Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σώματι [171]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σώματι


000-00-00 Serial Number=0353893399
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00104]  Ἀπολινάριος δὲ τῷ σώματι προστίθησι καὶ ψυχὴν ἄλογον, ὡς τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ὑπὲρ ἀλόγων, οὐχ ὑπὲρ λογικῶν γεγενημένης·
000-00-00 Serial Number=0005317509
Commentaria in Isaiam Ante [Go Back]  
 [00103]  Ὅπερ γάρ ἐστι σώματι καρδία, τοῦτο ἱερεῖς καὶ διδάσκαλοι τῷ λαῷ·
 [00104]  καὶ ὅπερ ἐστὶ κεφαλὴ σώματι, τοῦτο βασιλεῖς καὶ ἄρχοντες τοῖς ὑπηκόοις.
 [03456]  «Μὴ μεριμνήσητε» γάρ φησι «τί φάγητε ἢ τί πίητε ἢ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε·
 [05094]  Εἶτα διδάσκει ὡς τοὺς δρυμοὺς καὶ τὰ ἐν τοῖς ὄρεσιν ἄλση δέδωκεν ὁ δημιουργὸς τοῖς ἀνθρώποις ὥστε χορηγεῖν τῷ πυρὶ τροφὴν καὶ τὰς χρείας ἐντεῦθεν πορίζειν τῷ σώματι, οἱ δὲ λαβόντες πρῖνον ἢ δρῦν ἢ πίτυν ἅπ ερ ἐφύτευσε μὲν ὁ τῶν ὅλων θεὸς τῇ δὲ τοῦ ὑετοῦ χορηγίᾳ διέθρεψεν ἵν' ἀφθόνως οἱ ἄνθρωποι τῶν σωματικῶν ἀπολαύσωσιν ἀγαθῶν, θεοὺς ἐντεῦθεν δημιουρ γοῦσιν.
000-00-00 Serial Number=0850544691
De incarnatione domini Ante [Go Back]  
 [00090]  οἱ δὲ τῆς μυσαρωτέρας φάλαγγος, τὸ σχῆμα καὶ τὸ ὁμοίωμα εἰς σκιάν τινα καὶ εἰκόνα καὶ φαντασίαν σώματι ἐοικυῖαν λαμβάνοντες.
 [00140]  καὶ σάρκα μὲν εἶχεν ἔμψυχόν τε καὶ λογι κὴν ὡς ἡμεῖς, τῶν δὲ τῆς ἁμαρτίας οὐκ ἠνέσχετο κινημάτων ὥσπερ ἡμεῖς, ἀλλ' ἐν σώματι ὑφ' ἁμαρ τίας πολεμουμένῳ, τὴν τῆς ἁμαρτίας τυραννίδα κατ έλυσε·
 [00279]  Θεὸς μὲν ἦν ὁ τῷ σώματι συμπεινάσας, Θεὸς δὲ ὁ διψήσας, καὶ κοπιάσας, καὶ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπομεί νας παθήματα.
 [00324]  τοῦ δὲ νοῦ μὴ δεηθῆναι, αὐτὸν δὲ ἀντὶ νοῦ γενέσθαι τῷ σώματι.
 [00357]  εἰ γὰρ ἀντὶ τῆς ἀθανάτου ψυχῆς, ἐν τῷ ἀναληφθέντι σώματι γέγονεν ὁ Θεὸς Λόγος, εἶπεν ἂν τοῖς Ἰουδαίοις·
 [00371]  Ἡμεῖς δὲ Πέτρῳ ἑψόμεθα, καὶ σάρκα κηρύττοντι μὴ δεξαμένην διαφθορὰν, καὶ ψυχὴν μὴ καταλειφθεῖσαν εἰς ᾅδου, ἀλλ' ἐπανελθοῦσαν καὶ τῷ οἰκείῳ σώματι συναφθεῖσαν·
 [00612]  Οὐ γὰρ τῷ σώματι τὴν ψυχὴν κεκρᾶσθαι, ἀλλ' ἡνῶσθαι, καὶ συνῆφθαι, καὶ οἰκεῖν, καὶ ἐνεργεῖν φαμεν.
000-00-00 Serial Number=0603864610
De providentia orationes decem Ante [Go Back]  
 [00456]  Ταύτην ὁ τρά χηλος τὴν χρείαν παρέχει τῷ σώματι.
 [00500]  Ἀλλὰ γὰρ ἴσως ὅμοιον ποιῶ τοῖς τὴν ψάμμον ἀριθμεῖν πειρωμένοις, τὴν ἐν τῷ σώματι φαινομένην τοῦ Ποιητοῦ προμήθειαν ἐρευνῆσαι φιλο νεικῶν.
 [00540]  τῷ δὲ λοιπῷ σώματι τὴν ἁπτὴν ἐνεχείρισε δύναμιν·
 [00578]  Βλέπε τοίνυν αὐτὰς, οὔτε πέρα τῆς χρείας ἐκτετα μένας, ἵνα μὴ φορτίον περιττὸν τῷ λοιπῷ γένωνται σώματι, οὔτε αὖ πάλιν ἐνδεέστερον ἢ ἔδει τὸ μῆ κος ἐχούσας, ἀλλὰ τοῖς ἔργοις ὧν χάριν ἐγένοντο ἀναλογοῦν δεξαμένας τὸ μέτρον.
 [01210]  Ὁ δὲ οἰκέτης τῷ σώματι δουλεύων, ἐλευθέραν ἔχει τὴν ψυχὴν, καὶ τούτων ἁπάντων ἀπηλλαγμένην.
 [01965]  καὶ πα ραχωρεῖ πεινᾶσαι τῷ σώματι, τεσσαράκοντα ἡμερῶν νηστεύσαντι μῆκος.
000-00-00 Serial Number=0414400458
De sancta trinitate Ante [Go Back]  
 [00166]  «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.».
000-00-00 Serial Number=0958806098
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01520]  Οἱ δὲ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες σῶμα μόνον ἀνειληφέναι τὸν Θεὸν Λόγον φασίν, αὐτὸν δὲ τῆς ψυχῆς ἐν τῷ σώματι πληρῶσαι τὴν χρείαν.
