Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συκοφαντίας [45]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συκοφαντίας


000-00-00 Serial Number=0335199594
De providentia orationes decem Ante [Go Back]  
 [01362]  Ἀλλ' ἴσως ἄν τις εἴποι τῶν συκοφαντίας ῥάπτειν ἐπισταμένων, καὶ τὰ καλὰ διαβάλλειν δεδιδαγμένων, ὡς ἡ τοῦ δεσπότου φιλοσο φία τοῦτον οὕτως ἐπαιδοτρίβησε, καὶ πρὸς ἐκεῖνον ὁρῶν οἷόν τι κάτοπτρον, εἵλκυσεν ἐκεῖθεν τοὺς τῆς ἀρετῆς χαρακτῆρας·
000-00-00 Serial Number=0991208494
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00162]  Πολλαπλάσια γὰρ ἐκείνων εἰσ φέρει, καὶ οὐκ ἔστι δικαία πάρεργον γενέσθαι συκοφαντίας, ἣ διὰ τὴν χάριν αὐτίκα δὴ μάλα δειχθήσεται.
000-00-00 Serial Number=0228443027
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00244]  Τί γὰρ διαφέρει ἀνθρωποτόκον ὁμοῦ καὶ Θεοτόκον ὀνομάσαι τὴν ἁγίαν Παρθένον, ἢ καλέσαι αὐτὴν τοῦ τεχθέντος μητέρα καὶ δούλην, καὶ ἐπαγαγεῖν ὅτι μήτηρ μέν ἐστιν ὡς ἀνθρώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δούλη δὲ ὡς Θεοῦ, καὶ τὸ μὲν πρόφασιν συκοφαντίας παρέχον σιγῆ σαι, τὴν αὐτὴν δὲ φάναι διάνοιαν, ἑτέρᾳ κεχρημένον προσ ηγορίᾳ;
 [00336]  Καὶ γὰρ Σωκράτης ἐκεῖνος ὁ Σωφρονίσκου, τὴν τῆς συκοφαντίας ὑπομείνας γραφὴν καὶ τῆς τῶν κατηγόρων κατεφρόνει ψευδολογίας καὶ τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἐδείκνυ βοῶν·
 [01079]  Ἀρχιερεὺς δὲ πέντε καὶ εἴκοσι ἐπισκοπεύσας ἔτη, καὶ τὸν πρὸ τούτου χρόνον ἐν ἀσκητηρίῳ βιώσας, οὐκ ἐνοχλήσας ποτὲ δικαστήριον, οὐδὲ παρά του πώποτε γραφὴν ὑπομείνας, συκοφαντίας γεγένηται παρανάλωμα, οὐδὲ τοῖς τυμβωρύχοις παραπλησίως ἀξιωθεὶς δέξασθαι πεῦσιν, εἰ ἀληθῆ τὰ κατη γορήματα.
 [01171]  Ὅταν γάρ τις ὑπὸ γλώττης ἀχαλι νώτου ψευδηγορίαις βληθεὶς τὰς ὀξείας δέξηται τῆς ἀθυμίας ἀκίδας, ἀναμιμνῄσκεται τῆς κατὰ τὸν ἀξιάγαστον Ἰωσὴφ ἱστορίας καὶ ὁρῶν τῆς σωφροσύνης τὸ ἄγαλμα καὶ τῆς παντο δαπῆς ἀρετῆς τὸν διδάσκαλον συκοφαντίας γραφὴν ὑπομεί ναντα καὶ ὡς γάμον ἀλλότριον διορύξαντα καθειρχθέντα καὶ πεδηθέντα καὶ πλεῖστον ὅσον ἐν εἱρκτῇ διατρίψαντα χρόνον, τῷ τούτου τοῦ διηγήματος φαρμάκῳ θεραπεύει τὴν ἀλγηδόνα.
 [01237]  Τὰς καθ' ἡμῶν γεγενημένας συκοφαντίας μεμάθηκεν πάν τως ἡ ὑμετέρα φιλοθεΐα.
