Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσφέρομεν [31]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσφέρομεν


000-00-00 Serial Number=0447403371
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00194]  Οὕτως ἡμεῖς τὰς δύο φύσεις ὁμολογοῦν τες τὸν ἕνα Χριστὸν προσκυνοῦμεν, καὶ μίαν αὐτῷ προσφέρομεν τὴν προσκύνησιν.
000-00-00 Serial Number=0737788081
Commentaria in Isaiam Ante [Go Back]  
 [03068]  Ἐπειδὴ οἱ διακρίνειν εἰδότες τῶν ἡμετέρων οὐκ ἀκούουσι θεσπισ μάτων, τοῖς ἄρτι τοῦ γάλακτος ἀπαλλαγεῖσι τῶν κακῶν τὰς προρρήσεις προσφέρομεν.
000-00-00 Serial Number=0926631510
De providentia orationes decem Ante [Go Back]  
 [00138]  καὶ κλίνῃ, καὶ ὕπνῳ, καὶ ἡσυχίᾳ τοῦτο καλῶς θεραπεύσαντες, αὖθις αὐτὸ νέον τοῖς ἔργοις ὑπὸ τὴν ἕω προσφέρομεν.
 [01100]  Καὶ τοὺς εὐτελεῖς ἡμῶν προσφέρομεν λόγους, οὐχ ἵνα τῇ βραχυτάτῃ σταγόνι τὴν ἄβυσσον τῆς σο φίας αὐξήσωμεν, ἀλλὰ τὴν οἰκέταις πρέπου σαν εὔνοιαν ἐπιδεῖξαι πειρώμενοι, καὶ τῶν ὁμο δούλων διελέγξαι τὸ θράσος, καὶ τὸν δεσποτικὸν αὐτοῖς ἐπιθεῖναι ζυγὸν προμηθούμενοι.
000-00-00 Serial Number=0617608547
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00178]  Ταύτην ἡμεῖς προσφέρομεν τὴν παρά κλησιν, ὑπὸ τῶν γεωργῶν πολλάκις ἐνοχληθέντες.
000-00-00 Serial Number=0459655464
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00867]  Τὸν γὰρ αὐτὸν Θεόν τε καὶ ∆εσπότην τοῖς ὕμνοις γεραίρομεν, καὶ τὰς μυστικὰς αὐτῷ θυσίας προσφέρομεν.
 [01114]  ὅτι τοῖς λαοῖς τὴν εὐαγγελικὴν διδασκαλίαν προσφέρομεν;
 [01332]  ταύτην διη νεκῶς τοῖς τροφίμοις τῆς εὐσεβείας προσφέρομεν·
 [02462]  Ἐπειδὴ δὲ ἔργον εἴχομεν τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμά των ἀγῶνας, καὶ τοῖς τοῦ Κυρίου ποιμνίοις τὴν διδασκαλικὴν προσφέρομεν πόαν, καὶ πρὸς τούτοις πέντε καὶ τριάκοντα συνεγράψαμεν βίβλους, τήν τε θείαν Γραφὴν ἑρμηνεύοντες, καὶ τὸ τῶν αἱρέσεων διελέγχοντες ψεῦδος·
000-00-00 Serial Number=0126080632
Eranistes Ante [Go Back]  
 [01715]  {ΟΡΘ.} Ἐπειδὰν δὲ περὶ τοῦ ζῴου παντὸς ἡ διάλεξις γίνηται, ἀδεῶς λοιπὸν καὶ ταῦτα κἀκεῖνα προσφέρομεν.
000-00-00 Serial Number=0736607373
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00745]  ∆ιὸ τοῖς θείοις Εὐαγγελίοις πλείονα προσφέρομεν τὴν τιμήν·
 [00897]  ἅμα γὰρ τῷ ἀκοῦσαι πάσας τῷ λόγῳ τὰς αἰσθήσεις προσφέρομεν.
000-00-00 Serial Number=0513120413
Graecarum affectionum curatio Ante [Go Back]  
 [00178]  Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματος ἤκουσα [1.54] γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν , μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν·
 [00324]  Αὐτίκα τοί νυν ἢν ἐθελήσωμεν διαγνῶναι χρυσὸν δόκιμόν τε καὶ ἄπεφθον, οὐχ ἡμεῖς τῇ βασάνῳ τοῦτον προσφέρομεν, ἀλλὰ τὸν ἐπιστάμενον τὰ τοιαῦτα δοκιμάσαι κελεύομεν·
 [00337]  ∆ιά τοι τοῦτο καὶ ἡμεῖς τοῖς προσιούσι καὶ τὰ θεῖα ποθοῦσι μαθεῖν πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς πίστεως διδα σκαλίαν προσφέρομεν, εἶτα τελουμένοις καὶ μυουμένοις δηλοῦμεν, [1.110] τίνων ἐστὶν αἰνίγματα τὰ γινόμενα.