 [02384]  Ἐπειδὴ δὲ ἀθάνατον ἔχει φύ σιν, ἔλαβε τὸ παθεῖν δυνάμενον σῶμα, καὶ σὺν τῷ σώματι τὴν ἀνθρωπείαν ψυχήν.
 [02395]  Καίτοι τὸ σῶμα μόνον ἠξιώθη ταφῆς, ἡ δὲ ψυχὴ οὐ συνετάφη τῷ σώματι, ἀλλ' ὅμως τοῦ κοινοῦ ὀνόματος καὶ μόνον τὸ σῶμα μετέλαχεν.
 [02412]  καὶ ταῦτα εἰδότες ὡς ἀθάνατος ἡ ψυχή, καὶ ὡς οὐ κοινωνεῖ τοῦ τάφου τῷ σώματι.
 [02571]  Ἡμῶν γάρ, φησί, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ .
 [02585]  Καὶ τἄλλα σώματα μώμου παντὸς ἐγείρων ἐλεύθερα, τῷ οἰκείῳ σώματι τὰ τῶν παθημάτων σημεῖα κατέλιπεν, ἵνα καὶ τοὺς ἀρνουμένους τοῦ σώματος τὴν ἀνάληψιν διὰ τῶν παθημάτων πλανωμένους ἐλέγξῃ, καὶ τοὺς εἰς ἑτέραν φύσιν μεταβεβλῆσθαι τὸ σῶμα νομίζοντας διδάξῃ διὰ τοῦ τύπου τῶν ἥλων, ὡς ἐπὶ τῶν οἰκείων χαρακτήρων μεμένηκεν.
 [02905]  ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ .
000-00-00 Serial Number=0835049629
Eranistes Ante [Go Back]  
 [00017]  Τὰ δέ γε τῶν ἐρωτώντων καὶ ἀποκρινο μένων ὀνόματα οὐ τῷ σώματι τοῦ λόγου συντάξω, καθάπερ οἱ πάλαι τῶν Ἑλλήνων σοφοί, ἀλλ' ἔξωθεν παραγράψω ταῖς τῶν στίχων ἀρχαῖς.
 [00377]  {ΟΡΘ.} Ὁ δέ γε σωτὴρ ὁ ἡμέτερος ἐνήλλαξε τὰ ὀνόματα, καὶ τῷ μὲν σώματι τὸ τοῦ συμβόλου τέθεικεν ὄνομα, τῷ δὲ συμβόλῳ τὸ τοῦ σώματος·
 [00838]  Ὁπηνίκα οὖν τὸν ἄνθρωπον ναουργήσας ἐφόρεσεν ὁ λόγος, σώματι μὲν τοῖς ἀνθρώποις ἐπιφοιτῶν, παντοδαπὰς ἀοράτως θαυματουργίας ἐπεδείκνυτο, τοὺς δὲ ἀποστόλους κήρυκας τῆς ἀϊδίου βασιλείας ἐξέπεμπε.
 [00850]  Καὶ ὥσπερ εἰσὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου, καὶ ἐξ αὐτῆς, οὕτω καὶ ἡμεῖς, ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου, ἐκ τοῦ [102] πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σωτηρίαν.
 [00977]  Εἰ γὰρ αἰσχρὸν ἐν ἀνθρωπίνῳ σώματι θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, ὅσῳ ὁ λίθος καὶ τὸ ξύλον ἀτιμότερον ἀνθρώπου·
 [01207]  {ΟΡΘ.} Πῶς οὖν οὐ σχέτλιον, σώματι μὲν καὶ τοῖς ἀψύχοις καταλλή λους θεραπείας προσφέρειν, ἐπὶ δὲ τῶν ψυχῶν τὸν θεραπευτικὸν τοῦ τον μὴ φυλάττειν κανόνα;
 [01727]  Ἢ οὐδὲ ψυχῇ καὶ σώματι παρισοῖς τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα;
 [01728]  ἀλλὰ ψυχῇ μὲν καὶ σώματι δίδως ἀσύγχυτον ἕνωσιν·
 [01733]  {ΟΡΘ.} Καὶ πῶς οὐ δυσσεβές τε καὶ σχέτλιον, τὸ λέγειν ψυχὴν μὲν σώματι συναφθεῖσαν ἥκιστα παθεῖν τὸ τῆς συγχύσεως πάθος, τὴν δὲ [140] θεότητα τοῦ τῶν ὅλων δεσπότου μὴ δυνηθήναι μήτε τὴν οἰκείαν φύσιν ἀκήρατον διασῶσαι, μήτε τὴν ἀνθρωπείαν ἣν ἔλαβεν ἐπὶ τῶν ὅρων τῶν οἰκείων διατηρῆσαι, ἀλλὰ κερᾶσαι τὰ ἄκρατα, καὶ μῖξαι τὰ ἄμικτα;
 [01765]  Καὶ μὴν ψυχὴν οὐκ ἀνέλαβεν, ἀλλὰ σῶμα μόνον, ἡ δὲ θεότης ἀντὶ τῆς ψυχῆς ἑνωθεῖσα τῷ σώματι πάντα τὰ τῆς ψυχῆς ἀνεδέξατο, ποίοις ἂν λόγοις τὴν ἀντίθεσιν δια λύσαις;
 [01946]  τῷ δέ γε οἰκείῳ σώματι τὰς ἐκ τῶν ἥλων γεγενημένας διατρήσεις κατέλιπε καὶ τὴν τῆς πλευρᾶς ὠτειλήν, καὶ τούτου μάρ τυρες αὐτός τε ὁ κύριος καὶ τοῦ Θωμᾶ αἱ χεῖρες.
 [01970]  συμβαίνει γὰρ τῷ σώματι ταῦτά γε, καὶ ἀποσυμ βαίνει.
 [02008]  Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετα σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
 [02014]  {ΕΡΑΝ.} Ἴσα τοίνυν ἔσται τῷ δεσποτικῷ σώματι τὰ τῶν ἁγίων σώματα;
 [02023]  Κατὰ τὸ ποιὸν τοίνυν, οὐ κατὰ τὸ ποσόν, σύμ μορφα ἔσται τῷ δεσποτικῷ σώματι τῶν ἁγίων τὰ σώματα.
