Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προθύμως [59]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προθύμως


000-00-00 Serial Number=0554152906
Commentaria in Isaiam Ante [Go Back]  
 [01459]  Τοῦτο γὰρ καὶ μετὰ ταῦτα γενήσεται τῶν μὲν πλείστων Ἰουδαίων μετὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος ἀντιλεγόντων, τῶν δὲ τῆς σωτηρίας ἐφιεμένων προθύμως δεχομένων τῶν ἀποστόλων τὸ κήρυγμα.
 [03154]  Ἀπειλήσας ταῖς δέκα φυλαῖς τὴν τιμω ρίαν πρὸς τοὺς τὴν Ἱερουσαλὴμ κατοικοῦντας μεταφέρει τὸν λόγον καὶ παρακελεύεται αὐτοῖς προθύμως τῆς προ φ ητείας ἀκούειν καὶ δείκνυσι τὸν μὲν γεωργὸν οὐκ ἀεὶ γεωργοῦντα αὐτῶν τὰς ψυχὰς καὶ κατασπείροντα.
 [03278]  Οἱ μὴ εἰδότες γράμματα, οἱ ἐξ ἐθνῶν πεπιστευκότες, οἱ μὴ δυνάμενοι διαγνῶναι τὸν προφητικὸν χαρακτῆρα, οὗτοι τούτων ἐπακούσονται προθύμως τῶν λόγων.
 [06291]  Τὰ ἔθνη φησὶ μηδὲν περὶ αὐτοῦ παρ' ἡμῶν τῶν προφητῶν προακούσαντα ἐδέξατο προθύμως τὸ κήρυγμα, οὗτοι δὲ καὶ ἀκηκοότες παρ' ἡμῶν πολλάκις καὶ πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότες ἐπέμειναν ἀπιστοῦντες καὶ ἀντιλέγοντες.
000-00-00 Serial Number=0900937915
De providentia orationes decem Ante [Go Back]  
 [00005]  Ἴδοι δ' ἄν τις καὶ βασιλέως ὀρθῶς καὶ δικαίως τοὺς ἀρχομένους ἰθύνοντος, καὶ ἡμερότητι κεραννύντος τὴν ἐξουσίαν, ἀσπιδιφόρους καὶ δορυφόρους ἐν πο λέμοις προθύμως ὑπερασπίζοντας.
 [00709]  Μανθάνεις γὰρ παρὰ τῶν ἀλόγων ὁ λογικὸς, τὸν μὲν ἀργὸν ὡς βλαβερὸν βδελύττεσθαι βίον, τοὺς δὲ τῆς ἀρετῆς πόνους προθύμως μεταδιώκειν, καὶ πανταχόθεν τὴν ταύτης ἐρανίζεσθαι κτῆσιν·
 [00812]  Μὴ τοί νυν δυσχεραίνῃς μικρὸν ἔχων τὸ σῶμα, ἀλλὰ σκόπη σον ἡλίκα τούτῳ ζῶα δουλεύειν ἀνέχεται, καὶ τὸν ὑποτάξαντα προθύμως ἀνύμνησον, καὶ δι' αὐτὸ δὲ τοῦτο χάριν ὁμολόγησον τῷ Ποιητῇ.
 [00823]  προκινδυνεύειν γὰρ, οὐ μόνον τῶν δεσποτῶν, ἀλλὰ καὶ τῶν προβάτων ἀν έχονται, καὶ τῶν ποιμένων ὑπερμαχοῦσι, καὶ τοῖς λύκοις διαμάχονται προθύμως, καὶ τιτρωσκόμενοι φεύγειν ἀγεννῶς οὐκ ἀνέχονται, τῇ δὲ ὑλακῇ τοὺς ποιμένας εἰς ἐπικουρίαν καλοῦσι.
