Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πρόσθεν [58]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πρόσθεν


000-00-00 Serial Number=0761438787
Commentaria in Isaiam Ante [Go Back]  
 [02122]  Ταύτην καὶ ἐν τοῖς πρόσθεν εἰρημένοις καταδέξασθαι τοῖς ἔθνεσιν ὁ προφητικὸς παρηγγύησε λόγος·
 [03098]  τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν ὁ προφήτης ἐδίδαξεν, ὅτι τὴν ∆αυιτικὴν βασιλείαν ἐβουλεύσαντο καταλῦσαι καὶ τὸν υἱὸν Ταβεὴλ βασιλεῦσαι καὶ ὑπηκόους αὐτοὺς ἑαυτῶν καταστῆσαι.
 [03833]  Καὶ γὰρ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις καὶ τὴν ἔρημον καὶ τὸν Λίβανον ὠνόμασε Κάρμηλον, αὐτὸν δὲ τὸν Κάρ μηλ ον δρυμὸν προσηγόρευσεν.
 [05245]  Ἀπειλῶν πρόσθεν ἔφη·
 [05441]  Καὶ ἐπειδὴ τῆς ἐκ ξύλων δημιουργίας ἐν τοῖς πρόσθεν ἐμνήσθη, ἡ δὲ τοῦ χρυσοῦ καὶ τοῦ ἀ ργύρου ὕλη τιμιωτέρα τῶν ξύλων, πολλοὶ δὲ τῇ ὕλῃ προσέχοντες πλείονα τιμὴν προσέφερον τοῖς χρυσ οῖς καὶ ἀργυροῖς θεοῖς, ἀναγκαίως καὶ περὶ τούτων διδάσκει ὡς χρυσὸν καὶ ἄργυρον ἐξ ἐράνου συ νά γοντες καὶ χρυσοχόον μισθούμενοι καὶ σταθμῷ τοῦτον παραδιδόντες τὸν ὑπὸ τούτου τεκταινόμ ενον ἀνδριάντα θεοποιοῦσιν, ὃς ἀλλοτρίοις μὲν χρῆται ποσίν, εἰ δὲ τούτων ἀπορήσοι, ἀκίνητος μένει, φέρει δὲ τοῖς προσκυνοῦσιν οὐδεμίαν βοήθειαν.
 [05959]  τοῦτο δὲ καὶ ἐν τοῖς πρόσθεν ὁ προφήτης ἐδίδαξεν, τῆς γὰρ παρθένου προαγορεύσας τὸν τόκον ἐπήγαγεν·
 [06240]  Πάλιν τοῖς ἐρήμοις τῆς Ἱερουσαλὴμ τόπ οις ὑ πισχνεῖται εὐ φρο σύ νην, ἅπερ ἐν τοῖς πρόσθεν πρὸς ταῖς δυσμαῖς εἴρηκε διακεῖσθαι, ἃ καὶ τῷ παραδ είσῳ τοῦ θεοῦ παραβάλλεσθαι ἔφη.
 [06432]  διὸ καὶ ἐν τοῖς πρόσθεν αὐτῇ ἐλέγετο·
 [07363]  Οὕτω καὶ ἐν τοῖς πρόσθεν ὁ προφητικὸς ἔφη λόγος·
000-00-00 Serial Number=0649197459
Eranistes Ante [Go Back]  
 [01360]  ἡ δὲ εἰκών, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ πάντα ἔχει ὅσα τὸ ἀρχέτυπον ἔχει.
 [02684]  [189] ΑΠΑΘΗΣ ∆ΙΑΛΟΓΟΣ Γʹ {ΟΡΘ.} Ὅτι μὲν ἄτρεπτος ὁ θεὸς λόγος καὶ ἐνηνθρώπησεν οὐκ εἰς σάρκα τραπείς, ἀλλ' ἀνθρωπείαν φύσιν τελείαν λαβών, ἐν τοῖς πρόσθεν ἐξητασμένοις ἀπεδείξαμεν λόγοις.
000-00-00 Serial Number=0631856501
Graecarum affectionum curatio Ante [Go Back]  
 [00353]  Ἠκούσατε δὲ καὶ ἐν τοῖς πρόσθεν εἰρηκότος Ὀρφέως·
 [00449]  Τὸ δὲ παρ' ἡμῖν Ἐλεατικὸν ἔθνος ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἄρχεται, ὡς ἑνὸς ὄντος τῶν ἁπάντων καλουμένων διεξέρχεται τοὺς μύθους.