 [00383]  Καὶ ὥσπερ οἱ τὰ σώματα θεραπεύοντες ἐκ τῶν ἰοβόλων θηρίων ὀνησιφόρα κατασκευάζουσι φάρμακα, καὶ τῶν ἐχιδνῶν τὰ μὲν ἀποβάλλοντες, τὰ δὲ ἕψοντες, πολλὰς διὰ τού των ἐξελαύνουσι νόσους, οὕτως καὶ ἡμεῖς, τὰ τῶν ὑμετέρων ποιητῶν καὶ ξυγγραφέων καὶ φιλοσόφων πονήματα μεταχειρισά μενοι, τὰ μὲν ὡς δηλητήρια καταλείπομεν, τὰ δὲ τῇ τῆς διδα σκαλίας ἐπιστήμῃ διασκευάσαντες, ἀλεξιφάρμακον ὑμῖν θεραπείαν προσφέρομεν·
 [00816]  Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν·
 [01111]  Τοῦτο σαφῶς εἰδότες ἡμεῖς τὴν σωτήριον ὑμῖν διδα σκαλίαν προσφέρομεν·
 [02508]  Εἰς δὲ τούτους οὐχ ἅπαξ ἢ δίς γε τοῦ ἔτους ἢ πεντάκις φοιτῶμεν, ἀλλὰ πολλάκις μὲν πανηγύρεις ἐπιτελοῦμεν, πολλάκις δὲ ἡμέ ρας ἑκάστης τῷ τούτων δεσπότῃ τοὺς ὕμνους προσφέρομεν.
000-00-00 Serial Number=0046801507
Interpretatio in Danielem Ante [Go Back]  
 [00869]  Ἐπειδὴ γὰρ, φησὶν, ὁ σὸς νόμος ἐν παντί σοι τόπῳ προσφέρειν τὰς νενομισμένας θυσίας οὐ συγχωρεῖ, ἀντὶ κριῶν, καὶ ταύρων, καὶ ἀρνῶν τὸν ἀριθμὸν νι κώντων, συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρομεν, καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα πάσης θυσίας ἡδίω, ἐπειδὴ εἴωθας τοὺς πε ποιθότας ἐπὶ σοὶ πάσης αἰσχύνης ἐλευθεροῦν.
 [00922]  Εἰς ἐκεῖνον ἀποβλέποντες τὸν νεὼ, ἔνθα σου ἡ δόξα ἐπιφαίνεσθαι εἰώθει, τοῦτόν σοι τὸν ὕμνον προσφέρομεν·
000-00-00 Serial Number=0793597579
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02750]  Πηγαὶ δὲ Ἰσραὴλ εἰκότως ἂν κληθεῖεν αἱ προφητικαὶ βίβλοι, ἐξ ὧν τῷ Θεῷ τὴν μελῳδίαν προσφέρομεν.
000-00-00 Serial Number=0697191298
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01516]  Ὑποπόδιον δὲ τῶν ποδῶν αὐτοῦ, πάλαι μὲν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐνενόμιστο, νῦν δὲ αἱ κατὰ πᾶ σαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, ἐν αἷς τῷ παν αγίῳ Θεῷ προσφέρομεν τὴν προσκύνησιν.
 [03973]  Παρ' αὐτοῦ γὰρ τῶν ἀγαθῶν ἀπολαύσαντες μετ' εὐθυμίας τὸν ὕμνον προσφέρομεν.
 [04055]  Ταῦτα λέγουσιν οἱ νενικηκότες τοῖς ἑαυτῶν ἐρασταῖς, ὅτι τοῦ λίθου τούτου τὴν εὐλογίαν ὑμῖν προσφέρομεν, ὃς οἶκος ἐγένετο τοῦ ἐν αὐτῷ Θεοῦ Λόγου·
 [04947]  [80.1868] Ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν κα λινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δο τῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν.
 [07325]  Καὶ τὸν μὲν πόνον ἡμεῖς ἠνεσχόμεθα, ἄπονον δὲ ἄλλοις ὠφέλειαν προσφέρομεν.
000-00-00 Serial Number=0991964340
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01948]  καὶ γὰρ καὶ ἡμεῖς δεδιότες ταύτας ὑμῖν προσφέρομεν.
000-00-00 Serial Number=0778482616
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02439]  θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέρομεν τῷ Θεῷ καὶ τὴν μυστικὴν τῆς ἁγίας τραπέζης ἱερουργίαν·
 [02747]  ἐπειδὴ τοῖς ἐν ἀρετῇ τελείοις οἱ ἀτελεῖς χρώμεθα πρεσβευταῖς καὶ δι' ἐκείνων τὰς ἡμετέρας προσφέρομεν προσευχάς.
000-00-00 Serial Number=0343915582
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [04126]  Ἡμεῖς δὲ τῷ ἀληθινῷ θαῤῥοῦμεν Θεῷ, οὗ καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας γεραίρομεν, καὶ κατὰ τὸν θεῖον νόμον τὰς θυσίας προσφέρομεν, καὶ κατὰ τὰς τούτου διατάξεις παρατασσόμεθα, ταῖς θείαις σάλπιγξι τὸν πόλεμον προσημαίνοντες.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»