Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χορὸς [42]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χορὸς


000-00-00 Serial Number=0021773934
Commentaria in Isaiam Ante [Go Back]  
 [02806]  ∆ιδάσκει τοίνυν ὡς τῶν εὐσεβῶν ὁ χορὸς ὁρῶν τὴν τῶν πολεμίων κατάλυσιν ἀνυμνεῖ τὸν εὐεργέτην θεὸν καὶ τῆς εὐσεβοῦς πολιτείας τὸ ἄμαχον δείκνυσι παρακαλεῖ δὲ καὶ τὰς ἐπουρανίους ἀνοιγῆναι πύλας τῷ τῆς δικαιοσύνης τροφίμῳ λαῷ τῷ καὶ τὴν περὶ ἀνθρώπους δικαιοσύνην καὶ τῶν θείων δογμάτων φυλάξαντι τὴν ἀλήθειαν καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην ἐντελῶς κτησαμένῳ καὶ ἐπὶ τῆς εἰς αὐτὸν ἐλπίδος βεβαίως ἐρηρεισμένῳ.
 [05343]  ∆ῆλον τοίνυν ὡς τῶν εὐσεβῶν ὁ σύλλογος ὁ ἐξ ἐκείνων κεκλημένος, οἷος ἦν ὁ θεσπέσιος Παῦλος καὶ πρὸ τούτου ὁ τῶν ἀποστόλων χορὸς καὶ οἱ ἑβδομήκοντα μαθηταὶ καὶ οἱ ἑκατὸν εἴκοσιν, ὧν συνειλεγμένων ὁ μακάριος ἐδημηγόρησε Πέτρος, καὶ οἱ πεντακόσιοι, οἷς κατὰ ταὐτὸν ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὤφθη, καὶ οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες καὶ οἱ ἐν ἁπάσῃ πόλει ζωγρηθέντες ὑπὸ τῶν ἱερῶν ἀποστόλων, Ἰσραὴλ χρηματίζουσιν·
000-00-00 Serial Number=0809781373
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01374]  Προφανῆ γάρ τινες καθ' ἡμῶν συκοφαντίαν ἐξύφηναν, καὶ ζάλης τὰς Ἐκκλησίας ἐνέπλησαν, ὑπὲρ ὧν ὁ ∆εσπότης Χριστὸς σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ὑπὲρ ὧν ὁ τῶν θείων ἀποστόλων χορὸς καὶ τῶν νικηφόρων μαρτύρων οἱ δῆμοι ταῖς παντοδαπαῖς τοῦ θανάτου παρεδόθησαν ἰδέαις.
000-00-00 Serial Number=0512836695
Eranistes Ante [Go Back]  
 [00586]  Ἐβου λόμην δὲ γνῶναι σαφῶς, εἰ καὶ τῶν ἀποστόλων ὁ θεῖος χορὸς ἐκ σπέρματος ∆αβὶδ βεβλαστηκέναι κατὰ σάρκα ἔφη τὸν δεσπότην Χριστόν.
000-00-00 Serial Number=0889937818
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02343]  λέγει τοίνυν ἡ νύμφη, τουτ έστιν ὁ τῶν ἐν ἀρετῇ τετελειωμένων χορὸς, ὅτι Ἡμεῖς μὲν πᾶσαν ποιούμεθα τῶν ἀπίστων φροντίδα, παν ταχόθεν αὐτοῖς πορίσαι σωτηρίαν μηχανώμενοι·
000-00-00 Serial Number=0237333179
Graecarum affectionum curatio Ante [Go Back]  
 [00586]  Ταῦτα καὶ Ἰησοῦς, ὁ τῆς ἐκείνου δημαγωγίας καὶ στρατηγίας διάδοχος, καὶ μέντοι καὶ ἅπας τῶν προφητῶν ὁ χορὸς καὶ παραινῶν καὶ [2.56] νομοθετῶν διετέλεσεν.