 [02132]  Οἱ γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἔνσαρκον νῦν μὴ ἐπιγινώσκοντες, ἐπιγνώ σονται αὐτὸν κριτὴν ἐν δόξῃ παραγινόμενον, τὸν νῦν ἐν ἀδόξῳ σώματι ὑβριζόμενον.
 [02151]  Μετὰ δὲ τὸ πάθος τριταῖος ἐκ τῶν νεκρῶν ἀναστάς, ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι, σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰς τετρωμένας ὑποβάλλων πλευράς, καὶ τοὺς τύπους αὐτοῖς ὑποδεικνύει τῶν ἥλων.
 [02161]  Ἡμῶν τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
 [02162]  Εἰ δὲ τὸ ταπεινὸν μετασχηματίζων τῶν ἀνθρώπων σῶμα σύμμορφον τῷ ἰδίῳ σώματι κατασκευάζει, ἕωλος πανταχόθεν ἀποδέδεικται ἡ τῶν ἐναντίων συκοφαντία.
 [02283]  Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης τῆς ἐν τῷ σώματι·
 [02344]  Εἰ δὲ ἀνθρώπου ψυχὴ κατὰ τὴν τῆς φύσεως ἀνάγκην συγκεκραμένη τῷ σώματι πανταχοῦ κατ' ἐξουσίαν γίνεται, τίς ἀνάγκη τῇ φύσει τῆς σαρκὸς τὴν θεότητα λέγειν ἐμπεριείργεσθαι;
 [02641]  μένει δὲ καὶ ἀσύνθετον, καθὸ οὐ συμπεριορίζεται τῷ σώματι.
 [02645]  α τοῦ σώματος [186] ἰδιώματα μεταβάλλει, ὥστε καὶ τέμνεσθαι καὶ ἐλαττοῦσθαι, πόσῳ μᾶλλον ὁ μὴ φύσει σώματι συμφυὴς θεὸς ἀμεταβλήτως ἑνοῦται πρὸς σῶμα;
 [02668]  Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ·
 [02734]  ἐκείνη δὲ ταῖς συμφυέσι, κἀκεῖναι διὰ τῶν ἄλλων τῷ σώματι·
 [02757]  {ΟΡΘ.} Εἰ τοίνυν συναμαρτάνει τῷ σώματι, μᾶλλον δὲ ἄρχει τῆς ἁμαρτίας (ἡνιοχεῖν γὰρ τὸ ζῷον καὶ κυβερνᾶν ἐπιστεύθη), τί δήποτε κοινωνοῦσα τῆς ἁμαρτίας οὐ κοινωνεῖ τῆς τιμωρίας;
 [02776]  Οὐδὲ γὰρ ἡ ψυχὴ συνδημιουργηθεῖσα καὶ συναφθεῖσα τῷ σώματι καὶ συμμετασχοῦσά γε τῆς ἁμαρτίας, ἐκείνῳ ἐκοινώνησε τοῦ θανάτου διὰ μόνην τὴν ἀθανασίαν τῆς φύσεως.
 [02909]  τῇ ψυχῇ τοῦ Ἰσαὰκ ἢ τῷ σώματι;
 [02910]  {ΕΡΑΝ.} ∆ηλονότι τῷ σώματι.
 [03007]  {ΟΡΘ.} Οὐδὲ ἡμεῖς τοῦτο δρῶμεν, ὦ φίλος, ἀλλ' εἰς τὸ διάφορον ἀφορῶντες τῶν φύσεων, σκοποῦμεν τί μὲν πρέπον θεότητι, τί δὲ ἁρμόδιον σώματι.
 [03029]  {ΟΡΘ.} Οὔ σοι δοκεῖ δυσσεβὲς εἶναι καὶ σχέτλιον, τῶν μὲν ἀνθρω πίνων ὀνομάτων ἀκούοντας μὴ ἀεὶ ψυχὴν ὁμοῦ καὶ σῶμα νοεῖν, μηδὲ θανάτου πέρι καὶ τάφου τῆς γραφῆς διηγουμένης, συμπεριλαμβάνειν τῇ διανοίᾳ τῷ σώματι τὴν ψυχήν, ἀλλὰ τῷ σώματι μόνῳ ταῦτα προσήκειν νομίζειν, τὴν δὲ τῆς ψυχῆς ἀθανασίαν εἰδέναι, τῇ τοῦ κυρίου διδασκαλίᾳ πιστεύοντας·
 [03113]  {ΟΡΘ.} Οὐκοῦν περὶ τῶν τῷ σώματι συμβεβηκότων ὁ ἀπόστολος εἴρηκεν.
 [03372]  τὴν δέ γε θείαν συμπεπονθέναι τῷ σώματι.
 [03374]  ὡς τῶν ἥλων ἐμπηγνυμένων τῷ σώματι τὴν θείαν φύσιν τῆς ἀλγηδόνος τὴν αἴσθησιν δέξασθαι;
 [03378]  Εἰ δὲ καὶ συγχωρήσαιμεν τὴν ψυχὴν τῷ σώματι συναλγεῖν, οὐδὲν ἧττον ἀπαθῆ τὴν θείαν φύσιν εὑρήσομεν.
 [03379]  Οὐ γὰρ ἀντὶ ψυχῆς συνήφθη τῷ σώματι.
 [03384]  {ΟΡΘ.} Εἰ τοίνυν μετὰ τοῦ σώματος ἀνείληφε τὴν ψυχήν, συνεχωρή σαμεν δὲ συμπάσχειν τῷ σώματι τὴν ψυχήν, ἡ ψυχὴ ἄρα συνέπαθεν, οὐχ ἡ θεότης τῷ σώματι·
 [03386]  Ἀλλὰ συμπάσχειν μὲν ἴσως τῷ σώματι φαίη τις ἂν τὴν ψυχήν, συναποθνῄσκειν δὲ οὐδαμῶς·
 [03390]  Εἰ τοίνυν οὐδὲ τὴν ψυχὴν τοῦ σωτῆρός φαμεν τῷ σώματι κοινωνῆσαι θανάτου, πῶς ἄν τις τὴν παρ' ὑμῶν τολμωμένην δέξαιτο βλασφημίαν, ἣ τὴν θείαν φύσιν μεταλαχεῖν θανάτου λέγειν τολμᾷ;
 [03637]  Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.