 [01299]  Ταῦτα τῶν ἤδη πρόσθεν εἰρημένων ἀνάξια καὶ τῆς ὑψηγορίας ἐκείνης καὶ θεολο γίας ἀλλότρια καὶ τῶν χαμαιπετῶν τε καὶ περιγείων ἔκγονα λογισμῶν.
 [01663]  καὶ τῆς μὲν Ἰταλικῆς καὶ Ἰωνικῆς καὶ Ἐλεατικῆς ξυμμορίαςοὐδὲ τὰς προσηγορίας ἐπίστανται ἐξήλειψε γὰρ αὐτῶν ὁ χρό νος τὴν μνήμην τῶν δέ γε προφητῶν, πλείοσιν ἢ χιλίοις καὶ πεντακοσίοις ἔτεσι τούτων πρόσθεν γεγενημένων, τὰς προσηγο [5.62] ρίας ἐν τῷ στόματι περιφέρουσιν.
 [01871]  Βούλει δὲ καὶ ἡμεῖς τοῖς πρόσθεν ὡμολογη μένοις ξυμφωνήσωμεν, ὡς ταῦτα οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ ξυγκινδυνεύσωμεν καὶ μετασχῶμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς [6.33] φῇ ταῦτα μὴ οὕτως, ἀλλ' ἀτάκτως ἔχειν;
 [02955]  Ὅσας δὲ οὗτος μιαιφονίας τετόλμηκεν, ἤδη πρόσθεν εἰρήκαμεν.
 [03443]  ἐν μὲν γὰρ τοῖς πρόσθεν εἰρημένοις εἰς μακάρων αὐτοὺς ἀπέπεμψε νήσους, τὰς δὲ τῶν φιλοσόφων οἰκήσεις οὐδὲ λόγῳ ῥητὰς ἔφησεν εἶναι·
 [03469]  δικαστὰς δὲ μεταξὺ τού των καθῆσθαι, οὕς, ἐπειδὰν δικάσαιεν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιρράψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖον ἁπάντων, ὧν ἔπραξαν.
000-00-00 Serial Number=0183574200
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00112]  Κατὰ τούτων συνέγραψεν Ἰουστῖ νος ὁ ἐν φιλοσόφου σχήματι τῆς ἀληθείας γεγενημένος συνήγορος, καὶ τὸν τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθη μεν·
 [00511]  Καὶ γὰρ Ἰουστῖνος ὁ φιλόσοφος καὶ [83.377] μάρτυς, καὶ Θεόφιλος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, καὶ Φίλιππος ὁ Γορτύνης ἐπίσκοπος, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ἐπίσκοπος Λουγδούνου, καὶ Μόδεστος, καὶ Ὠριγένης, καὶ Ῥόδων, καὶ Ἀδαμάντιος, καὶ Ἱππόλυτος, καὶ ὁ Ἐμεσηνὸς Εὐσέβιος, καὶ πάντες ἄριστα καὶ σοφώτατα τῆς βλασφημίας τὴν λύτταν διήλεγξαν.
 [00579]  Πρὸς δὲ τούτοις καὶ ὁ Φοίνιξ Εὐσέβιος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν.
 [00613]  Ἔτι γὰρ αὐ τῶν περιόντων, καὶ Σίμων ἀνεφάνη, καὶ Μένανδρος, καὶ οἱ ἄλλοι τοῦ Σίμωνος φοιτηταὶ, ὧν καὶ πρόσθεν ἐμνήσθημεν.
 [00855]  Κατὰ δὲ Πρόκλου τῆς αὐτῆς αἱρέσεως προστατεύ σαντος συνέγραψε Γάϊος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν.
000-00-00 Serial Number=0716836631
Historia ecclesiastica Ante [Go Back]  
 [00370]  παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων ἐκκλησίας τὴν προεδρίαν λαχών (Φιλογόνιος γὰρ, οὗ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον, τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ' ἐκείνου τὴν ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ κατηνάγ κασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ πᾶς ὁ λαὸς ὁ φιλόχριστος), οὗτος τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφάνωσε κεφαλὴν καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο.