 [02127]  Τίς γὰρ τῶν ἄγαν λαγνιστάτων ἔνδον ἐν τῷ θαλάμῳ τετόλμηκε τοιαῦτα, ὁποῖα τῶν Σατύρων ὁ χορὸς ἠσέλγησε δημοσίᾳ πομπεύων, ἔχων ἐν μέσῳ τὸν Σιληνὸν καὶ τὸν Πάνα, τὸν μὲν ἐπιλυττῶντα ταῖς Βάκχαις, τὸν δὲ λελυμένον ὑπὸ τῆς μέθης, τὸν τοῦ θηλυδρίου [7.13] παιδὸς παιδαγωγὸν καλούμενον;
 [03713]  Καὶ μέντοι καὶ Ἡσαΐας καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ ∆ανιὴλ καὶ πᾶς ὁτῶν προφητῶν χορὸς ταύτην ἡμᾶς τὴν διαφορὰν ἐξεπαίδευσεν.
000-00-00 Serial Number=0946550906
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00834]  Ἔφη δὲ τὸν Νικόλαον ἕνα γεγενῆσθαι τῶν ἑπτὰ διακόνων, οὓς ὁ χορὸς τῶν ἀποστόλων διὰ τὴν τῶν χηρῶν ἐχειροτόνησε θεραπείαν.
000-00-00 Serial Number=0002186298
Historia ecclesiastica Ante [Go Back]  
 [02667]  ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησεν, καὶ τῷ γεγεννηκότι σωφρο [249] νοῦσάν τε καὶ ἐρρωμένην ἀπέδωκεν·
000-00-00 Serial Number=0972914398
Historia religiosa Ante [Go Back]  
 [00558]  Ἐπειδὴ γὰρ ἧκε τοῦ νικηφόρου τὸ τέλος καὶ χορὸς ἀγγέλων τὴν ἱερὰν ἐκείνην καὶ θείαν ψυχὴν εἰς τὰς ἐν οὐρανῷ μονὰς μετατέθηκεν, οὐ πρότερον αὐτοῦ τὴν τελευτὴν κατεμήνυσεν ἕως, μετὰ τῶν δύο τῶν γνωριμωτέρων τὸν τάφον ὀρύξας καὶ τὸ σῶμα καταθείς, τῆς γῆς τὴν ἐπιφάνειαν ἐξωμάλισε.
 [01162]  Καὶ διέμεινέ γε ὁ ἐκείνου χορὸς εἰς δεῦρο τῆς αὐτῆς πολιτείας ἐχόμενος.
 [01541]  Καὶ ὁ τῶν βασιλίδων χορὸς καὶ χειρῶν ἥπτετο καὶ γονάτων·
 [01547]  μαθὼν δὲ ὡς ὅσιον εἴη τοῖς ποιμνίοις ἀποδοθῆναι τοῦ ποιμένος τὸ σῶμα, καὶ αὐτὸς προὔπεμπεν ἡγούμενος καὶ ὁ τῶν βασιλίδων χορὸς ἐφεπόμενος καὶ ἄρχοντες ἅπαντες καὶ ἀρχόμενοι, στρατιῶται καὶ ἰδιῶται.
 [02654]  Καὶ μέντοι καὶ τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι, τοῦτο τὸ πῦρ εἰσδεξάμενοι, πάντων μὲν ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς ἡδίστης τὰ μυρία τῶν θανάτων εἴδη προείλοντο.
000-00-00 Serial Number=0585327268
Interpretatio in Danielem Ante [Go Back]  
 [01887]  Οὕτω γὰρ καὶ τῶν μακαρίων ἀποστόλων ὁ χορὸς, ἀπὸ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς οἰκουμένης πολιορκούμενος, ἄμαχος μεμένηκε, καὶ τοὺς πολε μίους ὑπηκόους ἐποιήσατο.
