Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τέχνῃ [26]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τέχνῃ


000-00-00 Serial Number=0450559676
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00004]  ∆έον γὰρ ἐν οὕτως ἀγρίῳ χειμῶνι καὶ τοὺς κυ βερνήτας ἐγρηγορέναι, καὶ τῷ κλύδωνι μάχεσθαι, καὶ τῆς τοῦ σκάφους σωτηρίας φροντίζειν καὶ τοὺς ναύτας τῆς κατ' ἀλλήλων ἔριδος ἀποστάντας εὐχῇ καὶ τέχνῃ τὰ δεινὰ διαλύειν·
000-00-00 Serial Number=0118577957
Commentaria in Isaiam Ante [Go Back]  
 [04163]  τέχνῃ γὰρ αὐτοῖς ἀνθρωπίνῃ τὸ εἶναι δεδώρηται.
 [04320]  Προσήκει δὲ μὴ τῇ τέχνῃ θαρρεῖν ἀλλὰ τῷ ταύτης δοτῆρι·
000-00-00 Serial Number=0238485515
De providentia orationes decem Ante [Go Back]  
 [00242]  Καὶ τὰ μὲν ὄρη παρέχει τῇ τῶν οἰκοδόμων τέχνῃ τὰς ὕλας, τὰ δὲ πεδία τοῖς ἐν τοῖς ὄρεσι διαιτωμένοις ἀντιδίδωσι τῶν πυρῶν τὴν ἀφθονίαν.
 [00373]  Ἀλλ' ὅμως καὶ τοσαύτης ἀκριβείας ἐν τῇ τέχνῃ φαινομένης, τὸν μὲν ῥυθμὸν καὶ τὴν ἁρμονίαν τοῦ μέλους θαυμάζουσιν οἱ ἀκούοντες, ἐνάρθρων δὲ τῶν λόγων οὐκ ἐπακούουσι·
 [00488]  Σὺ δὲ ἀμήσας, καὶ τῇ ἅλῳ πα ραδοὺς, καὶ τεμὼν τῇ τέχνῃ, καὶ τῶν ἀχύρων ἀπο κρίνας, καὶ μύλῃ λεπτύνας, καὶ τῶν πιτύρων χω ρίσας, καὶ ταῖς χερσὶ μάξας, καὶ κλιβάνῳ ἢ ἰπνῷ παραδοὺς, ἐντρυφᾷς τοῖς ἄρτοις, καὶ τὸν χορηγὸν ἀγνοεῖς.
 [00597]  Ἐκ γὰρ τῶν ὑπηκόων θρεμμάτων δέρμα λαβὼν, βυρσο δεψικῇ καὶ σκυτοτομικῇ τέχνῃ χρησάμενος συνεργῷ, μιμεῖται τῶν ποδῶν καὶ θέσιν καὶ ὄγκον, μῆκός τε καὶ εὖρος, καὶ οὕτως αὐτοὺς ἀμφιέννυσιν, ὡς ἂν καὶ τῶν ἀντιτύπων σωμάτων ἐν τῷ βαδίζειν τὴν βλάβην ἀπείργωσι, καὶ τῶν κρυμῶν ἀμβλύνωσι τὴν ἀκμήν.
 [00760]  Εἶτα τοῦ μὲν ὕδατος ὁρωμένου, τοῦ δὲ ὄρνιθος φθεγγομένου τε καὶ φαινομένου, οἱ μὲν ἐφίπτανται, σὺ δὲ τῇ τέχνῃ χρώμενος, ἐντὸς αὐτοὺς τῶν δικτύων ποιεῖς.
 [00765]  Οὐκ ἤρκεσε δέ σοι τῶν πετεινῶν καὶ κτηνῶν ἡ φύσις εἰς θήραν, ἀλλ' ἤδη καὶ τῶν θαλατ τίων κατετόλμησας ζώων, καὶ κύρτους, καὶ πάναγρα, καὶ ἀμφίβληστρα, καὶ σαγήνας, καὶ ὅσα τοιαῦτα κατασκευάσας, τὴν νηκτὴν φύσιν ἀγρεύεις, καὶ τὴν ὑποβρύχιον τῇ τέχνῃ μετέωρον φέρεις, καὶ τοὺς τῶν ὑδάτων τροφίμους θηρεύεις, καὶ χερσαῖος ὢν ἀνάγεις παρὰ σαυτὸν τοὺς τὸν βυθὸν ἔχοντας ἐν διαίτημα·
 [00799]  Αὐτός σοι τῶν ἵππων ὑπέταξε τὰς ἀγέλας, καὶ γαυριῶντα τὸν ἵππον λαμβάνων, καὶ φέρειν ἐπιβάτην οὐκ ἐπιστάμενον, τῇ τέχνῃ μεταρυθμίζεις, τοῦ τε θράσους ἐλευθεροῖς, τά τε σκιρτήματα παύεις, καὶ τὸν εἰς ὕψος τεταμένον αὐχένα, καμπυλοειδῶς ἐπικάμπτεις, καὶ κάτω νεύειν παρασκευάζεις τὸ πρόσωπον, καὶ ῥυθμὸν διδάσκεις βαδίσματος, καὶ ὁπλῶν μετάθεσιν εὔτακτον, καὶ δρόμον ὀξὺν ὅταν δέῃ, καὶ χειροήθη τὸν ἀγελαῖον ποιεῖς, καὶ τῆς σῆς ἀνέχεσθαι φωνῆς καὶ χειρὸς ἀναπείθεις.