 [00376]  ὀλίγοι δέ τινες, ὧν καὶ πρόσθεν ἐμνήσθην, καὶ πρὸς ἐκείνοις Μηνόφαντος ὁ Ἐφέσιος καὶ ὁ Σκυθοπολίτης Πατρό [33] φιλος Θεογόνιός τε Νικαίας αὐτῆς ἐπίσκοπος ὢν καὶ ὁ Νερωνιάδος Νάρκισσος (Κιλικίας δὲ τῆς δευτέρας ἡ Νερωνιάς ἐστι πόλις ἣν νῦν Εἰρηνούπολιν ὀνομάζομεν), καὶ μετὰ τούτων Θεωνᾶς ὁ Μαρμαρικῆς καὶ ὁ Πτολεμαΐδος τῆς Αἰγυπτίας Σεκοῦνδος τοῖς ἀποστολικοῖς ἀντέ λεγον δόγμασιν, Ἀρείῳ συνηγοροῦντες.
 [00383]  Εὐστάθιος μὲν γὰρ ἐκεῖνος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα διδάσκων καὶ τὴν βλασφημίαν ἐλέγχων καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν·
 [00623]  Μακάριος δὲ ἦν οὗτος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν.
 [00702]  συναπῆρε δὲ αὐτῷ καὶ Θεογόνιος ὁ Νικαίας, κοινωνὸς ὤν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, τῶν πονηρῶν βουλευ μάτων.
 [01059]  ἀφίκετο δὲ καὶ ὁ μέγας Ἀθανάσιος καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καὶ Μάρκελλος ὁ Ἀγκύρας τῆς Γαλατῶν μητροπόλεως, ὃς καὶ ἐπὶ τῆς συνόδου τῆς μεγάλης ἐπίσκοπος ἦν.
 [01706]  ταύτης ἐπί σκοπος ἦν καὶ πολιοῦχος καὶ στρατηγὸς Ἰάκωβος, οὗ καὶ πρόσθεν ἐμνήσθην, τῆς δὲ ἀποστολικῆς χάριτος τὰς ἀκτίνας οὗτος ἠφίει.
 [01762]  Εὐσέβιος δὲ ὁ θαυμάσιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ὁ τὸ ψή φισμα τὸ κοινὸν πιστευθείς, τῶν συνθηκῶν τὴν παράβασιν θεασά μενος εἰς τὴν ἐγκεχειρισμένην ᾤχετο πόλιν·
 [02841]  [267] Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη.
 [03030]  ∆ιχῆ μέν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οἱ τῶν ἀποστολικῶν ὑπερα γωνιζόμενοι δογμάτων διῄρηντο.
 [03069]  Ὁ δὲ θεῖος Μελέτιος ∆ιόδωρον ἐκεῖνον, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς ἐκκλησίας διασώ σαντα σκάφος, Ταρσῶν κατέστησε ποιμένα καὶ τὸ Κιλίκων αὐτῷ ἐνεχείρισεν ἔθνος.
 [03429]  ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην,
 [03502]  τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην.
 [03640]  τῆς δὲ Ἱεροσολύμων ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον διαδεξάμενος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν.
000-00-00 Serial Number=0489302754
Historia religiosa Ante [Go Back]  
 [00407]  Οὗτος γὰρ πατρίδα πάλαι μὲν ἔσχε τὴν Κύρρον, ἧς καὶ πρόσθεν ἐμνήσθην, μετὰ δὲ ταῦτα τὴν ἔρημον·
 [00485]  Καὶ δή ποτε ἀφίκοντο πρὸς αὐτὸν συναχθέντες τῶν ἀρχιερέων οἱ πρῶτοι, Φλαβιανὸς ὁ μέγας τὴν Ἀντιοχέων ποιμαίνειν πεπιστευμένος, καὶ ὁ θεῖος Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, Εὐσέβιός τε ὁ τῆς Χαλκιδέων, καὶ Ἰσίδωρος ὁ τότε τὴν Κύρρον κυβερνᾶν πεπιστευμένος, ἀρετῇ διαπρέποντες.
 [00647]  διηγήσατο δὲ τοῦτ' αὐτὸ τὸ διήγημα καὶ ὁ πρεσβύτης, ὁ μέγας Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐν τοῖς ἄλλοις διηγήμασιν ἀπεμνημονεύσαμεν.
 [00660]  Ἀφίκοντο δὲ καὶ τοῦ θειοτάτου Ἰουλιανοῦ τοῦ Πρεσβύτου οὗ πρόσθεν τὸ διήγημα διεξήλθομεν τῆς ἀρίστης ποίμνης οἱ κτίλοι.
 [00662]  Τοῦ δὲ Ἰακώβου, οὗ καὶ ἤδη πρόσθεν ἀπεμνημόνευσα, ἐν κεφαλαίῳ τούτου διδάξας τὴν ἀρετήν, καὶ νῦν δὲ τῆς ἄκρας αὐτοῦ φιλοσοφίας τεκμήριον ἐναργὲς ἀποδείξω.