000-00-00 Serial Number=0361797154
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03256]  Πυροειδῆ γὰρ τοῦ παναγίου Πνεύματος τὴν χάριν ὑποδεξάμενος ὁ τῶν ἱερῶν ἀποστόλων χορὸς, ἐφωτί ζετο μὲν, οὐκ ἐκαίετο δέ.
 [05265]  Εἶτα προδιαγρά φει τῷ λόγῳ, ὅπως ὁ τῶν διωκομένων χορὸς τῇ εἰς τὸν Θεὸν ἐλπίδι πεφραγμένος, τῶν προσβαλλόντων καταφρονήσει κυμάτων.
000-00-00 Serial Number=0628762007
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00001]  φει τῷ λόγῳ, ὅπως ὁ τῶν διωκομένων χορὸς τῇ εἰς τὸν Θεὸν ἐλπίδι πεφραγμένος, τῶν προσβαλλόντων καταφρονήσει κυμάτων.
 [00072]  Τούτων ὁ ἀπο στολικὸς χορὸς ἐπακούσας τῶν λόγων παιανίζων κατὰ τῶν ἀντιπάλων βοᾶ ιβʹ.
 [00108]  Ὁ ἀποστολικὸς τοίνυν λέγει χορὸς, ὅτι δίκαιον κροτοῦντας καὶ χορεύοντας τὸν ἐπινίκιον ὕμνον τῷ τῶν ὅλων προσφέρειν Θεῷ, καὶ βασι λεῖς ἡμῖν ὑποτάξαντι, καὶ τῶν ἐθνῶν ἁπάντων ἡμῖν τὴν ἀρχὴν δεδωκότι·
 [00242]  Ὁ θεῖος τῶν ἀποστόλων χορὸς καὶ ἤδη τοῖς ἔθνεσι παρηγγύ ησε τὸν ἐπινίκιον ὕμνον προσενεγκεῖν τῷ Θεῷ·
 [00283]  Ὁ τοίνυν χορὸς ὁ ἀποστολικὸς τὴν σοφίαν τοῦ Θεοῦ, δηλαδὴ τὸν Χριστόν·
 [00809]  Ὁ τῶν δικαίων, φησὶ, χορὸς μείζονος εὐ λαβείας ἐμφορηθήσεται, τὴν δικαίαν τοῦ Θεοῦ θεασάμενος κρίσιν, καὶ γεγηθὼς καὶ γαννύμενος γελάσει τῆς πονηρίας τὴν ἀκαρπίαν, καὶ τῆς παρού σης εὐημερίας τὸ κέρδος.
 [02348]  ἐπισημήνασθαι δὲ προσήκει, ὡς ταῦτα ἅπαντα τῶν εὐσεβεστέρων χορὸς διεξέρχεται.
 [02407]  οὕτω ταῦτα διηγησάμενος τῶν εὐσεβῶν ὁ χορὸς, εἰς ὕμνον συμ περαίνει τοὺς λόγους.
 [02639]  ἐν ἐκείνῃ γὰρ διάγων ὁ τῶν ἀποστόλων χορὸς, τῆς τοῦ παναγίου Πνεύματος ἀπ ήλαυσε χάριτος.
 [02680]  [Οὕτω γὰρ ὁ τῶν ἀποστόλων πιστεύσας χορὸς, ὅτι Θεὸς ἐκ Θεοῦ ὑπάρχει, τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμος ἀνεδείχθη·
 [02761]  Ἐπειδὴ δὲ οὐ μόνον ὁ μακάριος Παῦλος, ἀλλὰ καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τὰ θεῖα τοὺς πιστεύοντας ἐκπαι δεύει, εἰκότως καὶ τούτων ὁ προφητικὸς ἐμνημό νευσε λόγος.
000-00-00 Serial Number=0726243913
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01101]  Ἐνίκησε δὲ τῶν εὐσεβῶν ὁ χορὸς τὸ στί φος τῶν δυσσεβῶν.
 [01309]  Ἀλλὰ τῆς μὲν ὁ τῶν ἁγίων ἀπολαύει χορὸς, θατέρας δὲ οἱ παρανομίᾳ συ ζήσαντες.
