Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συνέδριον [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συνέδριον


000-00-00 Serial Number=0519695282
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00444]  Ἀκούω γὰρ σύλλογον λαμπρὸν ἀναίρεσθαι πρὸς ὑμᾶς, καὶ τὸ συνέδριον ἐξ ἀνδρῶν εἶναι προγονικῇ περιφανείᾳ σεμνυνομένων, καὶ τὴν γλῶτταν κεκαθαρμένων, καὶ τοὺς λό γους ὑμῖν γίνεσθαι περί τε ἀρετῆς καὶ ἀθανασίας ψυχῆς, καὶ τῶν ἄλλων ὅσα τούτοις συμβαίνει.
 [00612]  Τῆς γὰρ ἐποψίας κατ' ἐκεῖνον τὸν καιρὸν γενομένης, καθ' ὃν τῆς ὑμετέρας τὸ πρῶτον ἐπι δημίας ἀπελαύσαμεν, καὶ μόλις κρατυνθείσης ἐπὶ τοῦ μεγα λοπρεπεστάτου ὑπάρχου τοῦ κυρίου Φλωρεντίου βεβαιωθείσης δὲ καὶ νῦν ὑπὸ τοῦ τὰς αὐτὰς κατέχοντος ἡνίας, ἀνήρ τις, ἐπισκόπου μὲν ὄνομα περιφέρων, ἀλλότρια δὲ καὶ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδεύων, φυγὼν τὸ τῶν ἀρχιερέων συνέδριον, καὶ ταῦτα τῶν τῆς ἀκοινωνησίας ἐπικειμένων αὐτῷ δεσμῶν, συκο φαντεῖν πειρᾶται καὶ διαβάλλειν τὴν γενομένην ἐποψίαν, τῇ περὶ τὸν περίβλεπτον Φίλιππον ἀπεχθείᾳ τὴν ἀλήθειαν βάλ λων.
 [01104]  Οὐκοῦν γενέσθω συνέδριον, παρέστωσαν τῶν θεοφιλεστάτων ἐπισκόπων οἱ κρίνειν εἰδότες, παρέστωσαν τῶν ἐν τέλει καὶ ἀξιωμάτων οἱ τὰ θεῖα πεπαιδευμένοι·
 [01773]  ∆ιά τοι τοῦτο τὴν ὑμετέραν ἁγιωσύνην παρακαλῶ πεῖσαι τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἀρχιεπίσκοπον τῇ ἀποστολικῇ χρήσασθαι ἐξουσίᾳ καὶ εἰς τὸ ὑμέτερον ἀναδραμεῖν κελεῦσαι συνέδριον.
 [01818]  Οἴκοι γάρ με τοῦ βασιλικοῦ καθείργοντος νόμου, καὶ περαιτέρω τῶν ὅρων τῆς ὑπ' ἐμοῦ ποιμαινομένης πόλεως προβαίνειν κωλύοντος, ἐκάθισαν μὲν κατ' ἐμοῦ τὸ συνέδριον, τὸν δὲ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότα κατέκριναν.
 [02271]  Ἱκετεῦσαι δὲ αὐτοὺς παρακληθήτω τὸ ὑμέτερον μέγεθος, δοῦναι λύσιν τελείαν τῷ τῆς Ἐκκλησίας χειμῶνι, καὶ κελεῦσαι συναθροισθῆναι σύνοδον, μὴ πάλιν τῶν θορυβεῖν εἰωθότων τὸ συνέδριον ταραττόντων, ἀλλὰ μεθ' ἡσυ χίας τῶν τὰ θεῖα πεπαιδευμένων·
000-00-00 Serial Number=0810524166
Graecarum affectionum curatio Ante [Go Back]  
 [03770]  οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδόν, οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον·
000-00-00 Serial Number=0402087808
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00756]  Εἶτα ὁρῶν τες τὸν μὲν ἐξαρνούμενον, τοὺς δὲ κατηγόρους ἐν ισταμένους, καὶ διελέγχειν ὑπισχνουμένους, συνῆλ θον εἰς τὸ συνέδριον.