 [03710]  Καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον, ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος.
 [03714]  ∆ιὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος ὁρῶν τὸν δημιουργὸν αὑτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε, καὶ ἐσκότασε τὴν γῆν·
 [03766]  Οὐ γὰρ ἀποθνῄσκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ' ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ μᾶλλον τῷ σώματι, διεκώλυεν ἀπ' αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ᾗ φησι καὶ τὸ πνεῦμα πρὸς αὐτόν·
 [03789]  ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ θεόν, τὸν κριτὴν τῶν ὄντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι τὸ πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτως παρὰ τοῦ πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι.
 [04181]  Εἰ δὲ σαρκὶ κεκαλυμμένος τῆς πατρῴας εὐγενείας τὰς ἀκτῖνας ἠφίει, ἄτρεπτον μὲν δήπουθεν ἔχει τὴν φύσιν, λάμπει δὲ καὶ ἐν σώματι, καὶ τὰς τῆς ἀοράτου φύσεως ἐκπέμπει μαρμαρυγάς.
 [04285]  Ὁ δὲ τούτου τὸ δέος ἐξελάσας οὕτως ἔδεισε τὸ πάθος, ὡς ὁ μακάριος ἔφη Λουκᾶς, ὡς καὶ ἱδρῶτος αἱματώδεις θρόμβους ἐκ παντὸς ἐκκρῖναι τοῦ σώματος, καὶ τοῦτοις περιρρᾶναι τὴν γῆν τὴν ὑποκειμένην τῷ σώματι, καὶ ὑπ' ἀγγελικῆς ἐπικουρίας ἀναρρωσθῆναι.
 [04384]  Ἀπαθὴς ἄρα ἡ θεία φύσις διέμεινε καὶ συνημμένη τῷ σώματι.
 [04429]  Εἰ τοίνυν καὶ οἱ τῆς ψυχῆς ἀρνούμενοι τὴν ἀνάληψιν καὶ κτίσμα τὸν θεὸν λόγον εἶναι λέγοντες καὶ ἀντὶ ψυχῆς αὐτὸν ἐν τῷ σώματι γεγενῆσθαι δογματίζοντες, οὐ θανάτῳ αὐτὸν παραδοθῆναι, ἀλλὰ τῷ πατρὶ παρατεθῆναί φασι, ποίας τύχοιεν συγγνώμης οἱ μίαν μὲν τῆς τριάδος οὐσίαν ὁμολογοῦντες, καὶ τὴν μὲν ψυχὴν ἐπὶ τῆς οἰκείας ἀθανασίας ἐῶντες, τὸν δέ γε τῷ πατρὶ ὁμοούσιον θεὸν λόγον γεύσασθαι θανάτου λέγειν ἀνέδην τολμῶντες;
 [04439]  Ἐν γὰρ τῷ σώματι πᾶς ἄνθρωπος, οἷόν τινα γράμματα, πήγνυσι τὰς τῶν ἁμαρτημάτων κηλῖδας.
000-00-00 Serial Number=0365437686
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00708]  Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
 [01134]  Παραχωρεῖ γὰρ ἡ σκιὰ τῷ σώματι, ὁ παιδ αγωγὸς τῷ σοφῷ διδασκάλῳ.
 [01184]  μελέτησον ἀσαρκίαν ἐν σώματι·
 [01216]  Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυ ρίῳ, καὶ ὁ Κύριος τῷ σώματι.
 [01375]  Ἐν σώματι ὢν λάμπει.
 [01962]  καὶ θαυμάζουσιν αὐτοῦ καὶ τὸ ἐν σώματι κάλλος, στολὴν αὐτοῦ τοῦτο προσ αγορεύσαντες.
 [02263]  Ἐκ μέρους γὰρ αὐτῆς τέως ὡρᾶτο τὸ φῶς, τῷ φθαρτῷ τούτῳ συγκαλυπτόμενον σώματι·
000-00-00 Serial Number=0234417558
Graecarum affectionum curatio Ante [Go Back]  
 [00240]  Ὅπερ γὰρ δή ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἄρα πίστις ἐν διανοίᾳ·
 [01428]  Μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντεις, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι ξυνέζευκται καὶ καθάπερ ἐν σάματι τούτῳ τέθαπται.
 [01434]  Εἰ δὲ ἦν μὲν πάλαι, οὐκ ὀρθῶς δὲ ἐβίου κεχωρισμένη τοῦ σώματος, ἐν τῷ σώματι δὲ γενομένη καὶ τοῦτο ἄριστα παιδοτριβήσασα, τὸν ὀρθὸν κατώρθωσε βίον, διὰ τοῦ σώματος ἄρα τετύχηκε τῶν ἀγαθῶν, ὧν πρὸ τοῦ σώματος οὐ μετέλαχεν.
 [01435]  Ἀνθ' ὅτου δὴ οὖν τεθάφθαι αὐτὴν ἐν τῷ σώματι καθάπερ ἐν σήματι ἔφη;
 [01596]  Τούτων οὕτως ἐχόντων, ἆρα οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δ' αὖ τὸ παράπαν ἢ ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι [5.43] τούτων;
 [01636]  ς καὶ τὸν σμικρὸν ἐκεῖνον θορὸν εἰς μυρίας ἰδέας μεταμορφούμενον καὶ τηνικαῦτα τὴν ψυχὴν δημιουργουμένην τε καὶ ξυναπτομένην τῷ σώματι, καὶ μέντοι καὶ μετὰ τὰς ὠδῖνας τὴν θείαν ἐπικουρίαν [5.55] φρουροῦσαν καὶ κυβερνῶσαν.