 [01324]  Ἡνίκα μὲν γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, χορὸς ἀγγέλων φανεὶς τῷ Θεῷ τὸν ὕμνον ἐπὶ τῇ τῶν ἀνθρώπων προσ ενήνοχε σωτηρίᾳ, καὶ ἐβόων ὑμνοῦντες·
 [01571]  Ταῦτα τοῖς ἔθνεσι προσέφερε τὰ παιδεύματα καὶ ὁ ἱερὸς τῶν ἀποστόλων χορὸς, ὡς ἡ τῶν πράξεων ἱστορία διδάσκει.
 [04422]  Νύκτωρ μὲν ἀεὶ διαν ιστάμενος ὁ τῶν ἁγίων χορὸς, καὶ προσεύχεται, καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν.
 [05537]  Τῶν δικαίων χορὸς ταύτην τῷ Θεῷ τὴν ἱκετείαν προσφέρει·
 [05555]  Ὁ τῶν δικαίων χορὸς ἱκετεύει τὸν Κύριον μὴ ταῖς ἁμαρτίαις μετρῆσαι τὰς τιμωρίας.
 [06405]  Τούτου δὴ χάριν ὁ τῶν δικαίων ἀνυμνεῖ σε χορὸς, ταύτης παρὰ σοῦ τῆς κηδεμονίας τυγχάνων.
000-00-00 Serial Number=0676168799
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00011]  καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα οὐ μόνον Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, καὶ ἅπας ὁ τῶν ἀποστόλων χορὸς, οὐδὲ Παῦλος καὶ Βαρνάβας, οἱ μετὰ τούτους χειροτονηθέντες, εἰς ἅπαντας διεπόρθμευον ἀνθρώ πους, ἀλλὰ καὶ Σίλας, καὶ Τῖτος, καὶ Τιμόθεος, καὶ Ἀπολλὼς, οἱ τῶν μεγάλων ἐκείνων ἀνδρῶν μαθηταί.
 [03206]  Ἐκ γὰρ τοῦ Ἰσραὴλ ὁ θεῖος [81.1769] τῶν ἀποστόλων χορὸς, καὶ οἱ μετ' ἐκείνους ὑπὸ τοῦ Κυρίου ἐκλεγέντες ἑβδομήκοντα μαθηταὶ, καὶ οἱ μετὰ τὴν ἀνάστασιν κατὰ ταυτὸν εὑρεθέντες ἑκατὸν εἴ κοσι, καὶ οἱ πεντακόσιοι, οἷς ὁμοῦ συνηγμένοις ὁ Κύριος ὤφθη, καὶ οἱ τρισχίλιοι, καὶ οἱ πεντακισχί λιοι, οὓς ὁ ἁλιεὺς ἐσαγήνευσε Πέτρος, καὶ αἱ πολ λαὶ μυριάδες, περὶ ὧν ὁ θεσπέσιος Ἰάκωβος ἔφη τῷ θειοτάτῳ Παύλῳ·
 [04105]  μετὰ γὰρ τὸν σωτή ριον σταυρὸν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ ∆εσπότου, τῆς πνευματικῆς χάριτος ἐμπλησθεὶς ὁ [81.1829] θεῖος τῶν ἀποστόλων χορὸς, καὶ τοῦ Μαδιὰμ τὰς σκηνὰς, καὶ τῶν Αἰθιόπων τὰς οἰκήσεις ἐθεάσατο, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς θείας ἐνέπλησε γνώ σεως.
000-00-00 Serial Number=0286782324
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04473]  καὶ γὰρ τοῦ σωτῆρος ἡμῶν γεννηθέντος, χορὸς ἀγγέλων ὑμνεῖ τὴν θείαν φιλανθρωπίαν, βοῶν·
000-00-00 Serial Number=0511277199
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03232]  ὁ δὲ τῶν προ φητῶν χορὸς τὴν ἐσχάτην πενίαν ἠσπάσατο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»