000-00-00 Serial Number=0986986697
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00101]  ἡ γὰρ ἀντίπαλος ἀδικία τοὺς οἰκείους ὁπλίζει κατὰ τούτου τροφίμους, ἡττᾶται δὲ ὅμως καὶ πολλοὺς ἔχουσα τοὺς ὑπηκόους, τῶν τῆς δικαιο σύνης ἐραστῶν προθύμως ὑπὲρ αὐτῆς ἀ[θ]λούντων καὶ ῥᾷστα σκεδ[αννύν]των τοὺς ἀντιπάλους.
000-00-00 Serial Number=0787128925
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00033]  καὶ τὸν μὲν ἁρπάσαι τὸ δεύτερον, καὶ προθύμως εἰς τὸν βυθὸν κυβιστῆσαι·
 [00125]  Ἐγὼ δὲ διαφερόντως τὸν τῶν ἀγαθῶν ἀνυμνῶ χορηγόν, πρόμαχον γενναῖον εὑρών, τῷ θείῳ φόβῳ τὸ ἀνθρώπειον ἐξελαύνοντα δέος, καὶ τῶν εὐαγγελικῶν δογμάτων προθύμως προκινδυνεύοντα, καὶ τοὺς ἀποστολικοὺς ἀγῶνας ἀσπασίως ἀναδεχόμενον.
 [00129]  Ταῦτα νῦν γράφω, τὸν τιμιώτατον καὶ εὐλα βέστατον Ὑπάτιον τὸν ἀναγνώστην εἰδώς, καὶ προθύμως μὲν τοῖς τῆς σῆς ὁσιότητος διακονούμενον νεύμασι, διηνεκῶς δὲ τῶν ἀξιεπαίνων σου, δέσποτα, μεμνημένον κατορθωμάτων.
 [00778]  Ἐπειδὴ δὲ ἔγνωσαν τὴν ἐντεῦθεν βλαστήσασαν σωτηρίαν, εὐαγγέλιον ἐκάλεσαν τοῦ πάθους τὸ κήρυγμα, καὶ τοῦτο πᾶσιν ἀνθρώποις προθύμως προσήνεγκαν.
 [00914]  Ἁρπάσει γὰρ δῆλον ὅτι προθύμως ἡ σὴ λαμπρότης τὴν θεόσδοτον δωρεάν, παρὰ γνησίων φίλων καὶ σαφῶς ταύτης ἐπισταμένων τὸ μέγεθος προτρεπομένη, καὶ πρὸς τὸν μεγαλό δωρον ποδηγουμένη Θεόν, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν , καὶ δι' ἀνθρώπων ἀνθρώπους σαγηνεύει πρὸς σωτηρίαν, εἰς ἀγήρω ζωὴν τοὺς ἀγρευομένους ἀπάγων.
 [00954]  ἀλλὰ τὸν ταύτης Κύριον εἰς συμμαχίαν καλέ σαντες, προθύμως ἀναδέξεσθε τὸν ὑπὲρ αὐτῆς ἀγῶνα.
 [01293]  Τὴν δὲ σὴν ὁσιότητα παρακαλοῦμεν, μήτε τοὺς ἁγίους κανόνας πατουμένους παριδεῖν, καὶ τῆς θείας πίστεως ὑπερμαχῆσαι προθύμως.
 [01533]  ∆ίκαιον δὲ καὶ τῷ διὰ ταύτην συκοφαντουμένῳ προθύμως συνηγορεῖν καὶ διελέγχειν τῶν λοιδορουμένων τὸ ψεῦδος.
 [01707]  ἐν δὲ τῇ ∆ύσει προθύμως ἐδέξατο τὰς τοῦ βίου δυσμάς, κἀκεῖθεν νῦν καταυ γάζει τὴν οἰκουμένην.
 [02041]  Ἐγὼ δὲ τὴν αἴτησιν ἀσπαστῶς ἐδεξάμην, καὶ ἃ παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς, καὶ παρὰ τῶν ταύτην ἡρμηνευ κότων Πατέρων, προθύμως ἐρῶ, οὐχ ἵνα διδάξω, ἀλλ' ἵνα τὴν τῷ Θεῷ φίλην ὑπομνήσω κεφαλήν.
