Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χαίρειν [42]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χαίρειν


000-00-00 Serial Number=0180597961
Commentaria in Isaiam Ante [Go Back]  
 [05672]  [22Οὐκ] ἔ<σ>τι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος.
 [05817]  Ἐκάλεσε δὲ πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης, ἐπειδὴ καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρειν ὁ κύριος ἔφη τῶν ἀγγέλων τοὺς δήμους.
 [06814]  [21Οὐκ] ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν |173 a| ὁ θεός.
000-00-00 Serial Number=0067745328
De incarnatione domini Ante [Go Back]  
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
000-00-00 Serial Number=0598136723
De providentia orationes decem Ante [Go Back]  
 [01322]  καὶ τὰς μὲν καμήλους καθίζει, φάρμακον τῶν πόνων τὴν ἀνά παυλαν προσφέρων, αὐτὸς δὲ μακρὰ χαίρειν εἰπὼν οἷς ἐκόμιζε δώροις, καὶ πάσῃ τῇ τοῦ πλούτου περι φανείᾳ, εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνας, τὸν Θεὸν ἱκετεύει, προμνήστορα τοῦ τροφίμου γενέσθαι, καὶ κατεγγυῆσαι κόρην αὐτῷ τοῖς δεσποτικοῖς συμβαί νουσαν ἤθεσιν.
 [01392]  Καὶ πρῶτον τοῖς τῆς δουλείας νόμοις χαίρειν εἰπὼν, καὶ τὴν τοῦ συμβούλου καὶ διδασκάλου τάξιν ἀναλαβὼν, γίνεται σωφροσύνης συνήγορος, καὶ ἀκολασίας κατήγορος.
 [01892]  ∆ιαφορὰν δὲ πολλὴν ἔχει τὸ χαίρειν πρὸς τὸ φέρειν.
000-00-00 Serial Number=0868962049
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00186]  οὔτε γὰρ παρὰ τῶν ποιητῶν οὔτε παρὰ τῶν φιλοσόφων οὔτε μὴν παρὰ τῶν ἄλλων λογογ ράφων ἁπλῶς καὶ ὡς ἔτυχε δέχεται τὰ μαθήματα, ἀλλὰ τὴν μέλιτταν μιμουμένη, τὸ μὲν χρειῶδες συλλέγει, τὸ δὲ περιτ τὸν χαίρειν ἐᾷ.
000-00-00 Serial Number=0157987535
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01303]  Παρεγγυᾷ γὰρ ὁ θεῖος Ἀπόστολος κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων .
 [02113]  Τοὺς ἀδικουμένους οὐκ ἀθυμεῖν, ἀλλὰ χαίρειν ὁ ∆εσπότης προσέταξεν, καὶ ἐκ τῶν παλαιῶν ἕλκειν παραδειγμάτων τῆς ψυχαγωγίας τὰς ἀφορμάς.
 [02118]  ὅτι δὲ τῶν ὑπὲρ τῆς εὐσεβείας παθημάτων μετέσχομεν, χαίρειν καὶ γάννυσθαι, καὶ τὸν ταύ της ἡμᾶς τῆς μερίδος πεποιηκότα διηνεκῶς ἀνυμνεῖν.
 [02197]  Πῶς γὰρ οὐκ ἔμελλον τοῦτο πείσεσθαι, τὰ ὑμέτερα οἰκειούμενος, καὶ τῆς ἀποστολικῆς μεμνημένος νομοθεσίας, ἣ οὐ μόνον χαίρειν μετὰ χαιρόντων, ἀλλὰ καὶ κλαίειν μετὰ κλαιόντων παρεγγυᾶ;
000-00-00 Serial Number=0923906684
Graecarum affectionum curatio Ante [Go Back]  
 [00379]  οἱ δέ γε διακρίνειν εἰδότες, τὸ χρει ῶδες καρπούμενοι, τὸ λοιπὸν χαίρειν ἐῶσι, καθάπερ οἱ τὰς ῥοδω νιὰς τρυγῶντες καταλείπουσι μὲν τὰς ἀκάνθας, ξυλλέγουσι δὲ [1.126] τὰς κάλυκας.