 [01239]  Λέγουσι δέ τινες τῆς συκοφαντίας αὐτοὺς λαμβάνειν τὰς ἀφορμὰς ἔκ τινων εὐαριθμήτων παρ' ὑμῖν ταῦτα φρονούντων, καὶ εἰς δύο πρόσωπα διαιρούντων τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [01268]  Ἐπειδὴ δὲ καὶ εἰς τὴν Ἀλεξάνδρειάν τινες ἔδραμον τῶν τῷ ψεύδει συντεθραμμένων, καὶ συκοφαντίας ἔρραψαν καθ' ἡμῶν, καὶ τοῖς τοιούτοις λόγοις ὑπαχθεὶς ὁ θεοφιλέστατος τῆς πόλεως ἐκείνης ἐπίσκοπος, καί τοι πληροφορηθεὶς δι' ἡμετέρων γραμμάτων, τινὰ τῶν θεοσεβεστάτων ἐπισκόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλε πόλιν·
 [01276]  Ἀλλά τις ἐντεῦθεν δραμὼν τῶν τἀναντία φρονούντων καὶ τοὺς θορύβους τούτους ἐργαζομένων, ἐξαπατήσας τῶν αὐτόθι τινάς, καὶ μυρίας καθ' ἡμῶν συκοφαντίας ὑφήνας, παρεσ κεύασεν ἀθέσμους καθ' ἡμῶν ἐκβοήσεις γενέσθαι.
 [01342]  Τοὺς τῆς νεότητος διεξελθόντες ἀγῶνας καὶ τῶν τοῦ γήρως ὅρων εἴσω γενόμενοι καὶ πλείονος τιμῆς ὡς γεγηρα κότες ἀπολαύσεσθαι προσδοκήσαντες, τοῖς τῆς συκοφαντίας βαλλόμεθα βέλεσι, καὶ πρὸς τὰς γεγενημένας κατηγορίας ἀπολογίαν προσφέρειν ἀναγκαζόμεθα·
 [01358]  Εἰ δὲ οἱ νῦν τὰς καθ' ἡμῶν συκοφαντίας ὑφή ναντες παραχαράττειν ἡμᾶς τὴν εὐαγγελικὴν διδασκαλίαν φασίν, τί δήποτε μὴ παρόντας ἐλέγχουσιν, ἀλλ' ἀπόντων κατηγοροῦσι;
 [01392]  Πολλοῦ γὰρ ταύτας χειμῶνος ἐνέπλησαν οἱ τὰς καθ' ἡμῶν συκοφαντίας ὑφήναντες.
 [01434]  Οἶμαι καὶ τὴν σὴν εἰδέναι μεγαλοπρέπειαν, καίτοι μηδέπω συναφθεῖσαν ἡμῖν, τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ προφανές.
 [01489]  Τὸ μέντοι καὶ ἡμᾶς τῶν τῆς συκοφαντίας ἀπολαῦσαι καρπῶν, οὐδὲν ἀπεικός.
 [01538]  Καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσφθέγγομαί σου τὴν θεοσέβειαν, καὶ παρακαλῶ τῆς τῶν Ἐκκλησιῶν φροντίσαι γαλήνης καὶ τῆς συκοφαντίας διαλῦσαι τὰ κύματα·
 [01596]  Ἀλλ' ὅμως εἵλετο μᾶλλον ταῖς τῆς συκοφαντίας πάγαις περιπεσεῖν, ἢ τοῦ δικαίου καταφρονῆσαι κριτοῦ.
 [01728]  Καὶ τοῦτο οὐ νῦν μόνον πεποίηκεν, ἀλλὰ καὶ πέρυσι μετὰ δύο ἄνδρας τῶν τὴν Ἀπολιναρίου νόσον εἰσδεξαμένων ἐκεῖσε δραμόντας, καὶ συκοφαντίας καθ' ἡμῶν ὑφήναντας, ἀναστὰς ἐπ' ἐκκλησίας ἡμᾶς ἀνεθεμάτισε·
 [01841]  Ἔδειξεν ὁ πάντ' ἐφορῶν καὶ πρυτανεύων ∆εσπότης, καὶ τὴν ἀποστολικὴν τῶν ἡμετέρων δογμάτων ἀλήθειαν, καὶ τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ ψεῦδος.