000-00-00 Serial Number=0899336517
Eranistes Ante [Go Back]  
 [02165]  Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λουκᾶς·
000-00-00 Serial Number=0962310910
Graecarum affectionum curatio Ante [Go Back]  
 [02295]  Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.
000-00-00 Serial Number=0762096226
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00012]  Ἐπειδὴ δὲ τῶν παμμιάρων τούτων δογμάτων τὸ μύσος γυμνούμενον βδελυ ρωτέρους ἀποφαίνει καὶ τοὺς δυσσεβῶς γεγεννηκό τας, καὶ τοὺς ἀνοήτως πεπιστευκότας, ἀναδέξομαι προθύμως τὸν πόνον, ἀφορῶν εἰς τὸ κέρδος.
 [00755]  ἐπειδὴ δὲ δυσίατον εἶδον τὸ πάθος, πάλιν τὴν Ἀντιόχειαν προθύμως κατέλαβον, καὶ πάλιν ἤπια προσήνεγκαν φάρμακα, καὶ παραινοῦντες, καὶ παρακαλοῦντες, καὶ τῶν γε γενημένων ἀναμιμνήσκοντες συνθηκῶν.
000-00-00 Serial Number=0834114790
Historia ecclesiastica Ante [Go Back]  
 [00748]  ὁ δὲ καὶ τὴν πατρίδα κατα λιπὼν καὶ τοῦ μεγίστου πελάγους καταφρονήσας, κατέλαβε μὲν τὸ ἀγεώργητον ἔθνος, ἐγεώργησε δὲ προθύμως συνεργὸν ἔχων τὴν θεόσδοτον χάριν.
 [01238]  τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλο μένους εὐκτηρίου νεώ, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρα σχεθῆναι τῶν θείων.
 [01559]  οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, [155] καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες.
 [01593]  τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκο πικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερ μαχῶν.
 [03171]  ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμή κειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως πα ρασκευασάμενοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον [292] καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες·
 [03467]  ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν.
 [03605]  ὁ δὲ οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφοράν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρ μησε.
000-00-00 Serial Number=0891435564
Historia religiosa Ante [Go Back]  
 [00288]  Ὁ δὲ ἠκολούθει τὰ μὲν πρῶτα προθύμως·
 [00403]  Ἐνθένδε τοίνυν ἀποδημήσας καὶ τοὺς θιασώτας κατα λαβὼν καὶ χρόνον αὐτοῖς οὐκ ὀλίγον συνδιατρίψας, εἰς τὸν ἀγήρω καὶ ἄλυπον βίον προθύμως λίαν μετέστη, μελετήσας μὲν ἐν θνητῇ φύσει τὴν ἀπάθειαν, τὴν δὲ τοῦ σώματος ἀθανασίαν προσμένων.
 [00700]  οὐδεὶς γὰρ αὐτὸν κατακλιθέντα μέχρι καὶ τήμερον ἐθεάσατο πώποτε, ἀλλὰ καὶ τοῦ χοροῦ κορυφαῖος ἀποφανθεὶς καὶ προστατεύειν λαχὼν τοῦτον ἅπαντα φέρει προθύμως τὸν πόνον, ἀρχέτυπον ἑαυτὸν φιλοσοφίας τοῖς ὑπηκόοις ἅπασι προτιθείς.
 [00824]  Ἐπειδὴ δὲ καὶ ἅπαντα τῆς ἑβδομάδος τὸν κύκλον οὕτω συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μετα λαχών, ἐκέλευσεν ἡ γενομένη φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν καὶ προθύμως καταφαγεῖν·
 [01408]  Τῆς δὲ τῶν ξένων καὶ πενήτων θεραπείας οὕτως ἐπεμελεῖτο προθύμως ὡς τοῖς παριοῦσιν ἅπασιν ἀναπεταννύναι τὰς θύρας.