 [01737]  Τίς γὰρ ἱκανὸς ἐξικέσθαι λόγος ἢ τῆς ἐν τῷ σώματι φαινομένης ἁρμονίας ἢ τῆς ἐν τῇ ψυχῇ θεωρουμένης σοφίας;
 [01880]  Ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον εἴς τε τὰς ἄλλας πάσας κι νήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος, οὐ τυφλός, ἀλλ' ὀξὺ βλέπων, ἄν περ ἕπηται φρονήσει·
 [03544]  ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
 [03660]  Ὅπερ γάρ ἐστι δένδρῳ ῥίζα καὶ ὀφθαλμὸς σώματι καὶ οἱ στήμονες τοῖς ὑφάσμασι, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις καὶ ἡ βεβαία γίνεται πίστις.
 [03823]  ἀνθ' ὅτου δὲ μὴ θαυμάζετε τοὺς τὸν ὑπερφυᾶ βίον ἠγαπηκότας καὶ ἐν σώματι μὲν ἀγωνι ζομένους, τὴν ἀσώματον δὲ πολιτείαν ἐζηλωκότας;
000-00-00 Serial Number=0434545815
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00908]  ∆ιά τοι τοῦτο καὶ τοὺς ἐκ τῆσ δε τῆς αἱρέσεως τῷ σώματι τῆς Ἐκκλησίας συναπτο μένους χρίειν οἱ πανεύφημοι Πατέρες προσέταξαν.
 [01166]  Καὶ ἀλογίαν νοσῶν, τὸ μὲν τῆς ψυχῆς ἀόρατον καὶ ἀθάνατον οὐ συνεῖδε, τῷ δὲ σώματι μόνῳ τὸν λογι σμὸν προσαπήρεισε.
 [01985]  Οἱ δὲ σοφώτατοι τῶν ἰατρῶν, τὴν τοῦ σώματος εὐκρασίαν ψυχὴν προσηγόρευσαν, ἐκ τῶν συμβαινόντων τῷ σώματι παθημάτων, ἐπιλη ψίας, φημὶ, καὶ ἀποπληξίας, καὶ φρενίτιδος, ταύτην εἰληφότες τὴν δόξαν.
 [02002]  τῇ δὲ θείᾳ πειθομένη Γραφῇ λέγει, τὴν ψυχὴν συνδη μιουργεῖσθαι τῷ σώματι, οὐκ ἐκ τῆς ὕλης τοῦ σπέρ ματος ἔχουσαν τῆς δημιουργίας τὰς ἀφορμὰς, ἀλλὰ τῇ βουλήσει τοῦ ποιητοῦ μετὰ τὴν τοῦ σώματος συνισταμένην διάπλασιν.
 [02023]  Ἐπειδὴ γὰρ ἀθάνατον ἐποίησε τὴν ψυχὴν, τὸ δὲ σῶμα θνητὸν, ἀπένειμε τῷ σώματι τὰ τοῦ χρόνου προνόμια, ἵνα ἡ ψυχὴ μὴ μεγαλαυχῇ κατὰ τούτου, καὶ κατὰ τὴν φύσιν, καὶ κατὰ τὸν χρόνον πλεονεκτοῦσα.
 [02318]  Ὧν δὲ ἡ ἀνάστασις, τούτων ἄρα καὶ τὸ πάθος ἦν, οὐ τῆς ψυχῆς συναναιρεθείσης τῷ σώματι (ἀθάνατοι γὰρ καὶ αἱ τῶν ἀνθρώπων ψυχαὶ), ἀλλ' ὡς τῷ χωρι σμῷ τῆς ψυχῆς τοῦ σώματος δεξαμένου τὴν τελευτήν.
 [02476]  ποίῳ δὲ σώματι ἔρχονται;
 [02488]  Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματί σει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
 [02748]  Ἡ ἄγαμος με ριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι.
 [02974]  Ἀλλ' ὅμως καὶ διδάσκαλον ὄντα, καὶ μεγίστην παρανομίαν τετολμηκότα παραδοὺς τῷ Σατανᾷ, πάλιν αὐτὸν ἐξήρπασε τῶν ἐκείνου χειρῶν, καὶ τῷ τῆς Ἐκκλησίας ἀποδέδωκε σώματι.
000-00-00 Serial Number=0850457430
Historia ecclesiastica Ante [Go Back]  
 [00355]  Ἦσαν δὲ κατ' ἐκεῖνον τὸν χρόνον πολλοὶ μὲν ἀποστολικοῖς χαρί [31] σμασι διαπρέποντες, πολλοὶ δὲ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ , κατὰ τὸν θεῖον ἀπόστολον, ἐν τῷ σώματι φέροντες.
 [00560]  οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη, παρ' αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συνα πτομένων ὥσπερ ὑφ' ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.
 [00644]  ἠγνόουν δὲ ὅμως τὸν τῷ δεσποτικῷ πελάσαντα σώματι καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον.
 [01885]  ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐγχειρισθεὶς τὰ πηδάλια, πάντα πόρον κινήσας καὶ πᾶσαν ὑπὲρ τῆς ὁμονοίας εἰσενεγκὼν σπουδήν τε καὶ προθυμίαν, τὸ κεχωρισμένον μέλος τῷ λοιπῷ τῆς ἐκκλησίας συνήρμοσε σώματι.
 [02163]  Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, Ἰου [3] λιανὸν λέγω τὸν Σάβαν ἐπίκλην τῇ Σύρων φωνῇ προσαγορευόμενον, οὗ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ, σπουδαιο τέραν τῷ θεῷ τῶν ὅλων ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς.
 [03162]  ἄλλοι διαφόροις κατα ξανθέντες αἰκίαις ἔτι τὰ στίγματα τοῦ Χριστοῦ καὶ τοὺς μώλω [290] πας ἐν τῷ σώματι περιφέρουσι.
 [03217]  αὐτὸς γὰρ ὁ υἱὸς ὁ τοῦ θεοῦ λόγος οὐχὶ ἀντὶ τῆς λογικῆς καὶ νοερᾶς ψυχῆς ἐν τῷ ἑαυτοῦ σώματι γέγονεν, ἀλλὰ τὴν ἡμετέραν, τουτέστι λογικὴν καὶ νοεράν, ἄνευ τῆς ἁμαρτίας ψυχὴν ἀνέλαβέ τε καὶ ἔσωσεν.
