τὸ γὰρ ἐξαιρεθῆναι τὰς λιθίνας καρδίας οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθ' ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφ' οὗ ὁ θεὸς βούλεται·
 [02342]  καὶ τὸ ἐγγενέσθαι καρδίαν σαρκίνην, ἵνα ἐν τοῖς προστάγμασί τις πορεύηται τοῦ θεοῦ καὶ φυλάσσῃ αὐτοῦ τὰς ἐντολὰς, τί ἄλλο ἐστὶν ἢ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτικὸν τῶν ἀρετῶν;
 [02697]  καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός·
 [02698]  εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους.
000-00-00 Serial Number=0951453388
Philocalia sive Ecloga Ante [Go Back]  
 [00090]  Καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτόν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός·
 [00091]  εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτόν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους.
000-00-00 Serial Number=0462698579
Scholia in Lucam Ante [Go Back]  
 [00722]  Οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται.
000-00-00 Serial Number=0790718377
Selecta in Ezechielem Ante [Go Back]  
 [00061]  Καὶ ἄλλο γε ἡγητέον ἐν ταῦθα σημαίνεσθαι ἀπὸ τοῦ πτοηθῶσι παρὰ τὸ ὑπὸ τῶν Ἑλλήνων λεγόμενον ὑπὸ τῆς πτοίας ὁριζομένων αὐτὴν ἀνθρώπου ψυχῆς πάθος.
 [00495]  ὧν δὲ οὔπω μεμεγάλυνται, ἄλλο δέει ἐπὶ τὸ μεγαλύνεσθαι·
000-00-00 Serial Number=0658892870
Selecta in Genesim Ante [Go Back]  
 [00386]  ὅπερ ἐστὶ καὶ χωρὶς μίξεως κατὰ μηδὲν ἄλλο παθητικῶς, ἤτοι ἐνιδεῖν, ἢ ἅψασθαι γυ ναικός.
000-00-00 Serial Number=0185167730
Selecta in Job Ante [Go Back]  
 [00024]  Οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός·
 [00032]  οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως [12.1033] περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν·
000-00-00 Serial Number=0151448131
Selecta in Psalmos Ante [Go Back]  
 [00007]  δι' οὗ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδὲν ἄλλο·
 [00737]  Καὶ τί ἂν ἄλλο τοῦτο εἴη ἢ τὸ χεῖρον, ὅπερ ὑγιὲς μὲν εἶναι δοκεῖ ὅτε ἐνεργεῖ·
 [01031]  Τού του δὲ τί ἄλλο εἴη ἀτοπώτερον τοῦ ἀπεστράφθαι πάντας, καὶ, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἑαυτόν;
 [01493]  οὐκ ἄλλο τι νοητέον εἶναι τοῦ φωτὸς τῇ ἐπινοίᾳ διαφέρον τοῦ πυρὸς τοῦ καταναλίσκοντος τοῦ παρὰ τὸ φῶς.
 [01528]  Ἐν γὰρ τῷ σημειοῦσθαι ἐπὶ τοὺς ἁγίους τὸ φῶς τοῦ προσώπου Κυρίου, τί ἄλλο ἐστὶν ἢ εὐφραινομένη καρδία;
 [03072]  Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἢ αὐτά.
 [04649]  Πᾶς ἄνθρωπος ζῶν ἐν εἰκόνι διαπορεύ εται, ἤτοι τοῦ Θεοῦ τηρῶν τὸ κατ' εἰκόνα, καὶ τὸ προκόπτειν εἰς τελειότητα, σύμμορφος γενόμενος τῆς εἰκόνος Θεοῦ, ἢ ἄλλου τινὸς ζώου, ἵππος θηλυμανὴς ἢ ἄλλο τι ἄλογον κατὰ τὸ ἦθος γινόμενος.
 [05306]  Ἐὰν ἄρα τῇ πόλει τοῦ Θεοῦ μάλιστα μέγας [12.1440] καὶ αἰνετός ἐστιν ὁ Κύριος, καὶ τί δὲ ἄλλο ἂν εἴη ὄρος ἅγιον Κυρίου εὖ ῥιζῶν ἀγαλλίαμα, οὐ μόνον μέρους τῆς γῆς, ἀλλὰ καὶ πάσης αὐτῆς, ἢ ὁ Χριστὸς ἐῤῥιζωμένος ἐν τῷ Πατρὶ, ἐφ' ᾧ ἐπιδημήσαντι ἠγαλλιάσατο πᾶσα ἡ γῆ, διὰ τὰς ἁπανταχῆ συ στάσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ Ἐκκλησίας τοῦ Θεοῦ;
 [05759]  Ἀλλ' εἴ τις προτίθεται οὐδὲν ἄλλο ἢ ἀνθρώποις ἀρέσκειν, ἢ μᾶλλον ἀνθρώποις ἢ Θεῷ·
 [05975]  «Ἐγώ εἰμι ἡ ἀλήθεια,» ἐστὶ καὶ αὐτὸ ἔλεος, ἵνα μὴ ἄλλο ζητῶμεν ἢ τὸν αὐτὸν ἔλεον.
 [08161]  Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία.
 [08897]  Ἰστέον δὲ ὡς ἄλλο μὲν νόμος, ἄλλο δὲ δικαίωμα, ἄλλο πρόσταγμα, ἄλλο μαρτύριον, ἄλλο κρῖμα.
 [09999]  ἄλλο γὰρ, «Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον·» ἄλλο, «Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον.».
 [09999]  Ἡ διὰ τοῦ Θεοῦ ὄνομα ὑπομονὴ κρείττων τῆς δι' ἄλλο τι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»