 [01598]  Μετ' ὀλίγας δὲ πάλιν ἡμέρας οἱ τῆς ἀντιπέραν κώμης, νύκτωρ πάλιν ἐπελθόντες καὶ τὸ οἴκημα διορύξαντες, πρὸς ἑαυτοὺς ἀπῆγον οὐκ ἀντιλέγοντα οὐδὲ μένειν βιαζόμενον οὐδ' αὖ πάλιν προθύμως ἀπαίροντα.
 [01805]  Καὶ πάντων ἡμᾶς ὑποδεξαμένων προθύμως καὶ τοῦ ποιμένος καὶ τοῦ λαοῦ, καὶ ἀστῶν καὶ χωριτικῶν, σὺ μόνος οὐκ ἐκοινώνησας τῆς τιμῆς3.
 [02063]  Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ θάλαττα πλήρης, οἵ τε τὰ θεῖα πεπαιδευμένοι καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν δεδιδαγμένοι τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα πιστεύ σουσι, προθύμως καὶ θαρσαλέως ποιήσομαι τὴν διήγησιν.
000-00-00 Serial Number=0836843848
Interpretatio in Danielem Ante [Go Back]  
 [01886]  ἀλλὰ κἂν ἅπαντες ἄνθρωποι κατὰ ταὐτὸν καθ' ἡμῶν διὰ ταύτην στρατεύωσι, δέ χεσθαι προθύμως τὴν προσβολὴν τῇ ταύτης δυνάμει θαῤῥοῦντας.
 [03182]  ὕστε ρον δὲ, Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις, ἃς ὁ Σκοπᾶς κατεσχήκει, καὶ τὴν Σα μάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο Ἰουδαῖοι, καὶ τῇ πόλει δεξάμενοι, πᾶσαν αὐτοῦ τῇ τε στρα τείᾳ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον, καὶ τοὺς ὑπὸ τοῦ Σκοπᾶ καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν.
000-00-00 Serial Number=0836007178
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01783]  ἀλλ' οὐκ ἄδικος ὁ κριτὴς, οὐδὲ ἀλλοτρίας εὐθύνας εἰσπράττεται, ἀλλ' ὡς κοινωνήσαντας τῆς ἀσεβείας, καὶ προθύμως τῷ πονηρῷ συνεργήσαντας βασιλεῖ, τοῖς προῤῥηθεῖσιν ὑποβάλλει κακοῖς.
000-00-00 Serial Number=0769852638
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00560]  εἴτε ἡ τοῦ Θεοῦ ὁδὸς ἐνώπιον ἡμῶν κατευθυνθείη, αὐτὴν ὁδεύσομεν, καὶ πρὸς αὐτὴν προθύμως δρα μούμεθα.
 [02593]  Πάντα μέντοι τὰ πέρατα τῆς γῆς, οὐχ ἓν ἔθνος, οὐδὲ δύο, ἀλλ' ἐκ πάντων τῶν κατὰ τὴν οἰκουμένην προσδραμοῦνται μυρίοι, καὶ δέξονται προθύμως τὴν τῆς θεογνωσίας ἀκτῖνα.
000-00-00 Serial Number=0861809909
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02377]  Ὁπόσα σοι χρὴ προσφέρειν, ἱερεύσω προθύμως.
 [04897]  Πεῖραν τοίνυν τῆς ἐμῆς δυνάμεως εἰληφὼς, δέξαι προθύμως τὰς παρ' ἐμοῦ σοι προσφερομένας νομοθεσίας.
000-00-00 Serial Number=0842957139
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01127]  Συνδράμωμεν τοίνυν προθύμως, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκωμεν σέβας, καὶ ὀλο φυρόμενοι, καὶ δακρύοντες, τὸν ἔλεον ἐξαιτήσωμεν·
 [02141]  οἱ δὲ ἄνθρωποι τὸν τῆς προτεραίας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐν τοῖς ἔργοις διημε ρεύουσιν.