 [03645]  Οὗτος καὶ τὴν Εὐσταθίου τοῦ μεγάλου συμμορίαν, ἣν πάλαι συναφθῆναι Παυλῖνος οὐκ εἴασε καὶ μετ' ἐκεῖνον Εὐάγριος, πειθοῖ καὶ παρακλήσει χρώμενος τῷ λοιπῷ συνήρμοσε σώματι, καὶ ἐσχεδίασεν ἑορτὴν ἧς παραπλησίαν οὐδεὶς ἐθεάσατο πώποτε.
 [03710]  ἐνίους δὲ καλάμοις ἡμιτόμοις καλύψαντες καὶ τὰς τομὰς τῷ [344] σώματι προσαρμόσαντες, εἶτα δεσμὰ στεγανὰ ἀπὸ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν περιθέντες, βίᾳ ἕκαστον τῶν καλάμων ἐξεῖλκον, ἵνα τὸ πελάζον τοῦ δέρματος παρασύροντες πικρὰς τὰς ὀδύνας ἐργάσωνται.
000-00-00 Serial Number=0241333425
Historia religiosa Ante [Go Back]  
 [00012]  Πῶς γὰρ οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ἐν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι καὶ τούτων ἀνάγραπτον τὴν μνήμην καταλιπεῖν, ἄλλους δέ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιϊδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας;
 [00089]  τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος χρείαν.
 [00132]  Ἐχορηγεῖτο δὲ τῷ σώματι τὰ καλύμματα·
 [00411]  καὶ πᾶσιν ἐρρῶσθαι φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν καὶ, σμικρὸν οἰκίσκον δειμάμενος οὐδὲ τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ σμικρῷ τινὶ θριγκίῳ περιβαλὼν καθεῖρκτο διηνεκῶς, πάσης μὲν ἀνθρωπίνης συνουσίας κεχωρισμένος, τῷ δὲ τῶν ὅλων δεσπότῃ διαλεγόμενος καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς.
 [00420]  Ἐκεκρίκει γὰρ ἑσπέρας καθ' ἑκάστην ἐσθίειν ἡμέραν, κόρον δὲ μὴ λαβεῖν μηδέποτε, ἀλλ' ἀεὶ μὲν πεινῆν, ἀεὶ δὲ διψῆν, προσφέρειν δὲ τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα.
 [00438]  Οὔτε γὰρ ἑστὼς ἀνορθοῦσθαι οἷός τε ἦν, τῆς ὀροφῆς καὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα καμπτούσης, οὔτε κατακλινόμενος ἐκτείνειν τοὺς πόδας ἠδύνατο, ἰσόμετρον τῷ σώματι τοῦ οἴκου τὸ μῆκος οὐκ ἔχοντος.
 [00718]  Ἐκέλευε γὰρ μήτε ἐσθίοντας μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν.
 [00721]  εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν προσφέροντα.
 [00750]  [5.9] Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου καὶ τοῦ μετ' ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ἐν νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος καὶ μετὰ τῆς προγονικῆς εὐκλείας ἀποδεδημη κότος, τοῦ δὲ ἔτι καὶ τήμερον ἐν γήρᾳ βαθεῖ ὡς ἐν ἀκμάζοντι πονοῦντος τῷ σώματι.
 [00898]  Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταὐτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παρ' ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν καὶ ὅτι τοσαύτης ἦν σοφίας ἀνάπλεως ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι.
 [01055]  Τοσοῦτον τῆς τοῦ μεγάλου Πέτρου διδασκαλίας ἀπώνατο καὶ διπλῆν ἐδέξατο θεραπείαν καὶ τῷ σώματι τὴν ἰατρείαν μαστεύουσα καὶ τὴν τῆς ψυχῆς προσεκτήσατο εὐεξίαν.
 [01192]  Ἐντεῦθεν δὲ ἐκδημήσας καὶ εἰς τὴν ἀγγελι κὴν χορείαν μετατεθεὶς κατέλιπε μνήμην οὐ συνταφεῖσαν τῷ σώματι ἀλλ' ἀνθοῦσαν καὶ τεθηλυῖαν καὶ ἄσβεστον εἰς ἀεὶ διαμένουσαν καὶ εἰς ὄνησιν τοῖς βουλομένοις ἀρκοῦσαν.
 [01613]  [20.2] Καὶ τὸν πρότερον δὲ βίον μετὰ τῶν τῆς ἀρετῆς διώδευσε πόνων, ὅθεν καὶ τῷ σώματι τὴν ἁγνείαν καὶ τῇ ψυχῇ διετήρησε.
 [01640]  Καὶ ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι καὶ φιλονεικῶν τῇ προθυμίᾳ νικῆσαι τὴν τοῦ σώματος φύσιν θνητὸν γὰρ τοῦτο καὶ παθητὸν περικείμενος ὡς ἐν ἀπαθεῖ πολιτεύεται καὶ τὴν ἀσώματον ζωὴν ἐν σώματι μελετῶν μετὰ τοῦ θεσπεσίου Παύλου βοᾷ·
 [01678]  Τὸ πολυτάλαντον οὖν τοῦτο θεασάμενος φορτίον ἱκέτευον ἐπικουρῆσαι τῷ σώματι κάμνοντι καὶ φέρειν οὐ δυναμένῳ κατὰ ταὐτὸν καὶ τὰ ἐθελούσια φορτία καὶ τὴν ἀκούσιον ἀρρωστίαν.
 [01680]  Ὅταν δὲ οὗτος λωφήσῃ, τηνικαῦτα τῷ σώματι τὸν ἐκ σιδήρου πάλιν ἐπιθήσομεν πόνον.
 [01930]  [22.4] Οὐ μόνον δὲ τοῖς ὡς αὐτὸν ἀφικνουμένοις ἀναβλύζει τὴν ἴασιν, ἀλλὰ καὶ τῷ οἰκείῳ ταύτην πολλάκις προσενήνοχε σώματι.
