Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χριστιανῶν [15]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χριστιανῶν


000-00-00 Serial Number=0598464608
Historia ecclesiastica Ante [Go Back]  
 [00807]  Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων, λέγω δὴ τῶν χριστιανῶν (ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος), πῶς οἴει με ἥδεσθαι ἀκούοντα, ὅταν καὶ τῆς Περσίδος τὰ κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι βουλομένῳ κοσμῆται.
000-00-00 Serial Number=0110959351
Historia religiosa Ante [Go Back]  
 [00780]  Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν χριστιανῶν μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἂν εἰκότως ἀπιστότερος Ἰουδαίων κληθείη, εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες ἡττῶνται ὅμως καὶ ταῖς τῆς ἀληθείας ἀκτῖσι παραχωροῦσιν, οἱ δὲ εὖνοι νομιζόμενοι καὶ τῆς πίστεως κοινωνοὶ οὐδὲ τοῖς ἐχθροῖς τῇ δυνάμει τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν;
000-00-00 Serial Number=0515552759
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00039]  Εἰ τὴν ἀρχαίαν λατρείαν ἀνεῖλεν ὁ θεὸς ὡς μὴ ἀρε σκόμενος αὐτῇ, ἀντεισήγαγε δὲ τὴν χριστιανῶν, πῶς τὴν πλά νην κατέλιπεν ἀνεκρίζωτον;
 [00558]  Εἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεός, ὡς αὐτῇ μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν χριστιανῶν ὡς ἀρεστὴν αὐτῷ ἀντεισήγαγεν, οἱ δὲ ὀρθόδοξοι μόνοι θεῷ ἀρέσκοντες Ἑλλή νων τε καὶ Ἰουδαίων καὶ πάντων αἱρετικῶν κατὰ τὸν ἀριθμόν.
 [00567]  εἰ τοί νυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν χριστιανῶν λατρείᾳ, ἀλλὰ τῇ τῶν πραγμάτων μαρτυρίᾳ * ἐκ τῶν προλαβόντων πεπιστευμένα ἔχουσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις ἡ τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως, ἢ τοῦ ἀνωφελῆ λέ γειν τὴν λατρείαν, λατρείας ἀντεισαγομένην, νῦν μὲν λυτικὴν οὖ σαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστερον δὲ καὶ τῶν αἱρέσεων.
 [01166]  εἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος, τοῦ δὲ ὡς καμάραν εἶναι αὐτοῦ δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις.
 [01329]  Εἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προ φητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γίνεται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν χριστιανῶν βασιλείαν ἀσάλευτον τὴν κατὰ τὸν προφήτην ∆ανιὴλ δοθεῖσαν αὐτῷ , δῆλον ὅτι οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς ἐλπίδα.
 [01396]  πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν [87] χριστιανισμὸν παριστῶσιν, ὅταν ἐν σώμασι χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τοὺς δὲ τῆς μαντείας ἀποφθέγγονται λόγους;
 [01899]  [127] τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας Ἑλληνικὰς ἀνοσιουργίας χριστιανῶν κρατούντων ἐγίνετο.
 [01900]  χρὴ οὖν ἀπὸ τῶν τοιούτων γνωρίζειν τῶν χριστιανῶν τὴν ὁσιότητα καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκή σεως πόλεών τε καὶ ἀγρῶν.
 [01988]  τὸ δὲ δεσποτικῶς ἐν τῷ παρόντι βίῳ ἄρχειν τῶν γηίνων πραγ μάτων οὐκ ἔστι κληρονομία τῶν ἀληθινῶν χριστιανῶν, εἴ γε κατὰ τὸν ἀπόστολον Παῦλον εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
 [01989]  ὁ οὖν τῶν ἀλη θινῶν χριστιανῶν βουλόμενος τὴν δεσποτείαν καταμαθεῖν, πρὸς τὴν μέλλουσαν κατάστασιν ὀφείλει ἀποβλέπειν.
 [01990]  τὸ γὰρ ἐπὶ τοῦ παρόντος δεσποτικῶς ἄρχειν τῶν ὑλικῶν πραγμάτων οὐκ ἔστιν ἀμοιβὴ τῆς τῶν χριστιανῶν πίστεως, ἀλλὰ λειτουργία τις, κατὰ τὴν τοῦ θεοῦ διάταξιν πρὸς τὴν συγκρότησιν τῆς τῶν ἀνθρώπων εὐνόμου πολιτείας ἐγχειριζομένη ἀνθρώποις, ποτὲ μὲν χριστιανοῖς, ποτὲ δὲ αἱρετικοῖς, ποτὲ δὲ Ἕλλησιν·
 [02201]  ἔστι δὲ τῶν ὁμολο γουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν χριστιανῶν γρα φαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις, παρ' οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόγνωσις καὶ ἡ πρόρρησις καὶ ἡ ἔκβασις.
 [02206]  ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πολυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησαμένων, ὁ τῆς ἀληθείας τῶν χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ ἡ μάχη Ἀλεξάνδρου καὶ ∆αρείου, τοῦ μὲν κρατύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»