 [01922]  Ἐπειδὴ δὲ ἀποχρώντως τῆς τοῦ θείου πρεσβύτου διδασκαλίας μετέ λαχε καὶ ἐκμαγεῖον ἑαυτὸν τῆς ἐκείνου γε ἀπέφηνεν ἀρετῆς, παρὰ τὸν μέγαν ἀφίκετο Μάρωνα οὗ καὶ πρόσθεν ἐμνήσθημεν.
 [02083]  ∆ύο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη καὶ τῆς τελειοτέρας ἀρετῆς ἐρασθεὶς Τελεδὰν ἐκείνην τὴν κώμην κατέλαβεν, ἧς καὶ πρόσθεν ἐμνήσθημεν, παρ' ἣν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες Ἀμμιανὸς καὶ Εὐσέβιος τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο·
 [02383]  [30.4] Ἀλλὰ μέχρι πότε μηκύνω καὶ ταύτης τὴν ἀρετὴν ἅπασαν διηγεῖσθαι φιλονεικῶν, δέον καὶ τῶν ἄλλων εἰς μέσον προτιθέναι τὸν βίον αἳ καὶ ταύτην κἀκείνας, ὧν πρόσθεν ἐμνήσθημεν, ἐμιμήσαντο;
000-00-00 Serial Number=0242644131
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00683]  Οὐδὲ γὰρ ἐν τοῖς πρόσθεν εἰρη μένοις μεταθεῖναι τὸν ὅρκον εἰς αὐτὸν ἁπλῶς παρηγγύησεν, ἀλλὰ μετὰ ἀληθείας ὀμόσαι.
 [00820]  συμβαίνει δὲ ταῦτα καὶ τοῖς πρόσθεν εἰρημένοις.
 [02881]  Τοῦτο καὶ ὁ προφήτης ἐν τοῖς πρόσθεν εἴρηκεν·
 [03006]  Τὴν τούτων τῶν λόγων ἀμφιβολίαν ἐν τοῖς πρόσθεν διέλυσε.
 [03475]  καὶ γὰρ ἐν τοῖς πρόσθεν ἑρμηνευομένοις ὁ τῶν ὅλων Θεὸς ἔφη, Ἢ οὐχ ὁρᾷς, τί οὗτοι ποιοῦσιν;
 [04360]  Καὶ γὰρ τὸν ταύτης βασιλέα Σεσὰχ ἐν τοῖς πρόσθεν ἑρμηνευομένοις προσηγόρευσε.
000-00-00 Serial Number=0207900763
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01590]  Τὰς γὰρ ἀναγκαίας ὑμῖν χορηγήσει χρείας, καὶ παρέξει τὸν ὑετὸν εἰς καιρὸν, τόν τε πρώϊμον καὶ τὸν ὄψιμον, καθάπερ καὶ πρόσθεν ἀπελαύετε.
 [02157]  Ἄθλιοι, φησὶ, καὶ τρισάθλιοι οἱ τῆς μὲν Σιὼν καταφρονοῦντες, τῇ δὲ Σαμαρείᾳ θαῤῥοῦντες, καὶ μὴ σκοποῦντες, ὡς ὁ ἐν τῇ Σιὼν θεραπευόμενος Θεὸς, εἰς τὴν τῆς ἐπαγγελίας αὐτοὺς ἐπήγαγε γῆν, τοὺς πρόσθεν ταύτην οἰκοῦντας παντελῶς ἀναλώσας, καὶ λίαν αὐτοῖς εὐρεῖαν τὴν οἴ κησιν χαρισάμενος.
 [02212]  [81.1697] Ἀντὶ τοῦ, Πάσης ὑμᾶς τῆς πρόσθεν ὑφ' ὑμῶν γεωρ γουμένης ἐξελάσω γῆς·
 [02961]  Ἐντεῦθεν καὶ τὰ πρόσθεν εἰρημένα ῥᾷον ἄν τις νοήσειεν·
 [03726]  Τοσαύτῃ γὰρ ἐρημίᾳ σε παρα δώσω, ὡς τοὺς πρόσθεν δυσχεραίνοντας τὴν δυνα στείαν, εἰς ἔλεον ἐπικαμφθῆναι.
000-00-00 Serial Number=0323788583
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02763]  πρόσφορον γὰρ τῷ μὲν ἄρχοντι τὸ ἄρρεν, τῷ δὲ ἀρχομένῳ τὸ θῆλυ, ὡς ἐν τοῖς πρόσθεν εἰρήκαμεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»