 [01619]  Ἀλλὰ σὺ μὲν, ὦ ταλαίπωρε καὶ χαμαίζηλε, τῇ γαστρὶ, καὶ τῇ γνάθῳ, καὶ ταῖς ὀφρύσι τὴν εὐδαιμονίαν με τρεῖς, καὶ ὅρον εὐπραξίας εἶναι νομίζεις ζεῦγος ὑψηλὸν, καὶ δορυφόρους, καὶ ἐφεστρίδα λαμπρὰν, καὶ ἵππους ἠσκημένους εἰς κάλλος, καὶ προμετ ωπιδίοις καὶ προστερνιδίοις κόσμοις λαμπρυνομέ νους, καὶ κήρυκα βοῶντα, καὶ οἰκίαν εἰς ὕψος ἐγη γερμένην, καὶ ἀνδρῶνας τοῖς ἐξ Εὐβοίας καὶ Θετ ταλίας λίθοις διηνθισμένους, καὶ γραφικῇ τέχνῃ πε ποικιλμένους, καὶ στιβάδας, καὶ κύκλους, καὶ ἔπι πλα, καὶ ἐκπώματα, καὶ οἴνους ἀνθοσμίας, καὶ πανδαισίαν Σικελικήν τε καὶ Συβαριτικὴν, καὶ τἄλλα ὅσα οἱ τὸν ὑγρὸν, καὶ ἀνείμενον, καὶ ἁβροδίαιτον ἐπι τηδεύουσι βίον.
000-00-00 Serial Number=0444375634
De sancta trinitate Ante [Go Back]  
 [00008]  Τούτου γὰρ χάριν καὶ ὁ τῶν ὅλων Σωτὴρ εἰς τὴν οἰκουμένην ἀπέστειλε τῶν ἀποστόλων τὸν ἱερὸν χο ρὸν, ἵνα ταῖς ἀκτῖσι τῆς θεογνωσίας τοὺς ἐν τῷ σκό τει τῆς ἀγνοίας συντεθραμμένους φωτίσωσιν, ἵνα τὰ διασκεδασμένα πρόβατα καὶ τοῖς λύκοις προκείμενα συναγάγωσί τε καὶ ποιμάνωσιν ἐμμελῶς, ἵνα τὴν ἀγριέλαιον εἰς καλλιέλαιον τῇ τοῦ Πνεύματος μετα βάλλωσι τέχνῃ, ἵνα τοὺς κρυπτομένους τῷ βυθῷ τῆς ἀσεβείας, τῷ τῆς διδασκαλίας ἁλιεύσωσι λόγῳ·
000-00-00 Serial Number=0317366898
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00116]  Καὶ λόγων τοίνυν ῥητορικῶν καὶ τῆς τῶν νόμων ἐπι στήμης μεταλαχών, ὦ φίλη κεφαλή, εἰς δέον χρῆσαι τῇ τέχνῃ, καὶ βάλλε τῇ τέχνῃ τοὺς ἀδικοῦντας καὶ τοῖς ὑπ' ἐκείνων βαλλομένοις ἐπάμυνε, προβαλλόμενος καθάπερ ἀσπίδα τοὺς νόμους·
000-00-00 Serial Number=0663908243
Graecarum affectionum curatio Ante [Go Back]  
 [00103]  εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκράτην χρησάμενον.
 [01022]  Εἰ τοίνυν ψευδεῖς μύθους [3.82] φατὲ διαπλάσαι τοὺς ποιητάς, τί δήποτε τῶν ἀνδριαντοποιῶν καὶ ἀγαλματογλύφων καὶ ζωγράφων ἀνέχεσθε, κρατυνόντων τῇ τέχνῃ τὸ ψεῦδος;
 [01712]  Καὶ ταῦτα λέγω οὐ τὴν Ἑλλάδα σμικρύνων φωνήν, ἧς ἁμηγέπη μετέλαχον, οὐδὲ ἐναντία γε αὐτῇ ἐκτίνων τροφεῖα, ἀλλὰ τῶν ἐπὶ ταύτῃ μεγαλαυχουμένων ξυστέλ λων τὴν γνάθον καὶ τὴν ὀφρὺν καταστέλλων καὶ διδάσκων μὴ κωμῳδεῖν γλῶτταν τῇ ἀληθείᾳ λαμπρυνομένην μηδέ γε βρενθύε σθαι ἐπὶ λόγοις κομμωτικῇ τέχνῃ πεποικιλμένοις, τῆς δὲ ἀληθείας γεγυμνωμένοις, ἀλλὰ θαυμάζειν τοὺς τῆς ἀληθείας ὑποφήτας, κομμοῦν μὲν καὶ δαιδάλλειν εὐεπείᾳ τοὺς λόγους οὐ διδαχθέντας, γυμνὸν δὲ δεικνύντας τῆς ἀληθείας τὸ κάλλος καὶ τῶν ἀλλοτρίων καὶ ἐπεισάκτων ἀνθέων ἥκιστα δεηθέντας.