 [01962]  [23.2] Τοῦτον ἠσπάσατο τὸν βίον καὶ Μωϋσῆς, ἐν ὑψηλῇ τινι κορυφῇ Ῥαμᾶς ὑπερκειμένῃ τῆς κώμης ἀγωνιζόμενος, καὶ Ἀντίοχος, ἀνὴρ πρεσβύτης ἐν ἐρημοτάτῳ ὄρει τὸ θριγκίον δειμάμενος, καὶ Ἀντωνῖνος ἐν γεγηρακότι σώματι τοῖς νέοις παραπλησίως ἀγωνιζόμενος.
 [01989]  Καὶ τῷ σώματι προσδε δεμένος ὑπόπτερον ἔχει ψυχὴν καὶ διαπερᾷ καὶ τὸν ἀέρα καὶ τὸν αἰθέρα, καὶ τῶν οὐρανῶν ὑψηλότερος γίνεται καὶ τὴν θείαν διηνεκῶς θεωρίαν φαντάζεται.
 [02002]  Ὁ δὲ ∆αμιανός τοῦτο γὰρ ὄνομα τῷ ἑτέρῳ κώμην τινὰ καταλαβὼν οὐ πόρρω διακειμένην Νιαρὰ δὲ ὄνομα ταύτῃ καὶ παρὰ τὰς ἅλως μικρόν τινα οἰκίσκον εὑρὼν ἐν ἐκείνῳ διάγει, τὴν αὐτὴν μετιὼν πολιτείαν, ὡς τοὺς ἀκριβῶς τοῦτον κἀκεῖνον ἐπισταμένους, θεωμένους αὐτόν, τὴν τοῦ μεγάλου Πολυχρονίου ψυχὴν ὑπολαμβάνειν ἐν ἑτέρῳ σώματι θεωρεῖν.
 [02034]  Πολλοῖς δὲ πολλάκις χρησάμενοι λόγοις, μόγις τουτονὶ τὸν οἰκίσκον ᾠκοδομησάμεθα, θάλπος ὀλίγον τῷ σώματι πάμπαν κατεψυγμένῳ μηχανησάμενοι.
 [02131]  Ἐπειδὴ δὲ Μελέτιος ὁ θαυμάσιος ἐπισκοπεῖν τηνικαῦτα τῆς Ἀντιόχου πόλεως τεταγμένος τὴν χώραν, ἀνὴρ φρενήρης καὶ συνέσει λάμπων καὶ ἀγχινοίᾳ κεκοσμη μένος, περιττὸν ἔφη τὸν σίδηρον, ἀρκούσης τῆς γνώμης λογικὰ τῷ σώματι περιθεῖναι δεσμά, εἶξε μὲν καὶ τὴν παραίνεσιν εὐπειθῶς εἰσεδέξατο, χαλκέα δὲ κληθῆναι κελεύ σας λῦσαι προσέταξε τὸν δεσμόν.
 [02280]  Ἐκεῖθεν τὴν ὑπερκειμένην καταλαβὼν ῥαχίαν καὶ κιβωτόν τινα βραχεῖαν οὐδὲ τῷ σώματι σύμμετρον ἐκ ξύλων κατα σκευάσας ἐν αὐτῇ διῆγε, κατακύπτειν διηνεκῶς ἠναγκασμένος·
 [02319]  Ἐγώ, ἔφη, πολλαῖς ὑποκείμενος ἁμαρτίαις καὶ ταῖς ἠπειλημέναις τιμωρίαις πιστεύων τόδε τοῦ βίου τὸ εἶδος ἐπινενόηκα, κολάσεις μετρίας τῷ σώματι μηχανώμενος, ἵν' ἐκείνων τῶν προσδοκωμένων ὑποσυλήσω τὸν ὄγκον·
 [02358]  Τρὶς δὲ καὶ τοῦ θείου ∆ανιὴλ τὴν ἀπαστίαν ἐζήλωσαν, τρεῖς ἑβδομάδας ἡμερῶν ἐξανύουσαι καὶ τότε τροφὴν χορηγοῦσαι τῷ σώματι.
 [02373]  Καὶ τοῦτον ἅπαντα ὑπομένει τὸν πόνον σώματι κατε σκελετευμένῳ καὶ ἡμιθνῆτι χρωμένη.
 [02423]  Οὐ γάρ, ὥς τινες ὑπολαμβάνουσι, χιτῶνες καὶ ἀμπεχόναι καὶ ἐφεστρίδες τῷ σώματι τὸ θάλπος παρέχουσιν·
 [02426]  Οὐκοῦν οὐδὲ τῷ σώματι ταῦτα παρέχει τὴν θέρμην·
 [02429]  ὑποδε χόμενα δὲ τοὺς ἐκ τοῦ σώματος ἐξιόντας ἀτμούς, καὶ θερμαίνεται τούτοις, καὶ θερμότερα προσβάλλει τῷ σώματι.
 [02449]  ὁ δὲ ναύτης δέχεται μὲν τὴν ἀκτῖνα κατὰ τοῦ σώματος, ἀλλὰ τὴν ἀπὸ τῶν ὑδάτων θεραπείαν προσφέρει τῷ σώματι·
000-00-00 Serial Number=0090372920
Interpretatio in Danielem Ante [Go Back]  
 [01399]  Ὑπαίθριος γὰρ ταλαιπωρῶν, καὶ γυμνῷ τῷ σώματι κρυμῷ τε προσπαλαίων καὶ φλογμῷ, ἀναγκαίως ἑτέραν ἐδέξατο χρόαν.
 [02923]  Οὐδεμίαν γὰρ, φησὶν, ἐπιμέλειαν ἐν πάσαις ταύταις ταῖς ἡμέραις τῷ σώματι προσενή νοχα, οὐκ ἀλοιφὴν ἔξωθεν, οὐ τροφὴν ἔνδοθεν.
000-00-00 Serial Number=0665751994
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01393]  Ὅτε τοίνυν ταῖς πράξεσιν αὐταῖς καὶ τῷ λοιπῷ βίῳ πᾶσαν αὐτῶν τὴν ψυχὴν διέφθειραν αὐτῷ σώματι, εἰς πᾶσαν ἐκδεδομένοι φθορὰν, ὡς καὶ ἄῤῥενας ἄῤῥεσιν ἐπιμαίνεσθαι, καὶ πάσαις ἀθεμιτουργίαις καὶ ἀῤῥητοποιΐαις καταφθείρειν ἑαυτούς·
 [02421]  Τὸ δὲ πάντων παραδοξότατόν φησιν, ὅτι σοῦ ἐν τῷ ἁγίῳ τούτῳ σώματι κατοικοῦντος, ἐνεργεῖται τὸ πάθος.
