Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τέμενος [12]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τέμενος


000-00-00 Serial Number=0324635863
Graecarum affectionum curatio Ante [Go Back]  
 [02481]  οὔτε γὰρ σηκὸν ἐκείνῳ ἐδείμαντο οὔτε τέμενος ἀφιέρωσαν οὔτε πανήγυριν ἀπεκλήρωσαν οἱ τῶν ἐκείνου λόγων μετειληχότες, ἀλλὰ καὶ σοφὸν γενόμενον καὶ ἀνδρεῖον, ἀγέραστον εἴασαν, καίτοι ἄδικόν γε κἀκεῖνος ὑπομεμε νήκει σφαγήν.
000-00-00 Serial Number=0043529570
Historia ecclesiastica Ante [Go Back]  
 [02056]  ὁ μὲν γὰρ ἐμβρόντητος ἐκεῖνος εἰς τὸ τῆς Τύχης τέμενος εἰσῄει χορεύων, ἑκατέρωθεν δὲ τῶν θυρῶν εἱστήκεισαν νεωκόροι περιρραντηρίοις τοὺς εἰσιόντας προκαθαίροντες ὡς ἐνόμιζον ἐπειδὴ δὲ τοῦ βασιλέως ἡγούμενος τῇ χλανίδι ῥανίδα πελάσασαν εἶδεν Βαλεντινιανός, ὁ βασιλείας ἑκατέρας τούτου χάριν τετυχηκώς, πὺξ ἔπαισε τὸν νεωκόρον, μεμολύνθαι φήσας, οὐ κεκαθάρ [195] θαι.
 [03433]  τὸ δὲ τοῦ ∆ιὸς τέμενος, μέγιστόν τε ὂν καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη, στεγανὴν δὲ ἄγαν καὶ στερεμνίαν τὴν οἰκοδομίαν ἰδών, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν·
 [03702]  ἴσον γάρ μοι δοκεῖ τοῦ προσκυνῆσαι τὸ πῦρ τὸ τούτῳ τέμενος δείμασθαι.
000-00-00 Serial Number=0134590149
Historia religiosa Ante [Go Back]  
 [00590]  Τούτου πάλαι κατ' αὐτὴν τὴν ἀκρωνυχίαν τέμενος ἦν δαιμόνων ὑπὸ τῶν γειτονευόντων λίαν τιμώμενον.
 [01472]  καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ θεῷ καθοσιώσας, ἐν αὐτῷ διέτριψε, σκηνήν τινα βραχεῖαν πηξάμενος μέν, ὀλιγάκις δὲ ταύτῃ χρησάμενος.
 [01638]  Ὁ μὲν γὰρ καὶ περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος καὶ σκηνὴν ἐκ δέρρεων τριχίνων ἐπήξατο καὶ ταύτῃ χρώμενος τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς·
 [02301]  Ἀπὸ σταδίων γὰρ εἴκοσι Γαβάλων πόλις δὲ αὕτη σμικρὰ καὶ χαρίεσσα γήλοφόν τινα καταλαβὼν ἐν ᾧ τέμενος ἦν δαίμοσιν ἀνακείμενον καὶ ὑπὸ τῶν πάλαι δυσσεβῶν πολλαῖς θυσίαις τιμώμενον, σμικράν τινα καλύβην ἐπήξατο.
 [02329]  Τούτοις χρώμενος ὑπουργοῖς καὶ τὸ τῶν δαιμόνων κατέλυσε τέμενος καὶ σηκὸν μέγιστον τοῖς καλλινίκοις ἀνήγειρε μάρτυσι, τοῖς ψευδωνύμοις θεοῖς τοὺς θείους ἀντιτάξας νεκρούς.
000-00-00 Serial Number=0805683315
Interpretatio in Jeremiam Ante [Go Back]  
 [03655]  τούτῳ μέ γιστον κατεσκεύασαν τέμενος.
000-00-00 Serial Number=0897079110
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00048]  Οὗτος δείσας μὴ, τῶν κατὰ και ρὸν ἑορτῶν εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν τὸν λαὸν καλουσῶν, εἰς τὴν ∆αβιτικὴν ἐπανέλθωσιν αἱ δέκα φυλαὶ βασιλείαν, ἦρξε κακῶς τῆς εἰς τὸν Θεὸν ἀσε βείας, καὶ δύο δαμάλεις κατασκευάσας χρυσᾶς, τῇ μὲν ἐν τῇ ∆ᾶν, τῇ δὲ ἐν τῇ Βαιθὴλ τέμενος κατ εσκεύασεν.
000-00-00 Serial Number=0496365845
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02677]  Τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσ θεν ἐδίδαξε τὰ περὶ τοῦ Σολομῶντος συγγρά φων, ὅτι τέμενος ᾠκοδόμησε τῇ Ἀστάρτῃ βδε λύγματι Σιδωνίων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»