 [00942]  Καὶ γὰρ ἐκεῖνος ἐκείνους, καὶ οὗτος τούτους λοιβῇ καὶ [3.62] κνίσῃ χαίρειν ἀναφανδὸν ἰσχυρίσαντο.
 [02129]  Σφόδρα γὰρ αὐτοὺς χαίρειν οἱ ποιηταί φασι τῇ λοιβῇ καὶ τῇ κνίσῃ καὶ τοῦτο ἔχειν γέρας αὐτοὺς εἰρηκέναι λέγουσι·
 [02555]  οἱ δὲ τοῦτον ὠνούμενοι, χρυσίον διδόντες ὅτι μάλιστα [9.3] πλεῖστον, χαίρειν ἐῶσι τὸ ὄστρεον.
000-00-00 Serial Number=0914662421
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00002]  Τῷ δεσπότῃ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξο τάτῳ, καὶ φιλοχρίστῳ υἱῷ, Σπορακίῳ, Θεοδώ ρητος ἐπίσκοπος Κύρου τῆς Αὐγουστοευφρα τησίας, ἐν Κυρίῳ χαίρειν.
000-00-00 Serial Number=0514355659
Historia ecclesiastica Ante [Go Back]  
 [00119]  Τῷ τιμιωτάτῳ ἀδελφῷ καὶ ὁμοψύχῳ Ἀλεξάνδρῳ Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν.
 [00289]  Κυρίῳ ποθεινοτάτῳ, ἀνθρώπῳ θεοῦ, πιστῷ, ὀρθοδόξῳ Εὐσεβίῳ Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου τοῦ πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν.
 [00316]  Τῷ δεσπότῃ μου Παυλίνῳ Εὐσέβιος ἐν κυρίῳ χαίρειν.
 [00433]  τῇ ἁγίᾳ καὶ μεγάλῃ, χάριτι τοῦ θεοῦ, Ἀλε ξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν κυρίῳ χαίρειν.
 [01063]  Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα ἀπό τε Ῥώμης καὶ Σπανίων καὶ Γαλλίων, Ἰταλίας, Καμπανίας, Καλαβρίας, Ἀφρικῆς, Σαρδανίας, Παννονίας, Μυσίας, ∆ακίας, ∆αρδα νίας, ἄλλης ∆ακίας, Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, Ἠπείρων, Θρᾴκης, Ῥοδόπης, Ἀσίας, Καρίας, Βιθυνίας, Ἑλλησπόντου, Φρυγίας,Πισιδίας, Καππαδοκίας, Πόντου, Κιλικίας, Φρυγίας ἄλλης, Παμφυ λίας, Λυδίας, νήσων Κυκλάδων, Αἰγύπτου, Θηβαΐδος, Λιβύης, Γα λατίας, Παλαιστίνης, Ἀραβίας, τοῖς πανταχοῦ ἐπισκόποις καὶ συλ λειτουργοῖς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.
 [01500]  [147] Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες, ∆άμασος καὶ Οὐαλεριανὸς καὶ οἱ λοιποί, τοῖς ἀγαπητοῖς ἀδελ φοῖς τοῖς ἐν τῷ Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, ἐν θεῷ χαίρειν.
 [01657]  Ἡ ἁγία σύνοδος ἡ ἐν Κωνσταντινουπόλει συνελθοῦσα κυρίῳ τιμιωτάτῳ ἐπισκόπῳ τῆς Ἀλεξανδρείας Γεωργίῳ χαίρειν.
 [02375]  Αὐτοκράτορες Μέγιστοι Ἀεισέβαστοι Νικηταὶ Αὔγουστοι Οὐαλεν τινιανὸς καὶ Οὐάλης καὶ Γρατιανὸς ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν κυρίῳ χαίρειν.
 [02403]  Οἱ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ ταῖς ἐκκλησίαις τοῦ θεοῦ καὶ ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακα τιανῆς, ἐν κυρίῳ χαίρειν.