000-00-00 Serial Number=0088455737
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02698]  Τί σφο δρότερον τῶν τοῦ Ἰωσὴφ πειρασμῶν, ὃς ἐπράθη ὑπὸ ἀδελφῶν, ἀπεστερήθη δὲ μητρὸς καὶ πατρὸς ἀγα πῶντος, καὶ προγονικῆς οἰκίας, καὶ ἐλευθερίας, καὶ εὐπορίας, ἐδούλευσε δὲ παρ' ἀξίαν, καὶ ὑπὲρ σω φροσύνης συκοφαντίας ἐγένετο παρανάλωμα, καὶ δεσμωτηρίῳ παρεπέμπετο, καὶ μυρία ὑπέμεινε δεινά;
000-00-00 Serial Number=0230768681
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01194]  Αὐτίκα τοίνυν ἐπὶ τοῦ πανευφήμου Φλαβιανοῦ, τοῦ τῆς Ἀν τιοχέων ἐπισκόπου, κρινόμενοι, συκοφαντίας ἐκάλουν τὰς γεγενημένας κατηγορίας.
000-00-00 Serial Number=0324276626
Historia ecclesiastica Ante [Go Back]  
 [00313]  ἀντιπάλους δὲ κέκληκε Φιλο γόνιον τῆς Ἀντιοχέων τὸν πρόεδρον καὶ Ἑλλανικὸν τὸν Τριπόλεως καὶ τὸν Ἱεροσολύμων Μακάριον, συκοφαντίας κατὰ τούτων συρράψας, ἐπειδήπερ ἀΐδιον καὶ προαιώνιον ἔφασαν τὸν υἱὸν καὶ τοῦ πατρὸς ὁμότιμόν τε καὶ ὁμοούσιον.
 [00711]  ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν.
 [00820]  τοὺς γὰρ δὴ τούτων μετὰ τῶν ἀποστολικῶν ἡγουμένους δογμάτων, παντοδαπὰς συκοφαντίας ὑφαίνοντες, καθαι ροῦντες ἐξήλαυνον.
 [00901]  ἐν ταύτῃ τὸ ψεῦδος ὑφήναντες καί τινα ὑπομνήματα διαπλάσαντες καὶ τὰς γυμνω θείσας συκοφαντίας ὡς ἀληθεῖς συνθέντες κατηγορίας, ἀπέστειλαν βασιλεῖ.
 [00910]  οἱ δὲ παραγενόμενοι καὶ τὸ τῶν ἐλέγχων προφανὲς ὑπειδόμενοι, τὰς μὲν προτέρας συκοφαντίας κατέλιπον, ἔφασαν δὲ τῷ βασιλεῖ ἠπειλη κέναι τὸν Ἀθανάσιον τὴν σιτοπομπίαν κωλύσειν.
 [01030]  καὶ γὰρ τῷ Ῥώμης ἐπισκόπῳ (Ἰούλιος δὲ τηνικαῦτα τὴν ἐκκλησίαν ἐκείνην ἐποίμαινεν) οἱ περὶ Εὐσέβιον τὰς κατὰ Ἀθανασίου συντεθείσας συκοφαντίας ἐξέπεμψαν.
 [01073]  ἔγραψαν δὲ καὶ οἱ ἀπὸ τῶν ἄλλων μερῶν ἐπίσκοποι, μαρτυροῦντες μὲν ἐπὶ τῇ καθαρότητι τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου, τὰ δὲ παρὰ τῶν περὶ Εὐσέβιον γενόμενα οὐδὲν ἕτερον ἢ ψεύδη καὶ συκοφαντίας εἶναι μεστά.
 [01109]  ἀμέλει τῆς συκοφαντίας ταύτης μισθὸν αὐτῷ τῷ Ἰσχύρᾳ δεδώκασιν ἐπι σκόπου ὄνομα, τῷ μηδὲ πρεσβυτέρῳ τυγχάνοντι.
 [01119]  ὑπὸ γὰρ τοῦ συνειδότος ἐλαυνόμενοι, φυγῇ τὰς συκοφαντίας ἑαυτῶν ἐβεβαίωσαν, καὶ πιστευθῆναι κατ' αὐτῶν πεποιήκασιν ἅπερ παρόντες οἱ κατηγοροῦντες ἔλεγον καὶ ἐπεδείκνυντο.