 [03726]  Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ τοὺς ὑπὲρ ταύτης ἀγῶ νας προθύμως ἀναδεξάμενοι, τῶν καλλινίκων στε φάνων ἀπήλαυσαν.
 [04943]  Οὕτως ἐπόθει τὸν πεποιηκότα Θεὸν, οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν.
000-00-00 Serial Number=0315958321
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01125]  οὕτω γὰρ τῷ Θεῷ πελάζων ἕξεις αὐτὸν ὑπερμαχοῦντα προθύμως.
 [01688]  Εἶτα κελεύει τὰ γεωργικὰ ὄργανα εἰς πολεμικὰ μετασκευάσαι, καὶ τὸν ἀσθενῶς διακείμενον, ὡς [81.1660] ῥωμαλέον εἰς τὴν παράταξιν εὐτρεπίσασθαι, καὶ τὸν πραότητι συζῶντα, μεταβληθέντα προθύμως ἀνδρ αγαθίζεσθαι·
 [02208]  οὕτως οἱ πολέμιοι χρήσονται προθύμως τῇ καθ' ὑμῶν ἐφόδῳ, ὅτι τὸν κριτὴν εἰς θυμὸν καθ' ὑμῶν ἐκινήσατε, καὶ πικρὰν ὁμοῦ καὶ δικαίαν ἐξενεγκεῖν τὴν ψῆφον κατηναγκάσατε.
 [02408]  Καὶ μετὰ ταῦτα δὲ συχνῶς τὴν οἰκείαν δυσμένειαν ἐπεδεί κνυντο, ποτὲ μὲν μόνοι κατ' αὐτῶν στρατεύειν ἐπι χειροῦντες, ποτὲ δὲ τοῖς πολεμοῦσιν αὐτοῖς συμμα χοῦντες προθύμως.
 [04580]  Καὶ δὴ καταπεισθέντες ὅσοι τοῖς προφητικοῖς ἐνετράφησαν λόγοις, καὶ τὴν προτεθε σπισμένην ἀνάκλησιν ᾔδεισαν, ἐπανῆλθον προθύμως, καὶ τὴν Ἱερουσαλὴμ οἰκήσαντες, ἐπειράθησαν οἰκο δομῆσαι τὸν θεῖον νεών·
 [04783]  ∆έξασθε τοίνυν προθύμως τὰ ὑπὸ τοῦ παναγίου Πνεύματος διὰ τῶν προφητῶν ὑμῖν προσφερόμενα.
000-00-00 Serial Number=0085126162
Quaestiones in Octateuchum Ante [Go Back]  
 [03979]  διδάσκων ὡς καὶ ἔτι περιὼν ἑτέροις τὴν προστασίαν ἐπίστευσε καὶ ὅτι χρὴ καὶ τούτῳ προθύμως ὑπακούειν, καὶ τὰ κελευόμενα δρᾶν.
 [05357]  ἐξαιτούντων γὰρ τῶν ὁμοφύλων τοὺς τὴν παρανομίαν τετολμηκότας, οὐ μόνον οὐκ ἐξέδοσαν, ἀλλὰ καὶ προθύμως αὐτῶν ὑπε ρήσπισαν.
000-00-00 Serial Number=0900608480
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00226]  προθύμως δὲ ταύτην ὁ Ἀμιναδὰβ ἀπεδέξατο·
 [04508]  ∆ιδάσκει δὲ ἡμᾶς πά λιν ἡ ἱστορία, ὅτι τῶν ἱερέων οὐκ ἀποχρώντων ἀποδεῖραι τὴν ὁλοκαύτωσιν, ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγιάσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖ ται προθύμως ἡγιάσθησαν παρὰ τοὺς ἱερεῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»