000-00-00 Serial Number=0009622097
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02837]  ∆οξάσατε γὰρ, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν αὐτοῦ.
000-00-00 Serial Number=0455489814
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03129]  Τὸ γὰρ ἔλαιον ἐπὶ πλεῖστον ἐπιμένει τῷ σώματι.
 [07317]  ἀλλὰ καὶ δι' ἐκείνου καὶ διὰ τούτου, καὶ σώματι καὶ ψυχῇ ὑμνεῖν παρακελεύεται τὸν τῶν ὅλων Θεόν.
000-00-00 Serial Number=0622952580
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01342]  παράσχοι δὲ ὁ τῶν ἁπάντων Θεὸς, πάντας ἀνθρώπους ἐθέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, μὴ ταύτης ἡμᾶς, ἀλλ' ἐκείνης γενέσθαι τῆς μοίρας, ἵνα κατὰ τοὺς θείους αὐτοῦ πολιτευόμενοι νόμους, δο ξάζωμεν αὐτὸν, κατὰ τὸν ἱερὸν Ἀπόστολον, κἀν τῷ σώματι, κἀν τῷ πνεύματι·
 [06407]  Ὁ δὲ τῶν ἀγαθῶν δοτὴρ, ἡ τῆς σοφίας πηγὴ, δοίη καὶ τῷ συγγεγραφότι, καὶ τοῖς ἐντευξομένοις, σύνεσιν ἐν πᾶσιν, ἵνα ἀπερισπάστως αὐτῷ δουλεύοντες, δοξάσωμεν αὐτὸν ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0792866528
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00285]  Εἰ περιττὸν καὶ λεῖπον ἐν τῷ σώματι ἡμῶν ὁ δημι ουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέ ρος τῶν Ἰουδαίων περιετέμνετο;
 [00694]  ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφιστάμενον πάντων τῶν ζῴων.
 [00834]  ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι, ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς, ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτήσεως·
 [00974]  Οὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύ ναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαρρήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, ἀλλ' αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέρρησσε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τὰ τοῦ δαίμονος ἔργα.
 [01148]  ὁ γὰρ ἀπὸ φιλοσόφων ὅσιος ἀνὴρ εἶπεν ὅτι, ὥσπερ σικύα σώματι, οὕτως ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ, καὶ ὃ μὲν διὰ τὸ κοῦφον ἀνωφερής, ἣ δὲ διὰ τὸ βαρύ ἐστι κα τωφερής·
 [01253]  Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυθέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται, καὶ διὰ ποίων ὑπο δειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἢ ἕτερόν τι ἐν τῇ κτίσει ἀόρατον;
 [01442]  κἂν οὖν εἴπῃ ἡ θεία γραφή, ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν, ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι' ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστα σιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην.
 [01805]  Ὥσπερ οὐ κατὰ τὴν ἐκ τοῦ σώματος εἰς τὸ πνεῦμα τροπὴν περιεπάτησεν ὁ κύριος ἐπὶ τὴν θάλασσαν, ἀλλὰ τῇ θείᾳ αὑτοῦ δυνάμει βατὴν ἐποίησεν εἰς περίπατον τὴν ἄβα τον θάλασσαν, οὐ μόνον τῷ ἑαυτοῦ σώματι ἀλλὰ καὶ τῷ τοῦ Πέ τρου, οὕτω τῇ ἑαυτοῦ θείᾳ δυνάμει καὶ τοῦ μνήματος ἐξῆλθε, τοῦ λίθου ἐπικειμένου τῷ μνήματι, καὶ πρὸς τοὺς μαθητὰς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων·
 [01808]  χρὴ δὲ ἡμᾶς ἐννοῆσαι, ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχωρουμένων αὐτῶν, καὶ τὴν αὐτὴν ἔχει ἀπιστίαν ἀναιρουμένων αὐτῶν ἰσοδυναμεῖ δὲ τὸ πε ριπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς [120] τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων καὶ ὅτι τὰ ὑπὲρ φύσιν μὲν τῇ φύσει γινόμενα κατὰ τὴν θείαν δύ ναμιν, τούτων ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν.
 [01809]  διὸ πτοηθέντων τῶν μαθητῶν ἐν τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοὺς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τρόπον τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησε πρὸς αὐτοὺς τὴν εἴσοδον, ἀλλ' ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑτοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν.
000-00-00 Serial Number=0703717947
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00286]  τοὺς γὰρ θεοειδεῖς τῆς θείας εἰκόνος ἑώρων ἐν αὐτῷ χαρακτῆρας, οὕτως ἔχις τῇ τοῦ ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλοῦσα, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑροῦσα, ἀπεπήδησε παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὴν εἰσπραττομένη, ὅτι τῷ μηδα μόθεν προσήκοντι προσέβαλε σώματι.
 [00305]  οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν.
 [01192]  καὶ [74] οὐ μόνον ἤρετο ἀλλὰ καὶ τὰς χεῖρας τῷ σώματι προσενήνοχεν.
 [02701]  ἐκείνη γὰρ τὴν τροφὴν δε χομένη τῷ λοιπῷ σώματι χορηγεῖ·
 [03154]  οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώ [181] γωνος ὑμῶν καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιή σετε τῷ σώματι ὑμῶν, καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν ;
000-00-00 Serial Number=0396883905
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02517]  ∆ηλοῖ δὲ προφήτην ὄντα, καὶ οὐ ψευδο [80.712] προφήτην, τὸ καὶ τὸν Θεὸν δι' αὐτοῦ προειπεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ἐσόμενον πάθος, καὶ πρὸς τούτοις τὸ πιστεῦσαι τοῖς περὶ τοῦ Ἰωσίου προῤ ῥηθεῖσι, καὶ τοῖς υἱέσιν ἐντείλασθαι, ὥστε αὐτὸν τελευτήσαντα ἐκείνου τῷ σώματι συνθάψαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»