 [01127]  Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰς περὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευάς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρ θένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώ νυμον Ἀρειανὴν αἵρεσιν δι' αὐτῶν, τούτου γοῦν ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργούς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶν τὸν Γάζης καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ, ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα, γράψαντες καὶ [111] εἰς τὴν ἑκάστου παροικίαν ὥστε γιγνώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελ θόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ Χριστιανοὺς μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρ' αὐτῶν γράμματα μήτε γράφειν πρὸς αὐτούς.
 [01194]  πρῶτον μὲν γὰρ ἐπέστειλε τῷ ἀδελφῷ τοῖς ἐπισκόποις τὰς ἀκοὰς ὑποσχεῖν καὶ τὰς ὑπὸ Στε φάνου καὶ τῶν ἄλλων τολμωμένας παρανομίας μαθεῖν, καὶ μέντοι [119] καὶ Ἀθανάσιον ἀποδοῦναι τῇ ποίμνῃ, δήλης καὶ τῆς συκοφαντίας γεγενημένης καὶ τῆς τῶν πάλαι δικασάντων παρανομίας καὶ δυσμε νείας.
 [01304]  καὶ ὅμως καὶ κατὰ τούτου τετολμήκασιν, ὅτι καὶ οὗτος εἰδὼς ἃς ποιοῦσι διὰ τὴν ἀσέβειαν αὐτῶν συκοφαντίας οὐχ ὑπέγραψε ταῖς καθ' ἡμῶν ἐπιβουλαῖς.
 [02842]  ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντε θραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς καὶ ∆ιόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώ πων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.
 [03612]  οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν.
000-00-00 Serial Number=0419912457
Historia religiosa Ante [Go Back]  
 [00850]  Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος εἰς τὸν οὐρανὸν ἰδὼν καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς ἱκέτευε τὸν δεσπότην τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν.
 [00853]  ∆εῖξον τὸν τοῦ μύσους αὐθέντην καὶ τὸν ἀθῷον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας ἐλεύθερον.
 [02218]  Καὶ οἱ περὶ βασιλέα δὲ ἅπαντες ὑπὸ τῆς φήμης βαλλόμενοι καὶ πολλὰς παρὰ τῶν μάγων κατ' αὐτοῦ συκοφαντίας δεχόμενοι καὶ ἀκριβῶς ἐπυνθάνοντο καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον.
000-00-00 Serial Number=0192025959
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02234]  πρὸς δέ γε τούτοις καὶ τῆς συκοφαντίας, δι' ἧς καὶ τοὺς φόνους εἰργάζετο.
000-00-00 Serial Number=0136122465
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03969]  χώραν λαβόντες οἱ βασκαίνοντες, τὰς κατ' αὐτοῦ συκοφαντίας οὐκ ἔληγον ῥάπτοντες.
 [04324]  ταύτης ὁ Ἰωσὴφ ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς.
000-00-00 Serial Number=0210021913
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03495]  Οὕτω τὸν Ἰωσὴφ ἐκ τῆς τῶν ἀδελφῶν μιαιφονίας ἐξήρπασεν, οὕτως αὐτὸν τῆς συκοφαντίας ἀπέφηνε κρείττονα·
 [04872]  Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
000-00-00 Serial Number=0207256675
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02255]  Τούτων ἀπὸ τοῦ προφήτου λεγομένων, Ἀμα σίας ὁ τῆς Βαιθὴλ ἱερεὺς, δείσας μὴ τὰς θείας ἀπει λὰς καταπλαγεὶς ὁ λαὸς, καὶ μεταμελείᾳ χρησάμενος, τῆς τῶν εἰδώλων ἀποστῇ θεραπείας, καὶ τὰς τῆς ἐμπορίας ἀφορμὰς αὐτὸς ἀπολέσῃ, εἰσαγγέλλει παρὰ τῷ βασιλεῖ τὸν προφήτην, συκοφαντίας τοῖς ἀληθέσι λόγοις συῤῥάψας.
000-00-00 Serial Number=0746253073
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00003]  Οἱ τὰς καθ' ἡμῶν συκοφαντίας συντεθεικότες εἰς δύο μερίζειν ἡμᾶς φασιν υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»