 [01017]  Βα σιλικοῖς δὲ γράμμασιν ἐκεῖθεν ἐξελαθεὶς, καὶ κατα λαβεῖν τὴν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας ἀθροιζομένην σύνοδον κελευσθεὶς, ἀφίκετο μὲν ὡς προσετάχθη, εἰς τὸ συνέδριον δὲ εἰσελθεῖν οὐκ ἐθάῤῥησεν, ἀλλ' εἰς τὴν Κωνσταντίνου πόλιν ἔδραμε, καὶ τοὺς βασιλικοὺς θωπεύσας θαλαμηπόλους, ἔπεισεν αὐτόθι συναθροισθῆναι τὴν σύνοδον.
000-00-00 Serial Number=0422746003
Historia ecclesiastica Ante [Go Back]  
 [00380]  οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἅπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες καὶ ταῖς ὑπογραφαῖς βεβαιώ σαντες διέλυσαν τὸ συνέδριον.
 [00429]  Αὖθις δὲ συνελθόντες εἰς τὸ συνέδριον περὶ τῆς ἐκκλησιαστικῆς πολι τείας νόμους ἔγραψαν εἴκοσι.
 [00708]  γύναιον γὰρ ἑταιρικὸν τὴν ὥραν ἀπεμπολοῦν μισθωσάμενοι καὶ τὴν γλῶτταν αὐτοῖς ἀποδόσθαι πείσαντες, συνῆλθον εἰς τὸ συνέδριον.
 [00843]  ἀλλ' ὁ θεῖος Ἀθανάσιος, τὴν τῶν δικαζόντων δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον.
 [00871]  αὐτὸς δὲ ὁ μέγας Ἀθανάσιος ὑπὸ τὴν ἕω κατέ λαβε τὸ συνέδριον.
 [00894]  ἀλλὰ καὶ τούτων οὕτω δειχθέντων, καταδύεσθαι δέον τοὺς κατηγοροῦντας καὶ τῶν δικαζόντων τοὺς συνειδότας καὶ εὔχεσθαι χῆναι σφίσι τὴν γῆν, θορύβου καὶ στάσεως ἐνέπλησαν τὸ συνέδριον, γόητα καλοῦντες τὸν Ἀθανάσιον καί τισι μαγγανείαις ἐξαπατᾶν αὐτὸν λέγοντες τῶν ἀνθρώπων τὰς ὄψεις.
 [01061]  ἀλλὰ τῆς συνόδου μεμαθηκότες τὸ ἀκλινὲς καὶ τὴν ἐν τοῖς θείοις δόγμασιν ὑγίειαν, οὐδὲ κληθέντες εἰσῆλθον εἰς τὸ συνέδριον ἀλλ' ἀπέδρασαν σὺν τοῖς [101] ἀδίκοις δικασταῖς καὶ οἱ κατήγοροι.
 [01454]  ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνε γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευ ρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν.
 [01457]  ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν.
 [01500]  [147] Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες, ∆άμασος καὶ Οὐαλεριανὸς καὶ οἱ λοιποί, τοῖς ἀγαπητοῖς ἀδελ φοῖς τοῖς ἐν τῷ Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, ἐν θεῷ χαίρειν.
 [01585]  ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζό μενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἐξαπάτης ἡ τῆς ἐπωνυμίας [157] ταυτότης ἐγίνετο καὶ βουκολεῖν ἔμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους, ἀπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες καὶ ὡς τὴν παλαιὰν ἐκείνην προφέροντες, διέλυσεν ὁ τῶν ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον.
 [01604]  καὶ εἰς μὲν τὸ συνέδριον εἰσελθεῖν διεκώλυσε, τὴν δὲ Κωνσταντινούπολιν σὺν ἐκείνῳ κατέλαβε.
 [03612]  οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν.
000-00-00 Serial Number=0412224054
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03029]  Ἀπὸ τοῦ Ἰούδα μετήνεγκε τὸν λόγον ἐπὶ ὅλον τὸ τῶν Ἰουδαίων συνέδριον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»