 [01923]  Μὴ τοίνυν τὸν θεὸν ἀξιῶμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τοσούτῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται·
000-00-00 Serial Number=0415238798
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02068]  καὶ καθάπερ αἱ φιλόκοσμοι γυναῖκες κομμωτικῇ τέχνῃ τὸ σῶμα λαμπρύνουσιν, οὕτω τῆς ψυχῆς καλλωπίζειν τὴν ὥραν τοῖς τῆς σωφροσύνης, καὶ δικαιοσύνης, καὶ ἀνδρείας, καὶ φρονήσεως ἄνθεσιν.
000-00-00 Serial Number=0725883365
Historia ecclesiastica Ante [Go Back]  
 [00884]  οἱ δὲ ἐβόων ἕτερα εἶναι κατηγορή ματα χαλεπώτερα, οὐδαμῶς τέχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα.
000-00-00 Serial Number=0287540972
Interpretatio in Danielem Ante [Go Back]  
 [00689]  Οὕτως ἥρπασεν ὁ δείλαιος, ὡς ἐνόμισε, τὴν θείαν τιμὴν, καὶ οὐκ ἀπέχρησεν αὐτῷ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῇ εἰκόνι προσφέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνο μοθέτησε, καὶ καταπλήττει μὲν ἅπαντας τῇ τε ὕλῃ, καὶ τῇ τέχνῃ, καὶ τῷ μεγέθει τῆς εἰκόνος·
000-00-00 Serial Number=0559294224
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [07031]  Οὐ ῥώμῃ σώματος, φησὶ, καὶ ἱππικῇ τέχνῃ, καὶ ταχύτητι ποδῶν ὁ Θεὸς ἐπιτέρπεται·
000-00-00 Serial Number=0561356246
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01489]  Οὕτως οὖν καὶ ἐνταῦθα περὶ τῶν πολεμίων τὰ εἰρημένα λαμβάνοντες νοή σομεν τὸ, ὅρασις ἵππων, ὅτι ἵπποις πολλοῖς καὶ ἱππεῦσι χρήσονται, καὶ μετὰ πολλῶν δὲ ἥξουσιν ἁρ μάτων, τοσαύτῃ τέχνῃ κεχρημένων τῶν ἡνιόχων, ὡς καὶ εἰς αὐτὰς ἰθύνειν τὰς ἀκρωρείας, καὶ ταῖς δυσχωρίαις ὡς πεδίοις κεχρῆσθαι.
 [01913]  Τούτων δὲ τῶν κακῶν ὑμῖν ἐπιφερομένων, οὔτε ὁ δρομικώτατος διὰ φυγῆς πο ριεῖται τὴν σωτηρίαν, οὔτε ὁ γενναῖος ἀνδρεῖον ἕξει τὸ φρόνημα, οὔτε ὁ τοξότης θαῤῥήσει τῇ τέχνῃ, καὶ ὁ ἱππεὺς δὲ τῇ ταχύτητι τοῦ ἵππου χρώμενος συνερ γῷ, τῆς σωτηρίας οὐκ ἀπολαύσεται·
 [01915]  ∆ιδάσκων γὰρ ὑμᾶς ἐγὼ τοῦτον ὑμῖν ἐπάγω τὸν ὄλεθρον, τοὺς μὲν πλεονεξίᾳ φύσεως, ἢ τέχνῃ θαῤῥοῦντας, παραδώσω σφαγῇ, τοὺς δὲ τούτων ἁπάν των ἐστερημένους, καὶ μήτε πλοῦτον, μήτε ῥώμην, μήτε τέχνην ἔχοντας, ἀλλὰ πάντων γεγυμνωμένους, σώους καὶ ἀρτίους παρασκευάσω διαφυγεῖν.
000-00-00 Serial Number=0040704846
Quaestiones in Octateuchum Ante [Go Back]  
 [03877]  Τῇ πείρᾳ μαθών, ὡς οὐδὲν ὀνίνησι τῇ ματαίᾳ χρώμενος τέχνῃ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»