 [02827]  ἔν [266] δον καθῆσθαι καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾶν καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν, ἢ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω καὶ ὑδροφορεῖν καὶ σβεννύναι τὴν φλόγα;
 [03156]  Κυρίοις τιμιωτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλει τουργοῖς, ∆αμάσῳ, Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ, Ἀχολίῳ, Ἀνεμίῳ, Βασιλείῳ καὶ τοῖς λοιποῖς ἁγίοις ἐπισκόποις τοῖς συνελη λυθόσιν ἐν τῇ μεγαλοπόλει Ῥώμῃ, ἡ ἁγία σύνοδος τῶν ὀρθοδόξων ἐπισκόπων τῶν συνεληλυθότων ἐν τῇ μεγαλοπόλει Κωνσταντινου πόλει, ἐν κυρίῳ χαίρειν.
000-00-00 Serial Number=0686894596
Historia religiosa Ante [Go Back]  
 [00155]  τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων θεόν.
 [00358]  [2.17] Εὐθὺς ἀκούσας ὁ Πρεσβύτης, τῇ μὲν ἡσυχίᾳ χαίρειν εἰπὼν εἰς καιρόν, τῶν δὲ πολιτικῶν θορύβων οὐκ ἀγωνιάσας τὸ ἄηθες, ἐπὶ τὴν Ἀντιόχειαν ἔτρεχεν.
 [02163]  Ἰσμαηλῖται δὲ κατὰ συμμορίας ἀφικνούμενοι, διακόσιοι κατὰ ταὐτὸν καὶ τριακόσιοι, ἔστι δ' ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ βοῆς, τὰ δὲ ὑπ' ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοῦ μεγάλου ἐκείνου φωστῆρος συντρίβοντες καὶ τοῖς τῆς Ἀφροδίτης ὀργίοις ἀποταττόμενοι τούτου γὰρ ἀνέκαθεν τοῦ δαίμονος κατεδέξαντο τὴν λατρείαν τῶν θείων ἀπολαύουσι μυστηρίων, νόμους παρὰ τῆς ἱερᾶς ἐκείνης δεχόμενοι γλώττης καὶ τοῖς ἔθεσι τοῖς πατρῴοις χαίρειν φράζοντες, καὶ τῶν τε ὄνων τῶν ἀγρίων τῶν τε καμήλων τὴν ἐδωδὴν ἀπαρνούμενοι.
000-00-00 Serial Number=0191921830
Interpretatio in Danielem Ante [Go Back]  
 [01866]  Ἐν Κυρίῳ [81.1409] χαίρειν.
 [02485]  Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων.
000-00-00 Serial Number=0796407998
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00891]  ∆ιδασκόμεθα τοιγαροῦν καὶ ἡμεῖς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων, τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ εὐθυμίαν οἰκείαν ἡγεῖσθαι τὴν τοῦ πέ λας εὐημερίαν.
000-00-00 Serial Number=0061745882
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00784]  Καὶ οὐχ ἁρμόττει σοὶ, φησὶ, χαίρειν τοῖς ἄλλοις ἔθνεσι παραπλησίως·
 [02543]  τευξόμεθα δὲ, εἰ τοῦ Ἡσαῦ καὶ τῶν ἀπογόνων τῶν ἐκείνου τὴν μίμησιν φύγοιμεν, καὶ κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν χαίρειν μετὰ χαι ρόντων, καὶ κλαίειν μετὰ κλαιόντων μάθοιμεν, καὶ τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους ἐθέλοιμεν.
 [04962]  Ἀντικρὺς καὶ ταῦτα ἡμῖν ἁρμόζει τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ τῆς σωτηρίας τετυχηκόσιν, οἷς καὶ τὸ χαίρειν καὶ τὸ εὐφραίνεσθαι παρακελεύεται, ὡς ἔνοικον ἐσχηκόσι τὸν τοῦ παντὸς Κύριον.
 [06233]  Τινὲς γὰρ ὑπ' ἀνοίας ἐσχάτης ὁρῶντές τινας πονηρίᾳ συζῶντας, εὐπραξίας δὲ ἀπολαύοντας, ἐτόλμων λέγειν ὅτι χαίρειν ἔοικε τοῖς πονηροῖς ὁ Θεός·
000-00-00 Serial Number=0716843069
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00194]  Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγό ρευται ὡς ὑπερηφανίας ποιητικόν, πῶς οὐκ ἀνωφελῆ τὰ χαρίσματα;
 [01274]  Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιείκεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν οὐ δυνάμενα;
 [01276]  Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερη φανείας ἀπαγορεύει, ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»