Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συναθροίσας [11]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συναθροίσας


000-00-00 Serial Number=0781400442
Historia ecclesiastica Ante [Go Back]  
 [02644]  Ἐπειδὴ δὲ τοῖς ἀρχιερατικοῖς αὐτὸν ἐνίδρυσαν θώκοις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν Ἑλληνικὸν καὶ Ἰουδαϊκὸν ὅμιλον συναθροίσας, τοὺς τῆς ἐκκλησίας ἐκύκλωσε περιβόλους ἐξιέναι τῷ Πέτρῳ [247] παρεγγυῶν·
 [02675]  Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος, ἐθνικὸς ὢν τὴν αἵρεσιν καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς ἐκκλησίας ὡς ὑποτάξαι βαρβάρους ἐπειγόμενος.
 [02708]  Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη [254] μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυρι ζόμενος·
 [02726]  Ἀποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δι' ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτούς, μᾶλλον δὲ ἕωλον κατάκρισιν, καλεῖ πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ' αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων.
000-00-00 Serial Number=0460711420
Historia religiosa Ante [Go Back]  
 [00178]  Ὡς δὲ ἄπρακτα ἅπαντα ἐγίνετο τῇ τοῦ θεσπεσίου ἀνδρὸς διαλυόμενα προσευχῇ, τέλος τοῦ παραρρέοντος ποταμοῦ τὸ ῥεῦμα τῇ πολυχειρίᾳ κωλύσας καὶ τῇ ἀποτειχίσει κεκω λυμένον τοῦ ποταμοῦ ὅτι πλεῖστον συναθροίσας, ἐπαφῆκεν ἀθρόον κατὰ τοῦ τείχους, οἷόν τινι μηχανήματι τούτῳ σφοδροτάτῳ χρησάμενος.
 [00828]  Ἐν ἑκατέρῳ δὲ ἀθλητὰς ἀρετῆς συναθροίσας καὶ τούτων κἀκείνων γυμναστὴς καὶ παιδοτρίβης ἐγένετο, καὶ τοῦ ἀντιπάλου καὶ πολεμίου διδάσκων τὰς προσβολὰς καὶ τοῦ ἀγωνοθέτου τὴν εὔνοιαν ὑπισχνούμενος καὶ θαρρεῖν παρα καλῶν καὶ φρονήματος ἐμφορῶν καὶ πρὸς μὲν τοὺς ὁμοφυεῖς μετριάζειν κελεύων, πρὸς δὲ τὸν πολέμιον μεγαλοφροσύνῃ κεχρῆσθαι παρεγγυῶν.
 [00842]  Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο.
 [01182]  [11.3] Ταύτας δίκην μελίττης ἐκ τῶν θείων ἐκείνων λειμώνων τὰς ἀρετὰς συναθροίσας τὸ τῆς ἀληθοῦς φιλοσοφίας κατε σκεύασε μέλι.
000-00-00 Serial Number=0895617843
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01680]  Ἀλλ' ἐγὼ πάντοθεν αὐτοὺς συναθροίσας, αὖθις αὐτοὺς ἀνακτήσασθαι τὴν οἰκείαν παρασκευάσω δύναμιν, ὥστε ὑμᾶς ἐνδί κως ἀμύνασθαι, καὶ καταλῦσαι τὴν ὑμετέραν ὀφρὺν, καὶ ἐξανδραποδίσαι, καὶ εἰς τὰς τῆς οἰκουμένης ἐσχατιὰς ἀναγκάσαι δουλεύειν.
 [05297]  Προσήκει δὲ ὑμᾶς τοῦ ὑποσχομένου τὸ δυνατὸν εἰδό τας, ἀνενδοιάστως δέχεσθαι τὰ λεγόμενα, καὶ πι στεύειν ὡς σωτηρίας ἁπάσης τὸν ἐμὸν ἀξιώσω λαὸν, καὶ πάντοθεν αὐτὸν συναθροίσας εἰς τὴν πατρῴαν γῆν ἐπανάξω·
000-00-00 Serial Number=0359880507
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00344]  Τίνος ἕνεκα συναθροίσας τὸν λαὸν ὁ προφήτης, τῆς οἰκείας αὐτοῦ πολιτείας ἀνέμνησεν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»